Δευτέρα 22 Μαΐου 2023

ΙΟΥΛΙΟΣ 17. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΣΠΕΡΑΤΟΣ ΚΑΝΟΝΕΣ

ΙΟΥΛΙΟΣ ΙΖ΄

ΣΠΕΡΑΤΟΣ ΙΕΡΟΜΑΡΤΥΣ

ΚΑΝΟΝΕΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν ἱερὸν Μάρτυρα μέλπω, Σπειρᾶτον· ἐν δὲ τοῖς Θεοτοκίοις: Θεοφάνης.

ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Τὸν μέγαν ἱερουργὸν καὶ Μάρτυρα, Σπερᾶτον Κύριε, ὑμνολογεῖν προθέμενός σου νῦν, φωτισμόν μοι παράσχου Σωτήρ, καὶ τῆς ψυχῆς ἀπέλασον, τὴν ἐμπαθῆ μου ἐπισκότωσιν.

Ὁ θεῖος Ἱερομάρτυς σήμερον, Σπερᾶτος ᾄσμασιν, ἀνευφημείσθω πᾶσι τοῖς πιστοῖς, ὡς προστάτης ὑπάρχων θερμός, τῶν θλιβομένων πάντοτε, καὶ ἀντιλήπτωρ ἑτοιμότατος.

Νοός μου τὸν σκοτασμὸν διάλυσον, λιταῖς ἐνθέοις σου, καὶ τὴν ἐμὴν εὐόδωσον ψυχήν, εὐαρέστησιν θείαν πρὸς σήν, κατατολμῶντος ἅψασθαι, τῶν σῶν ἐπαίνων ἱερώτατε.

Ἱδρῶτας καταβαλὼν τοῦ σώματος, Σπερᾶτε γέγονας, τοῦ Ποιητοῦ τῶν ὅλων θεουργόν, ἐνδιαίτημα Μάρτυς σοφέ, καὶ καθαρὸν κειμήλιον, τῶν χαρισμάτων τῶν τοῦ Πνεύματος.

Θεοτοκίον.

Θεότητος ὁλικῶς τὸ πλήρωμα, Παρθένε τέτοκας, καὶ τὴν ἡμῶν ἐθέωσας ῥευστήν, τῶν ἀνθρώπων οὐσίαν ἁγνή· διὸ καὶ μακαρίζομεν, αἱ γενεαί Σε παναμώμητε.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Ἐνθέως σου μετιών, Ἱερομάρτυς τὴν ζωὴν πρότερον, νῦν τὸν ἐχθρὸν βέβληκας, αἵματος ἐκχύσει τιμίου σου.

Ῥεόντων καταφρονήν, καὶ τὴν ἐλπίδα πρὸς Θεὸν τείνας σου, ὑπερφυῶς ἅπασαν, πράξεως ἰδέαν ἐξήσκησας.

Ὁ σπόρος ὁ τοῦ Θεοῦ, ὥσπερ εἰς γῆν καταβληθεὶς ἔγκαρπον, τῇ σῇ ψυχῇ κάλλιστον, δένδρον εὐθαλὲς ἀναδείκνυσιν.

Ναμάτων τῶν ζωτικῶν, ἐμφορηθεὶς καὶ πρὸς νομὰς ἄριστα, ποίμνην τὴν σὴν ἤλασας, δόγμασι ποτίσας τῆς πίστεως.

Θεοτοκίον.

Ἐκύησας ἀληθῶς, τὸν χαρακτῆρα τοῦ Πατρὸς ἄφθορε, καὶ τὴν Αὐτοῦ ἤγειρας, καταπεπτωκυῖαν ὁμοίωσιν.

 

 

 

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὸν συνάναρχον Λόγον

Καρθαγένων ἡ πόλις ἐπὶ τῇ σῇ, δᾳδουχεῖται νῦν μνήμῃ θαυματουργέ, μέγιστόν σε ἔχουσα, πολιοῦχον καὶ σκέπην, Ἱερομαρτύρων, Σπερᾶτε τὸ καύχημα, σὺν αὐτῇ δὲ καὶ πάντα, τὰ πέρατα γέγηθεν, ᾄσμασιν ἡμέραν, τὴν σεπτήν σου τιμῶντα· μεθ’ ὧν συγχορεύοντες, καὶ ἡμεῖς σε γεραίρομεν, ἱεράρχα δεόμενοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 

ᾨδὴ δ΄. Ἐπαρθένα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Μαρτυρίου σου ἐνθέως σὺν τοῖς συνάθλοις, τετελεκὼς τὸν δίαυλον, καὶ τῆς οὐρανίου, δόξης κατηξίωσαι νῦν, κραυγάζων τῷ κτίστῃ σου· δόξα τῇ δυνάμει Σου Κύριε.

Ἀναλόγως τῶν σῶν πόνων ἱεροκῆρυξ, ἀναβιβάζει θρόνῳ σε, τῆς ἱερωσύνης, ἐγκαθιδρυσάμενος, Χριστὸς καὶ ποιμένα τε, τοῦ λαοῦ αὐτοῦ προκαθίστησιν.

Ῥαντισμῷ τῶν σῶν αἱμάτων ἐθελουσίως, ἱερουργῶν τὸ σῶμά σου, τῷ Χριστῷ Σπερᾶτε, λύθρου ψευδωνύμων θεῶν, καθαίρεις θεόσοφε, πλείστους ἐπιστρέφων πρὸς Κύριον.

Τῶν ἰάσεων ἀφθόνως κατατρυφῶμεν, οἱ προσιόντες πόθῳ σοι, Σπερᾶτε παμμάκαρ· ὅθεν ἀνυμνοῦμεν Χριστόν, τὸν σὲ ὑπεράραντα, ξένοις θαυμασίοις καὶ τέρασιν.

Θεοτοκίον.

Ὁ προάναρχος Παρθένε τοῦ Θεοῦ Λόγος, σωματικῶς κατώκησεν, ἐν Σοὶ Θεομῆτορ, θέλων δὲ ἐκ Σοῦ γεννηθῆναι, διπλοῦς ὁ αὐτὸς ὁμοῦ, τέλειος Θεός τε καὶ ἄνθρωπος.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ὕλη μαρτυρική, τοῖς ἀπίστοις ἀνέφανε, πρὸς Κύριον ὁ σὸς πόθος, ἐπιστρέφων ἐκ πλάνης, αὐτοὺς πρὸς θεοσέβειαν.

Ῥύστην ἐξ ἀναγκῶν, καὶ λυτῆρά σε ἔγνωμεν· ἐν θλίψεσι γὰρ προφθάνῃς, ὦ θεόφρον Σπερᾶτε, τοὺς ἐπικαλουμένους σε.

Ἄλλον ὥσπερ Μωσῆν, νομοθέτην ἡ σύναθλος, ἐφεύρατό σε χορεία, τοῦ ἐχθροῦ τῆς δουλείας, σοφῶς ὑπεξαιρούμενον.

Μέγαν θαυματουργόν, ὁ Χριστός σε ἀνέδειξε, καὶ κόσμῳ ἐξηρημένον, ὁ δοξάζων μεγάλως, ἐκεῖνον τοὺς δοξάζοντας.

Θεοτοκίον.

Φαίνειν ἐπὶ γῆς, διὰ Σοῦ ἐπεδήμησε, φῶς ἄφραστον τοῖς ἐν σκότει, καταυγάζον ἀκτῖσιν, Παρθένε θείας γνώσεως.

 

 

 

 

ᾨδὴ στ΄. Θύσω σοι.

Ἐφάνης, ἀπὸ δυσμῶν φανότατος Ἅγιε, ὡς ἑωσφόρος φωτίζων, σαῖς ἀδύτοις λάμψεσι τῶν περάτων, τὴν ἑσπέραν, θαυματουργὲ Σπερᾶτε μακάριε.

Λέλυνται, τῶν θλιβερῶν οἱ σὲ προσκαλούμενοι, καὶ χαρμοσύνης ἀπλέτου, ἐμπιπλῶνται πάραυτα καὶ τὴν χάριν, σοῦ τὴν θείαν, ἀνευφημοῦντες πίστει δοξάζουσιν.

Ποῖός σου, καταλαβεῖν τὸ μέτρον δυνήσεται, νοῦς τῶν θαυμάτων Σπερᾶτε; καὶ γὰρ ἀραρότως τοῖς δεομένοις, σὺ χαρίζει, πρὸς τὸ συμφέρον πᾶσι τὴν αἴτησιν.

Ὄλλυται, τῶν δυσμενῶν πληθὺς ἡ ὀλέθριος, τῇ ἐπικλήσει σου μόνῃ, καὶ πιστῶν τὰ στίφη Ἱερομάρτυς, σαῖς πρεσβείαις, διασωθέντα πόθῳ σεμνύνει σε.

Θεοτοκίον.

Ἄνωθεν, προφητικαὶ φωναὶ κατήγγειλαν, τράπεζαν βάτον λυχνίαν, μανναδόχον στάμνον Σε καὶ λαμπάδα, πυρφοροῦσαν, ἀκαταφλέκτως ἁγνὴ τὸν Κύριον.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ἰατρεῖον ἄμισθον, ὁ σὸς ναὸς ἀνεδείχθη, προσιοῦσιν ἔνδοξε, Ἱερομάρτυς ἐν πίστει· βρύεις γάρ, τῶν ἰαμάτων τὴν θείαν χάριν, ἅπασι, τοῖς δεομένοις μετοχετεύων· διὰ τοῦτο σὲ ὑμνοῦμεν, Σπερᾶτε μάκαρ, ἱεραρχῶν καλλονή.

Ὁ Οἶκος.

Ἀνυμνήσωμεν οὖν, τὸν ἱεράρχην ᾄσμασι, Καρθαγένων οἱ πιστοί, ποιμένα καὶ διδάσκαλον· οὗτος γὰρ ἀμέμπτως, τὸ πρὶν ἱερουργεῖ, Θεῷ λατρείαν, φέρων ἀναίμακτον, καὶ νῦν δὲ προσήνεγκεν, αὐτοῦ τὸ σῶμα, θυσίαν ἄμωμον, ὁλοκαυτωθέν, δι’ ἀθλήσεως, ὡς ἀθλητὴς μὲν καταφρονήσας, διὰ Χριστὸν καὶ τῆς σαρκός· ὅθεν ἁπάντων εὐσεβῶν, καθοδηγέτης τυγχάνεις, καὶ ὑπέρμαχος μέγας, Σπερᾶτε μάκαρ, Ἱεραρχῶν καλλονή.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Σὲ ὡς ἀστέρα, τῆς ὁμοάθλου συνοδίας φαιδρόν, σχέσει, ἐν καρδίᾳ μᾶλλον ἢ τῇ φωνῇ, σεβαζόμενοι κραυγάζομεν· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ἐγκαυχωμένη, τῶν Καρθαγένων ἡ πατρὶς ἐπὶ σοί, χαίρει· ἐπὶ πλέον ταύτης γὰρ εὐσεβῶς, προκαθήμενος ἐδίδασκες, πιστεύειν ἅπαντας, τριαδικῶς εἰς μίαν θεότητα.

Θεοτοκίον.

Ναὸς Κυρίου, Παρθενομῆτορ ὤφθης ἐπὶ τῆς γῆς· ὅθεν, ἀνεδείχθης ὄντως τῶν Χερουβίμ, ὑπερτέρα Θεονύμφευτε, Θεὸν κυήσασα, δημιουργὸν τῶν ὅλων καὶ Κύριον.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Ἵστασο πρὸ βήματος στεῤῥῶς, ἀδάμας ἔνδοξε, καθάπερ ἄτρεπτος, θεηγορίαις τῶν λόγων σου, στηλιτεύων τὸ πολύθεον, τῶν ἀσεβῶν καὶ στερεῶν, πίστει τοὺς κράζοντας· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥαίνεις τοῖς νοσοῦσι δαψιλῆ, τὴν χάριν Ἅγιε, Σπερᾶτε μέγιστε, τοῖς τῷ ναῷ σου προστρέχουσιν, τῶν λυπούντων ἐξιώμενος, τοὺς εὐσεβεῖς καὶ τῷ Θεῷ, προτρέπεις κράζειν ἀεί· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἄφατον Θεοῦ τῶν δωρεῶν, τὸν πλοῦτον κτώμενος, προστάτης ἔνθερμος, ἑορταζόντων τὴν μνήμην σου, χρηματίζεις ἀξιάγαστος, τοῦ δυσωπεῖν ὑπὲρ ἡμῶν· ὅθεν τὸν Κύριον, μὴ ἐλλείπῃς, ὅπως παντοίωνν ῥυσθείημεν θλίψεων.

Θεοτοκίον.

Ἤνοιξας ἡμῖν τὴν τῆς Ἐδέμ, εἰρχθεῖσαν εἴσοδον, Δέσποινα πάναγνε, καὶ τῆς Προμήτορος ἔλυσας, τὴν ἀρὰν ὡς παντευλόγητος, καὶ διὰ τοῦτο οἱ πιστοί, πάντες κραυγάζομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Τῶν συνάθλων τὴν χορείαν, παραλαβὼν Ἱερομάρτυς, ποίησον Κυρίῳ ἐντεύξεις, σωθῆναι πάντας, τοὺς ἀνυμνοῦντας μνήμην, τὴν σὴν ἀξιοθαύμαστον, μάκαρ Σπερᾶτε παναοίδιμε,.

Ὅλος παρεστὼς τῇ Τριάδι, θείῳ φωτὶ λελαμπρυσμένος, καὶ τὰς θεαυγεῖς φρυκτωρίας, ὁρῶν ἀμέσως, ὑπὲρ ἡμῶν μὴ παύσῃς, Θεὸν ἐξιλεούμενος, τῶν οἰκετῶν σου παμμακάριστε.

Νίκης ἐπαξίως τῶν ἄθλων, καὶ τοὺς στεφάνους ἀνεδύσω, διπλοῦς ἐκ χειρὸς τοῦ Δεσπότου, χορεύων μάκαρ, σὺν Ἀρχαγγέλοις ἄνω, καὶ Ἀποστόλοις Μάρτυσι, καὶ Ἱεράρχαις ἀγαλλόμενος.

Θεοτοκίον.

Σῶσον ὑπεράγαθε Σῶτερ, λιταῖς τεκούσης Σε Παρθένου, καὶ τοῦ ἱεράρχου Σπεράτου, καὶ τῶν συνάθλων, ἱκετηρίαις θείαις, ἡμᾶς ὡς πολυέλεος, καὶ Βασιλείας Σου ἀξίωσον.

****

 

 

 

 

 

 

 

 

 

Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Σπερᾶτον ὑμνῶ τὸν κλεινὸν ἱεράρχην.

ᾨδὴ α΄.  Ἦχος πλ. δ΄. ᾎσμα, ἀναπέμψωμεν λαοί.

Σῶτερ, χορηγὲ τῶν ἀγαθῶν, καὶ κτίστα πάσης κτίσεως, τῆς διανοίας μου, ἀπέλασον τὸ νέφος, καὶ λάμψον ἀκτῖνά μοι, χάριτος ἵν’ ὑμνήσω, ἐπαξίως, Σπερᾶτον τὸν θεῖον.

Πάντες, οἱ πιστοὶ χαρμονικῶς, συναθροισθέντες σήμερον, τὸν ἀρχιποίμενα, Σπερᾶτον ὑμνῳδίαις, σεπτῶς καταστέψωμεν, ὅπως ταῖς ἱκεσίαις, τούτου πάσης, ῥυσθῶμεν ἀνάγκης.

Ἔσχες, ἐκ σπαργάνων μητρικῶν, παμμάκαρ ἐν καρδίᾳ σου, τὴν ὑπερέχουσαν, τοῦ Παρακλήτου χάριν· διὸ καὶ βεβίωκας, βίον τὸν τῶν Ἀγγέλων, καὶ σὺν τούτοις, ἐνθέως αὐλίζῃ.

Θεοτοκίον.

Ῥῦσαι, Μητροπάρθενε Ἁγνή, τοὺς Σὲ Θεοῦ γινώσκοντας, Μητέρα πάναγνον, τῷ Βασιλεῖ τῆς δόξης, ἐκ πάσης κακώσεως, καὶ τῆς αἰωνιζούσης, τιμωρίας, τῆς κρίσεως ὥρᾳ.

 

ᾨδὴ γ΄. Τὸν φόβον Σου Κύριε.

Ἀξίως σε ἔχρισε, θείῳ χρίσματι, ἱεράρχα μακάριε, ἡ χάρις τοῦ Πνεύματος, καὶ ποιμένα ἀπειργάσατο, τῶν λογικῶν προβάτων, τοῦ Χριστοῦ παμμάκαρ.

Ταπείνωσιν ἔσχηκας, καὶ πραότητα, τοῦ Δαυΐδ παμμακάριστε· διὸ καὶ πεπίστευται, τὴν Χριστοῦ Ἐκκλησίαν, ἣν καὶ ἐτήρησας, λύκοις ἀνεπίβατον.

Οἱ πόθῳ προστρέχοντες, τῷ τεμένει σου, τὰς αἰτήσεις λαμβάνουσιν, Σπερᾶτε ἀοίδιμε, καὶ παντοίων λυτροῦνται, παθῶν τε καὶ θλίψεων, καὶ νόσων ταῖς πρεσβείαις σου.

Θεοτοκίον.

Νοσοῦσαν θεράπευσον, ἀειπάρθενε, μητρικαῖς ἱκεσίαις Σου, ψυχὴν τὴν ἀθλίαν μου, ταῖς Σπεράτου πρεσβείαις, εἰρήνην βραβεύουσα, τῷ κόσμῳ Θεονύμφευτε.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Καθαρώτατον βίον ἐξησκηκώς, ἱερώτατον χρῖσμα θεοπρεπῶς, ἐδέξω μακάριε, καὶ ποιμὴν ἀνηγόρευσαι, ἐν καιρῷ τῆς πλάνης, τοῦ λόγου τῇ σύριγγι, ἐπὶ χλόην θείαν, ποιμαίνων τὸ ποίμνιον· ὅθεν ἐπὶ τέλει, ἐναθλήσας γενναίως, χορὸν ἑνδεκάριθμον, συναθλοῦντας προσήγαγες· σὺν αὐτοῖς οὖν μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὑπερήθλησας ἄριστα, μάκαρ ἱεράρχα καὶ ἐπορφύρωσας, πορφυρίδι τῶν αἱμάτων σου, τῆς ἱερωσύνης τὴν ἀμφίασιν.

Μιμητὴς ἐχρημάτισας, μάκαρ τοῦ Δεσπότου σου προδιδοὺς τὴν ψυχήν, ὑπὲρ ποίμνης ἧς ἐκτήσατο, αἵματι οἰκείῳ ὡς φιλάνθρωπος.

Νυσταγμὸν οὐκ ἐνέδωκας, μάκαρ τοῖς βλεφάροις ἐν τῇ ἀθλήσει σου, ἀλλ’ ἀνδρείως κατεπάτησας, τοῦ ἐχθροῦ Σπερᾶτε τὰ φρυάγματα.

Θεοτοκίον.

Ὡς πασῶν ὑπερέχουσα, τῶν ἐπουρανίων θείων δυνάμεων, τοὺς ὑμνοῦντάς Σε περίσῳζε, Παναγία Κόρη Μητροπάρθενε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Τῶν ἱεραρχῶν, καὶ Μαρτύρων τὸν συνόμιλον, ἀνυμνήσωμεν ἐνθέοις ᾠδαῖς, Σπερᾶτον πάντες, πάσης νόσου ἐκλυτρούμενοι.

Ὅμιλος ἀθλεῖ, ἓξ Μαρτύρων καὶ γυναίων πεντάς, ἔχοντές σε μάκαρ πρόμαχον, καὶ Ἀποστόλων, δωδεκάριθμον πληροῦντα χορόν.

Νόσων καὶ παθῶν, οἱ τιμῶντές σε λυτρούμεθα, ἐν τῷ οἴκῳ σου προστρέχοντες· ταχὺς γὰρ πέλεις, ἰατρὸς τῶν σὲ καλούντων ἀεί.

Θεοτοκίον.

Κόπασον ἁγνή, τῆς ψυχῆς μου τὸ κλυδώνιον, καὶ κατεύνασον τὸν τάραχον, τῶν λογισμῶν μου, Παναγία Μητροπάρθενε.

 

ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτιῶν.

Λόγοις σου τοῖς ἱεροῖς, ἐξεπαίδευσας Χριστοῦ ἱεράρχα, τὴν λογικήν σου ποίμνην, ἐπιστήμην ὀρθόδοξον, καὶ γὰρ ἤθλησαν σὺν σοί, μάκαρ Σπερᾶτε Μαρτύρων δῆμος, οἷς συναγάλλῃ εὐφραινόμενος.

Ἔρωτι τῷ τοῦ Χριστοῦ, καὶ χορὸς τῶν γυναικῶν πυρωθεῖσαι, ὀπίσω σου Πάτερ, διδαχαῖς σου προσέδραμον, καὶ ἀθλήσασαι στεῤῥῶς, μάκαρ Σπερᾶτε πρὸς τὸν νυμφῶνα, τὸν τοῦ Νυμφίου κατεσκήνωσαν.

Ἵνα τῶν ἐν οὐρανοῖς, σὺν Ἀγγέλοις ἀγαθῶν ἐπιτύχῃς, πολυειδεῖς βασάνους, καρτερῶς ἀνθυπέφερες, καὶ στολὴν τὴν ἱεράν, αἵματι βάψας τοῦ μαρτυρίου, δόξης τὸ στέφος κομισάμενος.

Θεοτοκίον.

Νόμοι φύσεως ἐν Σοί, καταλύονται σαφῶς Θεοτόκε· γεννᾷς γὰρ τὸν προόντα, ἀποῤῥήτως σαρκούμενον, καὶ παρθένος ὡς τὸ πρίν, πάλιν μεμένηκας· ξένον θαῦμα, βροτοῖς καὶ νόοις ἀνερμήνευτον.

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Ὅλῃ ψυχῇ καὶ προθυμίᾳ, θεῖα θύματα προσήχθησαν Κυρίῳ, ἀθλησάντων σὺν σοί, Μαρτύρων ὦ Σπερᾶτε, ἀναβοώντων· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

Νόσους ποικίλους θεραπεύεις, καὶ παθήματα δυσίατα θεόφρον, ἀπελαύνεις πιστῶν, τῶν σὲ ἐπικαλούντων, καὶ εὐσεβῶς κραυγάζουσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἵνα πιστῶς σε μεγαλύνω, ὡς θερμότατον καὶ μέγαν μου προστάτην, τῆς παρούσης ταχύ, ἀπάλλαξον ὀδύνης, τῆς νῦν περιεχούσης με, ἐκ πολλῶν ἁμαρτημάτων.

Θεοτοκίον.

Εὔας τῆς πάλαι τὴν κατάραν, μεταβέβληκας ἁγνὴ πρὸς εὐλογίαν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννήσασα ᾧ πάντες, εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ η΄. Νικηταὶ τυράννου.

Ῥώμῃ θείᾳ Πάτερ, εὐσθενῶς ἐῤῥώσθησαν θεῖαι γυναῖκες, καὶ τὸν ἀλαζόνα, ἀνδρικῶς ἐπάτησαν σὺν σοὶ βοῶσαι· εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἀαρὼν τοῦ πάλαι, θειοτέραν ἔνδοξε στολὴν ἐνδύσω, ἣν καὶ μαρτυρίου, πορφυρώσας αἵματι εἰσῆλθες χαίρων, πρὸς τὰς οὐρανίους, σκηνὰς ἀγαλλόμενος, δῆμον ἐπιφέρων, συναθλητῶν Μαρτύρων.

Ῥῦσαί με παμμάκαρ, τὸν ἐν σοὶ προστρέχοντα θερμῇ τῇ πίστει, ἐκ τῆς πιεζούσης, καὶ κατατρυχώσης με νῦν ἁμαρτίας, ἵνα μετὰ πάντων, κηρύττω τὸ ἔλεος, καὶ τὴν εὐσπλαγχνίαν, τῆς σῆς φιλανθρωπίας.

Θεοτοκίον.

Χαρὰν συλλαβοῦσα, καὶ τεκοῦσα πάναγνε παντὶ τῷ κόσμῳ, πλήρωσον χαρᾶς με, τὴν τῆς διανοίας μου λύπην ἐξαίρων, ὅπως γηθοσύνως, ἀνυμνῶ Σε πάντοτε, τὴν εὐλογημένην, καὶ κεχαριτωμένην.

 

ᾨδὴ θ΄. Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ,

Ηὔγασεν ἡ μνήμη πιστοὶ τοῦ θερμοῦ προστάτου, ὑπὲρ τὰς ἡλίου αὐγάς· δεῦτε πάντες προθύμως, ἀπολαύσωμεν, τῆς αὐτοῦ λαμπηδόνος, σκότους νοσημάτων ἐκλυτρούμενοι.

Νῦν ἐπαπολαύεις τῶν σῶν ἀγώνων τὰ γέρα, ἐκ ζωαρχικῆς δεξιᾶς, τοῦ πάντων βασιλέως, παμμακάριστε, θεοφόρε Σπερᾶτε, μέμνησο πιστῶς τῶν ἀνυμνούντων σε.

Δρόμον τὸν καλὸν εὐσεβῶς διανύσας Πάτερ, ἄμωμον τὴν πίστιν, τετηρηκὼς ἱεράρχα, καὶ διὰ τοῦτο, διπλοῖς στεφάνοις ἐστέφθης, τῆς ἱεραρχίας καὶ ἀθλήσεως.

Ὡς ἱεραρχῶν ἀληθῶς καὶ Μαρτύρων κλέος, τὸν τοὺς ὕμνους σοι πλέξαντα, καὶ τῶν σὺν σοὶ Μαρτύρων, γυναικῶν τε, τιμίων Σπερᾶτε, μέμνησο κινδύνων περισώζεσθαι.

Θεοτοκίον.

Ῥῦσαι ψυχοφθόρων παθῶν πάναγνε Παρθένε, τοῦ Μητέρα Σε σέβοντας, τοῦ Θεοῦ καὶ τιμῶντας· Σὲ γὰρ ἔχομεν, ἀῤῥαγῆ προστασίαν, ἐν Σοὶ καὶ τὰς ἐλπίδας ἀνεθέμεθα.

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου