ΙΟΥΛΙΟΣ ΣΤ΄.
ΑΣΤΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΔΥΡΡΑΧΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια γ΄ τοῦ Ἱερομάρτυρος. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε νῦν φιλέορτοι, πανηγυρίσωμεν χαίροντες, Ἱεράρχου τὴν ἔνδοξον, καὶ θείαν πανήγυριν, καὶ ἀγαλλιῶντες, ἐπὶ τοῖς ἐνδόξοις, τοῖς τελεσθεῖσιν ὑπ’ αὐτοῦ, μεγαλοφώνως ἀνευφημήσωμεν, τὸν τοῦτον μεγαλύναντα, καὶ ἐξαιρέτως δοξάσαντα, Ἰησοῦν τὸν φιλάνθρωπον, λυτρωτὴν τῶν ψυχῶν ἡμῶν.
Ἐκήρυξας πάνσοφε, Ὀρθοδοξίας διδάγματα, τῇ σῇ ποίμνῃ σωτήρια, πιστεύειν εἰς ἄναρχον, Θεὸν καὶ Πατέρα, τοῦ παντὸς τροφέα, καὶ εἰς συνάναρχον Υἱόν, τὸν ὑπὲρ πάντων σάρκα φορέσαντα, καὶ Πνεῦμα τὸ πανάγιον, καὶ συναΐδιον ἅμα τε, τὸ καθαῖρον τὰ πταίσματα, καὶ φωτίζον τὰ σύμπαντα.
Ἴχνεσιν ἑπόμενος, τοῦ σοῦ Δεσπότου πανεύφημε, τῶν τυράννων κατήλεγξας, τὴν ἄτεγκτον ἔπαρσιν, καὶ τὰς φληναφίας, καὶ Ἀγρικολάου, ταῖς ἀπειλαῖς μὴ πτοηθείς, τοῦ μαρτυρίου τρίβον προέκρινας· καὶ χαίρων ἀναδέδειξαι, τῆς ἀληθείας ὑπέρμαχος, καὶ Μαρτύρων συνόμιλος, παμμακάριστε Ἄστιε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον ὅμοιον
Ἡσαῦ νέος γέγονα, πᾶσιν ἐν τρόποις πανάχραντε, ἐμπαθὴς ὑπὲρ ἄνθρωπον, μόνος ὤφθην ἄθλιος, ἀρετῆς ἐνθέου, γυμνὸς μόνος ὅλος· τίς οὖν μὴ κλαύσει ἐπ' ἐμέ; τίς μὴ θρηνήσει μου τὴν ἀπώλειαν· διὸ πρὸ τέλους κράζω σοι· Ἥμαρτον Δέσποινα, σῶσόν με, ὥσπερ ἔσωσε πρότερον, ὁ Υἱός σου τὸν Ἄσωτον.
Ἢ Σταυροθεοτοκίον ὅμοιον
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ἠλάλαζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Στεῤῥότατον φρόνημα ἀνειλημμένος σοφέ, ὁπλίτα στεῤῥόψυχε, καὶ Δυῤῥαχίου ποιμήν, πανένδοξε Ἄστιε· θράσος Ἀγρικολάου, κατεπάτησας ὄντως, χαίρων δὲ ἀνεδέξω, σταυρωθῆναι ἐν ξύλῳ· δι’ ὃ καὶ τὸ βραβεῖον, τῆς νίκης ἀπείληφας.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τοὺς ἀστίους σου, Ἄστιε, μέλπω πόνοις. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Τὴν θείαν καὶ φωταυγῆ καὶ εὔσημον, καὶ πλήρης χάριτος, τοὺς ἐκτελοῦντας μνήμην ἐπὶ γῆς, οὐρανίου λαμπρότητος, Πάτερ μετόχους ποίησον, ἐκδυσωπῶν τὸν ὑπεράγαθον.
Οἰκῆσαν ἐν τῇ ψυχῇ σου Ὅσιε, Πνεῦμα τὸ ἅγιον, φωτοειδῆ σε ἥλιον ἐν γῇ, ἱεράρχα εἰργάσατο, φωτιστικαῖς λαμπρότησι, τοὺς εὐσεβεῖς καταφαιδρύναντα.
Ὑπῆλθες τὸ τῶν Μαρτύρων στάδιον, νοὸς εὐθύτητι, καὶ καθελῶν τῆς πλάνης τὰ γλυπτά, ἐναθλεῖς καρτερώτατα, ὑπομονὴν ἀσύγκριτον, ἐπιδειξάμενος πανόλβιε.
Στρεβλώσεις ὑπενεγκὼν τοῦ σώματος, στρέβλας διέλυσας, τοῦ ἀρχεκάκου Μάρτυς σατανᾶ, καὶ νομίμως ἐνήθλησας, ὡς στεφηφόρον Μάρτυρα· ὅθεν ἀξίως σε γεραίρομεν.
Θεοτοκίον.
Ἀσπόρως τὸν πλαστουργὸν τῆς φύσεως, ἁγνὴ συνέλαβες, καὶ ὑπὲρ νοῦν καὶ λόγον ἐπὶ γῆς, ἀπεκύησας ἄχραντε, Ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς Σε.
ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Συνόμιλος γεγονώς, τῶν Ἀσωμάτων λειτουργῶν ἔνδοξε, τὸν δυσμενῆ δράκοντα, ὅπλοις ἀληθείας διώλεσας.
Τὰ στίγματα τοῦ Χριστοῦ, ἐν τῇ τιμίᾳ σου σαρκὶ ἔφερες, ὡς εὐπρεπῇ πάνσοφε, κόσμον ἱερῶς θαυμαζόμενος.
Ἰάσεών σε πηγήν, ἐπεγνωκότες οἱ πιστοὶ Ἄστιε, ζωοποιὰ νάματα, Πάτερ ἀπαντλοῦμεν ὑμνοῦντές σε.
Θεοτοκίον.
Ὁ Κύριος μετὰ Σοῦ, θεοχαρίτωτε ἁγνὴ Δέσποινα, καὶ τὴν ἡμῶν ἔκπτωσιν, σπλάγχνοις οἰκτιρμῶν ἀνεκτήσατο.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Βάσις ἄσειστος, τῆς Ἐκκλησίας, ὤφθης ἔνδοξε, Ἱερομάρτυς, καὶ τοῦ Χριστοῦ μιμητὴς γενναιότατος· τῷ γὰρ Σταυρῷ τὰς παλάμας ἐξέτεινας, ἐπιδιδάσκων σὸν ἔνθεον ποίμνιον, ἐμμένειν τῇ πίστει Αὐτοῦ ἧς εὐθαρσότατα, προεκινδύνευσας παμμακάριστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Θείας φύσεως, οὐκ ἐχωρίσθη, σάρξ γενόμενος, ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμε, μόνος Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος, ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος, Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου, πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;
ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.
Ὑψωθέντα σε ἐν ξύλῳ γενναῖε Μάρτυς, καὶ τοῦ Δεσπότου ἄχραντον, μιμούμενον πάθος, Ἄγγελοι ἐθαύμασαν, καὶ ὕμνησαν ἄνθρωποι, Ἄστιε Μαρτύρων ἀγλάϊσμα.
Σταυρωθεὶς ὡς ὁ Δεσπότης ἐπὶ τοῦ ξύλου, αἴθριος ἐκαρτέρησας, μέλι ἠλειμμένος, καὶ ἐκδαπανώμενος, σφηξὶ τὸ σαρκίον σου, Ἄστιε θεόφρον πανόλβιε.
Συντριβόμενος βουνεύροις τὸ σῶμα Μάρτυς, οὐκ ἐξηρνήσω Κύριον, σάρκα εἰληφότα, καὶ βροτὸν γενόμενον, ἀλλ’ ἔψαλλες Ἄστιε· δόξα τῇ δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Ὁ τὸ εἶναι παρεχόμενος πᾶσι μόνος, ἐκ Σοῦ γενέσθαι ἄνθρωπος, δι’ οἰκονομίαν, ἄφατον εὐδόκησεν, Παρθένε πανύμνητε· ὅθεν εὐσεβῶς Σε δοξάζομεν.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Ὑπῆλθες τολμηρῶς, καὶ ἀνδρείως τὸ στάδιον, πανεύφημε τῶν Μαρτύρων, καὶ τελέσας τὸν δρόμον, Ἀγγέλοις συνηρίθμησαι.
Ἀστεῖος τὴν ψυχήν, καὶ τὸ σῶμα γενόμενος, ὦ Ἄστιε σοῦ τῇ κλήσει, ἐναθλήσας τὴν πρᾶξιν, κατάλληλον κεκλήρωσαι.
Συντρίψας βδελυκτά, τῶν Ἑλλήνων σεβάσματα, ἐνήθλησας ὑπὲρ λόγον, ὑπομείνας βασάνους, καὶ πόνους παμμακάριστε.
Θεοτοκίον.
Τὴν μόνην τὸν Θεόν, ἀποῤῥήτως κυήσασαν, πανύμνητον Θεοτόκον, ἀληθῶς καὶ κυρίως, εἰδότες μακαρίζομεν.
ᾨδὴ στ΄. Θύσω Σοι.
Ἵστασο, ἀνομούντων ἀνθρώπων ἐπίπροσθεν, Μάρτυς κρινόμενος οἷα, μιμητὴς ὑπάρχων Χριστοῦ τοῦ ζῶντος, καὶ τὴν πλάνην, Ἱεράρχα κατέκρινας Ἄστιε.
Ἐν ξύλῳ, τὸν Δεσπότην ὑψώθης μιμούμενος, μέλιτι δὲ κεχρισμένος, καὶ σφηξὶ κεντούμενος ὥρᾳ θέρους, ἐκαρτέρεις, τῷ φλογμῷ δαπανώμενος Ἄστιε.
Μύρῳ σε, ἱεράρχην ἡ χάρις τοῦ Πνεύματος, ἔχρισεν Πάτερ ποιμαίνειν, ἐν δικαιοσύνῃ λαὸν Κυρίου, καὶ ἀθλήσας, τὸν οὐράνιον κλῆρον ἀπείληφας.
Θεοτοκίον.
Ἔλυσας, τὸν φραγμὸν τῆς κατάρας κυήσασα, εὐλογημένη Μαρία, τὸν ταῖς εὐλογίαις νῦν στεφανοῦντα, τοὺς ἀνθρώπους, τοὺς ἀεί Σε πιστῶς μακαρίζοντας.
Κοντάκιον. Ἦχος γ΄. Ἐπεφάνης σήμερον.
Τοῦ τυράννου ᾔσχυνας, ἄλογον θράσος, καὶ σαυτὸν προσήγαγες, θυσίαν ζῶσαν τῷ Χριστῷ, ἐν τῷ σταυρῷ τὰς ὁσίας σου, χεῖρας ἁπλώσας, πανένδοξε Ἄστιε.
Συναξάριον.
Τῇ ΣΤ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Ἱερομάρτυς Ἄστιος, ἐπίσκοπος Δυῤῥαχίου, μέλιτι χρισθείς, καὶ ὑπὸ μελισσῶν κεντούμενος, ἐπὶ σταυροῦ τελειοῦται.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Λελογισμένος, πρὸς τὰς βασάνους ἐχώρησας, σῶμα, παραδοὺς μαστίζεσθαι ἀφειδῶς, θεοφόρε Μάρτυς Ἄστιε, εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Προθεωρῆσαι, οἷα Προφήτης ἠξίωσαι, πάθος, ὅπερ γνώμη Πάτερ καρτερικῇ, διανύειν πόθῳ ἤμελλες, εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύρος.
Ὥσπερ ἀμνόν σε, ἐπὶ τοῦ ξύλου ἀναρτήσαντες, πάλαι, τῶν εἰδώλων Πάτερ οἱ λατρευταί, πρὸς τὸν Κύριον παρέπεμπον, ἔτι τεινόμενον, ἐν τῷ Σταυρῷ ἀοίδιμε Ἄστιε.
Θεοτοκίον.
Πεποικιλμένη, ταῖς ἀρεταῖς ὡς βασίλισσα, ἔστης, δεξιῶν πανάμωμε τοῦ Θεοῦ, Ὃν δυσώπει ἀλλοιῶσαί με, τῇ δεξιᾷ αὐτοῦ, πρὸς τὴν κακίαν πάντοτε ῥέποντα.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Ὅσιος καὶ ἄκακος ποιμήν, ἐδείχθης Ἄστιε, ποιμαίνων ἄριστα, Θεοῦ τὸ ποίμνιον πάντοτε, ἐπὶ χλόην θείας γνώσεως, ἐπὶ τὸ ὕδωρ τῆς ζωῆς, καὶ ἐκβοᾷς ἐν χαρᾷ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Νύκτα ἀθεΐας φωτισμῷ, τῶν θείων ἄθλων σου, μάκαρ ἐμείωσας, καὶ ὥσπερ ἥλιος ἄδυτος, τὰς καρδίας κατεφώτισας, τῶν ἐλπιζόντων εἰς Θεόν, καὶ μελῳδούντων αὐτῷ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὅλος ἀνακείμενος Θεῷ, ἀπὸ νεότητος, τούτου κειμήλιον, γέγονας εὔχρηστον Ἄστιε, ἐναθλήσας καρτερώτατα, καὶ τῶν Μαρτύρων τοῖς χοροῖς, νῦν συνταττόμενος, καὶ κραυγάζων· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τριαδικόν.
Ὑμνοῦμεν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον, μίαν θεότητα, τῇ φύσει ἄτμητον μένουσαν, μεριστὴν ταῖς ὑποστάσεσιν, ἕνα Θεὸν δημιουργόν, καὶ ποιητὴν τοῦ παντός, ᾯ βοῶμεν· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Σάρκα προσελάβετο ἐκ Σοῦ, ὁ ἀναλλοίωτος, δι’ ἀγαθότητα, καὶ τὸν τοῖς πάθεσιν ἄνθρωπον, ὑποκύψαντα ἐθέωσε, θείοις παθήμασιν αὐτοῦ, θεοχαρίτωτε, ᾧ βοῶμεν· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.
Ἴσχυσας σθενούμενος μάκαρ, τῷ θείῳ κράτει τῆς Τριάδος, σοῦ καθυποτάξαι ταῖς πτέρναις, τὸν ἐν κακίᾳ, ἀεὶ καυχώμενον, ἀπατεῶνα δράκοντα· ὅθεν σε πίστει μακαρίζομεν.
Ὡς πολυανθῆ σε λειμῶνα, ἐπεγνωκότες θεοφόρε, στίγμασιν ὡς ἄνθεσιν ὅλον, Θεοῦ δυνάμει, ὡραϊζόμενον, πνευματικῆς πληρούμεθα, νῦν εὐωδίας εὐφημοῦντές σε.
Σήμερον λαμπρῶς ἑορτάζει, τοῦ Δυῤῥαχίου θεοφόρε, πόλις τὴν σὴν μνήμην τελοῦσα· αὐτῆς γὰρ ὤφθης, ποιμὴν πανάριστος, καὶ πολιοῦχος Ἄστιε, ἣν σῶζε πάντοτε πρεσβείαις σου.
Ἤρθης πρὸς μονὰς ἀειζώους, καὶ κατεσκήνωσας ὁσίως, νῦν ἐν ταῖς λαμπρότησιν Μάρτυς, ταῖς τῶν Ἁγίων, χαρᾶς πληρούμενος, ἀλλ’ ἐκτενῶς ἱκέτευε, σωθῆναι πάντας τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Φεῖσαί μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν κόσμον μετὰ δόξης, στῆσον τῶν κακῶν μου τὸν σάλον, τῆς ἁμαρτίας, παῦσον τὰ κύματα, καὶ παρ’ ἐλπίδα σῶσόν με, ταῖς ἱκεσίαις τῆς τεκούσης Σε.
Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἐπεφάνη ὁ Σωτήρ.
Δι’ ἀγάπην τοῦ Χριστοῦ, Μαρτύρων τέλος εἴληφας, μετὰ μυρίας βασάνους, ἐν τῷ σταυρῷ προσηλωθείς, καὶ τὸν τῆς δόξης στέφανον, εἰληφῶς ἐπαγάλλη.
Θεοτοκίον.
Ἡ Παρθένος Μαριάμ, Ἀγγέλων ἡ παντάνασσα, ἡ προστασία τοῦ κόσμου, χριστιανῶν ἡ χαρμονή, τὸν Σὸν Υἱὸν καὶ Κύριον, ἐκδυσώπει τοῦ σῶσαι, καὶ ῥύσασθαι ἅπαντας.
Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ᾄσμασιν ἐνθέοις, Ἱεράρχην θεοπρεπῆ, τὸν τοῦ Δυῤῥαχίου, θερμότατον προστάτην, τὸν Ἄστιον τὸν θεῖον, Ἱερομάρτυρα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου