Τρίτη 9 Δεκεμβρίου 2025

ΙΑΝΟΥΑΡΙΟΣ 10. ΟΣΙΟΣ ΘΕΟΦΑΝΗΣ ΕΓΚΛΕΙΣΤΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΙΑΝΟΥΑΡΙΟΣ Ι

ΘΕΟΦΑΝΗΣ ΕΓΚΛΕΙΣΤΟΣ ΟΣΙΟΣ ΡΩΣΣΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης)

 

ΕΝ ΤΩ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ´καὶ ψάλλομεν Προσόμοια.Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Αἱ τῶν Ἀγγέλων χορεῖαι, πανηγυρίζουσιν, ἁπανταχοῦ τὰ πλήθη, τῶν πιστῶν ὁμοφώνως, στέφουσιν ἐν ὕμνοις, καὶ ἐν ᾠδαῖς, Θεοφάνην τὸν ἔγκλειστον, καὶ τὴν αὐτοῦ μεγαλύνουσι πρεπωδῶς, πολιτείαν τὴν ἰσάγγελον.

 

Ἐκ τῆς Ῥωσίας ὡς λύχνος φωτοπρεπέστατος, ἐν τοῖς ἐσχάτοις χρόνοις, Θεοφάνης ὁ θεῖος, ἔλαμψε σκεδάζων τὴν ζοφεράν, τῆς ἀπάτης σκοτόμαιναν, καὶ ἐγκαινίζων λαμπρότητος τῆς καινῆς, τὴν ἡμέραν τὴν ἀνέσπερον.

 

Τῆς ἡσυχίας τὸν φίλον τὸν γνησιώτατον, τῆς προσευχῆς ἐργάτην, φιλοκάματον μάλα, κρείττονος σοφίας τὸν ἐραστήν, τὸ ταμεῖον τῆς γνώσεως, τῶν ἀρετῶν τόν πολύτιμον θησαυρόν, Θεοφάνην μακαρίσωμεν.

 

Τοῦ Παρακλήτου τὴν χάριν ἀναδεξάμενος, τῶν οὐρανῶν τὰ κάλλη, ἐθεάσω καὶ ἔγνως, βάθος μυστηρίων τῶν ἱερῶν, ὦ Θεόφανες ὅσιε· διὸ σοφίας ἐγένου ἑρμηνευτής, καὶ τῆς γνώσεως διδάσκαλος.

 

Δόξα.Ἦχος α΄.

Ἡ ἔνδοξος μνήμη ἐπέφανε, Θεοφάνους τοῦ ἐγκλείστου, τοῦ ἐν ὁσίοις θαυμαστοῦ καὶ τρισμάκαρος. Σκιρτήσωμεν πιστοί, καὶ τὰς χεῖρας ἐν χαρᾷ κροτήσωμεν, τούτῳ βοῶντες ἐκτενῶς ἀπὸ καρδίας. Δίδαξον ἡμᾶς πάτερ θεοδίδακτε, τῆς οὐρανίου σοφίας τὰ διδάγματα, ἵνα ἐν τῇ ὁδῷ βαδίζοντες τοῦ Εὐαγγελίου, φθάσωμεν καλῶς εἰς τῆς Βασιλείας τοῦ Θεοῦ, τὰ ποθούμενα σκηνώματα.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Γερμανοῦ Πατριάρχου.

Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.

 

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χεῖρας χαρμονικῶς, κροτήσωμεν αἰνοῦντες, μετὰ τιμῆς καὶ δόξης, Ὁσίου Θεοφάνους, ἐγκλείστου τὴν πανήγυριν.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὠσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις Ἱεραρχῶν, ἡ θεία κοσμιότης, τῶν Ἀσκητῶν τὸ κάλλος, Ὁσίων καὶ Δικαίων, Θεόφανες τὸ καύχημα.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Λύχνος καινοπρεπής, Θεόφανες προῆλθες, ἐκ τῆς λαμπρᾶς Ῥωσίας, καὶ κόσμον ἱλαρύνεις, φωτὶ τῶν διδαγμάτων σου.

 

Δόξα. Τριαδικόν. Ὅμοιον.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Μονὰς ἡ ἐν Τριάδι, ἐλέησον τοὺς πίστει, Θεὸν ὁμολογοῦντάς σε.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.

Ἦλθεν ὁ φωτισμός, ἡ χάρις ἐπεφάνη, ἡ λύτρωσις ἐπέστη, ὁ κόσμος ἐφωτίσθη, λαοὶ χαρᾶς ἐμπλήσθητε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Θεοφάνους ὁσίου τοῦ ἐγκλείστου θαυμάσωμεν, τὴν θεοφιλῆ πολιτείαν, καὶ τὴν κρείττονα ἔφεσιν˙ σοφίας γὰρ ὑπῆρξεν ἐραστής, καὶ βίβλων θεοσόφων συγγραφεύς, κατὰ μόνας προσευχόμενος ἐκτενῶς, ἀγάπης τῇ ἐγγύτητι· χαίροις ὁ Ἱεράρχης ὁ κλεινός· χαίροις σοφὲ διδάσκαλε˙ χαίροις ὁ τῆς Ῥωσίας τὸν λαόν, ποιμάνας ἐν εὐθύτητι.

Δόξα. Καὶ νῦν.Τῆς ἑορτῆς. Ὁ αὐτός.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜEΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄καὶ ψάλλομεν τὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Σκιρτήσωμεν δεῦτε οἱ πιστοί, ὑπαντῶντες ἄσμασι, τὸν Ἱεράρχην τὸν ἔνθεον˙ ὁσίων καύχημα, τῶν δικαίων δόξαν, Θεοφάνην ἔγκλειστον, αὐτοῦ τὰς ἀρετὰς μακαρίζοντες, καὶ γὰρ ἠρίστευσεν, ἐπιδόσει τῆς ἀσκήσεως, ἐν συνέσει, ἐργασθεὶς τὰ κρείττονα.

 

Ὡς λύχνος χρυσόφωτος ἐν γῇ, τῆς Ῥωσίας ἔλαμψας, καὶ τὴν αὐγὴν διεχάραξας, τῆς θείας γνώσεως˙ ἐν συνέσει ζήσας, ἀσκητὰ Θεόφανες, καὶ θείας ὑποθήκας τῶν λόγων σου, ἡμῖν κατέλιπες, κληρουχίαν ὡς πολύτιμον, καὶ ὡς δῶρον, πατρικῆς εὐνοίας σου.

 

Ἐν κέλλῃ ἐκλείσθης πενιχρᾷ, ἡσυχάζων ὅσιε, καὶ μελετῶν ἐκτενέστερον˙ Γραφῶν τὰ λόγια, προσευχαῖς Κυρίῳ, ὁμιλῶν Θεόφανες, καὶ Τούτου τὸ πανάγιον θέλημα, ποιῶν ἑκάστοτε, καὶ τὸ κάλλος τὸ ἀμήχανον, ἀτενίζων, ψυχικοῖς σου ὄμμασι.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἡ Ῥωσία ἀγάλλεται, ἐν τιμῇ καὶ λαμπρότητι, καὶ βοᾷ τοῖς πέρασιν, ἀνακράζουσα˙ ἐκ τῶν λαγόνων μου ἤνθησεν, ὡς ἄνθος ἡδύπνοον, ὁ τῆς χάριτος υἱός, Θεοφάνης ὁ ἔγκλειστος˙ παρεχόμενος, τὴν χρηστὴν εὐωδίαν τῶν θαυμάτων, καὶ γενόμενος καλλίστης, διαγωγῆς ὑποτύπωσις.

 

Ὡς θεόφρων Ἐπίσκοπος, Θεοφάνης ὁ Ἔγκλειστος, τοῦ Θεοῦ τὸ θέλημα, ἐξετέλεσε˙ καὶ ἱκανότητι γνώσεως, τὴν ποίμνην ὡδήγησε, τοῦ Ταμπὼφ καὶ Βλαδιμίρ, εἰς πηγὴν τὴν ζωήῤῥυτον˙ ἔνθα ἔπιον, τὸ ἀθόλωτον ὕδωρ ὃ παρέχει, τοῖς πιστοῖς εἰς τοὺς αἰῶνας, ὁ Ζωοδότης καὶ Κύριος.

 

Τὰ δοθέντα σοὶ τάλαντα, οἵα δοῦλος πιστότατος, πολλαπλῶς ἐπηύξησας, ὦ Θεόφανες˙ ἐν ἀγρυπνίαις δεήσεσι, νηστείαις καὶ δάκρυσι, ἐγκρατείᾳ τε σκληρᾷ, διαιτώμενος ὅσιε˙ ὅθεν ἤκουσας, τῆς φωνῆς τῆς εὐκταίας τοῦ Κυρίου, ὁ μισθός σε ἀναμένει, εἰς τὸν νυμφῶνα μου εἴσελθε.

 

Δόξα. Ἦχος α΄.

Ὁ ἐν Ὁσίοις μέγας καὶ ἐξάκουστος, καὶ ἐν Ἱεράρχαις εὔγνωστος καὶ συνετός, Θεοφάνης ὁ καλούμενος ἔγκλειστος, καλεῖ ἡμᾶς σήμερον, εἰς ἑστίασιν ἑόρτιον πνευματικῆς ἀγαλλιάσεως. Αὐτοῦ ἀκούσωμεν λέγοντος ἐπ’ ἐκκλησίαις, τὸν Θεὸν ἀπὸ ψυχῆς ἀγαπήσατε, καὶ Τούτου τὸ θέλημα, ἐν συνειδήσει καθαρᾷ τηρήσατε. Ζητήσατε τὸν Κύριον, καὶ εὑρήσετε αὐτὸν ἐν ταῖς καρδίαις ὑμῶν, ἐνοικοῦντα καὶ μένοντα. Αὐτὸς γὰρ ἐστὶ τῆς ζωῆς ὁ θησαυρός, καὶ τῶν αἰωνίων ἀγαθῶν τὸ θεμελιῶδες κεφάλαιον.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον. Ἀνδρέου Ἱεροσολυμίτου.

Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνεια· καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν· καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός. Πρὸς ὅν βοήσωμεν· Ὁ ἐπιφανὴς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. 

 Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Ὁ τῆς Ῥωσίας φιλόχριστος λαός, ἐν δόξῃ καυχᾶται σήμερον, τῆς ἑορτίου σου χαρᾶς τῇ πανηγύρει, ὅσιε πάτερ Θεόφανες ἔγκλειστε. Καὶ αὖθις πρεπωδῶς τὰ ἐγκώμια προσάγει σοι, οὕτω λέγων σοι πατροποθήτως. Χαίροις ὦ λαμπάς μου χρυσοφώτεινε, ἡ τὴν λυχνίαν μου φαιδρύνουσα, τῷ κάλλει τῆς θείας σου φωτοχυσίας. Τῷ κόσμῳ παντὶ δεῖξον τὴν ὁδόν, τὴν ὁδηγοῦσαν εἰς τὸ φῶς τῆς γνώσεως, ἵνα τοῦ Φωτοδότου Θεοῦ, γνῶμεν τὴν πρὸς ἡμᾶς ἀκατάληπτον ἀγαθότητα.

 

Ἦχος β΄.

Ἡ ἰσάγγελός σου πολιτεία, ἀξιομακάριστος ἐστὶ καὶ ἐπαινετή, ὅσιε Θεόφανες παμμάκαρ, τῆς ἡσυχίας φίλε καὶ ἐργάτα προθυμότατε. Σὺ γὰρ τοῦ κόσμου ἐμίσησας τὴν τρυφήν, καὶ ἐβδελύξω τῆς ματαίας ἡδονῆς τὴν ἀπόλαυσιν. Τὸν Χριστὸν ἠγάπησας ἀπὸ βαθέων, αὐτοῦ τῷ πόθῳ ἡ καρδία σου ἐτρώθη, καὶ αὐτῷ ἐν ἀφοσιώσει εἰλικρινεῖ προσεκολλήθης. Σύναψον καὶ ἡμᾶς, τῷ αὐτοῦ γνησίῳ φίλτρῳ δεόμεθα, ταῖς εὐπροσδέκτοις σου πρεσβείαις, ἵνα εὐάρεστοι Αὐτῷ, ἐν οἰκειότητι πίστεως εὑρεθῶμεν, καὶ λάβωμεν τῆς χαρᾶς τὸ πλήρωμα.

 

Ἦχος γ΄.

Τῆς χάριτος ὁ υἱός, τῆς εὐλογίας ὁ κληρονόμος, τὸ τῆς λευϊτικῆς οἰκογενείας δώρημα, ὁ ἐξ ἱερέως πατρὸς ἱερώτατος κλάδος, Θεοφάνης ὁ ὁσιώτατος ἀσκητής, ἰδοὺ πάρεστιν ἡμῖν θεοπροβλήτως. Ἱερολογίαις ἱεραῖς τοῦτον ὑπαντήσωμεν, καὶ ὡς δῶρα χρεωστικά, τῶν ἐγκωμίων τὰ ἄνθη, μετ’ εὐμενείας προσκομίσωμεν. Πρέπει γάρ αὐτῷ ὁ ἔπαινος, ὅτι τῷ Θεῷ εὐάρεστος εὑρέθη, καὶ ἔλαβεν εἰκότως, τὴν ἐπαινετὴν παρὰ Κυρίου καταξίωσιν.

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε πιστοὶ μετ’ ἐπιγνώσεως, τὰς θύρας τῶν ψυχικῶν ἡμῶν αἰσθήσεων, ταῖς ἐναντίαις προσβολαῖς τοῦ ἀντικειμένου κλείσωμεν. Μιμούμενοι Θεοφάνην τὸν ἔγκλειστον, τὸν κλεισθέντα ἐν κελλίῳ ταπεινῷ, καὶ τὰ τῷ Θεῷ προσφιλῇ, ἐν κρυπτῷ ἐργασάμενον. Εὕρατο ἐκ τούτου, τῆς ψυχικῆς ἐλευθερίας τὴν ἄνεσιν, καὶ εἰς οὐρανοὺς τῶν οὐρανῶν ἀνέβη, ταῖς μυστικαῖς τοῦ πνεύματος πτέρυξιν. Ἀναβῶμεν καὶ ἡμεῖς, ἐκ τῆς φυλακῆς τῶν χαμαιζήλων παθῶν, εἰς τῆς ἀπαθείας τὰ ὕψη, ἵνα τῆς ἐλευθερίας ὡς υἱοὶ φερώνυμοι, ὕμνον τῷ Θεῷ εὐχαριστήριον προσάδωμεν.

 

Καὶ νῦν... Τῆς ἑορτῆς. Ὁ αὐτός. Θεοφάνους.

Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν. Σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ Ἐπιφανείᾳ σου.

 

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίρει μετ’ εὐφροσύνης πολλῆς, τοῦ Θεοφάνους τοῦ ἐγκλείστου ταῖς χάρισι, καὶ κράζει μεγαλοφώνως, ὁ τῆς Ῥωσίας λαός, οὗτός μου τὴν δόξαν, ἐμεγάλυνε. Καὶ γὰρ τὰς τοῦ Πνεύματος, δωρεὰς προσελάβετο, καὶ διανέμει, τῆς σοφίας καὶ γνώσεως, τὰ γνωρίσματα, τοῖς αὐτὸν μεγαλύνουσι. Πλοῦτον ἡμῖν κατέλιπε, τὰ θεῖα συγγράμματα, καὶ δι’ αὐτῶν ἐκδιδάσκει, ἡμῖν σπουδὴν τὴν ὠφέλιμον, τὸν κρείττονα λόγον, καὶ καλλίστης νουθεσίας, τὰ ἀποφθέγματα.

 

Στ.: Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Ἔνδον τοῦ σοῦ κελλίου κλεισθείς, Εὐαγγελίου ἠδολέσχεις τοῖς ῥήμασι, νηστείαις καὶ ἀγρυπνίαις, καὶ προσευχαῖς σου πυκναῖς, τῷ Θεῷ ἐγγίζων, ὦ Θεόφανες. Ἑστὼς κατενώπιον, τοῦ νυμφίου σου Ὅσιε, καὶ ἐκ βαθέων, ἐκβοῶν τῆς καρδίας σου, σοῦ τῷ ἔρωτι, τῷ γλυκεῖ καταθέλγομαι. Οὕτω σαὐτὸν παρέδωκας, ὡς τύπον ἀσκήσεως, ὑπογραμμὸν ἡσυχίαν, τῆς ταπεινώσεως ἔσοπτρον, διὸ καὶ ἀνέβης, οὐρανίου Βασιλείας, εἰς τὰ ὑψώματα.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίρει ἐπισκοπὴ τοῦ Ταμπώφ, καὶ Βλαδιμὶρ ἐν τῇ Ῥωσίᾳ Θεόφανες, τοῦ θρόνου αὐτῶν προέστης, μετὰ πολλῆς γὰρ τιμῆς, πράξεσιν ὁσίαις, σεμνυνόμενος. Ποιμάνας σοφώτατα, τὸ θεόλεκτον πλήρωμα, Εὐαγγελίου, εἰς πηγὴν τὴν ἀθόλωτον, ἔνθα ἔπιον, τὰ ζωήῤῥυτα ὕδατα. Πάντας διδάσκεις πάραυτα, ταῖς σαῖς παραινέσεσι, τὴν τοῦ Κυρίου ἀγάπην, ἐπιζητεῖν μετὰ πίστεως, ἐλπίζειν ὡσαύτως, εἰς Θεοῦ τοῦ φιλανθρώπου, τὴν ἀγαθότητα.

Δόξα. Ἦχος πλ. α΄.

Ὁ λύχνος τοῦ ἀδύτου φωτός, ὁ ὅσιος Θεοφάνης ὁ ἔγκλειστος, ἐπὶ τὴν λυχνίαν ἐτέθη, τῆς ἐπισκοπικῆς ἀναδείξεως. Φαιδρύνου ἡ Ῥωσία, τὸ ἱερὸν κάλλος τούτου ἀναβλέπουσα, καὶ φωτίζου ἱλαρῶς ἡ ἐκκλησία τοῦ Χριστοῦ, τὴν δόξαν τῆς στολῆς αὐτοῦ ἀτενίζουσα. Μηδεὶς ἐν τῇ σκοτίᾳ μείνῃ, τῆς τῶν παθῶν συγχύσεως, ἀλλὰ πάντες τὰς ψυχικὰς λαμπάδας ἀνάψωμεν, καὶ τῷ ἐλαίῳ τῆς προσευχῆς ταύτας ἑτοιμάσωμεν. Ἵνα τὸν Νυμφίον Χριστὸν ὑπαντήσωμεν, καὶ εἰς τὸν φωτεινὸν νυμφῶνα εἰσέλθωμεν, τῆς οὐρανίου ἀγαλλιάσεως.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Κοσμᾶ Ἁγιοπολίτου.

Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἡ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντά σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Θεοφάνους ὁσίου τοῦ ἐγκλείστου θαυμάσωμεν, τὴν θεοφιλῆ πολιτείαν, καὶ τὴν κρείττονα ἔφεσιν˙ σοφίας γὰρ ὑπῆρξεν ἐραστής, καὶ βίβλων θεοσόφων συγγραφεύς, κατὰ μόνας προσευχόμενος ἐκτενῶς, ἀγάπης τῇ ἐγγύτητι· χαίροις ὁ Ἱεράρχης ὁ κλεινός· χαίροις σοφὲ διδάσκαλε˙ χαίροις ὁ τῆς Ῥωσίας τὸν λαόν, ποιμάνας ἐν εὐθύτητι.

Δόξα. Καὶ νῦν.Τῆς ἑορτῆς. Ὁ αὐτός.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

Ἀπόλυσις.

 

 

ΕΝ Τῼ OΡΘΡῼ

 

Μετὰ τὴν α´ Στιχολογίαν. Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.

Σκιρτήσωμεν πιστοί, ὑπαντῶντες ἐν ὕμνοις, τὴν μνήμην τὴν φαιδράν, Θεοφάνους Ἐγκλείστου, αὐτοῦ ἐγκωμιάζοντες, τὰ λαμπρὰ κατορθώματα. Χαίρων ἤνυσε, μετὰ σπουδῆς γὰρ ἐνθέου, τῆς ἀσκήσεως, τὴν τεθλιμμένην πορείαν, Θεοῦ δι’ ἀγάπησιν.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος.

Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ Πνεῦμα κατῆλθεν ἐπ᾽αὐτόν, ὁρώμενον ἐν εἴδει περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

 

Μετὰ τὴν β΄Στιχολογίαν. Κάθισμα. Ἦχος πλ. α΄. Τὴν ὡραιότητα.

Ὡς δοῦλος τίμιος, καὶ φιλοκάματος, τὰ θεῖα τάλαντα, ὑπερεπηύξησας, μετὰ σπουδῆς ἐπαινετῆς, Θεόφανες θεηγόρε˙ ὅθεν ἀνταπόδοσιν, τὴν ἁρμόζουσαν ἔλαβες˙ ἤκουσας Κυρίου σου, τῆς φωνῆς προσκαλούσης σε. Ἐλθὲ εἰς τὸν νυμφῶνα τῆς δόξης˙ ἔνθα χαρᾶς ἡ πανδαισία.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.

Ἐπιφανέντος σου, ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου, ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. ῏Ηχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τῆς σοφίας ἡ πυξίς, τῆς ἡσυχίας ὁ φωστήρ, τῆς ἀγάπης τοῦ Θεοῦ, ἡ πολυσύνθετος γραφίς, ὁ Θεοφάνης ὁ ἔγκλειστος εὐφημείσθω. Οὗτος γὰρ κλεισθείς, πλείστοις ἔτεσι, κέλλην εἰς μικράν, ὡς ἰσάγγελος˙ ταῖς τῶν Γραφῶν μελέταις ἠδολέσχει, καὶ τοῦ Κυρίου τὸ ὄνομα˙ τὸ μέγα ἔσχε, ὡς τῆς καρδίας, προσφιλῆ ἐργασίαν.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.

Θεοφανείας ὁ καιρός, Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν Ἰορδάνῃ ποταμῷ, δεῦτε ἀντλήσωμεν πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν. Χριστὸς γὰρ ἐν σαρκὶ ἐπεδήμησε, τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον· καὶ ἀνευρὼν εἰσήγαγεν ὡς εὔσπλαγχνος, εἰς τὸν Παράδεισον αὖθις. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, καὶ τὸν κόσμον ἐφώτισε.

 

Οἱ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄Ἤχου.

Προκείμενον. Ἦχος δ΄. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχος: Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Εὐαγγέλιον ἁγίου Ἰωάννου Χρυσοστόμου· ζήτει τῇΙΓ Νοεμβρίου.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆμον...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον...

Ἰδιόμελον. Ἦχος δ΄. Στ: Ἐλέησόν με, ὁ Θεός...

Ὁ τοῦ ἀδύτου φωτὸς ἔκλαμπρος λύχνος, τοῦ Ἠλίου τῆς Δικαιοσύνης ἡ ἀνέσπερος αὐγή, Θεοφάνης ὁ ἔγκλειστος, ὁ ὁσιώτατος πατήρ, ἐκ τῆς Ῥωσίας ἰδοὺ ἀνέτειλεν ἡμῖν. Τὰς ψυχικὰς αἰσθήσεις καθάρωμεν, καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν, ἐν ἐγρηγόρσει τῆς καλῆς ἑτοιμασίας, ἀνυστάκτους κρατήσωμεν. Ἵνα ἴδωμεν αὐτὸν προσευχόμενον, καὶ ἀκούσωμεν αὐτοῦ λέγοντος. Τὰς λαμπάδας εὐπρεπίσωμεν ἀδελφοί, καὶ τῷ ἐλαίῳ τῆς νήψεως, φαιδρύνωμεν αὐτάς, ὅπως ὁ νυμφὼν τῆς ζωῆς, ὑποδέξηται ἡμᾶς ἐν χαρᾷ ἀγαλλιάσεως.

 

Εἶτα, οἱ Κανόνες· ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Θεοφάνην τὸν ἔγκλειστον ᾄδω. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Θυσίαν αἰνέσεως, ὁ Θεοφάνης ὁ ἔγκλειστος, Κυρίῳ προσέφερε, τῷ Βασιλεῖ τῷ παντός˙ ὡς εὐάρεστον θυμίαμα λατρείας, ὡς δῶρον εὐπρόσδεκτον, τῆς ἀγαπήσεως.

Ἐκλάμψας ὡς ἥλιος, ἐκ τῆς Ῥωσίας ἐφώτισας, τοῦ κόσμου τὰ πέρατα, ταῖς ὑπὲρ νοῦν καλλοναῖς˙ τῶν χαρίτων σου, Θεόφανες παμμάκαρ, καὶ πλάνης τὸ δύσμορφον, σκότος διέλυσας.

Οὐράνιοι Ἄγγελοι, καταπλαγέντες ἐθαύμασαν, Θεόφανες ὅσιε, τῆς πολιτείας τῆς σῆς˙ τὰ ἐξαίρετα, καὶ θεῖα μεγαλεῖα, πῶς σάρκα ἐνέκρωσας, ζήσας ὡς Ἄγγελος.

Θεοτοκίον.

Φωναὶ προφητόφθεγκτοι, τῶν θεηγόρων πεπλήρωνται, ἐν σοὶ ἀληθέστατα, Παρθενομῆτορ Ἁγνή˙ καὶ γὰρ τέτοκας, Θεὸν ἀπειρογάμως, καὶ πάλιν ὡς πρότερον, ἄφθορος ἔμεινας.

 

ᾨδὴ γ. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.

Ἀγῶνας διήνυσας μεγάλους, ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐξ ὅλης τῆς καρδίας σου, καὶ γὰρ σπουδῇ θεόφρονι˙ ἐπακριβῶς ἐτήρησας, τοὺς θείους νόμους Θεόφανες.

Νηστείαις σκληραῖς καὶ μακροτάταις, τὰ πάθη ἐνέκρωσας σαρκός, Θεόφανες μακάριε, καὶ ἀπαθείας ἔφθασας˙ εἰς τὰς ὑψώσεις Ὅσιε, ζωῆς τὸ στέφος δεξάμενος.

Ἡ γνώμη σου σώφρων καὶ εὐθεῖα, Θεόφανες Ὅσιε σοφέ, ὁ τρόπος σου φιλόχριστος, ἡ προκοπή σου εὔγνωστος˙ ἐπαινετὰ τὰ ἔργα σου, καὶ ὁ μισθός σου ἐπάξιος.

Θεοτοκίον.

Νεκρώσεως δύσμορφον χιτῶνα, ὄν πρώην ἐφόρεσεν Ἀδάμ, καὶ Εὔα ἐξεδύσαντο, Παρθενομῆτορ ἄχραντε˙τῇ ὑπὲρ νοῦν κυήσει σου, ζωῆς στολὴν ἐνδυσάμενοι.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Θεοφάνους ἐγκλείστου τοῦ ἀσκητοῦ, ἐπαινέσωμεν δεῦτε τὰς ἀρετάς, τοῦ κόσμου γὰρ κατέλιπε, νουνεχῶς τὰ εὐχάριστα˙ καὶ προθυμίᾳ πόθου, Κυρίῳ ἐδούλευσε˙ μετὰ πολλῆς συνέσεως, καὶ γνώμης καλλίφρονος. Σκεῦος τῆς τιμίας, ἐκλογῆς χρηματίσας, καὶ εἶτα γενόμενος, Ἱεράρχης ἐπάξιος, διαλάμψας ταῖς χάρισι. Ἄσκησιν τελέσας σκληράν, δι’ ἧς τῆς γνώσεως πλοῦτον ἐκέρδισε˙ καὶ συνέγραψε βίβλους, τῇ σοφίᾳ τοῦ πνεύματος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Ἰορδάνης τῷ ῥείθρῳ καθυπουργεῖ, Ἰωάννης ἐκτείνει χεῖρα φθαρτήν, φανέντος σου Ἀόρατε, ἐν σαρκὶ πρὸς τὸ βάπτισμα, ἀλλ’ ὁ μὲν ἐστρέφετο, εἰς τὰ ὀπίσω φόβῳ, ὁ δὲ αὖθις ἐκράτει, ἐν τρόμῳ τὸν ἄφθαρτον. Ὄντως ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἡ πηγὴ ἡ ἀείζωος, πηγάς τε καὶ θαλάσσας, καὶ ἀνθρώπους ἡγίασας. Ἡ Τριὰς γὰρ ἐπέλαμψεν, ἄνωθεν Υἱόν σε ὀνομάζει ὁ Γεννήτωρ, καὶ τὸ Ἅγιον Πνεῦμα συγκατέρχεται.

 

ᾨδὴ δ. Ὁ καθήμενος ἐν δόξῃ.

Τῶν προβάτων σου ἐγένου, ποιμενάρχης φιλόστοργος, ὑπὲρ τούτων πάντων, θύσας τὴν ψυχήν σου Θεόφανες, τοῦ γὰρ Κυρίου τοὺς λόγους, ἐξετέλεσας, τοῦ παρέχοντος˙ τύπον ἡμῖν ἀγαθότητος.

Ὁ θεόφρων Θεοφάνης, ἐν φωνῇ κατηχήσεως, τοὺς πιστοὺς διδάσκων, λέγει μὴ φρονεῖν τὰ χαμαίζηλα, ἀλλ’ ἀγαπᾶν ἐκ καρδίας, τὰ οὐράνια, ὧν καὶ ἔγνωκε˙ τὴν ὑπὲρ νοῦν ὡραιότητα.

Νουνεχῶς τὰς νουθεσίας, τῶν Γραφῶν ὦ Θεόφανες, ἐμελέτας ἔχων, μνήμην τοῦ Χριστοῦ τὴν σωτήριον, καὶ πρὸς Αὐτὸν ἀνεβόας, ἀγαλλόμενος, σὺ ὑπάρχεις μου· καταφυγὴ καὶ ἀντίληψις.

Θεοτοκίον.

Ἑκουσίως ἐν γαστρί σου, ὁ Θεὸς ὁ ἀσώματος, Παναγία Κόρη, σάρκα ἀνθρωπίνην προσείληφε, καὶ τοὺς ἀνθρώπους εἰς ὕψος, τῆς θεώσεως, ἀνεβίβασε˙ τοὺς πρὶν πεσόντας εἰς βάραθρα.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Γαλήνιον φρόνημα, ὡς συνετὸς ἐτήρησας˙ ἔχων εἰρηναίαν τὴν καρδίαν, καὶ πραοτάτην ὡς ταπεινόφρων σοφέ, Θεόφανες ὅσιε διό, εὗρες τὴν ἀνάπαυσιν, ἐν Θεῷ τῷ Σωτῆρι σου.

Καρπὸν πλουσιόδωρον, τῶν ἀρετῶν ἀπέδωκας˙ σπείρας ὦ Θεόφανες παμμάκαρ, μετὰ δακρύων τῶν πολυμόχθων ἐν γῇ, λαβὼν ὡς μισθὸν ἐν οὐρανοῖς, πλείστην ἀνταπόδοσιν, καὶ χαρὰν πανευφρόσυνον.

Λατρεύων Θεόφανες, Θεῷ τῷ πανοικτίρμονι˙ ἄχρι τῆς νυκτὸς ἀπὸ πρωΐας, ἐν ταπεινώσει καὶ συντριβῇ προσευχῆς, ἀνέπεμπες Τούτου εὐλογῶν, ὅλης ἐκ καρδίας σου, τὸ πανάγιον ὄνομα.

Θεοτοκίον.

Ἐν σοὶ τοῦ Προπάτορος, ἡ λύπη ἡ ἐπώδυνος˙ πάλιν εἰς χαρὰν μετεποιήθη, τῷ τοκετῷ σου Παρθενομῆτορ Ἁγνή, θανάτου κατήργηται ἰσχύς, χαίροντες οὖν εὔρομεν, τὴν ζωὴν τὴν αἰώνιον.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην καὶ πάντιμον.

Ἰδὼν Θεόφανες ὅσιε, ψυχῆς σου τὸ εὐθὲς καὶ ἀκέραιον, ὁ πάντων Κύριος, τιμητικῶς σὲ ἐκάλεσεν, εἰς τὸ Αὐτῷ δουλεῦσαι ἀπὸ νεότητος.

Συνὼν Θεοῦ σου τὸ θέλημα, ἐκλείσθης ἐν κελλίῳ Θεόφανες, καὶ ὡς ἰσάγγελος, ἐν προσευχαῖς καὶ δεήσεσι, τὴν σὴν ζωὴν διῆγες μετ’ ἐπιγνώσεως.

Τὰ σὰ ἐπηύξησας τάλαντα, ὡς δοῦλος ἀγαθὸς καὶ πιστότατος, διὸ καὶ ἤκουσας, παρὰ Κυρίου Θεόφανες, εἰς τὴν χαρὰν εἰσέρχου τῆς Βασιλείας μου.

Θεοτοκίον.

Οὐδόλως ἔγνω ἡ μήτρα σου. φθορὰν Παρθενομῆτορ Πανάμωμε, Θεὸν κυήσασα, καὶ γὰρ τοὺς ὅρους τῆς φύσεως, παντουργικῇ δυνάμει σὺ ὑπερβέβηκας.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ στρατηγῷ.

Τὸν τῆς Ῥωσίας γνωστικώτατον Ἐπίσκοπον,τῆς ἡσυχίας ἐραστήν, φιλοσοφώτατον, τὸν συγγράψαντα σοφίᾳ θεοκινήτῳ˙ ἐν τοῖς βίβλοις ἀληθείας τὰ διδάγματα, Θεοφάνην ἐπαινέσωμεν τὸν ἔγκλειστον, τούτῳ λέγοντες. Χαίροις πάτερ Θεόφανες.

Ὁ Οἶκος.

ᾌσωμεν Θεοφάνους τοῦ ἐγκλείστου ὁσίου, τοὺς τρόπους τῆς σεμνῆς πολιτείας. Ὡς Ἱεράρχης τῆς Ῥωσίας τὸν λαὸν σοφῶς ἐποίμανε, καὶ εἶτα συγγραφεὺς ὡς ἐνθεώτατος, τὴν κρείττονα ἀλήθειαν ἐδίδαξεν. Καὶ νῦν διδάσκει πάντας τοὺς βοᾶν αὐτῷ ἐν ἀληθείᾳ˙

Χαίροις, Ἐπίσκοπε τῆς Ῥωσίας˙

χαίροις, διδάσκαλε ἀληθείας.

Χαίροις, τοῦ ἐγκλείστου βίου ὁ ὑπέρτατος κανών˙

χαίροις, τῆς ἐλευθερίας τῆς ἀμείνονος λειμών.

Χαίροις, ὁ ἐπιζηλώσας τῶν Ὁσίων τὴν πορείαν˙

χαίροις, ὁ ἰχνηλατίσας τὴν Ἀγγέλων πολιτείαν.

Χαίροις, βίβλους ὁ συγγράψας τῇ χειρί σου σωστικάς˙

χαίροις, ὁ ἐπισυνάψας χάριτος ἐπιστολάς.

Χαίροις, Πνεύματος Ἁγίου παναρμόνιος κινύρα˙

χαίροις οὐρανίου δόξης θεοπρεπεστάτη λύρα.

Χαίροις πάτερ τῶν πατέρων, τῶν ἁγίων ἐραστά˙

χαίροις λύχνε τοῦ ἡλίου, λαμπροφόρε ἀσκητά.

Χαίροις πάτερ Θεόφανες.

 

Συναξάριον.

Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, μνήμην τοῦ Ὁσίου Θεοφάνους τοῦ Ἐγκλείστου, Ἐπισκόπου Ταμπὼφ καὶ Βλαδιμίρ, ἐν Ῥωσσίᾳ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ναματόβρυτος, ὡς κρήνη καὶ γλυκύῤῥοος, τοῦ θείου Πνεύματος˙ ἀναβλυστάνεις ζωῆς, τὰ ῥεῖθρα Θεόφανες, τὰ ἀδαπάνητα˙ τὰ εὐφραίνοντα, τῇ δροσοβόλῳ χάριτι, τοὺς πιστῶς σε εὐφημοῦντας.

Ἀγγελόμορφον, τὸ κάλλος σου Θεόφανες, καὶ ἀξιάγαστος˙ ἡ ὑψηλή σου τιμή, ἡ δόξα σου ἔνδοξος, καὶ ἡ λαμπρότης σου˙ ὑπερθαύμαστος, ἣν μετὰ δέους σέβουσι, αἱ χορεῖαι τῶν ἀγγέλων.

Δικαιώσεως, χιτῶνα ἐνδυσάμενος, τὸν εὐπρεπέστατον˙ ὁ Θεοφάνης λαμπρῶς, ὁ ἔγκλειστος ὅσιος, εἰς τὰ σκηνώματα˙ τὰ οὐράνια, τῷ Βασιλεῖ παρίσταται, τῶν αἰώνων μετὰ δόξης.

Θεοτοκίον.

Ὤ τοῦ θαύματος, Παρθένε ἀπειρόγαμε, τοῦ ἐξαισίου σου˙ πῶς ἀπειράνδρως σαρκί, Θεὸν ἀπεκύησας τὸν προαιώνιον˙ καὶ διέμεινε, ἡ σὴ ἁγνεία ἄσπιλος, μηδαμῶς διαφθαρεῖσα.

ᾨδὴ η΄. Παίδας εὐαγεῖς.

Ἴχνος σοὶ κακίας οὐχ εὑρέθη, οὐδόλως φιλαργυρίας ἡ προσπάθεια, οὐ φιλοδοξίας σοί˙ πόθος ὁ ὀλέθριος, ὦ ἀσκητὰ Θεόφανες, ἀλλ’ ἄχρι τέλους σου˙ τὸν Κύριον ἠγάπας ἐκ πόθου, καὶ ἐδοξολόγεις, Αὐτοῦ τὴν εὐσπλαγχνίαν.

Σκεῦος ἐκλογῆς ἡγιασμένον, ταμεῖον τῶν χαρισμάτων τῶν τοῦ Πνεύματος, ὅσιε Θεόφανες˙ πάτερ ἀναδέδειξαι, τῶν ἀρετῶν ὁ γνώμων τε, ὁ ἀκριβέστατος˙ τὸ ὄργανον τῆς θείας σοφίας, καὶ τῆς ἀληθείας, σφραγὶς ἀληθεστάτη.

Ἴδιον ἐν γῇ οὐδὲν ἐκτήσω, οὐ πλοῦτον ἐπιβλαβῆ καὶ μαραινόμενον, οὐ τιμῆς ἀξίωμα˙ οὐ τῆς δόξης ἔπαινον, οὐ φιλαρχίας ἔφεσιν, οὐδὲ προαίρεσιν˙ ἀλλ᾽ ἔσχηκας Θεόφανες πάτερ, ἄνω τῆς καρδίας, τὸν πόθον σου ἐμφρόνως.

Θεοτοκίον.

Δεῦτε οἱ πιστοὶ ἀξιοχρέως, Μαρίαν τὴν Θεοτόκον μεγαλύνωμεν, αὕτη γὰρ ἐξήλειψεν˙ Εὔας τὸ κατάκριμα, καὶ εὐλογίας ἔδωκε, τὴν ἀνταπόδοσιν˙ ἀνοίξασα ζωῆς τὰς εἰσόδους, ὡς ἀποτεκοῦσα, Χριστὸν τὸν Ζωοδότην.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ὥσπερ θησαυρόν, Θεόφανες ὅσιε, ἡμῖν κατέλιπες˙ τοὺς τῶν διδαγμάτων σου, ἐνθέους λόγους καὶ τὰ συγγράμματα, ἐπιστολὰς χρησίμους τε, ἐν οἷς μανθάνομεν, οὐρανίου· γνώσεως μυστήρια, καὶ σοφίας τὸ κάλλος τὸ ἄῤῥητον.

Ῥᾶον τὴν ὁδόν, διέβης τῶν θλίψεων, ἐνισχυόμενος˙ ὅσιε Θεόφανες, Σταυροῦ τῷ σθένει καὶ μετ’ ἀνέσεως, εἰς τὴν χαρὰν ἐπέφθασας, τὴν ἀτελεύτητον, ἔνθα χαίρων˙ ψάλλεις τῷ Κυρίῳ σου, εὐαρέστως ᾠδὴν ἐπινίκιον.

Ἄγαν εὐφημῶ, τοὺς θείους ἀγῶνας σου, καὶ μακαρίζω σου˙ τὰς ὑπὲρ τῆς ποίμνης σου, πολλὰς θυσίας πάτερ Θεόφανες, τὴν αὐστηράν σου ἄσκησιν, ὑπερθαυμάζω σου, ἐπὶ χρόνοις˙ πλείστοις γὰρ διέμεινας, πενιχρῷ ἐν κελλίῳ ὡς ἔγκλειστος.

Θεοτοκίον.

Σοὶ μετὰ τιμῆς, τὸ χαῖρε κραυγάζομεν, ἀγαλλιώμενοι˙ Χαῖρε χαροπάροχε, Ἁγνὴ Παρθένε ὅτι ἐξήλειψες, τὸ παλαιὸν κατάκριμα, τῆς παραβάσεως, εὐλογίας˙ πλοῦτον καὶ χρηστότητος, τὰ ἐλέη ἀφθόνως παρέχουσα.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τοὺς ἱεροὺς ἀγῶνας, ὑπερθαυμάσωμεν πιστοί, τοῦ θαυμαστοῦ Ὁσίου, καὶ συγγραφέως ἱκανοῦ, τοῦ Θεοφάνους ἐγκλείστου, τοῦ τῆς Ῥωσίας ποιμένος.

Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἐπεσκέψατο ἡμᾶς.

Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.

Χαίρει ἡ Ῥωσία σήμερον! Καὶ προσκαλεῖ τοὺς λαούς, εἰς χαρᾶς συνεστίασιν, τιμῆσαι ἐν ἄσμασι, Θεοφάνην τὸν ἔγκλειστον˙ ἐν Ἱεράρχαις τὸν εὐκλεέστατον˙ καὶ ἐν ὁσίοις τὸν περιάκουστον. Τούτου θαυμάσωμεν, τὴν σεμνὴν καὶ ἄμεμπτον! διαγωγήν, καὶ τὰ κατορθώματα, τὰ ὑπερθαύμαστα.

 

Ἔνδον τοῦ κελλίου ἔμεινας! τῆς ἰσαγγέλου ζωῆς, ἐν σπουδῇ ὦ Θεόφανες, ζηλώσας τὴν κρείττονα, ἐν Κυρίῳ ἀλλοίωσιν˙ ἐν ἀγρυπνίαις σὺ γὰρ δεόμενος˙ καὶ ἐν νηστείαις ἐγκρατευόμενος. Χαίρων ἐκέρδισας, τῆς χαρᾶς τὴν ἄνεσιν! ἐν τῷ φωτί, καὶ τὴν ἀγαλλίασιν, τὴν αἰωνίζουσαν.

 

Χαίροις ἱερὲ Θεόφανες! τοῦ Παρακλήτου ὀξύς, καὶ πολύσοφος κάλαμος, ὁ γράψας ἐν χάριτι, τὰ θεόφθογγα λόγια˙ δι’ ὧν παρέχεις γνῶσιν ὠφέλιμον˙ τοῖς μελετῶσι ταῦτα ἑκάστοτε. Σκεῦος τὸ εὔχρηστον, ἐκλογῆς τῆς κρείττονος! τῶν ἀρετῶν, μέτρον ἀκριβέστατον, καὶ στάθμη γνώσεως.

 

Δοῦλος ὡς πιστὸς καὶ φρόνιμος! ἐν ἐργασίαις καλαῖς, ἐπαρκῶς ὑπερηύξησας, παμμάκαρ Θεόφανες, τὰ δοθέντα σοὶ τάλαντα˙ τὴν λογικήν σου ποίμνην ὡδήγησας˙ μετ’ ἀσφαλείας εἰς τὴν ἀλήθειαν. Θύραν τῆς χάριτος, τοῖς πιστοῖς διήνοιξας! Καὶ σεαυτόν, ἔδωκας ὑπόδειγμα, τῆς ἀγαθότητος.

 

Δόξα. Ἦχος α΄.

Ἐπέφανε λαμπὰς ἐκ τῆς Ῥωσίας ὑπέρφωτος, Θεοφάνης ὁ ἔγκλειστος, ὁ τοῦ φωτὸς τοῦ θείου ἐπώνυμος, ἁρμόδιον τῇ τῶν Θεοφανείων Δεσποτικῇ ἑορτῇ, ἐπισυνάπτων ὕμνον ὁσιακῆς πανηγύρεως. Εὐφρανθῶμεν οἱ πιστοὶ τῷ πνεύματι, καὶ τὰς χεῖρας κροτήσωμεν ἐν ἀγαλλιάσει λέγοντες. Χαίροις ἀσκητὰ χαριτώνυμε, ἐργάτα τοῦ Εὐαγγελίου ἀκάματε, τῆς Ἐκκλησίας στῦλε ἀπερίτρεπτε. Στερέσον ἡμῶν ἐν ἀγαθοῖς τὰ διαβήματα, ἵνα φθάσωμεν εἰς τῆς οὐρανίου Βασιλείας, τὴν λαμπροφόρον τῶν Ἁγίων σύναξιν.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.

Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ᾽ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος· ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται· ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον· διὰ λουτροῦ σωτηρία, δι᾽ ὕδατος τὸ Πνεῦμα· διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται· θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου