Πέμπτη 18 Μαΐου 2023

ΑΥΓΟΥΣΤΟΣ 16. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΣΚΛΗΠΙΑΔΗΣ & ΔΙΟΜΗΔΗΣ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ΄

ΑΣΚΛΗΠΙΑΔΗΣ & ΔΙΟΜΗΔΗΣ ΜΑΡΤΥΡΕΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἄνευ δοξολογίας)

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια γ΄ τῶν Μαρτύρων. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἰατρικῶς θεραπεύων τὸ πρὶν τὰ σώματα, μετὰ πολλοὺς ἀγῶνας, δεδεγμένος τὴν χάριν, σοφὲ τῶν ἰαμάτων παύεις ψυχῶν, πολυώδυνα τραύματα, καὶ διαλύεις νοσήματα χαλεπά, τῶν ἐν πίστει προστρεχόντων σοι.

 

Τῷ σοφωτάτῳ σου λόγῳ ζωγρεῖς πανεύφημε, τριπλὴν πεντηκοντάδα, σὺν τιμία ὀκτάδι· μεθ’ ὧν σὲ συνελθόντες χαρμονικῶς, μακαρίζομεν σήμερον, ἐν τῇ σεπτῇ ὑμῶν μνήμῃ τὸν τοῦ παντός, Ποιητὴν φόβῳ δοξάζοντες.

 

Ἀσκληπιάδην τὸν θεῖον ἱερουργὸν τοῦ Χριστοῦ, καὶ Διομήδην πάντες, τὸν λευΐτην Κυρίου, ὡς θείους Ἀθλοφόρους ὡς ἀνδρικῶς, τὸν ἀγῶνα τελέσαντες, ὑμνολογήσωμεν πίστει ὑπὲρ ἡμῶν, τὸν Σωτῆρα ἱκετεύοντες.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α' Τῶν οὐρανίων ταγμάτων

Θεομακάριστε Κόρη τὰς ἱκεσίας ἡμῶν, ὡς εὐμενὴς προστάτις, τῶν πιστῶν Θεοτόκε, προσάγουσα τῷ Κτίστῃ, τὸν ἱλασμόν, διαμείβου τοῖς δούλοις σου, ὡς παντελής σωτηρία καὶ ἱλασμός, τῶν ψυχῶν ἡμῶν Θεόνυμφε.

Ἢ Σταυροθεοτοκίον

Ἐν τῷ Σταυρῷ παρεστῶσα τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν μακροθυμίαν, τούτου ἀποσκοποῦσα, ἔλεγες θρηνοῦσα Μῆτερ ἁγνή· Οἴμοι! τέκνον γλυκύτατον, τί ταῦτα πάσχεις ἀδίκως Λόγε Θεοῦ, ἵνα σώσῃς τὸ ἀνθρώπινον.

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος β΄. Τῷ ὁδηγήσαντι πάλαι.

Ἐν συμφωνίαις ᾀσμάτων, τοὺς Ἀθλητὰς σήμερον, τῆς ἀληθείας οἱ πιστοί, μετ’ εὐφροσύνης τιμήσωμεν, καὶ ἐκτενῶς ἀνακράξωμεν· Κύριε, ταῖς παρακλήσεσιν αὐτῶν, πάντας οἰκτείρησον.

Ἰατρικὴν ἐπιστήμην, Μάρτυς Χριστοῦ ἔνδοξε, Ἀσκληπιάδη κατορθῶν, Θύρσον ἰδὼν τὸν ἀήττητον, ἀγωνιζόμενον ἄριστα, ἔσπευσας, τούτου γενέσθαι ζηλωτής, καλαῖς αἰτήσεσιν.

Θεοτοκίον.

Οὐ κατεφλέχθης τεκοῦσα, τὸ πυρ ἁγνὴ Δέσποινα, τὸ τῆς Θεοτόκος σαρκί· βάτον γὰρ πρίν Σε εἰκόνιζεν, ἐν τῷ Σιναίῳ καὶ κάμινος, φέρουσα, ἀκαταφλέκτους ἐν αὐτῇ, τοὺς ἐκβληθέντας πιστούς.

 

ᾨδὴ γ΄. Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα.

Ἐν τῷ καιρῷ παμμάκαρ τῶν ἀγώνων, ἐχώρησας πρὸς βάσανα, καταφυγὴν ἔχων κραταιάν, τὸν Δεσπότην τῶν ἁπάντων, Ὃν ἐκτενῶς ἱκέτευε, τοῦ σῶσαι τὴν ποίμνην σου.

Ὁ ἱερὸς παμμάκαρ Διομήδης, σὺν σοὶ ἀγωνιζόμενος, καὶ ὑπομένων καρτερικῶς, τῶν μαστίγων τὰς νιφάδας, ὑπομονῆς ἐδέξατο, ἐξ ὕψους τὸν στέφανον.

Θεοτοκίον.

Ἀνερμηνεύτως τέτοκας τὸν λόγον, Παρθένος διαμείνασα, μετὰ τὴν κύησιν τὴν φρικτήν, παναμώμητε Παρθένε, τῶν Ἀθλοφόρων καύχημα· διό Σε δοξάζομεν.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὰ ὅπλα τῆς πίστεως ἀναλαβόμενοι, πρὸς πάλην ἐξήλθετε τῶν πολεμίων ἐχθρῶν, πολύαθλοι Μάρτυρες· ὅθεν καταβαλόντες, τὰς αὐτῶν μυριάδας, στέφος δικαιοσύνης, ἐκληρώσασθε ἅμα, πρεσβεύοντες σωθῆναι ἡμᾶς, πάσης περιστάσεως.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Ἐκαίνισας ἄχραντε τῷ θείῳ τόκῳ Σου, φθαρεῖσαν ἐν πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν Σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Ἢ Σταυροθεοτοκίον

Ὑψούμενος ὕψωσας τοὺς πεπτωκότας ποτέ, ἐμὲ δὲ κατέβαλες τῇ ἀνυψώσει τῇ σῇ, ὦ φῶς τῶν ὀμμάτων μου. Δέχου Υἱὲ τὸ πάθος, δι' ἡμᾶς ἑκουσίως, φέρε Σταυρόν, τοὺς Ἥλους, καὶ τὸν Σπόγγον, τὴν Λόγχην, δι' ὧν τῆς ἀπαθείας, τὴν χάριν ἑβράβευσας.

 

ᾨδὴ δ΄. Ἀκήκοεν ὁ Προφήτης.

Ἀνατολῆς τῆς ἐξ ὕψους, φανείσης αὐγαζόμενος, ταῖς φρυκτωρίαις, ὡς ἀστὴρ φαιδρὸς ἐξέλαμψας, καταυγάζων ἅπαντα τὰ πέρατα, Ἀσκληπιάδη, ἄθλων σου λαμπρότησιν.

Μετὰ πικρᾶς τιμωρίας, φωνῆς ἐπακηκόασιν, Ἀσκληπιάδης, Διομήδης τε ὁ ἔνδοξος, οὐρανόθεν τούτους δυναμούσης σαφῶς· ἐντεῦθεν χαρᾶς, θείας ἐπληρώθησαν.

Θεοτοκίον.

Θεοχαρίτωτε Κόρη, Ἀγγέλων ἐγκαλλώπισμα, καὶ Ἀθλοφόρων, τὸ κραταίωμα περίσωζε, τὸν λαόν Σου πάσης περιστάσεως, ὡς μόνη πιστῶν, πάντων διάσωσμα.

 

ᾨδὴ ε΄. Ἀνάτειλόν μοι Κύριε.

Λαμπτῆρά σε ἀκοίμητον, καὶ πρέσβυν ἀκαταίσχυντον, Ἀσκληπιάδη εὐμοιρήσαντα, ἡ πόλις Δορολαίας, τρυγῶσα τὰ θαύματα, καὶ τιμᾷ τὴν ἄθλησιν, ἑορτάζουσα  φαιδρῶς.

Προσέλθωμεν ἀντλήσωμεν, σωτηριώδη νάματα, ὡς ἐκ πηγῆς ἀναβλυστάνοντα, τῆς λάρνακος τοῦ θείου, Ἀθλητοῦ καὶ κράξωμεν· ταῖς αὐτοῦ δεήσεσι, σῶσον πάντας ὁ Θεός.

Θεοτοκίον.

Ὡς πύλη Σε σωτήριον, καὶ βάτον ἀκατάφλεκτον, καὶ μανναδόχον στάμνον ἄχραντε, καὶ τράπεζαν τὸν ἄρτον, τῆς ζωῆς βαστάσασαν, ἀνυμνοῦμεν ἅπαντες, οἱ σωθέντες διὰ Σοῦ.

 

ᾨδὴ στ΄. Ζάλη με.

Ἔστησαν, τῶν αἱμάτων ἐπομβρίαις, τῆς πλάνης τὰ ῥεύματα, οἱ εὐκλεεῖς Ἀθλοφόροι, καὶ ξηραίνουσι ἄρτι ποταμούς, πολλῶν ἀῤῥωστημάτων, θείων θαυμάτων ἐκβλύσεσιν.

Μάρτυρας, ἑκατὸν στεφανηφόρους, καὶ τρεῖς καὶ πεντήκοντα, Ἀσκληπιάδη προσῆξας, τῷ Κυρίῳ ἀθλῶν καρτερικῶς· μεθ’ ὧν νῦν εἰς τὰ ἄνω, περιχορεύεις βασίλεια.

Θεοτοκίον.

Τέτοκας, ὑπὲρ φύσιν Θεοτόκε, τὸν πλάστην τῆς φύσεως, ἀτρέπτως ἐκ Σοῦ Παρθένε, γεννηθέντος· διό Σε οἱ πιστοί, ὡς πάντων βασιλίδα, θεοπρεπῶς μακαρίζομεν.

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Τῇ εἰκόνι τῇ χρυσῇ.

Ἀναιμάκτους τῷ Θεῷ, φέρων θυσίας  παμμάκαρ, Ἀσκληπιάδη, θῦμα εὐπρόσδεκτον, σαυτὸν προσῆξας διὰ βασάνων, τῇ τραπέζῃ τοῦ Χριστοῦ, καὶ πρωτόκων ἐν σκηναῖς, κραυγάζων κατέπαυσας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὑπελθόντες τὴν πυράν, Ἀσκληπιάδης ὁ θεῖος, καὶ Διομήδης, ὁ γενναιότατος, ὥσπερ οἱ πάλαι τρεῖς νεανίαι, οὐ κατεφλέχθησαν Θεῷ, ἐπικαλούμενοι πιστῶς, καὶ πόθῳ κραυγάζοντες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Πῶς συνέλαβες εἰπέ, τὸν συνοχέα τῶν ὅλων· πῶς δὲ θηλάζεις, τὸν πάντας τρέφοντας, Θεοκυῆτορ εὐλογημένη· ὡς ἐπίσταται αὐτός, πάντα βουλήματι ποιῶν, ᾧ πάντοτε κράζομεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ.

Ἀναλάμψεσι μυστικαῖς, ὁ ἥλιος ὁλόφωτος φανείς, Ἀσκληπιάδης πᾶσαν γῆν, καταυγάζεις ἀκτῖσιν ἄθλων, καὶ τῶν ἰαμάτων, φρυκτωρίαις· διὸ εὐφημοῦμέν σε, ἐν ἀγαλλιάσει, πιστοὶ εἰς τοὺς αἰῶνας.

Κατεπλάγησαν τὴν ὑμῶν, Μάρτυρες στεῤῥὰν ὑπομονήν, οἱ ἐπουράνιοι χοροί, πῶς ἐν σώματι τοὺς ἀσάρκους, ἐχθροὺς ἐν Κυρίῳ, ἐτροπώσασθε νίκην ἀράμενοι· ὅθεν καταχρέως, ὑμᾶς ὑμνολογοῦμεν.

Θεοτοκίον.

Ὃν μεγέθη τῶν οὐρανῶν, ἄχραντε οὐ δύνανται χωρεῖς, μόνην ἐχώρησας ἁγνή, βουληθέντα δι’ εὐσπλαγχνίαν, ἐκ Σοῦ σαρκωθῆναι, ὅπως σώσῃ φθορᾶς τὸ ἀνθρώπινον· ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ὅτι ἐποίησέ μοι.

Ἡ γῆ καθηγιάσθη, δεξαμένη σῶμα τὸ σόν, πηγάζων ἰαμάτων ποταμούς, καὶ ἰώμενος ἀεί, Ἀσκληπιάδη ἱερέ, τὰς ἀσθενείας ἡμῶν.

Ὡραῖον ὥσπερ ζεῦγος, Διομήδης καὶ ὁ κλεινός, σαφῶς Ἀσκληπιάδης ἐν Χριστῷ, δεδειγμένοι ἰατροί, πάντων ὑπάρχουσι πιστῶς, τῶν εὐφημούντων αὐτούς.

Θεοτοκίον.

Φρικτή Σου ἡ λοχεία· ὑπὲρ νοῦν γὰρ τίκτεις Θεόν, δι’ οἶκτον χρηματίσαντα βροτόν, ἀπειρόγαμε ἁγνή· ὅθεν ὑμνοῦμέν Σε πιστῶς, εἰς τοὺς αἰῶνας, ἀμήν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου