ΙΟΥΝΙΟΣ Γ΄.
ΙΩΣΗΦ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μέλπειν, Ἰωσήφ, προσθέτω Χριστὸς χάριν. Θεοφάνους.
ᾨδὴ α΄. Ἦχος α’. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Μίαν τρισυπόστατον αὐγήν, τὴν ἐκ μιᾶς προϊοῦσαν θεότητος, λάμψαι τῇ καρδίᾳ μου, σαῖς προσευχαῖς ἀρχιερεῦ δυσώπησον, ὅπως ἐπαξίως, τὸ σὸν ὑμνήσω μνημόσυνον.
Ἐπικρατεστέρῳ λογισμῷ, τὰ τῶν παθῶν κατευνάσας σκιρτήματα, Πάτερ ἐκ νεότητος, τῆς ἱερᾶς κατηξιώθης στάσεως, θεῖος παραστάτης, Θεοῦ μεσίτης γενόμενος.
Λόγῳ κυβερνώμενος Θεοῦ, καὶ λογικὴ ὡς θυσία δεικνύμενος, ὅλην καθιέρωσας, σοῦ τὴν ζωὴν τῷ τῆς ζωῆς δεσπόζοντι, καὶ ζωοποιοῦντι, δυνάμει θείᾳ τὰ σύμπαντα.
Θεοτοκίον.
Πύλην φωτοφόρον οὐρανοῦ, δι’ ἧς ἡμῖν ὁ Δεσπότης ὡμίλησεν, σάρκα περιθέμενος, τὴν καθ’ ἡμᾶς ὑπερφυῶς πανάμωμε, Σὲ ὁμολογοῦντες, ὡς Θεοτόκον κηρύττομεν.
ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.
Ἐλπίδα καὶ πίστην ἀκραιφνῆ, ἀγάπην καὶ πραότητα, καὶ καθαρὰν καρδίαν κτησάμενος, Θεὸν παμμάκαρ, ἰδεῖν ἠξίωσαι, λαμπρυνθεὶς τῇ χάριτι, τὴν ψυχὴν θεόληπτε, καὶ τὴν ἄῤῥητον δόξαν τεθέασαι.
Ἱκέτην σε πάνσοφε Χριστῷ, προθύμως προβαλλόμεθα, ὡς δι’ Αὐτὸν λαμπρῶς ἀριστεύσαντα, καὶ τὴν εἰκόνα, τούτου τιμήσαντα, καὶ θεσμοὺς κρατύναντα, τοῦ σεπτοῦ κηρύγματος, καὶ τὴν ἄμεμπτον πίστιν φυλάξαντα.
Νεκρώσας τὰ μέλη τῆς σαρκός, θεόφρον ἀξιάγαστε, ζῶντα ναὸν τὸν νοῦν σου ἀνέδειξας, ἔνδον πλουτοῦντα, τὴν χρυσῆν τράπεζαν, καὶ λυχνίαν ἄσβεστον, τῷ φωτὶ τῆς πίστεως, καταυγάζουσαν πάντα τὰ πέρατα.
Θεοτοκίον.
Ἰδοὺ Σὺ γεγέννηκας Θεόν, ἐμψύχῳ καθ’ ὑπόστασιν, συνεισδραμόντα σώματι πάναγνε, τροπῆς μὲν πάσης, ἐκτὸς καὶ φύρσεως, καὶ ἐκτὸς συγχύσεως, σαφῶς διαμείναντα, τὸν τοῦ κόσμου Σωτῆρα καὶ Κύριον.
Κάθισμα. Ἦχος πλ. δ΄. Ἀνέστης ἐκ νεκρῶν.
Ἀμέμπτως τῷ Θεῷ, λειτουργήσας παμμάκαρ, ἐποίμανας λαόν, τοῦ Χριστοῦ ὀρθοδόξως· ὅθεν μετέστης χαίρων, πρὸς τὰς ἀΰλους μονὰς θεόπνευστε, γέρας τῶν σῶν καμάτων, λαβὼν ἀξίως θεομακάριστε, καὶ ἱκετεύων σώζεσθαι ἡμᾶς, κινδύνων καὶ θλίψεων.
Ἕτερον. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Ὡς κήρυκα πιστόν, Ὀρθοδόξων δογμάτων, καὶ νόμιμον Θεοῦ, ἀθλητὴν πεφηνότα, ὑμνοῦμέν Σε θεόφρων· Ἰωσὴφ ἐν ᾀσμάτων φωναῖς· Σὺ γὰρ ἤλεγξας, κακοδοξίας τὴν πλάνην, καὶ ἐτράνωσας, Ὀρθοδοξίας τὸ κράτος, ἐνθέοις σου δόγμασιν.
ᾨδὴ δ΄. Ὄρος σε.
Ὡς θείαις, προσθήκαις προφανῶς αὐξανόμενος, ὡς Ἰωσὴφ ὁ παλαιός, τῆς σωφροσύνης ὁ πυρσός, τὸ τέλειον ἔφθασας, τῆς ἀρετῆς, ἱερομύστα θεσπέσιε, τῆς Ἐκκλησίας προστάτης γενόμενος.
Στῦλόν σε, παμμάκαρ καὶ νεφέλην σκιάζουσαν, τὸν ἀληθῆ καθοδηγεῖν, πεπιστευμένον Ἰσραήλ, πρὸς κλῆρον οὐράνιον, καὶ πρὸς τὴν γῆν, ἐπαγγελίας τῆς ἄνωθεν, οἱ φοιτηταί σου σαφῶς ἐπιστάμεθα.
Ἡ χάρις, ἡ θεία σε σαφῶς ἐνισχύσασα, τῶν πειρασμῶν ταῖς προσβολαῖς, καὶ βασιλέων ταῖς ὁρμαῖς, ἀνάλωτον ἔδειξε, καὶ νικητήν, τροπαιοφόρον εἰργάσατο, καὶ τῷ στεφάνῳ τῆς νίκης ἐκόσμησεν.
Θεοτοκίον.
Φωτός Σε, καλοῦμεν ἀκηλίδωτον ἔσοπτρον, ὡς δεξαμένην τὴν αὐγήν, τῆς θεϊκῆς μαρμαρυγῆς, καὶ ταύτην ἀστράψασαν, σωματικῶς, παντὶ τῷ κόσμῳ πανύμνητε, πρὸς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων Σε.
ᾨδὴ ε΄. Ὁ φωτίσας.
Παραστάτης, δεξιὸς τοῦ Δεσπότου γενόμενος, καὶ προστάτης, εὐσεβείας δογμάτων δεικνύμενος, τὸν κρατοῦντα ᾔσχυνας, θηριωδῶς ἐπιμανέντα, κατὰ Χριστοῦ παμμακάριστε.
Ῥωννύμενος, ἀοράτῳ δυνάμει τοῦ Πνεύματος, τὰς ἀδίκους, ἐξορίας γενναίως ὑπήνεγκας, ἀνθ’ ὧν τὸν παράδεισον, νῦν τῆς τρυφῆς χωροβατῆσαι, κατηξιώθης θεόπνευστε.
Ὁμωνύμως, Ἰωσὴφ τῷ δικαίῳ καλούμενος, ἰσοτίμῳ, σωφροσύνῃ ἐφάνης κοσμούμενος, σιτοδότης ἄριστος, θείας τρυφῆς γεγενημένος, ἱεροφάντα μακάριε.
Θεοτοκίον.
Σὲ προστάτιν, τῆς ζωῆς μου Παρθένε προβάλλομαι, Σὲ ἐλπίδα, κεκτημένος οὐ καταισχυνθήσομαι, Σὲ κρηπῖδα τίθημι, διὰ παντὸς τῆς σωτηρίας· Σοῦ γὰρ πλουτῶ τὴν ἀντίληψιν.
ᾨδὴ στ΄. Ἐκύκλωσε.
Θεόθεν σοι, τῇ δεδομένῃ χάριτι, καὶ λόγων τῇ λαμπρότητι, τὸ μυστήριον ἐτράνωσας ἡμῖν, τῆς οἰκονομίας τὸ ἀπόῤῥητον, τοῦ δι’ ἡμᾶς, τὴν ἡμετέραν σάρκα πτωχεύσαντος.
Ἐδίδαξας, ἡμᾶς ἐν δύο φύσεσι, τὸν ἕνα τῆς Τριάδος Χριστόν, ὑποστάσει δὲ πανόλβιε μιᾷ, σέβειν καὶ δοξάζειν τὸ Θεὸν ἡμῶν, τὸν ἐκ φθορᾶς, καὶ τοῦ θανάτου ἡμᾶς ῥυσάμενον.
Τὸν ἄδυτον, δικαιοσύνης ἥλιον, νεφέλῃ τῇ τοῦ σώματος, καλυπτόμενος ἐγνώρισας Χριστόν φύσει ἀνθρωπίνῃ ζωγραφούμενον, καὶ ὡς Θεόν, περιγραφῆναι οὐκ ἀνεχόμενον.
Θεοτοκίον.
Ὡς εὔσπλαγχνον, καὶ εὐσπλαγχνίας αἴτιον, ἀγκάλαις Σου βαστάζουσα, τὸν φιλάνθρωπον δυσώπησον Υἱόν, σῶσαι τὸν λαόν Σου Μητροπάρθενε· Σὺ γὰρ ἐλπίς, τῶν ἀπορούντων καὶ ἡ παράκλησις.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν μοι μυστικῶς.
Τοῖς τοῦ Σωτῆρος καὶ Θεοῦ ὑπείκων νόμοις, πᾶσαν τερπνότητα ἐν γῇ σαφῶς κατέλιπες, καὶ τὸν σταυρόν σου ἀράμενος, τῷ Χριστῷ ἠκολούθησας, καὶ ὅλος ὅλως ἀγάπῃ συνενωθείς, τῇ τούτου, ὑψώθης μάκαρ ταῖς ἀρεταῖς· ὅθεν μάκαρ κεκλήρωσαι, ἱερωσύνην στολήν, καὶ πάντας ἐδίδαξας, σέβειν θείαν εἰκόνα Χριστοῦ.
ᾨδὴ ζ΄. Οἱ παῖδες εὐσεβείᾳ.
Χάριτι καὶ δυνάμει, τοῦ Ἁγίου θεοφόρε Πνεύματος, καθοπλισάμενος στεῤῥῶς, εὐσεβείας ὑπερήθλησας, καὶ λεόντων κεφαλάς, πατήσας ἔψαλλες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ῥημάτων σου ὁ φθόγγος, τὴν γῆν πᾶσαν ἐμφανῶς διέδραμεν, ἐξακουόμενος τρανῶς, ἀκοαῖς Πάτερ θεόφροσι, καὶ διδάσκων εὐσεβῶς, βοᾷν τῷ κτίσαντι· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἱεροπρεπεστάτῃ, πολιτείᾳ προφανῶς διέπρεψας, βίον θεάρεστον ἐν γῇ, τῷ Θεῷ πολιτευσάμενος, καὶ αὐτῷ διὰ παντός, βοῶν πανόλβιε· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σύμβολα τοῦ Σοῦ τόκου, οἱ τρεῖς παῖδες ἐν καμίνῳ ἔδειξαν· ὡς γὰρ διέμειναν πυρί, ἀβλαβὴς διετηρήθης ἁγνή, δεξαμένη ἐν γαστρί, τὸ πῦρ τὸ ἄστεκτον, τὸν τῶν Πατέρων Θεὸν εὐλογημένη.
ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος.
Τυράννου κακοδοξοῦντα διελέγχων, διετέλεσας δόγμασι θείοις, τοῦ Χριστοῦ δὲ πάνσοφε, τὴν εἰκόνα τιμητικῶς, προσεκύνησας τῷ πόθῳ ἀσπαζόμενος, ᾧ νῦν ἀναμέλπεις εὐφραινόμενος· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὅλην τὴν ἐπιθυμίαν τῷ Δεσπότῃ, ἀνατέθεικας ζῶσαν θυσίαν, τὸν θυμὸν δὲ ἔτρεψας, κατὰ μόνου τοῦ δυσμενοῦς, ἱερώτατε τῷ λόγῳ κυβερνώμενος, ᾧ νῦν ἀνακράζεις ἀγαλλόμενος· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω Αὐτὸν εἰς τοὺς αἰῶνας.
Σύμβολα τῆς καθ’ ἡμᾶς θεοσεβείας, καὶ μορφώματα καὶ χαρακτῆρας, τῶν Ἁγίων Ὅσιε, προσεκύνεις πανευσεβῶς, πρωτοτύποις ἀναπέμπων τὴν προσκύνησιν, μεθ’ ὧν ἐκβοᾷς νῦν ἐνηδόμενος· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Χαῖρε κεχαριτωμένη Παναγία, δι’ ἧς ἔλαμψε πᾶσιν ἀνθρώποις, ὁ Χριστὸς ἡ ἄληκτος, εὐφροσύνη καὶ ἡ χαρά, ἡ αἰώνιος καὶ ὄντως ἀγαλλίασις, ᾧ νῦν γεγηθότες ἀναμέλπομεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω Αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Αἴγλῃ τριφεγγεῖ λαμπόμενος, καὶ φωτοβόλῳ χύσει καταστραπτόμενος, τῶν σῶν φοιτητῶν τὴν ἱερὰν ποίμνην Ὅσιε, τὴν ἐν πίστει τελοῦσαν τὴν μνήμην σου, ἐξ ὕψους ἐποπτεύων, ταῖς σαῖς πρεσβείαις διατήρησον.
Ῥείθροις ἀειζώου νάματος, τοῦ τῆς τρυφῆς χειμάῤῥου καταρδευόμενος, τὴν τρισόλβιον καὶ μακαρίαν ἀπόλαυσιν, ἀμοιβὴν τῶν σῶν πόνων ἀπείληφας, προσθήκαις αἰωνίοις, ἱεροφάντα αὐγαζόμενος.
Ἴδε ξυνωρὶς θεόληκτε, ἀδελφικὴ καὶ σώματι καὶ τῷ πνεύματι, συνασκήσασα καὶ καρτερῶς ἐναθλήσασα, καὶ λαβοῦσα τῆς νίκης τὸν στέφανον, πρεσβεύει δωρηθῆναι, ταῖς Ἐκκλησίαις τὴν ὁμόνοιαν.
Θεοτοκίον.
Νόμου τοῦ καινοῦ θεότευκτον, ἡγιασμένην πλάκα θεομακάριστε, ἔνδον ἔχουσα ἐγγεγραμμένον τῷ πνεύματι, τὸν τοῦ νόμου δεσπότην καὶ πάροχον, εἰδότες Σε Παρθένε, ἀκαταπαύστως μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου