Παρασκευή 19 Μαΐου 2023

ΔΕΚΕΜΒΡΙΟΣ 17. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΠΑΡΤΕΜΟΥΘΙΟΣ, ΚΟΠΡΙΣ ΚΑΙ ΑΛΕΞΑΝΔΡΟΣ ΚΑΝΩΝ

ΔΕΚΕΜΒΡΙΟΣ ΙΖ΄

ΠΑΡΤΕΜΟΥΘΙΟΣ, ΚΟΠΡΙΣ

& ΑΛΕΞΑΝΔΡΟΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ᾨδὴν ἀθληταῖς ἀζύγοις ταύτην φέρω. Ἰωσήφ.

ᾨδὴ α’. Ἦχος δ΄. ᾌσομαί σοι Κύριε ὁ Θεός μου.

Ὤφθη ἡ πανέορτος ὑμῶν μνήμη, ἡλιακαῖς μαρμαρυγαῖς, τὸν κόσμον φωτίζουσα, σεπτοὶ Ὁσιομάρτυρες, Ἀγγέλων ἰσοστάσιοι.

Δακρύων τὸ πρότερον ἐπομβρίαις, τῶν ψυχικῶν ὑμῶν παθῶν, τὸν ῥύπον ἐκπλύναντες, ἀθλήσεως τὸ δεύτερον, ἐν αἵματι λούσασθε.

Ἤρθητε ἐκ δόξης εἰς θείαν δόξαν, διπλοῦν ἀγῶνα ἀνδρικῶς, τελέσαντες Ἅγιοι· διὸ διπλοῦν τὸν στέφανον, ἀξίως ὑπεδέξασθε.

Θεοτοκίον.

Νέκρωσον τὰ πάθη μου τῆς καρδίας, ἡ τὴν ζωὴν ἡμῶν Χριστόν, ἀῤῥήτως κυήσασα, Παρθένε ἀπειρόγαμε, ἐλπὶς τῶν προστρεχόντων Σοι.

 

ᾨδὴ γ΄. Ὅτι στεῖρα ἔτεκεν.

Ἀρνησάμενοι κόσμον, τῷ δι’ ἡμᾶς ἐν τῷ κόσμῳ, διὰ σαρκὸς ἐλθόντι, ἠκολουθήσατε Χριστῷ· διὸ τὴν ὑπερκόσμιοι, πανόλβιοι, δόξαν ἐκληρώσασθε.

Θυρεῷ εὐσεβείας, καθοπλισθέντα καθεῖλαν, τὰς παρατάξεις πάσας, οἱ Ἀθληταὶ τοῦ δυσμενοῦς, καὶ νικηταὶ γενόμενοι, κραυγάζουσιν· Ἅγιος εἶ Κύριε.

Λογισμῷ εὐσεβείας, ἀποσκοποῦντες τὰ θεῖα, τὴν ἀλογίαν πᾶσαν, κατέβαλον οἱ Ἀθληταί, τοῦ δυσμενοῦς προστάττοντος, νέμειν σέβας, θεοῖς ἀλογώτατον.

Θεοτοκίον.

Ἡ σωτήριος πύλη, τῆς μετανοίας μοι πύλας, ὡς ἀγαθὴ προστάτις, διάνοιξον καὶ ἐκ πυλῶν, τῆς ἁμαρτίας ῥῦσαί με, φρουροῦσά με, θείᾳ δυναστείᾳ Σου.

 

Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Πυρὸς νῦν θερμοτέραν, τὴν προαίρεσιν ἔχοντες, πυρὶ προσομιλοῦντες, οὐκ ἐφλέχθητε Ἅγιοι, ἀλλ’ ὤφθητε ὡς εὔριζος χρυσός, τοῦ Πνεύματος τὴν δρόσον δαψιλῶς, οὐρανόθεν λαβόντες, ὡς τοῦ Χριστοῦ Ἀθλοφόροι ἀήττητοι· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.

 

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀσκήσει τὸ πρότερον πάθη νεκρώσαντες, ἀθλήσει τὸ δεύτερον ἐχθρὸν καθείλατε, τὸν πᾶσι πολέμιον, Μάρτυρες θεοφόροι, τῶν Ἀγγέλων πολῖται· ὅθεν κληρονομεῖτε, τὴν αἰώνιον δόξαν· διὸ ταῖς ἱκεσίαις ὑμῶν, σώσατε πάντας ἡμᾶς.

 

ᾨδὴ δ΄. Δι’ ἀγάπησιν οἰκτῖρμον τῆς σῆς εἰκόνος.

Τῇ ἀγάπῃ πυρακτούμενοι τοῦ Δεσπότου, τὰς πυρακτώσεις ἅμα, τῆς βραζούσης καμίνου, Μάρτυρες ὑπήλθετε, Χριστὸν μεγαλύνοντες.

Ἀπεμάρανας τὰ πάθη δι’ ἐγκρατείας, Πατερμούθιε ὤφθης, φέρων ἀμαράντινον, καρπὸν τῆς ἀθλήσεως.

Ἱεραῖς σου νουθεσίαις ἀνεκαλέσω, τὸν εἰς βυθὸν ἀπάτης, κυλισθέντα ἀφρόνως, Κόπριν Πατερμούθιε· μεθ’ οὗ χαίρων ἤθλησας.

Θεοτοκίον.

Σωματοῦται ἐκ λαγόνων Σου Θεὸς Λόγος, Θεοκυῆτορ Κόρη, καὶ ὁρᾶται ὡς βρέφος, πᾶσιν ἀναγέννησιν, φρικτὴν παρεχόμενος.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ἀδίκῳ βασιλεῖ, πειθαρχήσας ἐξένευσας, τῆς κρείττονος Μάρτυς Κόπρι, καὶ ἀμώμου θρησκείας, ἀθλήσας δὲ δεδόξασαι.

Ζεῦγος οἱ Ἀθληταί, τὸν σταυρὸν ὥσπερ ἄροτρον, ἐφέλκοντες μαρτυρίου, τὸν πολύφορον στάχυν, ἐνθέως ἐγεώργησαν.

Ὑψούμενα σφοδρῶς, τῶν βασάνων τὰ κύματα, οὐκ ἴσχυσαν τῶν Μαρτύρων, τὰς ὀλκάδας βυθίσαι, κυβερνωμένας πνεύματι.

Θεοτοκίον.

Γεννώμενος ἐκ Σοῦ, ὁ παντέλειος ἄνθρωπος, ἐθέωσε τὴν φθαρεῖσαν, τῶν ἀνθρώπων οὐσίαν, Παρθένε ἀπειρόγαμε.

 

ᾨδὴ στ΄. Ἐβόησε.

Οὐκ εἴασας, σοῦ τὸν ἄρνα τοῦ λύκου κατάβρωμα, χρηματίσαι, ἕως τέλους σοφὲ Πατερμούθιε, ἀλλ’ ἐκσπάσας τοῦτον, ὡς ποιμὴν τῷ Θεῷ προσενήνοχας.

Ἰσότιμοι, καὶ τὴν ἄσκησιν ὡς καὶ τὴν ἄθλησιν, πεφηνότες, τῶν ἐπάθλων ἐπίσης ἐτύχετε, Ἀθλοφόροι· ὅθεν, σὺν Ἀγγέλοις ἀεὶ ἐπαγάλλεσθε.

Στρεβλούμενοι, καὶ σφοδραῖς ἀλγηδόσι βαλλόμενοι, τῇ ἀγάπῃ, τοῦ Χριστοῦ ἀταπείνωτοι ὤφθητε· τὰς ἡμῶν ὀδύνας, διὰ τοῦτο σοφοὶ θεραπεύετε.

Θεοτοκίον.

Τὸ χαῖρέ Σοι, ἀσιγήτως βοῶμεν πανάχραντε, τὴν χαρὰν γάρ, τῶν ἁπάντων Χριστὸν ἀπεκύησας, καὶ τὴν λύπην πᾶσαν, τῆς Προμήτορος Εὔας ἀπήλασας.

 

ᾨδὴ ζ΄. Ἀβραμιαῖοι ποτέ

Ἀποσκοπήσας ὑμῶν, τοὺς ἱεροὺς ἀγῶνας, τῆς ἀνιέρου πλάνης πέφευγεν, ὁ θεῖος Ἀλέξανδρος, καὶ ἱερὸν ὡς θῦμα, Κυρίῳ προσηνέχθης.

Ὑπὸ τοῦ θείου φωτός, καταυγασθεὶς παμμάκαρ, τῆς ἀθεΐας σκότος ἔλιπες, κραυγάζων Ἀλέξανδρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τὸ τῆς καμίνου εἶδος, καθυπελθὼν προθύμως, οὐ κατεφλέχθης τελειούμενος, καὶ μέλπων Ἀλέξανδρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἡ κιβωτὸς τοῦ νόμου, προδιετύπου πάλαι, τὴν Σὴν γαστέρα μάννα φέρουσαν, Χριστὸν τὴν τροφὴν ἡμῶν, Θεοκυῆτορ Κόρη, ἀεὶ δεδοξασμένη.

 

ᾨδὴ η΄. Τὸν ἐν τῷ Σταυρῷ.

Νέκρωσιν παθῶν, ἐνδεδυμένοι, ἀπενεκρώσατε ἐχθρόν, βοῶντες Ἀθλοφόροι· Παῖδες ὑπερυψοῦτε Χριστόν, τὸν Θεὸν ἡμῶν, εἰς τοὺς αἰῶνας.

Φέγγει νοητῷ, πεπυρσευμένοι, τῆς ἀθεΐας τὴν ἀχλύν, ἐλύσατε βοῶντες· Παῖδες ὑπερυψοῦτε Χριστόν, τὸν Θεὸν ἡμῶν, εἰς τοὺς αἰῶνας.

Ἔστητε Θεόν, ὁμολογοῦντες, καὶ κατεῤῥάξατε θεούς, ἀθέων μελῳδοῦντες· Παῖδες ὑπερυψοῦτε Χριστόν, τὸν Θεὸν ἡμῶν, εἰς τοὺς αἰῶνας.

Ῥώμῃ θεϊκῇ, ὠχυρωμένοι, τὰ ὀχυρώματα ἐχθροῦ, καθείλετε βοῶντες· Παῖδες ὑπερυψοῦτε Χριστόν, τὸν Θεὸν ἡμῶν, εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὤφθης οὐρανῶν, ὑψηλοτέρα, τὸν ἀνυψώσαντα ἡμᾶς, τεκοῦσα Θεοτόκε, Ὃν ὑπερυψοῖ πᾶσα πνοή, ὡς Θεὸν ἡμῶν, εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Εὔα μὲν τὸ τῆς παρακοῆς.

Ἰδεῖν ἐφιέμενοι Θεοῦ, τὴν ἄῤῥητον εὐφροσύνην, ἀξιάγαστοι, χαίροντες τούτῳ τὸν αὐχένα, ἐκλίνατε καὶ τέλος μακάριον, σοφοὶ τὸ διὰ ξίφους ἐδέξασθε· ὅθεν ἀξίως μακαρίζεσθε.

Ὡς δύο φωστῆρες νοητοί, φωτίζετε Ἀθλοφόροι, τὴν ὑφήλιον, φέγγει θαυμάτων παραδόξων, καὶ σκότος νοσημάτων διώκετε, καὶ νέφη πειρασμῶν ἀπελαύνετε· ὅθεν ἐν πίστει μακαρίζεσθε.

Συνήφθητε τάξεσιν σοφοί, γηθόμενοι τῶν Ἀγγέλων, τὸν ἰσάγγελον, βίον ἐν γῇ πολιτευθέντες, Μαρτύρων ὁμηγύρει εὐφραίνεσθε, καὶ νῦν τῶν πρωτοτόκων φαιδρύνετε, τὴν Ἐκκλησίαν ἀξιάγαστοι.

Ἡ μνήμη ὑμῶν ἡ φωταυγής, ἐξέλαμψε τοῦ ἡλίου, τηλαυγέστερον, πάντας πιστοὺς φωταγωγοῦσα, ἐν ᾗ περιχαρῶς ἑορτάζομεν, δεόμενοι πιστῶς· μνημονεύσατε τῶν μεμνημένων ὑμῶν πάντοτε.

Θεοτοκίον.

Φωτὸς τοῦ ἐν Σοὶ μαρμαρυγαῖς, Θεόνυμφε τὴν ψυχήν μου, φωταγώγησον, κείμενον βόθρον ἀπωλείας, ἀνάστηστον ἐχθροὺς καταράσσουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντάς με.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου