Δευτέρα 8 Μαΐου 2023

ΙΟΥΝΙΟΣ 3. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΓΡΗΓΟΡΙΟΣ ΔΕΡΚΩΝ ΑΚΟΛΟΥΘΙΑ

ΙΟΥΝΙΟΣ Γ΄!!

ΓΡΗΓΟΡΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΔΕΡΚΩΝ

ΑΚΟΛΟΥΘΙΑ

(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

 


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Ἐκφὺς τῆς γῆς τῶν Πατρέων Πάτερ Γρηγόριε, τῇ χάριτι Κυρίου, δένδρον μέγα ὡράθης, καρποὺς πολλοὺς ποιήσας δι’ ὧν τοὺς πιστούς, φιλοστόργως διέθρεψας, λόγοις καὶ ἔργοις στηρίζων ὥσπερ ποιμήν, Ἐκκλησίας γνησιώτατος.

 

Ἀπὸ νεότητος Πάτερ Χριστὸν ἠγάπησας, καὶ μοναζόντων ᾖρας, τὸν σταυρόν σου προθύμως, στοιβάζων τῇ ψυχῇ σου θεοπρεπῶς, ἀρετῶν πλοῦτον ἄσυλον, καὶ καθ’ ἡμέραν βαδίζων ἐπιμελῶς, πρὸς τὴν θέωσιν Γρηγόριε.

 

Ἱερωσύνης τὴν χάριν Πάτερ Γρηγόριε, ὡς ἄξιος ἐδέξω, καὶ πιστὸς οἰκονόμος· διὸ ἐνεπιστεύθης παρὰ Χριστοῦ, τὴν τιμὴν ἀρχιποίμενος, καθοδηγῶν φιλοστόργως ποίμνην τὴν σήν, εἰς νομὰς τῆς θείας Χάριτος.

 

Τοὺς μισοψύχου τὸν φθόνον μάκαρ Γρηγόριε, κινήσας παραλόγως, ἐδιώχθης σῆς ποίμνης, μὴ πτήξας δὲ οὐδόλως τοὺς πειρασμούς, ἐν ψυχῆς γενναιότητι, ἀρχιερέων ἀρχαίων ἐκμιμητής, ἀνεδείχθης καὶ ἰσότιμος.

 

Ὡς λατρευτὴς τῆς Τριάδος σοφὲ Γρηγόριε, ταύτης κήρυξ ἐφάνης, ἐν καιροῖς δυσχειμέροις, τριῶν παροικιῶν προστὰς σθεναρῶς, καὶ σωφρόνως τὸν βίον σου, ἰσοσταθμίζων Κυρίου στήλη λαμπρά, καὶ εἰκὼν ἐδείχθης ἔνσωμος.

 

Ἐλευθερώσας ψυχήν σου τῶν ἐπιῤῥύτων παθῶν, ἐλευθερίαν Πάτερ, τῆς Πατρίδος ἐπόθεις· διὸ καὶ θῦμα ταύτης ἐγένου σεπτόν, δι’ ἀγχόνης Γρηγόριε, ἐπισφραγίσας τὸν βίον σου καὶ Χριστῷ, συνηνώθης τῷ Κυρίῳ σου.

 

 

 

 

 

 

Δόξα. Ἦχος β΄.

Τῇ ἐλευθερίᾳ ᾗ Χριστὸς ἡμᾶς τῆς ἁμαρτίας ἠλευθέρωσεν, ὡς ἀετὸς ὑψιπετής, διὰ βίου παντὸς πορευόμενος, παμμάκαρ Γρηγόριε, θησαυρὸν ἀρετῶν ἐπιμελῶς συναθροίσας, ποιμενάρχης θεοφιλὴς τῆς Ἐκκλησίας γέγονας, καὶ τοῦ ὑποδούλου Γένους, στήριγμα ἀσάλευτον καὶ κήρυξ διαπρύσιος· ὅθεν τὴν Ἀγαρηνῶν τυραννίαν ἀνδρείως ἐλέγχων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθης, καὶ τῇ μαρτυρικῇ ἀγχόνῃ θριαμβευτικῶς ἀνῆλθες πρὸς τὸν ἠγαπημένον σοι Ἰησοῦν, Ὃν ἐκτενῶς δυσώπει ὡς φιλότεκνος, ὑπὲρ ἡμῶν τῶν τιμώντων εὐλαβῶς, τὴν πανίερον μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

 

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Βλαστὸς εὐθαλὴς καὶ εὐλογημένος ἀχαϊκῆς γῆς ἐξέφυς Γρηγόριε, ἣν διὰ τῆς θεοφιλοῦς πολιτείας σου μεγάλως ἐδόξασας. Τὰ γὰρ φυσικά σου χαρίσματα, τῷ Ἁγίῳ Πνεύματι ἐξαγιασθέντα, φιλοτίμως διέθου εἰς δόξαν τῆς Ἐκκλησίας τοῦ Θεοῦ· ὅθεν, ἱεράρχης πολυτάλαντος ἀναδειχθείς, ἐποίμανας ἐν σωφροσύνῃ τὸν λαὸν τοῦ Θεοῦ, ὑπὲρ οὗ καὶ τὴν ζωήν σου μαρτυρικῶς δέδωκας, ὡς καλὸς ποιμήν. Νῦν δὲ σὺν τοῖς Ἁγίοις εὐφραινόμενος, μνήσθητι πάντων τῶν τιμώντων τὴν χαρμόσυνον μνήμην σου.

 

Ἦχος β΄.

Ἐκ τῆς ἀσήμου Ναζαρὲτ οὐκ ἐγένετο ποτὲ προφήτης, οἱ Ἰουδαῖοι ἔλεγον, ἐξ ἧς προῆλθεν ὁ Λυτρωτὴς τοῦ κόσμου Χριστός. Καὶ σύ, ἐκ τῆς ταπεινῆς Ζουμπάτας γόνος ἔνδοξος ἐξέφυς παμμάκαρ Γρηγόριε. Ὅσα γὰρ βούλεται Κύριος πρὸς σωτηρίαν ἡμῶν ἐνεργεῖ· ὅθεν χωρήσας εἰς τὴν γνῶσιν τῶν μυστηρίων τοῦ Πνεύματος, τὴν τῆς ἀρχιερωσύνης ἀξίαν περιεβλήθης, καὶ ἐν σοφίᾳ εὐαγγελικῇ τὸν πολύπλαγκτον βίον σου διελθών, ὑπὲρ τῆς Μητρὸς Ἐκκλησίας καὶ τοῦ ἐνδόξου Γένους ἡμῶν, ἡρωϊκῶς ἐπέστεψας διὰ τοῦ μαρτυρίου. Τῆς δόξης δὲ τοῦ Παραδείσου νῦν ἀπολαύων, μὴ ἐπιλάθῃ δεόμεθα, τῶν γεραιρόντων ἐνθέως τὴν μνήμην σου.

 

Ἦχος γ΄

Τῇ χριστοδωρήτῳ ἐλευθερίᾳ ἐμπνεόμενος, Ἅγιε ἱεράρχα Γρηγόριε, οὐκ ἔδωκας τοῖς ὀφθαλμοῖς τῆς ψυχῆς σου ὕπνον, ἵνα ταύτης μετόχους τοὺς ὑπὸ τὴν ἀγαρηνὴν καταδυναστείαν, ὁμοπίστους ἀδελφοὺς καταστήσῃς· ὡς ἀντίτιμον πολυτιμότατον πρὸς τοῦτο δοὺς τὴν ζωήν σου, μαρτυρικῶς ἀπέπτης ἀπαγχονισθείς, εἰς τὴν ἐπουράνιον πατρίδα, ἔνθα πανελεύθερος εὔχου τῷ Κυρίῳ, ὅπως τοῦ ζυγοῦ τῆς ἁμαρτίας ἐλευθερώσῃ, πάντας τοὺς εὐλαβῶς ἀνυμνοῦντάς σε.

Ἦχος δ΄.

Πολυκυμάντως διαπλεύσας τὸ τοῦ βίου πέλαγος Γρηγόριε, ἐν στοχοθεσίᾳ ἀκλονήτῳ τῆς ἐλευθερίας τῶν ὁμοδόξων, πλῆθος πειρασμῶν ὑπέστης, μὴ κλονισθεὶς ἡρωϊκῶς· ὅθεν ὡς ἀετὸς χριστόκλητος ἀπέπτης εἰς τὰς ἐπουρανίους μονάς, ἔνθα μετὰ τῶν ἀπ’ αἰώνων θυμάτων τοῦ Ἐσφαγμένου Ἀρνίου, ἐντρυφᾷς τῆς θεωρίας τοῦ Προσώπου Αὐτοῦ, καὶ πρεσβεύεις ἀδιαλείπτως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α΄.

Ὡς πεπυρωμένος σίδηρος, τῇ φλογερᾷ ἀγάπῃ τοῦ Δεσπότου Χριστοῦ, καὶ τῆς ὑποδούλου πατρίδος σου Γρηγόριε, γνήσιος οἰκονόμος τῆς δοθείσης σοι χάριτος ἐφάνης, πολυτρόπως καὶ πολυφελῶς διακονήσας τοὺς καταδυναστευομένους ἀδελφούς. Τῇ δὲ μανίᾳ τοῦ ἐχθροῦ ἀχθεὶς εἰς τὴν ἀγχόνην, ἡρωϊκῶς ἀπείληφας διπλοῦν τὸ ἄφθαρτον στέφος, Μάρτυς ἔνδοξος φανεὶς τῆς Ὀρθοδόξου Πίστεως, καὶ τῆς φιλτάτης πατρίδος· ὅθεν ἐν παῤῥησίᾳ ἑστὼς παρὰ Κυρίῳ, αἴτησαι πᾶσιν ἡμῖν ἄφεσιν ἁμαρτιῶν, καὶ τὴν κληρονομίαν τοῦ Παραδείσου Πάτερ, ὡς ποιμενάρχης φιλότεκνος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίρει, τῆς Ἀχαΐας ἡ γῆ, βλαστήσασά σε Ἱεράρχα Γρηγόρε, καὶ πρέσβυν πλουτήσασά σε, πρὸς τὸν Δεσπότην Χριστόν, Οὗπερ οἰκονόμος ἔφυς ἄριστος· λαβὼν γὰρ χαρίσματα, φυσικὰ ταῦτα ηὔξησας, καὶ τῇ δυνάμει, θείου Πνεύματος ἔδειξας, ἐνεργούμενα, εὐτυχέσι ποιμνίοις σου· ἅπερ σοφῶς ἐδίδασκες, καθαίρεσθαι πάντοτε, ἀπὸ παθῶν ἁμαρτίας, ἐν ἐλευθέρῳ φρονήματι, δουλείαν τε φεύγειν, ἀντιπάλου διαβόλου, Θεοῦ χωρίζουσαν.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Πλήρης, ἀγάπης ὢν πρὸς Θεόν, καὶ τὴν πατρίδα ἱεράρχα Γρηγόριε, ἐκίνησας πάντα λίθον, ὅπως δεσμὰ δουλικά, τὰς ψυχὰς κρατοῦντα καὶ τὰ σώματα, γενναίῳ φρονήματι, διαμπὰξ διαῤῥήξωσιν, οἱ τὰς σοφάς σου, παραινέσεις ἀκούοντες, καὶ πειθόμενοι, ὡς ποιμένι τὰ πρόβατα· ὅθεν ὁ δουλωσάμενος, ἀνθρώπους διάβολος, διὰ θανάτου ἀγχόνης, σὲ ἀφανῖσαι ἐνόμισεν, ἀλλ’ ὁ Δεσπότης, Ἰησοῦς ἠρίθμησέ σε, Μαρτύρων τάγμασιν.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Αἶρε, σεπτάς σου χεῖρας Θεῷ, καὶ αἴτει Πάτερ ποιμενάρχα Γρηγόριε, πιστῶν τὴν ἐλευθερίαν, ἐξ ἁμαρτίας παθῶν, καὶ πολλὴν τὴν χάριν θείου Πνεύματος· εἰρήνην τὴν ἄσειστον, πειρασμῶν ἐξαφάνισιν, παρηγορίαν, ἐν κινδύνοις καὶ θλίψεσιν, καὶ ὁμόνοιαν, σταθερὰν καὶ φιλάδελφον· ὅπως καλῶς βιώσαντες, ὡς θέλει ὁ Κύριος, τῆς οὐρανῶν Βασιλείας, πάντες γενώμεθα μέτοχοι, Τριάδα ὑμνοῦντες, ἅμα σοὶ καὶ τῶν Ἁγίων, ἁπάντων τάγμασι.

 

Δόξα. Ἦχος πλ. β΄.

Τῶν τῆς σαρκὸς δεσμῶν ἐλευθερωθείς, ὁ τῆς ἐλευθερίας ποθητὴς τοῦ Γένους, Ἱερομάρτυς Γρηγόριε, καὶ κατασκηνώσας ἐν τῇ εἰρήνῃ τοῦ Παραδείσου, εὔχου πάντοτε ὑπὲρ ἡμῶν, ὅπως τῶν χωριζόντων τοῦ Θεοῦ ἐπιῤῥύτων παθῶν ἐλευθερωθῶμεν, καὶ τῆς ἀσαλεύτου πατρίδος, συγκληρονόμοι τῶν Ἁγίων ἅμα σοὶ γενώμεθα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ζουμπάτας πέφυκας, τέκνον πανεύφημε, Πάτερ Γρηγόριε, καὶ ἀφιέρωσαι, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ ἔθνει δεδουλωμένῳ· ὅθεν ὁλοκαύτωμα, πανευῶδες γεγένησαι, διὰ τῆς ἀγχόνης σου, καὶ τὸ στέφος ἀπείληφας, Μαρτύρων τοῦ Χριστοῦ καὶ τοῦ ἔθνους, στοιχήσας Πρωτοκλήτου θείοις ἴχνεσι.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ἢ Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Σταυρὸν ἀναλαβών, ἐκ νεότητος Πάτερ, ὑπέταξας Χριστῷ, σεαυτὸν ἐπιγνώσει, καὶ χάριν ἀπείληφας, ἐπισκόπου Γρηγόριε· ὅθεν ποίμνια, διακονήσας σωφρόνως, Μάρτυς γέγονας, ἔθνους καὶ πίστεως θεῖος, ἀγχόνην δεξάμενος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ἢ Θεοτοκίον

Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ποιμὴν ἱερώτατος Δέρκων ὑπάρχουν πιστούς, σοφῶς καθωδήγησας πρὸς τὴν ζωὴν ἐν Χριστῷ, θεόφρον Γρηγόριε· κήρυξ ἐλευθερίας, ἐκ παθῶν ψυχοφθόρων, γένους τε ὑποδούλου, παρακλῆτωρ ἐδείχθης· διὸ πικρὰ ἀγχόνῃ ἀχθείς, Μάρτυς γεγένησαι.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ἢ Θεοτοκίον

Πολλαῖς περιστάσεσι καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ποιμενάρχης θεόνους φανεὶς Γρηγόριε, ἐν καιροῖς δυσχειμέροις πιστοὺς ἐστήριξας, μὴ ὑποκύπτειν πειρασμοῖς ἀλλ’ ἀγωνίζεσθαι, καὶ ὑπομένειν τὰ δεινά, διὰ μιμήσεως Χριστοῦ, πρὸς κτῆσιν τῆς Βασιλείας, ἧς κληρονόμος σὺ πρῶτος, τῷ μαρτυρίῳ γεγένησαι.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ἢ Θεοτοκίον

Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Εὐαγγέλιον Ἱεραρχικόν.

Ὁ Ν΄ Ψαλμός

 

Δόξα: Ταῖς τοῦ Ἱεράρχου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τὴν ποιμαντορικὴν διακονίαν σου καλῶς πληροφορήσας, συνάπτων τῷ Δεσπότῃ τὰ πνευματικά σου πρόβατα, καὶ τοὺς κλονιζομένους ἐκ τῶν κακῶν τῆς δουλείας σοφῶς ἐπιστηρίζων, ἐν μαρτυρίῳ ἐνδόξῳ τὸν πολύπλαγκτον βίον σου κατέστεψας, Ἱεράρχα Γρηγόριε· ὅθεν νῦν μετὰ τῶν Ἁγίων εὐφραινόμενος, μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν πρὸς Κύριον.

 

Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Γρηγόριον ὑμνολογῶ, Δέρκων ἀρχιερέα. Ἀ(θανάσιος)

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Γινώσκων Γρηγόριε, τὸν σκοτασμὸν τῆς καρδίας μου, βοῶ σοι ἱκέτευε, Χριστὸν τὸν Κύριον, ὅπως Πνεύματος, Ἁγίου δῷ τὴν χάριν, ἵνα ἀνυμνήσω σου, βίον τὸν ἔνθεον.

Ῥωσθεὶς θείᾳ χάριτι, τὸν κόσμον Πάτερ κατέλιπες, καὶ σχῆμα ἀπείληφας, τὸ ἱερὸν μοναστῶν, ἐκ νεότητος, σταυρώσας σου τὰ πάθη, καὶ πλῆθος συνήθροισας, θεοποιῶν ἀρετῶν.

Ἠλλοίωται ἄριστα, τὴν ἀγαθὴν ἐξαλλοίωσιν, ψυχῆς σου ἀδάμαστος, ὁ φυσικὸς χαρακτήρ, καὶ ἐγένετο, Γρηγόριε, τρισμάκαρ, λαμπρὸν ἀποτέλεσμα, τῆς θείας χάριτος.

Θεοτοκίον.

Γεννήσασα ἄχραντε, ἐκ παναγίων αἱμάτων Σου, τὸν Κτίστην καὶ Κύριον Τοῦτον δυσώπησον, ὑπὲρ ὅσοι Σε, τιμῶσιν ἐκ καρδίας, καὶ ὡς Θεομήτορα, Σὲ μεγαλύνουσι.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ὁδοὺς ἐντολῶν τῶν τοῦ Δεσπότου, ἀγούσας εἰς μίμησιν Αὐτοῦ, ἐβάδισας Γρηγόριε, γενόμενος παράδειγμα, τοῖς ὅσοι σε προσέβλεπον, καὶ ἐμιμοῦντο τὸν βίον σου.

Ῥωσθεὶς τῇ δυνάμει τοῦ Κυρίου, οὐκέτι ἐπέστρεψας ἰδεῖν, κόσμου τὰ δελεάσματα, Γρηγόριε ἀλλ’ ἔσπευδες, συλλέγειν πλοῦτον ἄσυλον, Γραφαῖς ἐγκύπτων ὡς μέλισσα.

Ἰδὼν ὁμοδούλων τὰς κακώσεις, Γρηγόριε πῦρ ἐν τῇ ψυχῇ, ἐλευθερίας ἤναψας, καὶ ἄσβεστον ἐτήρησας, τὸν πόθον ταύτης πάντοτε· διὸ ἀγχόνῃ ἐνήθλησας.

Θεοτοκίον.

Οὓς Μῆτερ Χριστός Σοι ἐπιστεύθη, πιστοὺς μὴ ἐλλίπῃς ἐσαεί, σκέπειν ὑπὸ τὰς πτέρυγας, τῆς θεϊκῆς ἀγάπης Σου, τὰ βέλη ἐκδιώκουσα, τῶν πειρασμῶν τὰ ὀξύτονα.

 

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἀποστόλου Ἀνδρέου ὢν μαθητής, καὶ τῶν ἔργων γεγένησαι μιμητής, τὴν χάριν Γρηγόριε, ἐπαυξήσας ἣν ἔλαβες, ἀρχιερωσύνης ποιμάνας τὰ πρόβατα, καὶ καθοδηγήσας ἐν λόγοις καὶ ἔργοις τε, πρὸς θεογνωσίαν, ἐν ἡμέραις δυσκόλοις, ζυγοὺς ἐκτινάξασθαι, ἁμαρτίας δυσβάστακτον, καὶ δουλείας τὸν ἔμπικρον· ὅθεν ἐν ἀγχόνῃ, ἀχθεὶς ἐναπέπτης, πρὸς τὰ ἐπουράνια, ἔνθα Πάτερ εὐλόγει, τοὺς πόθῳ τιμῶντάς σε.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ἢ Θεοτοκίον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

 

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

Νέος ἀνεφάνης ἐκ παλαιοῦ, τιθασεύσας Πάτερ νεότητα, διὰ παιδείας, καὶ ἐνθέου ἀγωγῆς, καὶ πόθου θείας γνώσεως, ἣν ἐπιμελῶς ἐπεδίωξας.

Ὕψει ἀνηνέχθης περιβληθείς, τῆς ἱερωσύνης λαμπρότητα, καὶ ὑπουργήσας, τὰ μυστήρια Θεοῦ· δι’ ὧν θεοῦται ἄνθρωπος, συνεργῶν ἐμπόθως Γρηγόριε.

Μίμημα ἐδείχθης ποιμεναρχῶν, διακονησάντων ὡς ἔπρεπε, τὸ πάλαι Πάτερ, ἐν τῷ φόβῳ τοῦ Θεοῦ, τὸν βίον σου ὡς πρότυπον, τοῖς πιστοῖς ἐμφαίνων φιλότεκνε.

Θεοτοκίον.

Νοῦν ἡμῶν καθέδραν τοῦ Ἰησοῦ, δεῖξον δι’ εὐχῆς παναμώμητε, τῆς καθαιρούσης, ἐννοήματα σαθρά, καὶ παρεχούσης ἥδιστον, γλυκασμὸν χαρίτων τοῦ Πνεύματος.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ὁ ζῆλός σου Ἅγιε, ὑπὲρ ἀναγεννήσεως, τῶν δεδουλωμένων σου προβάτων, φθόνον ἀνῆψε, τῶν τυραννούντων ἐχθρῶν, οἵτινες ποικίλους διωγμούς, ἤγειρον ἑκάστοτε, σὲ φονεῦσαι βουλόμενοι.

Λεόντων ἀγρίων σε, ὁ Κύριος ἐῤῥύσατο, πάλιν καὶ πολλάκις παραδόξως, τὸν θεῖον ζῆλον, ψυχῆς θερμαίνων σου, ὅπως μὴ ὀκλάσῃς ὡς εἰκός, Ἱεράρχα πάντιμε, καταλείπων ἀγῶνάς σου.

Οὓς δέδωκε Κύριος, πιστούς σοι ἐξεδίδασκες, μένειν ἐν τῇ πίστει ἀκλονήτους, καὶ ὑπομένειν, ἐν γενναιότητι, τὰς ἐπιβουλὰς τῶν ἀσεβῶν, Ἅγιε Γρηγόριε, ὡς Μαρτύρων ἀπόγονοι.

Θεοτοκίον.

Γνωρίζουσα Δέσποινα, τῆς φύσεως ἀσθένειαν, μὴ ἀβοηθήτους καταλείπης, τοὺς σὲ τιμῶντας καὶ μεγαλύνοντας, ὡς ἁγνὴν Μητέρα τοῦ Χριστοῦ, ἀλλὰ ταῖς πρεσβείαις Σου, ἐνδυνάμωσον ἅπαντας.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ὡς εὐπατρίδης Γρηγόριε, οὐκ ἔφερες ὁρᾶν ὁμοπίστους σοι, ἅλυσιν φέροντας, καὶ ἀναρίθμητον πάσχοντας, ὑπὸ τῶν τυραννούντων, ἐχθρῶν ἑκάστοτε.

Διδάσκειν Πάτερ οὐκ ἔλιπες, πιστοὺς ἐλευθερίας τὸ χάρισμα· ὅθεν προέτρεπες, δεινῶν ζυγοῦ ἀπαλλάττεσθαι, ἃ φέρει ἡ δουλεία, ψυχῆς καὶ σώματος.

Ἐλεύθερόν σου τὸ φρόνημα, ἐτήρησας παμμάκαρ Γρηγόριε· διὸ ὑπήνεγκας, ἀγαρηνῶν τὴν δυσμένειαν, καὶ διωγμοὺς ἐκ τόπου, εἰς τόπον ἕτερον.

Θεοτοκίον.

Ῥερυπωμένον τοῖς πάθεσιν, πρεσβείαις Σου ἁγνὴ ἀποκάθαρον, καὶ πολεμούμενον, μὴ παραβλέψῃς Σου δέομαι, κενὸν Σῆς προστασίας καὶ ἀβοήθητον.

 

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Τὴν Βασιλεύουσαν ἀφῆκας ἀγχόνῃ, τυθεὶς ὡς πρόβατον Γρηγόριε Πάτερ, καὶ Βασιλείας γέγονας πολίτης τοῦ Χριστοῦ· ἔνθεν ἐξαπόστειλον, ἱερὰς εὐλογίας, τοῖς πιστῶς γεραίρουσι, σὴν χαρμόσυνον μνήμην, καὶ Ἀχαΐας γῇ τῇ πατρικῇ, ὡς χάριν ἔχων, φιλότεκνε Ἅγιε.

Ὁ Οἶκος

Τὴν τοῦ βίου σου πολυκύμαντον ποιμαντορίαν, πληρώσας εὐκλεῶς καὶ φιλοθέως Γρηγόριε, ὡσεὶ λιμένα εὗρες ἀσφαλῆ τὴν μόνιμον πατρίδα, ἔνθα ἠγκυροβόλησας σὺν πᾶσι τοῖς Ἁγίοις· ὡς δὲ ἐλεύθερος παντάπασιν ποικίλων διωγμῶν, οὓς ζῶν ὑπὲρ πίστεως καὶ γένους καθυπέστης, μὴ παύσῃ ἱκετεύειν τὸν ἡμᾶς ἐκ τοῦ ἐχθροῦ, ἐλευθερώσαντα φιλάνθρωπον Χριστόν, ὅπως κατὰ τὸ θέλημα Αὐτοῦ πολιτευθέντες, οἱ διὰ σὲ ἐγκαυχώμενοι ὁμοπάτριοι, συμμετάσχωμεν ὀψέποτε, τῆς τοῦ Παραδείσου ἀλήκτου χαρᾶς· ἔγνωμεν γὰρ ὅτι ἔχεις μεσιτείας τὴν χάριν, φιλότεκνε Ἅγιε.

 

Συναξάριον.

Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νέος Ἐθνοϊερομάρτυς Γρηγόριος, Μητροπολίτης Δέρκων, ἐκ Ζουμπάτας Ἀχαΐας, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1821ῳ, ἀπαγχονισθεὶς τελειοῦται.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Κραταιούμενος τῇ χάριτι τοῦ Πνεύματος Πάτερ Γρηγόριε, ὑπέμεινας τῶν ἐχθῶν, διώξεις καὶ σκάνδαλα, ἐν γενναιότητι, ἔχων πάντοτε, πρὸ ὀφθαλμῶν τὸν Κύριον, τὸν ἀδίκως διωχθέντα.

Ὡς φιλόγνωτος καὶ μύστης τῆς παιδεύσεως ἐκ πείρας ἔγνωκας, τὰ ἐξ αὐτῆς ἀγαθά, ἐνίσχυσας Ἅγιε, σχολείων ἵδρυσιν, πρὸς ἐπίγνωσιν, ἀληθειῶν τῆς πίστεως, καὶ τοῦ γένους ἱστορίας.

Νουνεχέστατα φερόμενος Γρηγόριε τυράννων ἔφευγες, τοὺς δόλους καὶ τὰς πλοκάς, ποιμνίου τὴν πρόοδον, ἔχων ὡς στόχον σου,  ἐκμιμούμενος, καλοῦ Ποιμένος πάντοτε, τὴν φροντίδα τῶν προβάτων.

Θεοτοκίον.

Ἀνιάτως με νοσοῦντα Θεονύμφευτε ταχὺ ἰάτρευσον, πρεσβείαις Σου μητρικαῖς, Χριστὸν ἐκμειλίσσουσα, τὸν Ἰατρὸν τῶν ψυχῶν καὶ σωμάτων τε, Ὃν ἐξ ἁγνῆς κοιλίας Σου, ἀπεγέννησας ὡς βρέφος.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ῥείθροις τῶν σῶν λόγων θεῖε Πάτερ, ψυχὰς τῶν προβάτων σου ἐπότιζες, δόγματα τῆς πίστεως, τούτοις παραθέμενος, καὶ γένους τὴν περίδοξον, πορείαν ἔλεγες· ὅθεν πάντων, φρόνημα ἐθέρμανες, καὶ ἰγνύας πιπτόντων ἐνίσχυες.

Χαίρων τοῖς πολλοῖς παθήμασί σου, ὡς Παῦλος Γρηγόριε Ἀπόστολος, οὔποτε ἐνάρκησας, ἀλλὰ ἐνιστάμενος, πάλιν πιστὸς ἐδείκνυσον, τοῦ ἀμπελῶνος Χριστοῦ, οἰκονόμος ἀποβλέπων πάντοτε, τῶν πιστῶν σου προβάτων ὠφέλειαν.

Ἵνα ἀκατάσβεστον τηρήσῃς, τὸ πῦρ τῆς ἐλευθερίας τοῦ ποιμνίου σου, πάντοτε Γρηγόριε, φλογερῶς ὑπήναπτες, σωφρόνως ἐκτιθέμενος, τὸ παρελθὸν τῆς φυλῆς, καὶ Πατέρων, τὸ ἀεὶ φιλόπατρι, ἐμμονήν τε τῇ πίστει ἀσάλευτον.

Θεοτοκίον.

Ἔχοντές Σε πάναγνε μεσῖτιν, πρὸς Κύριον πάντοτε δεόμεθα, Τοῦτον καθικέτευε, ὅπως ἐξιλάσηται, πάντα ἡμῶν τὰ πταίσματα, καὶ ἁμαρτήματα, ἅπερ Μῆτερ, γνώσει ἢ ἀγνοίᾳ τε, καθ’ ἑκάστην οἱ δοῦλοί Σου πράττομεν.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἔφθασε καιρός, τῆς σῆς ἀναπαύσεως Πάτερ Γρηγόριε, τοῦ πολυκυμάντου σου, βίου ὃν πλείστοις κινδύνοις ἔπλευσας, καὶ ὥσπερ ναῦς πολύφορτος ἐξ ἀρετῶν θαυμαστῶν, εἰς λιμένα, Βασιλείας ἔφθασας, ὅπως κόπων σου λάβῃς τὸν στέφανον.

Ῥήμασι σοφοῖς, ἐστήριξας Ἅγιε, συνιεράρχας σου, ὅτε πρὸς τὸν θάνατον, καθάπερ ἄρνες Χριστοῦ ἀπήγοντο, καὶ τῆς μελλούσης  ἔκραζες, δόξης ἀπόλαυσιν, ᾗ Μαρτύρων, οἱ χοροὶ εὐφραίνονται, καθορῶντες Δεσπότου τὸ πρόσωπον.

Εἴληφας διπλοῦν, τὸ στέφος Γρηγόριε, Ἱερομάρτυρος, παρὰ τοῦ Κυρίου σου, ἐκ δὲ τοῦ γένους, τοῦ ἐθνομάρτυρος, ἑστὼς δὲ ὡς ἐπόθησας, ἐν Παραδείσῳ ποτέ, μὴ ἐλλίπῃς, ὑπὲρ τῆς πατρίδος σου, ἱκετεύειν τὴν μνήμην τιμώσης σου.

Θεοτοκίον.

Ἄχραντε ἁγνή, τὰς χεῖράς Σου ὕψωσον πρὸς τὸν Φιλάνθρωπον, Κύριον καὶ αἴτησαι, πιστοῖς δοθῆναι πᾶσιν μετάνοιαν, καὶ Παραδείσου οἴκησιν, σὺν τῶν Ἁγίων χοροῖς, ὅπως Τοῦτον, ἀεννάως μέλπωμεν, καθορῶντες Αὐτοῦ θεῖον πρόσωπον.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Τοῦ Πρωτοκλήτου πέφυκας, ἱερὸν κλῆμα Πάτερ, δοξάσας τὸν δοξάσαντα, σὲ Δεσπότην μεγάλως, ὡς ἱεράρχης πάντιμος, καὶ ποιμὴν θεοφόρος, τῶν ὑποδούλων τέκνων σου, στηριγμὸς καὶ προστάτης· ὅθεν ζωήν, σὴν ἀγχόνῃ δέδωκας τῷ Κυρίῳ, ὥσπερ ἀμνὸς Γρηγόριε, παρ’ Οὗ δέδεξαι στέφος.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, ἱερὲ Γρηγόριε, τῆς Ἀχαΐας βλαστός, Ἐκκλησίας ἀγλάϊσμα, γένους ὁ περίβλεπτος, παρακλήτωρ καὶ στήριγμα, ἐκ παίδων ἔτι, Χριστῷ συνήρμοσαι, ἄρας σταυρόν σου, ὅνπερ ἐβάστασας, καὶ τῇ θυσίᾳ σου, βίον ἐπεσφράγισας μαρτυρικῶς, εἰσελθὼν εἰς δώματα, τὰ ποθεινὰ οὐρανοῦ.

 

Ὅτε, δουλεία ἐκάλυπτε, γῆν τῆς Ἑλλάδος Χριστός, σὲ ὡς λύχνον Γρηγόριε, ἤναψε καὶ ἔθετο,  ἀδελφῶν εἰς ὁδήγησιν· λαβὼν γὰρ χάριν, ἱερωσύνης λαμπράν, ταύτην παιδείᾳ, σοφῶς συνήρμοσας· ὅθεν ἐδίδασκες, δόγματα τῆς πίστεως ζήλῳ πολλῷ, καὶ τοῦ ἔθνους ἔλεγες, πορείαν ἔνδοξον.

 

Ἐλευθερίας ὑπέρμαχον, ἐκ τῶν παθῶν τῆς ψυχῆς, καὶ δουλείας τοῦ γένους σου, γέγονας Γρηγόριε, θείῳ Παύλῳ πειθόμενος, λέγοντι ὅτι ᾗ ἠλευθέρωσεν, ἐλευθερίᾳ, Χριστὸς ἐμμείνατε· τοῦτο μὴ φέροντες, οἱ κρατοῦντες τύραννοι ἀνηλεῶς, σὲ ἀγχόνης θάνατον, παραδεδώκασι.

Τοῦ Πατριάρχου συνώνυμος, καὶ τῆς ἀγχόνης αὐτοῦ, ἀνεδείχθης Γρηγόριε, μετ’ ὀλίγον σύντροπος, καὶ διπλοῦν στέφος εἴληφας, πίστεως πρῶτον, γενναίου Μάρτυρος, καὶ τῆς πατρίδος, εἶτα τοῦ ἥρωος· νῦν δὲ ἱστάμενος, σὺν Ἁγίων τάγμασιν ἐν οὐρανοῖς, πάντας τοὺς τιμῶντάς σου, μνήμην εὐλόγησον.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τῆς θεοφιλοῦς ποιμαντορίας σου τὸ τέλος ἐπισφραγίσας, δι’ ἀγχόνης μαρτυρικῆς, ταχυτάτοις πτέρυξιν ἐπετάσθης εἰς τὴν οὐράνιον πατρίδα, Γρηγόριε τρισόλβιε· ἐν πάσῃ ἀριστείᾳ δουλεύσας τῷ Κυρίῳ καὶ τῷ γένει, ἐκ τοῦ γλυκέους Παραδείσου, ἀποστολικῇ φωνῇ ἡμᾶς διδάσκεις διατόρως· Τῇ ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε γενναίως, ἀδελφοὶ καὶ τέκνα, καὶ μὴ ζύγῳ δουλείας ἐνέχεσθε, ὅπως σὺν ἐμοὶ κληρονομήσατε, ζωὴν τὴν ἄλυπον καὶ παγχαρμόσυνον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις τῆς Ζουμπάτας γόνος κλεινός, καὶ τοῦ Πρωτοκλήτου, θείου ζήλους ἐκμιμητής· χαίροις τῶν Μαρτύρων, Χριστοῦ καὶ τῆς Ἑλλάδος, Γρηγόριε τρισμάκαρ, δόξης συμμέτοχος.

Ἀχαΐας θεῖος βλαστὸς ἐκφύς, τῆς Ὀρθοδοξίας, καὶ τοῦ γένους ὤφθης ποιμήν· ὅθεν ἐναθλήσας, Γρηγόριε τρισμάκαρ, ὑπὲρ ἡμῶν Κυρίῳ, ἀεὶ ἱκέτευε.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου