ΑΥΓΟΥΣΤΟΣ ΣΤ΄.
ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΣΩΤΗΡΟΣ
ΚΑΝΟΝΕΣ
Ὁ α΄ Κανών. Ποίημα Ἀνδρέου Κρήτης.
ᾨδὴ α΄. Ἦχος δ΄. Ὁ πατάξας Αἴγυπτον.
Τὸ Μωσέως πρόσωπον, αὐτὸς σωτὴρ ἐδόξασας, ὀφθεὶς ἐν τῷ Σιναίῳ, καὶ νῦν αὐτὸς εἶ ὁ ἐκλάμψας, ἐν τῷ Θαβὼρ Κύριε, καὶ δεῖξας ὅτι Σὺ εἶ, ὁ καὶ τοῦ νόμου δοτήρ.
Τοὺς θεόπτας Κύριε, τῶν μαθητῶν ἐξέστησας, τῇ Σῇ μεταμορφώσει, ἐν ᾗ παρέδειξας τὴν δόξαν, τῆς θεϊκῆς φύσεως, ἐκλάμψας τῷ προσώπῳ, ὑπὲρ τὸν ἥλιον.
Μωϋσῆς πιστοῦταί Σου, τὴν ἐν σαρκὶ ἀνάδειξιν, ὀφθείς Σοι ἐν τῷ ὄρει, βοῶν· ἐγώ εἰμι ὁ πάλαι, τῷ Ἰσραὴλ Κύριε, κηρύξας Σε προφήτην, ἀναστησόμενον.
Ὁ τῆς δόξης Κύριος, τὸ τοῦ Πατρὸς ἀπαύγασμα, ἀκτῖνας ἀφθαρσίας, ἐκλάμψας σήμερον τῷ κόσμῳ, τῆς πατρικῆς φύσεως, τὴν φύσιν τῶν ἀνθρώπων, μετεστοιχείωσεν.
Τριαδικόν.
Τῆς Τριάδος ἕνα Σε, καὶ πρὸ σαρκὸς γινώσκομεν, ἀλλὰ καὶ μετὰ σάρκα, Υἱὸν ἀΐδιον ἀχρόνως, ἐκ τοῦ Πατρὸς λάμψαντα, καὶ Πνεύματι Ἁγίῳ, συνδοξαζόμενον.
Θεοτοκίον.
Ξένον τόκον ἄχραντε, μόνη αὐτὴ συνήγαγες, τῇ φύσει τῶν ἀνθρώπων, ἀσπόρως ἄτρεπτον τεκοῦσα, τὸν δι’ ἡμᾶς Δέσποινα, πτωχεύσαντα τὴν σάρκα, καὶ μὴ ἐκστάντα ὃ ἦν.
ᾨδὴ β΄. Ἴδετε ἴδετε.
Σὺ εἶ τὸ ἄχρονον, φῶς τὸ ἐκλάμψαν ἐν Θαβώρ, τοῖς μαθηταῖς σήμερον Σωτήρ, καὶ τῆς ἀστέκτου Σου δόξης, αὐγὴν παραγυμνώσας, ἣν ἐν τῷ μέλλοντι πάλιν αἰῶνι, τηλαυγέστερον ἐκφάνῃς τοῖς πιστοῖς.
Δεῦρο εἶπε ἡμῖν, Θεσβῖτα τί πρὸς τὸ Θαβώρ, τῷ Ἰησοῦ ἔλεγες ὀφθείς· ἐγὼ φησὶ τὴν τοῦ πάθους, ἐτύπωσα εἰκόνα, τὴν πρὸς ἑσπέραν θυσίαν τελέσας, τῇ ἀπύρῳ τῶν σχιδάκων συμβολῇ.
Τί τὰ ἱμάτια, τὰ ἐξαστράψαντα ὡς φῶς, συμβολικῶς μάθωμεν πιστοί· τὰ κατ’ ἐκεῖνον τὸν βίον, ὡς οἶμαι προδηλοῦσι, τὸν ὑπερέκεινα πάσης ἐννοίας, πεπραγμένα τῷ Πατρὶ καὶ τῷ Υἱῷ.
Τριαδικόν.
Πάντες ὑμνοῦμέν Σε, Τριὰς ἀμέριστε Μονάς, ζωοποιὸν ἄναρχον Θεόν, ὡς ἐν τρισὶ τοῖς προσώποις, μιᾷ δὲ τῇ οὐσίᾳ, ὑμνολογοῦμεν πάσῃ τῇ κτίστει, ἀγεννήτως γεννητῶς ἐκπορευτῶς.
Θεοτοκίον.
Χαῖρε Παράδεισε, ἐν ᾧ τὸ ξύλον τῆς ζωῆς· χαῖρε πηγὴ βρύουσα τὸ φῶς· χαῖρε τὸ ἅγιον ὄρος, ὃ εἶδεν ὁ προφήτης, ἐξ οὗ ὁ λίθος ἐτμήθη ἡ πέτρα, ἡ προχέουσα πταισμάτων ἱλασμόν.
ᾨδὴ γ΄. Ἐστερεώθη
Μετεμορφώθης, οὐ κατ’ ἔκστασιν ἀλλὰ ξένην, παραδείξας μορφὴν τοῖς μαθηταῖς σου, ὅτι εἷς καὶ ὁ αὐτὸς ὑπάρχει υἱός, ὁ ἐν ἑκατέραις, εἷς διαλάμπων ταῖς φύσεσιν
Ἡ μὲν νεφέλη, τὴν τοῦ Πνεύματος παρουσίαν, ἡ φωνὴ δὲ τὴν πατρικὴν οὐσίαν, προετύπου τηλαυγῶς ἐν ὄρει Θαβώρ, μεταμορφουμένου, τοῦ δι’ ἡμᾶς κενωθέντος σαρκί.
Τίς ἐν νεφέλαις, ἰσωθήσεται τῷ Κυρίῳ; Προφητεύει Δαβὶδ ὁ Θεοπάτωρ, τὴν ἐν τῷ ὄρει τῷ Θαβὼρ τῶν Σῶν Προφητῶν, ξένη παρουσίαν, προδιαγράφων Χριστὲ ὁ Θεός.
Τριαδικόν.
Ὡς τῆς Τριάδος, ἕνα ὄντα Σε τὸν Σωτῆρα, πατρικῇ Σοι φωνῇ προσεμαρτύρει, καὶ Υἱὸν ἀγαπητὸν ἐκάλει Σε· ἐν γὰρ τῇ νεφέλῃ, τὸ θεῖον Πνεῦμα ἐδείκνυτο.
Θεοτοκίον.
Κᾂν ἐμορφώθη, τὸ ἀλλότριον ἐν γαστρί Σου, ὁ Θεός μου ἁγνὴ Παρθενομῆτορ, ἀλλ’ οὐκ ἔσχεν ἡ Τριὰς προσθήκην Υἱοῦ, οὐδὲ διῃρέθη, ὁ εἷς εἰς δύο υἱοὺς ὁ Χριστός.
ᾨδὴ δ΄. Τί ἐκβοᾶς;
Πέτρος ἰδών, τὴν ἀστράψασαν αὐγήν, σὺν τοῖς τοῦ Ζεβεδαίου υἱοῖς ἐξέστη, καὶ πίπτοντες πρηνεῖς ἄφωνοι, οὐχ ὑπέφερον τὴν δόξαν, τῆς φανείσης ἀκτῖνος· ἐξ οὗ καὶ ἀνέκραζε, Πέτρος εὐφραινόμενος· καλόν ἐστιν ᾧδε εἶναι ἡμᾶς.
Τίνι βοᾷς, Πέτρε τίνι προσλαλεῖς, καλόν ἐστιν εἰ θέλεις νῦν ᾧδε εἶναι; Θεός ἐστι Χριστὸς ἄτρεπτος, τὴν ἡμῶν μεταμορφώσας, ἀνθρωπίνην οὐσίαν, δι’ ἣν καὶ ἐπτώχευσε, Θεὸς ὢν τὸ ἀλλότριον, καὶ σπεύδω ἀεὶ συνεῖναι αὐτῷ.
Φράσον ἡμῖν, ὦ Θεσβῖτα Ἠλιού, ἐν Θαβὼρ τῷ Κυρίῳ τί προσωμίλεις· ἐγὼ φησὶ πολλὰς ἔδειξα, μυστικὰς Χριστοῦ εἰκόνας, τὴν τοῦ ὕδατος πάλαι, τρισσώσας ἐπίκλησιν, καὶ ἐν τῷ τῶν σχιδάκων σωρῷ, ὑψόθεν τὸ πῦρ σπασάμενος.
Τίς τὴν αὐγήν, τοῦ προσώπου Σου Σωτήρ, ἢ τὴν ἄφραστον δόξαν τῶν ἱματίων, ἰσχύσει κατιδεῖν ὄμμασι; Μωϋσῆς γὰρ ἐν Σιναίῳ, τὰ ὀπίσθια βλέπων, τῇ πέτρᾳ ἐκρύπτετο, Ἠλίας δὲ ὡς ἐν ἅρματι πυρός, ἰδών σε ἀνελαμβάνετο.
Τριαδικόν.
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος καὶ Υἱός, φῶς τὸ ἅγιον Πνεῦμα· τὰ τρία φῶτα, ἀλλ’ ἓν φῶς ἐν τρισὶν ἄχρονον, καὶ ἀμέριστον τῇ φύσει, ὡς αὐγὴ καὶ πηγαία, ζωὴ ἀγαθότητος, καὶ ἓν φῶς ἐν ἡλίοις τρισί, καὶ τρία ὡς ἐξ ἡλίου ἑνός.
Θεοτοκίον.
Χαῖρε σκηνή· χαῖρε κλῖμαξ νοητή· χαῖρε κούφη νεφέλη· χαῖρε λυχνία θεία· χαῖρε λαμπὰς ἔνδοξε· χαῖρε ἄρουρα καὶ βάτε· χαῖρε πύλη καὶ θρόνε· χαῖρε Παράδεισε· χαῖρε ὄρος ἅγιον· χαῖρε Μαρία Μήτηρ Θεοῦ.
ᾨδὴ ε΄. Τὸ φῶς τὸ ἀληθινόν.
Τὸ φῶς τὸ ἐν τῷ Θαβώρ, ἀστράψας τοῖς ἁγίοις Σου, λάμψον καὶ ἡμῖν, τὴν δόξαν τὴν τοῦ Κυρίου, καὶ ἀξίωσον ἡμᾶς Σωτὴρ ὡς ἀγαθός, τῆς ἀπροσίτου δόξης τῆς Σῆς ὡς εὔσπλαγχνος.
Τὸν ἕνα τῆς Τριάδος, Σὲ κηρύττειν ἐδιδάχθημεν, ἄναρχον Υἱόν, κᾂν σάρκα τὴν ἐξ ἡμῶν, ἐμορφώθης δι’ ἡμᾶς· ἐν ὄρει τὸ Θαβώρ, μετεμορφώθης μόνε Σωτὴρ ἐκλάμψας ὡς φῶς.
Ὁ πάσης ἀγαθότητος, πλήρης Λόγε ἄναρχε, λάμψον εἰς ἡμᾶς, τὸ φῶς τῶν σῶν ἐντολῶν, καὶ ἀπέλασον ἡμῶν ἀγνοίας τὴν ἀχλύν, ὥσπερ τοῖς μαθηταῖς Σου ἐν Θαβὼρ ἔφανας.
Τριαδικόν.
Πατέρα Υἱόν, καὶ τὸ Πνεῦμα προσκυνήσωμεν· εἷς γὰρ ἐν τρισί, προσώποις φύσει Θεός, ὡς ἐδίδαξεν ἡμᾶς ἐν ὄρει τῷ Θαβώρ, ἡ πατρικὴ φωνὴ τῷ Υἱῷ βοήσασα.
Θεοτοκίον.
Θεὸς ὢν ἀψευδής, κατ’ οὐσίαν ὤφθης ἄνθρωπος, ἄναρχε Υἱέ, ἐκ μήτρας παρθενικῆς, οὐ κατ’ ἔκστασιν λαβὼν τὴν φύσιν τοῦ Ἀδάμ· ὡς γὰρ Θεὸς ἐν ὄρει Θαβὼρ ἐξέλαμψας.
ᾨδὴ στ΄. Ζάλη με λογισμῶν κατέλαβεν.
Φῶς Σωτήρ μου ὑπάρχων ἐξέλαμψας, ἐπὶ τῶν μαθητῶν Σου, ἐν ὄρει Θαβώρ, μεταμορφωθείς, οἳ καὶ ἰδόντες Κύριε, τοῦ προσώπου Σου δόξαν, συμβολικῶς ἔμαθον, τὴν Σὴν βασιλείαν.
Πήξωμεν τρεῖς σκηνὰς καὶ στήσωμεν, ἐκβοῶντος τοῦ Πέτρου, σοὶ μίαν φησί, καὶ μίαν τῷ Μωσεῖ, καὶ μίαν ἔτι εὔσπλαγχνε, τῷ Προφήτῃ Ἠλίᾳ, ὅτι καλὸν Κύριε, ἡμᾶς ᾧδε εἶναι.
Φῶς τὸ ἀληθινὸν φιλάγαθε, ὁ διττὸς τῇ οὐσίᾳ, καὶ προσώπῳ ἑνί, Σῶτερ βροτωθείς, ἅπαντας καταξίωσον, τῆς Σῆς δόξης πλουσίως, συμμετασχεῖν μύσταις τε, καὶ τοῖς μαθηταῖς Σου.
Τριαδικόν.
Ἄναρχον Σὲ Υἱὸν γινώσκομεν, κᾂν ἐγνώσθης ἐν χρόνῳ, Θεὸς ἐν σαρκί, ἐκ παρθενικῶν, ἁγνῶν αἱμάτων εὔσπλαγχνε, μορφωθεὶς τὴν οὐσίαν, τὴν καθ’ ἡμᾶς Κύριε, καὶ πτωχεύσας σάρκα.
Θεοτοκίον.
Ὅλην μου προσλαβὼν ὁ κτίστης μου, τὴν φθαρεῖσαν οὐσίαν, καὶ ὅλον ἐμέ, μετὰ τῶν ἐμῶν, Σῶτερ φορέσας ἔσωσας, τῇ κενώσει Σου δούς μοι, ἀντὶ φθορᾶς Κύριε, τὴν ἀθανασίαν.
ᾨδὴ ζ΄. Τῇ εἰκόνι τῇ χρυσῇ
Ἐν τῷ ὄρει τῷ Θαβώρ, μετεμορφώθης ἐν δόξῃ, τὴν θεϊκήν σου δεικνὺς φωτοχυσίαν, τῶν μαθητῶν τοῖς μυστικωτέροις, ἵνα δείξῃς νοητῶς, τῆς δευτέρας πρὸς ἡμᾶς, ἑλεύσεως τὴν δόξαν, ὅτι Σὺ εἶ ὁ Υἱός, ἀγαπητὸς τοῦ Πατρός.
Ἐν νεφέλῃ φωτεινῇ, τὸν Μωϋσῆ καὶ Ἠλίαν, ἐπὶ τοῦ ὄρους Θαβὼρ συνεκαλέσω, προεκφωνοῦντας τὴν διὰ πάθους, ὑπερένδοξον ταφήν, καὶ τὸν ἄχραντον Σταυρόν, προλέγοντα κἀκεῖνα, ἅπερ καὶ πάλαι Σωτήρ, προανεφώνησαν.
Ἵνα δείξῃς ἀγαθέ, ὅτι αὐτὸς κυριεύεις, νεκρῶν καὶ ζώντων καὶ νόμου καὶ προφητῶν, ἐξ ἑκατέρων προσεκαλέσω, ἐν τῷ ὄρει τῷ Θαβώρ, καὶ ὑπέδειξας αὐτοῖς, τὴν ἄφραστόν Σου δόξαν, τῆς ἀκηράτου μορφῆς, διὰ τῆς ἔξω στολῆς.
Ἐπὶ δύο καὶ τριῶν, ἀξιοπίστων Μαρτύρων, τοῦ Μωϋσέως Ἠλιοὺ σὺν τῷ Πέτρῳ, διὰ νεφέλης ἐμαρτυρήθης, Υἱὸς ὢν ἀγαπητός, τοῦ ἀχράντου Σου Πατρός, οὐ τρέψας τὴν οὐσίαν, κᾂν ἐμορφώθης Σωτήρ, τὴν χοϊκὴν εἰκόνα.
Τριαδικόν.
Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ πανάγιον Πνεῦμα, τὴν ἐν Τριάδι μοναδικὴν οὐσίαν, θεολογοῦμεν καὶ προσκυνοῦμεν, διαιροῦντες εὐσεβῶς, καὶ ἑνοῦντες συμφυῶς, καὶ κράζοντες ἀπαύστως· ἅγιος ἅγιος, ἅγιος εἶ ὁ Θεός.
Θεοτοκίον.
Ὃν οὐκ ἔσπειρε Πατήρ, κυοφορήσασα Λόγον, ἐν τῇ γαστρί Σου ἁγνὴ Παρθενομῆτορ, ὡς βρέφος τοῦτον ἀγκάλαις φέρεις, τὸν ἀμήτορα Θεόν, καὶ ἀπάτορα Υἱόν, ὢ ξένου μυστηρίου, εἰσαγαγοῦσα καινήν, τῇ φύσει γέννησιν ἁγνή.
ᾨδὴ η΄. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ.
Φῶς ἐξέλαμψας ἐκ φωτός, ἄναρχος ἀνάρχου Υἱός, μονογενὴς ὢν τοῦ Πατρός, εἷς ὑπάρχων κᾂν ἐσαρκώθης, ὁ νῦν ἐν τῷ ὄρει, τῷ Θαβὼρ ἐξαστράψας ὡς ἥλιος, καὶ παραγυμνώσας σαυτὸν τοῖς μαθηταῖς σου.
Πῶς ἐξέλαμψεν ὡς τὸ φῶς, τὸ πρόσωπον ἐκεῖνο τῆς ζωῆς· πῶς ἐλευκάνθησαν ἐν σοί, οἱ χιτῶνες ὑπὲρ χιόνα, εἰ μὴ τὴν ἀκτῖνα, τῆς ἀστέκτου θεότητος ἔδειξας, τοῖς συναναβᾶσι Σωτὴρ ἐπὶ τοῦ ὄρους;
Ὃν ἑώρακε Μωϋσῆς, τυπούμενον ἐν ὄρει τῷ Σινᾷ, τὴν τῆς σκηνῆς κατασκευήν, νῦν ἐν ὄρει τῷ Θαβωρίῳ, ὁρῶν ἐμαρτύρει, ὅτι Σὺ εἶ ὁ πάλαι λαλήσας μοι, καὶ τὸν νόμον δούς μοι πλαξὶν ἐγγεγραμμένον.
Ὃν ἑώρακεν Ἡλιού, ὁ πήλινος ἐν ἅρματι πυρός, οὐρανοδρόμος γεγονώς, νῦν ἐν ὄρει τῷ Θαβωρίῳ, ὁρῶν ἐμαρτύρει, ὅτι Σὺ εἶ ὃν εἶδεν ἐν πνεύματι, ἐπὶ τῶν σχιδάκων ποτὲ πυρὸς ἐν εἴδει.
Τριαδικόν.
Εἷς ἀμέριστος ὁ Θεός, Ὃν τρέμουσιν Ἀγγέλων στρατιαί, ἄναρχος ἄκτιστος Τριάς, ἀμερίστως διαιρουμένη, ἣν ὑμνεῖ πᾶσα κτίσις, ἐν μονάδι οὐσίας κραυγάζουσα· ὦ Τριὰς μονὰς ὁ Θεὸς ἐλέησόν με.
Θεοτοκίον.
Εἷς ὑπάρχεις μονογενής, ἄνω εἷς καὶ κάτω ὁ αὐτός, ἀμήτωρ ἄνω ἐκ Πατρός, καὶ ἀπάτωρ ἐκ μητρὸς κάτω, ἐν ᾗ ἐμορφώθης, τὸ ἀλλότριον Λόγε πτωχεύσας μοι, τὴν ταπεινωθεῖσαν φύσιν ἀναμαρτήτως.
ᾨδὴ θ΄. Ἐποίησε κράτος.
Δεῦτε ἀναβῶμεν, εἰς τὸ ὄρος τὸ Θαβώρ, καὶ ἴδωμεν τὴν δόξαν τοῦ προσώπου, τὴν λάμψασαν ἐν Θαβώρ, ἐν τῇ δόξῃ τοῦ Πατρός, καὶ φῶς προσλαβόμενοι φωτί, τῆς θείας ἀναβάσεως, ἐνστησώμεθα πιστοί, ἐν ταῖς διανοίαις.
Μηδεὶς στήτω κάτω, πρὸς τὸ ὄρος ἀδελφοί, ἀλλὰ πάντες ἀνέλθωμεν ἐκ πόθου, καὶ ἴδωμεν τοῦ Θεοῦ, τὴν ἀστράψασαν αὐγήν, καὶ φῶς προσλαβόμενοι φωτί, καὶ ἀπὸ δόξης δόξαν, μετερχόμενοι πιστοί, μυσταγωγηθῶμεν.
Ἀξίωσον πάντας, καὶ ἡμᾶς τοῦ φωτισμοῦ, τῆς γνώσεως Χριστὲ τοῦ Σοῦ προσώπου, καὶ δὸς ἡμῖν καθαροῖς, διανοίας ὀφθαλμοῖς, ἰδεῖν τὴν ὑπέρφωτον αὐγήν, τῆς νοητῆς Σου δόξης, ἧς παρέδειξας ποτέ, ἐν Θαβὼρ τῷ ὄρει.
Δεόμεθα πάντες, ἐν καρδίᾳ καθαρᾷ, μετέχειν ἡμᾶς ποίησον τῆς δόξης, ἧς ἔδειξας ἐν Θαβώρ, τοῖς ἐγκρίτοις μαθηταῖς, καὶ δὸς ἡμῖν γνῶσιν ἀληθῆ, καὶ βίον μετὰ λόγου, ἵνα γνῶμέν Σε Θεόν, καὶ δουλεύσωμέν Σοι
Τριαδικόν.
Λατρεύσωμεν πάντες, τῇ Τριάδι καὶ Θεῷ, ἀμέριστον αὐτὴν δοξολογοῦντες, ὁμότιμον συμφυῆ, ὡς ἐδίδαξας ἡμᾶς, οἱ θεῖοι Ἀπόστολοι πιστῶς, ἕνα Θεὸν Πατέρα, καὶ Θεόν τε τὸν Υἱόν, καὶ Θεὸν τὸ Πνεῦμα.
Θεοτοκίον.
Θεοῦ τοῦ ὑψίστου, Σοῦ ἡ ἄχραντος νηδύς, εὐρύχωρον χωρίον ἀνεδείχθη, ὃν καθορᾶν οὐ τολμᾷ, τῶν Ἀγγέλων στρατιαί· διό Σε πανάμωμε ἁγνή, κυρίως Θεοτόκον, ἀνυμνοῦμέν οἱ πιστοί, καὶ μακαριοῦμεν.
***
Ὁ β΄ Κανών. Ποίημα Ἀνδρέου Κρήτης.
ᾨδὴ α΄. Ἦχος δ΄. ᾌσομαί Σοι Κύριε ὁ Θεός μου.
Δεῦτε συνανέλθωμεν τῷ Σωτῆρι, ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, κἀκεῖ θεασώμεθα, τὸ κάλλος τὸ ἄφραστον, ἐκλάμπον τοῦ προσώπου Αὐτοῦ.
Φυρμὸν ἢ ἀνάχυσιν οὐχ ὑπέστης, τῇ ἐξ ἡμῶν οὐσιωθείς, μορφῇ ἀναλλοίωτε, ἐν ᾗ μεταμορφούμενος, παρέδειξας τὴν δόξαν Σου.
Τὴν δόξαν μὴ φέροντες τοῦ προσώπου, τοῦ ἀναλάμψαντος ὡς φῶς, πρηνεῖς κατεφέροντο, τῆς πίστεως οἱ πρόβολοι· Θεὸν γὰρ εἶδεν ὅλως οὐδείς.
Τῷ πόθῳ ἑλκόμενος τῆς ἐν ὄρει, θεοφανείας Ἰησοῦ, ὁ Πέτρος ἐβόα Σοι· ποιήσωμεν τρεῖς σκηνάς· καλὸν γὰρ ᾧδε εἶναι ἡμᾶς.
Μωσῆν συλλαλοῦντά σοι ἐν τῷ ὄρει, καὶ τὸν Θεσβίτην Ἠλιού, Σωτὴρ ἀνεκάλεσας, ὡς ὢν τοῦ νόμου Κύριος, καὶ ζώντων καὶ νεκρῶν βασιλεύς.
Τριαδικόν.
Ἕνα Σε δοξάζομεν τῆς Τριάδος, μονογενῆ Υἱὲ Θεοῦ, κᾂν σάρκα προσέλαβες, καὶ μάρτυς ὁ καλέσας Σε, Υἱὸν ἀγαπητὸν ἐν Θαβώρ.
Θεοτοκίον.
Ὡς μέθην τὴν ἔκστασιν ὑποστάντες, οἱ μαθηταὶ τοῦ Ἰησοῦ, ἐπὶ τὸ Θαβώριον, πρηνεῖς κατεφέροντο· Θεὸν γὰρ εἶδεν ὅλως οὐδείς.
ᾨδὴ γ΄. Ἐν Κυρίῳ Θεῷ μου.
Καταλείψαντες τὸν χοῦν, συνεπαρθῶμεν τοῖς Χριστοῦ μαθηταῖς, καὶ ἴδωμεν τὴν δόξαν, τὴν θεαθεῖσαν ἐν τῷ ὄρει Θαβώρ.
Τῷ Χριστῷ συγκαλοῦντι, ἐπὶ τὸ ὄρος τὸ Θαβώριον, πιστοὶ συναναβάντες, ἐκεῖ ὀψόμεθα τὴν δόξαν Αὐτοῦ.
Οἱ τοῦ ὄντως ἐραστοῦ, ἐπιθυμοῦντες τῆς λαμπρότητος, δεῦτε προσκολληθῶμεν, τοῖς περὶ Πέτρον καὶ Ἰάκωβον.
Οἱ τὸ κάλλος ἐκεῖνο, ἰδεῖν ποθοῦντες τὸ ἀμήχανον, κτησώμεθα καρδίας, ἐν αἷς δεξόμεθα τὴν τούτου αὐγήν.
Τὸ μὲν ὄρος τὸ Σινᾶ, καπνῷ καὶ γνόφῳ καὶ θυέλλῃ ποτέ, τὸ ὄρος τὸ Θαβὼρ δε, μαρμαρυγὰς ἡμῖν ἀστράπτει φωτός.
Ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Χριστὲ ὁ Θεός, παρέδειξας τὴν δόξαν, τοῖς μαθηταῖς τῆς Σῆς θεότητος.
Τριαδικόν.
Προσκυνοῦμέν Σε Χριστέ, σὺν τῷ Πατρί Σου καὶ τῷ Πνεύματι, τριάδα ἐν μονάδι, καὶ ἐν τριάδι μονάδα Θεόν.
Θεοτοκίον.
Χαῖρε νέα κιβωτέ, τῆς διαθήκης ἧς διέθετο, Θεὸς μετὰ ἀνθρώπων, τῇ μεσιτείᾳ Σου Παρθένε ἁγνή.
ᾨδὴ δ΄. Εἰσακήκοα.
Δεῦρο σήμερον, προκαθαρθέντες τὰς διανοίας, πρὸς τὸ ὄρος τὸ Θαβώριον, πνευματικὸν συνανέλθωμεν.
Φῶς ἀπρόσιτον, τοῖς κορυφαίοις τῶν μαθητῶν Σου, ἐν Θαβὼρ μεταμορφούμενος, Χριστὲ Σωτὴρ καθυπέδειξας.
Θείαν ἔλλαμψιν, ἐπισκιάσας τοῖς μαθηταῖς Σου, τῆς δευτέρας παρούσιας σου, Χριστὲ τὴν δόξαν προέδειξας.
Εἰ καὶ ἔφαναν, αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἀλλ’ ἐν τῇ μεταμορφώσει Σου, θεοειδέστερον ἔλαμψας.
Τὰ ἐνδύματα, τὰ λευκανθέντα ὑπὲρ χιόνα, μυστικὴν εἰκόνα φέρουσι, Χριστὲ Σωτὴρ τῶν κτισμάτων Σου.
Σκοπευτήριον, τῆς πρὸς ἡμᾶς δευτέρας Σου Λόγε, παρουσίας ἀνετύπωσας, τὴν ἐν Θαβὼρ μεταμόρφωσιν.
Τίς μακάριος, συνπαρθῆναι τὰς διανοίας, καὶ μικραῖς ἀκτῖσι δέξασθαι, μαρμαρυγὰς ταῖς φρεσὶν αὐτοῦ;
Ὦ μυστήριον, κεκαλυμμένον πρὸς τῶν αἰώνων, ἐπ’ ἐσχάτων φανερούμενον, πνευματικῶς εἰς τὸ ὄρος Θαβώρ!
Τίς τὴν ἄφραστον, καὶ δύσγραφον τοῦ Σοῦ προσώπου, διηγήσεται λαμπρότητα, τοῦ ἐν Θαβὼρ ἐξαστράψαντος;
Τριαδικόν.
Προσκυνήσωμεν, τὴν ἐν τριάδι καὶ ἐν μονάδι, τρισυπόστατον θεότητα, ὁμοούσιον δύναμιν.
Θεοτοκίον.
Χαίροις ἄρουσα, ἡ ἐν γαστρί Σου ἄνευ ἀρότρου, τῆς ζωῆς ἡμῶν τὸν ἄσταχυν, ὑπὲρ φύσιν βλαστήσασα.
ᾨδὴ ε΄. Ὁ ἀνατείλας τὸ φῶς.
Συνεπαρθῶμεν πιστοί, τῷ μεταμορφουμένῳ, καὶ ἴδωμεν τὴν δόξαν, τῆς αὐτοῦ λαμπρότητος· ὑπὲρ τὸν ἥλιον γὰρ ἐξέλαμψεν.
Πηξώμεθα ὦ πιστοί, τρεῖς σκηνὰς ἐν καρδίᾳ, τῷ μεταμορφουμένῳ, νόμους τρεῖς εἰσάγοντες, πνευματικὸν φυσικὸν καὶ γραπτόν.
Οἱ ἐν τῷ ὄρει Θαβώρ, τῆς ἀφράστου Σου δόξης, αὐτόπται γεγονότες, τὴν αὐγὴν οὐ φέροντες, εἰς γῆν Σωτὴρ ὕπνῳ κατεφέροντο.
Ὦ κορυφαία κρηπίς, ὦ μακάριε Πέτρε, τίς εἶδεν ἅπερ εἶδες, τίς τοιαύτης γέγονε, θεοφανείας αὐτόπτης οἵας Σύ;
Ἀξίωσον καὶ ἡμᾶς, Ἰησοῦ ὁ Θεός μου, τῆς δόξης Σου ἐκείνης, ὅταν μέλλῃς ἔρχεσθαι, ἐν τῇ λαμπρότητι τῶν Ἁγίων Σου.
Τριαδικόν.
Σὺν τῷ Πατρὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, δοξάσωμεν βοῶντες· ἅγιος ἅγιος, ἅγιος εἶ Τριὰς ὁ Θεός.
Θεοτοκίον.
Καθὼς βοᾷ ὁ Δαβίδ, καταβήσεται λέγων, τὰ ἄνω μὴ σαλεύων, ὁ Θεὸς ἐν μήτρᾳ Σου, ὡς ὑετὸς ἐπὶ πόκον ἄχραντε.
ᾨδὴ στ΄. Ὡς Ἰωνᾶν τὸν Προφήτην.
Σοῦ τῆς ἀφράστου Σου δόξης, κοινωνοὺς ἀπειργάσω ἐν ὄρει Θαβώρ, τῶν Σῶν μαθητῶν τοὺς προκρίτους, ἐφ’ ᾧ μετεμορφώθης, ἀναλλοιώτως Σωτήρ.
Σὺ τὴν στολὴν τῆς σαρκός Σου, ἐξ ἡμῶν ὑφανθεῖσάν Σοι Λόγε Θεοῦ, ἐλεύκανας ἐπὶ τοῦ ὄρους, τὴν ἄστεκτον ἐκείνην, παραγυμνώσας αὐγήν.
Τῆς κεκρυμμένης οὐσίας, ἀμυδρὰν λαμπηδόνα τοῖς σοῖς μαθηταῖς, ἐν ὄρει Θαβὼρ ὑπανοίξας, ὑπέδειξας τὸ κάλλος, τὸ πατρικόν Σου ἐν Σοί.
Τὴν θεϊκήν Σου ἀκτῖνα, μὴ ἐνέγκαντες τότε ἐν ὄρει Θαβώρ, οἱ πρόκριτοι τῶν μαθητῶν Σου, συνέσχον τὰς αἰσθήσεις, ἀμαυρωθείσας Σωτήρ.
Τὸν Μωϋσῆν καὶ Ἠλίαν, ὡς τοῦ νόμου τροφίμους παρέστησας, δεικνὺς ὅτι Σὺ κυριεύεις, νεκρῶν καὶ ζώντων Λόγε, μεταμορφούμενος.
Τριαδικόν.
Τὴν παναγίαν Τριάδα, ἐν μονάδι οὐσίας δοξάζομεν, Πατέρα Υἱὸν καὶ τὸ Πνεῦμα, τὰ τρία ἐν τῇ φύσει, ἀνακηρύττοντες.
Θεοτοκίον.
Ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Υἱὸς τοῦ Θεοῦ καταβέβηκεν, ἐν μήτρᾳ παρθένου ἁγίας, καὶ σὰρξ ἀτρέπτως ὤφθη, καθὼς εὐδόκησε.
ᾨδὴ ζ΄. Ὁ τῶν Πατέρων Θεός.
Ἐπὶ τὸ ὄρος Θαβώρ, ὁ ἐν Σιναίῳ ποτέ, θεόθεν τῷ Μωϋσεῖ, διὰ συμβόλων λαλήσας, τοῖς μαθηταῖς ἐπέφανας.
Ὡς καὶ τοῦ νόμου δοτήρ, καὶ νεκρῶν καὶ τῶν ζώντων, κυριεύων Ἰησοῦ, τῷ διφρελάτῃ Ἠλίᾳ, καὶ Μωϋσεῖ νῦν ἐλάλεις.
Δεῦτε κατίδωμεν νῦν, τῆς δευτέρας τοῦ Λόγου, παρουσίας ἐν Θαβώρ, τὰς μυστικῶς προδειχθέντα, τοῖς περὶ Πέτρον σύμβολα.
Θαβὼρ φησὶ καὶ Ἑρμών, ἐν τῷ ὀνόματί Σου, ὁ θεσπέσιος Δαβίδ, ἀγαλλιάσονται πάλαι, Σωτὴρ προανεφώνησεν.
Ὢ καθαρᾶς ἀληθῶς, καὶ φρενὸς καὶ καρδίας, ὢ ἁγίων ὀφθαλμῶν, τῶν ἐν Θαβὼρ κατιδόντων, Χριστοῦ τὴν μεταμόρφωσιν.
Σὺ εἶ τὸ ἄχρονον φῶς, ἡ αἰώνιος δόξα, Σὺ Θεὸς ἀληθινός, Σὺ ἡ ζωὴ τῶν ἀνθρώπων, ἐλέησον τὸν κόσμον Σου.
Τριαδικόν.
Τριὰς ἀμέριστον φῶς, ὁ Πατὴρ προσκυνεῖται, καὶ Υἱὸς καὶ Πνεῦμα· εἷς γὰρ Θεὸς ἐν Τριάδι, ὑμνεῖται καὶ δοξάζεται.
Θεοτοκίον.
Χαῖρε τὸ ὄρος Σιών, ἐξ οὗ λίθος ἐτμήθη, καθὼς γράφει Δανιήλ, ἄνευ χειρῶν Θεοτόκε, ἐκ τῆς ἁγίας Μητρός Σου.
ᾨδὴ η΄. Τὸν Βασιλέα Χριστόν.
Τῆς θεϊκῆς Σου μορφῆς, αὔραν ἐξέλαμψας, Πέτρῳ καὶ Ἰακώβῳ, καὶ Ἰωάννῃ Κύριε ἐν ὄρει τῷ Θαβώρ, ἧς τὴν ἀκτῖνα μηδόλως, ἐνεγκεῖν ἰσχύσαντες εἰς γῆν κατεβαροῦντο.
Τὸν Μωϋσῆν ἐν Θαβώρ, νόμου τὸν πρόμαχον, συνεκάλεσας Λόγε, καὶ προφητῶν τὸ ἄνθος τὸν Θεσβίτην Ἠλιού, ὃν πυρὸς ἁρματηλάτην, ὡς εἰς οὐρανοὺς ἀναγὼν ἐξῆρας πάλαι.
Τὸ ὑπερούσιον φῶς, δεῦτε ὀψόμεθα, καθαρᾷ τῇ καρδίᾳ, μαρμαρυγὰς ἀστράπτον τοῖς θεόπταις μαθηταῖς, ὅπως καὶ τῆς οὐρανόθεν, πατρικῆς ἀκούσωμεν φωνῆς προσμαρτυρούσης.
Ὢ φωτοφόρος αὐγῆς, ὢ θείας χάριτος, ὢ ἀκτῖνος ἡλίου, ἣν οἱ πηλώδεις εἶδον ἐξαστράπτουσαν αὐτοῖς! τίς ἂν τὴν δόξαν ἐκείνην, ἐξειπεῖν δυνήσεται βροτῶν ἢ ἑρμηνεῦσαι;
Δεῦτε υἱοὶ τοῦ φωτός, δεῦτε ὀψόμεθα, τοῦ ἡλίου τῆς δόξης, τὴν ἀπαυγὴν ἐκλάμπουσαν ἐπ’ ὄψεσιν ἡμῶν, ἔνδοθεν ἐκβλυζομένμην, καὶ τῇ τῆς σαρκὸς ἐπιφανείᾳ χεομένην.
Τοῦ φωτισμοῦ Σου Σωτήρ, πάντας ἀξίωσον, τοὺς εἰς Σὲ πεποιθότας, ὡς καὶ τοὺς Σοὺς ἠξίωσας ἐγκρίτους μαθητάς, ὅτε καὶ μετεμορφώθης, ἀμυδρὰν αὐτοῖς αὐγὴν Χριστὲ παραγυμνώσας.
Τριαδικόν.
Ὦ παναγία Τριάς, ἡ ὁμοούσιος, καὶ ὁμότιμος δόξα, Πάτερ Υἱὲ καὶ Πνεῦμα Σὲ δοξάζω καὶ ὑμνῶ, ἕνα Θεὸν ἀσυγχήτως, ἐν τρισὶν ὑμνούμενον προσώποις ἀμερίστως.
Θεοτοκίον.
Ὥσπερ ἐν τόμῳ καινῷ, ἐν τῇ νηδύϊ Σου, ἐγγραφεὶς Θεοτόκε, ὁ σὺν Πατρὶ καὶ Πνεύματι ὑμνούμενος Υἱός, ἔδειξεν ἀπαραλλάκτως, καὶ μετὰ τὴν σάρκωσιν τοῦ Πατρὸς τὸν χαρακτῆρα.
ᾨδὴ θ΄. Μεγαλύνομεν πάντες.
Δεῦτε συνανέλθωμεν, τῷ μεταμορφουμένῳ, ἐπὶ τὸ Θαβώριον, τὴν δόξαν ὀψόμενοι, δόξαν ὡς μονογενοῦς, τοῦ ἐξαστράψαντος φῶς τῇ σαρκὶ αὐτοῦ.
Τὸν χοῦν ἀφέντες κάτω, μετὰ τῆς ἁμαρτίας, τὸ πνεῦμα πτερώσωμεν, τὸ ὄμμα πετάσωμεν, καὶ ὑψώσωμεν τὸν νοῦν, ἵνα ὀψόμεθα τὸν μεταμορφούμενον.
Μηδεὶς ὅλως προσίτῳ, τῷ Θαβωρίῳ ὄρει, διστάζων ἢ δόλιος· Θεὸς γὰρ καὶ ἄνθρωπος, ὁ φανεὶς τοῖς μαθηταῖς, οὐ φαντασίᾳ ἀλλ’ ἀληθείας πράγματι.
Διασχὼν τὴν νεφέλην, Μωϋσῆς ἐν Σιναίῳ, Θεοῦ γὰρ τὰ ὀπίσθια, μόλις ἐθεάσατο, οἱ Χριστοῦ δὲ μαθηταί, γυμνῇ τῇ ὄψει τῷ φωτὶ κατηυγάσθησαν.
Τὰ ἱμάτια φησί, τὴν μεγαλοπρέπειαν, καὶ τὴν πολυτέλειαν, τῶν ἤδη γεγονότων, καὶ τῆς νῦν διὰ σαρκός, οἰκονομίας τοὺς λόγους ὑπογράφουσιν.
Τὸ δὲ πρόσωπον φησί, τὸ ὡς ἥλιος λάμψαν, τὸ φῶς διαγράφεται, καὶ δόξαν τὴν μέλλουσαν, ἐν ᾗ ἐκλάμψουσιν ἐκεῖ, πάντες οἱ δίκαιοι καθάπερ ὁ ἥλιος.
Ταύτης ἀξιωθῶμεν, καὶ ἡμεῖς οἱ δοῦλοί Σου, τῆς θείας ἐλλάμψεως, μετὰ τῶν μαθητῶν Σου, ἐν τῇ λαμπρότητι Σωτήρ, καὶ μετασχώμεν τῆς ἀπροσίτου δόξης Σου.
Μακάριος εἶ Πέτρε, μακάριο κἀκεῖνοι, οἱ συναβάντες Σοι, καὶ συνθεασάμενοι, τὴν ἀστράψασαν αὐγήν, ὑπὲρ τὸν ἥλιον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Τριαδικόν.
Τὸν Πατέρα ἄναρχον, τὸν Υἱὸν συνάναρχον, τὸ Πνεῦμα ὁμότιμον, πιστοὶ προσκυνήσωμεν, τρισυπόστατον Θεόν, καὶ ὁμοούσιον Τριάδα ἀχώριστον.
Θεοτοκίον.
Χαῖρε κούφη νεφέλη· χαῖρε ὄχημα θεῖον· χαῖρε θρόνε πύρινε, καὶ κλῖμαξ οὐράνιε· χαῖρε σκέπη καὶ λιμήν, Θεογεννῆτορ τὸ τεῖχος τῶν ψυχῶν ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου