ΑΥΓΟΥΣΤΟΣ ΙΘ΄
ΒΑΡΘΟΛΟΜΑΙΟΣ ΟΣΙΟΣ ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ
ΚΑΝΟΝΕΣ Γ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ α΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν σὸν γεραίρω, Πάτερ, εὐκλεῆ βίον.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.
Ταῖς τῶν παθῶν παρεκτροπαῖς ὁ δείλαιος, τὸν νοῦν σκοτούμενος, τὸ τῆς ψυχῆς ὄμμα, ἡδοναῖ ἐζόφωσα· ἀλλὰ σὺ Πάτερ δίδου μοι, φωτισμὸν σαῖς πρεσβείαις, τοῦ ἀνυμνῆσαι τὴν ἔνθεον, καὶ ἀγγελικὴν πολιτείαν σου.
Ὅλος Θεῷ ἀνατεθεὶς μακάριε, ἀπὸ νεότητος, καθάπερ γῆ πίων, θεῖον σπόρον δέδεξαι, ταῖς τῆς καρδίας αὔλαξιν, ὃν ἀρδεύσας τοῖς πόνοις, τὸν στάχυν ἑκατοστεύοντα, εὐαγγελικῶς Πάτερ ἤνεγκας.
Νεανικῶς πρὸς τοὺς ἀγῶνας ὥρμησας, τοὺς τῆς ἀσκήσεως, καὶ τῆς ὁδοῦ ταύτης, θεμέλιον τέθηκας, τὴν πολιτείαν Ὅσιε, καὶ φυγὰς τῆς πατρίδος, Βαρθολομαῖε γενόμενος, ἐν τούτοις ἐκτήσω τὸ ἄτυφον.
Θεοτοκίον.
Σὲ καθαρὰν ὁ καθαρὸς εὑράμενος, ἐν Σοὶ ἐσκήνωσε, τὸ παλαιὸν αἶσχος, καθάρας τῆς φύσεως· διὸ Βαρθολομαῖός Σε, καθαρῷ συνειδότι, ἐνθέως ὑπερηγάπησε, γνησίως λατρεύσας Σοι Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίων ἁψίδων, ἐπιποθῶν οἴκησιν, πάντων γεηρῶν ὑπερῆρας, σαυτοῦ τὸ φρόνημα, τὴν ἀκτησίαν δε, ὡς κτῆμα θεῖον ἐκτήσω, ἄνω πρὸς τὴν ἄϋλον, κτίσιν φερόμενος.
Νοημάτων ἐπλήσθης, τῶν γραφικῶν Ὅσιε, ἐκ τῆς ἐπιμόνου μελέτης, νοὸς ὀξύτητι, καὶ χάριν εἴληφας, τοῦ εὐφυῶς σαφηνίζειν, τὰ πολλοῖς ἀπόῤῥητα, βάθει τοῦ πνεύματς.
Θεοτοκίον.
Γεγραμμένον Σε τόμον, προβλεπτικοῖς ὄμμασι, πάλαι ὁ Προφήτης προεῖδε, Μῆτερ ἀπείρανδρε, προαινιττόμενος, τὸν Σὸν ἀνέκφραστον τόκον· τῷ γὰρ λόγῳ γέγονας, τόμος θεόγραφος.
ᾨδὴ δ΄. Σύ μου Χριστέ.
Ἐπιζητῶν, τοὺς φιλαρέτους καὶ σώφρονας, μόνοις τούτοις, συνδιῆγες Ὅσιε, ἑκάστο βίον περισκοπῶν, καὶ ὡς ἐκ λειμῶνος, τὸ κρεῖττον ἐρανιζόμενος, συχνάκις μεταβαίνων, ἔθνη πόλεις καὶ κώμας, ξένος πένης τοῖς πᾶσιν ἀγνώριστος.
Ῥακοφορῶν, καὶ μονοχίτων διήνυες, κεκαρμένος, ἀσκεπὴς ἀνήλιπος, ἐξ ἀσιτίας ἐκτετηκώς, καὶ ζηλῶν ἐν τούτοις, Ἰάκωβον τὸν θεάδελφον, βαστάζων ἐν χειρί σου, σταυρικὴν βακτηρίαν, ὡς Ἀνδρέας ὁ μέγας πρωτόκλητος.
Ἀναδραμών, τὴν οἰκουμένην ἀοίδιμε, καὶ συλλέξας, ἐκ πάντων τὸ χρήσιμον, πρὸς βίον αὖθις ἐρημικόν, ἑαυτὸν μετῆξας, καὶ ὀρειφοίτης γενόμενος, θηρίοις συνδιῆγες, ἀβλαβὴς διαμένων· ἀρετὴν γὰρ καὶ θῆρες σεβάζονται.
Θεοτοκίον.
Ἴσον Πατρί, Λόγον ἁγνὴ ἀπεκύησας, τοῖς ἀνθρώποις, ἴσον χρηματίσαντα, καὶ μορφωθέντα τὸ καθ’ ἡμᾶς, καὶ τροπὴν ἢ φύρσιν, τῶν φύσεων μὴ δεξάμενον, Ὃν ἵλεων γενέσθαι, τῇ Σῇ ποίμνῃ δυσώπει, Παναγία Παρθένε Θεόνυμφε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ῥωμαλέως τὸ ψῦχος, καὶ τὴν τοῦ χειμῶνος δριμύτητα ἤνεγκας, ἀλλ’ ὁ πάντα βλέπων, φανεροῖ σε τοῖς πᾶσι κρυπτόμενον, μὴ ἐάσας λύχνον, ὑπὸ τὸ μόδιον κεκρύφθαι, ἀλλ’ ἐμφαίνων τὸ φῶς καλυπτόμενον.
Ὡς πιδάκων λιβάδες, τῶν σῶν ὀφθαλμῶν ἀπεῤῥύη τὸ δάκρυον, αἱ δὲ παραινέσεις, ὑπὲρ μέλος ὑπῆρχον σειρήνιον, τὸ σεμνὸν δὲ ἦθος, καὶ ἡ τοῦ τρόπου κοσμιότης, σωφροσύνης ὑπῆρχε διδάσκαλος.
Θεοτοκίον.
Πίστει Κόρη ζεούσῃ, ναὸν θεῖον ἤγειρε Βαρθολομαῖός Σοι, προκατασκευάσας, ἑαυτὸν τῷ Θεῷ ναὸν ἔμψυχον, τῷ ἐκ Σῶν αἱμάτων, ναὸν αὐτῷ συστησαμένῳ, καὶ θεώσαντι τοῦτον πανάμωμε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἀστέρα σε φαεινόν, ἡ Καλαβρία ἐγνώρισεν, ἀκτῖσι τῶν ἀρετῶν, τῷ κύκλῳ φωτίζοντα· Ἰταλία πᾶσα γάρ, καὶ γῆ Σικελίας, τῆς σῆς χάριτος ἀπήλαυσεν.
Τῷ Ἠλιοὺ μέν ποτε, ὁ κόραξ ἄρτον προσέφερε, νῦν δὲ τῇ σῇ προσευχῇ, ἄρτος ἤχθη πρόσφατος, μεθ’ οὗ τὸ ἀναίμακτον, τελέσαντα θῦμα, ηὐχαρίστησαν τῷ κτίσαντι.
Τῶν μοναζόντων πληθύς, προσέτρεχε πανταχόθεν σοι, καὶ προεστῶτες πολλοί, ἀφέντες προΐστασθαι, καὶ σοὶ προσερχόμενοι, βέλτιον ἡγοῦντο, ὑπὸ σοῦ Πάτερ ἰθύνεσθαι.
Θεοτοκίον.
Ἐμὲ τὸν φρενοβλαβῶς, τοῖς πάθεσι ὑποκύψαντα, Θεογεννῆτορ ἁγνή, πρεσβείαις Σου ἔγειρον, καὶ τὸν νοῦν μου ἴθυνον, πρὸς τὰς θείας τρίβους, εὐδρομεῖν καθοδηγοῦσά με.
Κοντάκιον. Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.
Τὸν ἐν ἀσκήσει, φαεινότατον λαμπτῆρα, καὶ μονοτρόπων, ἀκριβέστατον κανόνα, πάντες Βαρθολομαῖον εὐφημήσωμεν· τῶν ἀρετῶν γὰρ ὤφθη, σεπτὸν τῷ ὄντι καταγώγιον· Χριστῷ γὰρ πρεσβεύει, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ἄστρων ἠμαύρωσεν ἀγλαΐαν, καὶ σελήνης τὸ σέλας, τοῦ ἡλίου τὸ φῶς, ἐκ τῆς ἑώας ἀνίσχοντος, τῶν καθ’ ἡμᾶς δὲ θείων Πατέρων, ἀρεταῖς ὑπερήρθη Βαρθολομαῖος, τῶν ἀσκητῶν, γεγονὼς μιμητὴς τῶν ἀνέκαθε, καὶ πρᾶξιν γνώσει κοσμήσας, ἐν ἀμφοῖν οὐδενὸς ὤφθη δεύτερος· διὸ χοροῖς συναυλίζεται, τῶν Ἁγίων ὧ γέγονε ζηλωτής, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρθολομαίου, τοῦ ἀρχιμανδρίτου τῆς Μονῆς τῆς Νέας Ὁδηγητρίας Θεοτόκου τοῦ Ῥηχινιάτου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Τῶν Χαλδαίων ἡ κάμινος
Ῥώμης πάπας ἠγάσθη σου, τὴν σεπτὴν πολιτείαν, καὶ τῶν λόγων τὴν σύνεσιν, Πάτερ Βαρθολομαῖε, καὶ δόξῃ τετίμηκεν, ὡς μαθητὴν τοῦ Χριστοῦ, εἰσοικισάμενος.
Ἐπιγνοὺς ἐκ τῶν λόγων σου, βασιλεὺς αὐτοκράτωρ, ὡς πατρὶ προσανεῖχέ σοι, σὺν πάσῃ τῇ συγκλήτῳ, θαυμάσας τὸν ζῆλόν σου, καὶ τὴν ἐν λόγοις ἰσχύν, καὶ τὸ ἀθώπευτον.
Ὑπεστάλη ὁ τύραννος, τοῖς σοῖς Πάτερ ἐλέγχοις, καὶ χαρίζεται ἄνδρας σοι, οὓς εἶχεν ὑπευθύνος, βροχισθῆναι μέλλοντας, καὶ τοῖς σκολώπων δεσμοῖς, ἀναρτηθήσεσθαι.
Θεοτοκίον.
Κιβωτὸν ἁγιάσματος, καὶ θεόγραφον πλάκα, ἱλαστήριον ἅγιον, εἰδότες Σε Παρθένε, βοῶμεν τῷ τόκῳ Σου· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον
Λελαμπρυσμένον χάριτι, πρακτικῆς ἐπιγνώσεως, φανερὸν ἡ φήμη πανταχοῦ σε ἔθηκεν· ἰδοὺ ἐκ περάτων σοι, πλῆθος λαοῦ συνέῤῥεεν, ἐν ἐξαγορίᾳ καὶ ψυχῆς κατανύξει, βοῶντες τῷ Σωτῆρι· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔρει ποτέ σοι οἴκοθεν, πειρασμὸν μέγαν Ὅσιε, ἡ τοῦ ἀρχεκάκου φθονερὰ ἐπίνοια, τοὺς λίαν γνησίους σοι, συκοφάντας ἐκφήνασα, ὧν τὰς λοιδορίας ὡς ἀράχνιον νῆμα, διέλυσας κραυγάζων, τῷ Θεῷ εὐχαρίστως· λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἡ πανάμωμος Δέσποινα, ἡ φρουροῦσά Σε πάντοτε, ἐκ τῆς σκευωρίας τῶν ἐχθρῶν σου Ὅσιε, τῶν μάτην φθονούντων σοι, ἀβλαβῆ σε ἐτήρησε, πρόνοιαν ποιουμένη τῶν μελλόντων σωθῆναι, ταῖς σαῖς διδασκαλίαις, Βαρθολομαῖε μάκαρ, Χριστὸν Ὃν σὺ εὐλόγεις, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Βάτον Σε πρὶν ἑώρακεν, ὁ θεόπτης πυράφλεκτον, ὡς τὸ θεῖον πῦρ ἐν τῇ γαστρὶ βαστάσασαν Μητρόθεε Δέσποινα· διὸ πυρὶ τοῦ τόκου Σου, φλέξον τῶν παθῶν μου τὰς ὑλώδεις ἀκάνθας, καὶ κάθαρον τὸν νοῦν μου, εὐσεβῶς ἀναμέλπειν· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἰδού σοι τῶν καμάτων τὰς ἀμοιβάς, καὶ τὰ γέρα Χριστὸς ἐχαρίσατο, ἐν οὐρανοῖς, τάξεσιν Ἀγγέλων συντεταχώς· μεθ’ ὧν ἐπαγαλλόμενος, πρόσωπον πρὸς πρόσωπον καθορᾷς, Χριστοῦ τὸ θεῖον κάλλος, καὶ τὴν ἄφραστον δόξαν, Βαρθολομαῖε παναοίδιμε.
Ὃν λέλοιπας διάδοχον σῆς ἀρχῆς, φοιτητήν σου γενόμενον γνήσιον, καὶ μιμητήν, καὶ τῆς σῆς ἀσκήσεως ζηλωτήν, ταῖς ἀρεταῖς ἐκλάμψαντα, ἀνώτερον τήρει παντὸς κακοῦ, σὺν πάσῃ τῇ σῇ ποίμνῃ, ἣν ηὔξησας σοῖς πόνοις, καὶ διδαχαῖς σου παναοίδιμε.
Ναμάτων ζωηῤῥύτων θεία πηγή, ἡ σορὸς τῶν λειψάνων σου πέφυκεν, ἣν εὐλαβῶς, νῦν περικυκλοῦντες πόθῳ πολλῷ, πιστῶς περιπτυσσόμεθα, ὄμμασι καὶ χείλεσι καὶ νοΐ, ὡς οὖσαν μυροθήκην, ἐνθέων χαρισμάτων, διπλῆν ὠφέλειαν καρπούμενοι.
Θεοτοκίον.
Νενίκηνται τῆς φύσεως οἱ θεσμοί, τῷ Σῷ τόκῳ πανάμωμε Δέσποινα, Μήτηρ Θεοῦ· σύλληψις γὰρ ἄσπορος ἐπὶ Σοί, καὶ γέννησις ἀλόχευτος, ὑπὲρ φύσιν ἄμφω καὶ ὑπὲρ νοῦν· διό Σε ὡς αἰτίαν, πρόξενον μυστηρίου, ἀκαταπαύστως μεγαλύνομεν.
***
Ἕτερος (β΄) Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν σὸν βίον παμμάκαρ, ᾄσμασι στέφω.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ταῖς θείαις λαμπόμενος, ἀγλαομόρφοις φαιδρότησι,νκαὶ συναυλιζόμενος, οὐρανοβάμοσι, ταῖς τῶν εὐχῶν σου, καταύγασον ἀκτῖσι, τὸν νοῦν μου μακάριε, τοῦ ἀνυμνῆσαί σε.
Ὁ νοῦς σου πυρσούμενος, ταῖς θεϊκαῖς ἐπιγνώσεσι, τοῦ κόσμου παρέδραμε, πᾶσαν προσπάθειαν, Βαρθολομαῖε, καὶ δόξης οὐρανίου, δεδεγμένος ἔφεσιν, ταύτην ἐκτήσατο.
Νεκρώσας τὰ μέλη σου, δι΄ ἐγκρατείας μακάριε, νοὸς καθαρότητα, θείαν ἐπλούτησας, καὶ τοῦ Πνεύματος, τὰς μυστικὰς ἐμφάσεις, δεξάμενος οἴκημα, Θεοῦ γεγένησαι.
Θεοτοκίον.
Σιὼν νῦν εὐφραίνεται, τῇ πανηγύρει Σου Δέσποινα, ἐν ταύτῃ μετέστης γάρ, πρὸς τὰς ἀγήρω μονάς, παραπεμπόντων, τάξεων οὐρανίων, πρὸς ὑπερουράνιον, σκήνην Σε πάναγνε.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Ὁ βίος σου ἄϋλος ἐδείχθη· καὶ γὰρ ἡμιλλήθης ἐν σαρκί, τοῖς ἀσωμάτοις Ὅσιε, ὑπάρχων μετὰ σώματος, καὶ τῆς σαρκὸς τὸ φρόνημα, τῷ πνεύματι καθυπέταξας.
Νηστείᾳ σαυτὸν καὶ κακουχίᾳ, ἐκδοὺς ἐκ νεότητος σοφέ, βίον πλανήτην ἔζησας, κειροκόμης ἀνέστιος, μονοχίτων ἀνήλιπος, καὶ χαμαιεύνης ἀλώμενος.
Βιώσας ὡς ἄσαρκος ἐν βίῳ, χαρίτων ἐπλήσθης θεϊκῶν, τῇ χάριτι τοῦ Πνεύματος, γενόμενος θεόσοφος, καὶ βλύζων ὥσπερ νάματα, τοὺς λόγους ἐν κατηχήσεσιν.
Θεοτοκίον.
Ἰσχὺς ἡ τοῦ Πνεύματος συλλήβδην, τὸν θεῖον χορὸν τῶν μαθητῶν, διὰ νεφέλης ἤθροισε, τῇ νοητῇ νεφέλῃ Σοι, πανευλαβῶς συστείλασθαι, τὸ θεοδόχον Σου σκήνωμα.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῇ πράξει τετήρηκας τὸ κατ’ εἰκόνα Θεοῦ, τῇ γνώσει ἐφοίτησας τῶν φοιτητῶν τὰς ψυχάς, Πατὴρ ἡμῶν Ὅσιε, τέλειον δὲ κατ’ ἄμφω, σεαυτὸν ἀναδείξας, εἴληφας τῶν καμάτων, πολλαπλοῦς τοὺς στεφάνους, πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σε.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁλοτρόπως ἀποκλίνων, τὸν ἀνθρώπινον ἔπαινον, καὶ τὴν κούφην δόξαν, σεαυτὸν ἐν σπέει κατέκλεισας, τὸ θεῖον κάλλος ἐκεῖθεν, ὀπτριζόμενος, καὶ μελέτῃ πλατύνων ψυχῆς τὰ νοήματα.
Νοῦν ἐνστήσας ἡγεμόνα, τῶν παθῶν ἱερώτατε, κούφως ὑπερέπτης, ἡδονῆς ἁπάσης τὰ θήρατρα, τῇ ἐγκρατείᾳ μαράνας, πᾶσαν ὄρεξιν, καὶ πρὸς μόνον Θεὸν ἀνυψώσας τὴν ἔφεσιν.
Περιτρέχων ἐπεζήτεις, τοὺς ἀσκήσει προλάμποντας, καὶ σοφίᾳ λόγων, καὶ τούτοις ἀεὶ συγγινόμενος, ὥσπερ ὀλκὰς ἐπληρώθης, θείων πράξεων, τὴν καλὴν ἐμπορίαν σοφὲ κομισάμενος.
Ἀπεδύσω τὸν χιτῶνα, τῆς νεκρώσεως Ὅσιε, ἀσκήσεως πόνοις, τήξας ὡς ἀράχνη τὸ σῶμά σου, καταστολὴν δὲ τὴν θείαν, νῦν ἐνδέδυσαι, καὶ τοῦ ξύλου τῆς ἄνω ζωῆς ἐνετρύφησας.
Θεοτοκίον.
Μακαρία Σὺ ἐν πάσαις, γενεαῖς ὤφθης πάναγνε, ὡς τεκοῦσα Λόγον, τὸν ἐν τοῖς Ἁγίοις μακάριον, ὃς τοῦ Ὁσίου τὴν μνήμην, συνεδόξασεν, ἐν τῇ μνήμῃ Σου γῆθεν αὐτὸν προσλαβόμενος.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Μεστὸν ὄντα ζήλου σε, καὶ παῤῥησίας ἔμπλεων, βασιλεῖς ᾐδέσθησαν Αὐσόνων, συγκάθεσρόν τε καὶ ὁμοδίαιτον, σὲ πεποιηκότες καὶ τῆς σῆς, γλώττης κρεμαννύμενοι, ὡς Θεῷ προσανεῖχόν σοι.
Ἀθροίσας ὡς μέλιττα, ἐν σίμβλῳ τῆς καρδίας σου, πάσης ἀρετῆς κάλλιστον εἶδος, χαρίτων μέλη ἐκηροπλάστησας, ὅπερ ἀποστάζον ἐκ τῶν σῶν, χειλέων ἐπήγαζε, γλυκασμὸν κατανύξεως.
Θεοτοκίον.
Κιβωτόν Σε ἔμψυχον, ὑπάρχουσα πανάμωμε, σήμερον εἰς ἅγια ἁγίων, μετακομίζει ὁ ἐνοικήσας ἐν Σοί, καὶ Σὲ ὑποδέχονται σεπτῶς, τάξεις αἱ οὐράνιαι, ὡς κυρίαν τῆς κτίσεως.
ᾨδὴ στ΄. Ἐβόησε.
Ἀστέρα σε, ἀρετῆς πανταχοῦ φημιζόμενον, Ῥώμης πάπας, ὡς Χριστοῦ μαθητὴν ὑπεδέξατο, αἰδεσθεὶς τὸν τρόπον, καὶ θαυμάσας τῶν λόγων τὴν σύνεσιν.
Ῥημάτων σου, τοὺς ἐλέγχους ᾐδέσθησαν τύραννοι, καὶ λῃσταί σου, τὴν ἐμφάνειαν μόνην κατέπτηξαν, καὶ προσέπεσάν Σου, τοῖς ποσὶν ἐκβαλόντες τὸ ἄγριον.
Θεοτοκίον.
Ἀράτωσαν, παμφαεῖς οὐρανῶν πύλας Ἄγγελοι, ἡ γὰρ πύλη, τοῦ Θεοῦ ἣν ὁ Λόγος διώδευσεν, αἰρομένη γῆθεν, οὐρανῶν ὑπερβαίνει τὰς ἄντυγας.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες.
Συνεκίνει κατὰ σοῦ τὰ πειρατήρια, ὁ τῶν δικαίων ἐχθρός, ἀλλ’ ἡ τηροῦσά σε, μητρόνυμφος Δέσποινα, ταῦτα μετέστρεψε, προνοουμένη, τῶν ὑπὸ σοῦ μακάριε, καθ’ ἑκάστην σωζομένων.
Μετανοίας ὁδηγὸς σὺ ἐχρημάτισας, Πάτερ μακάριε, πρὸς ἐξαγόρευσιν, πάντας ὑφελκόμενος, ταῖς κατηχήσεσι, τοὺς κραυγάζοντας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἀπολαύουσα τῶν Σῶν εὐχῶν ἡ μάνδρα σου, ἡ πασῶν ἄρχουσα, τοὺς κατασκόπους ἐχθρούς, ῥᾷον ἐχειρώσατο, ἐπὶ τῇ μνήμῃ σου, καὶ λελύτρωται, βαρβαρικῆς ἁλώσεως, διὰ σοῦ Βαρθολομαῖε.
Θεοτοκίον.
Ἱερῶς τὴν ἱερὰν Βαρθολομαῖός Σε, υπερηγάπησεν, ἄσπιλε μήτηρ Θεοῦ, ὃν νῦν ἀντεδόξασας, τῇ μεταστάσει Σου, ἀξιώσασα, τῶν γεηρῶν ἀμείψασθαι, τῶν ἁγίων τὰς ἐπαύλεις.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
Σοῦ τὴν ἱερὰν σορὸν κυκλοῦντες, ἐν ᾗ τὸ καρτερικόν τε καὶ πολύαθλον· σῶμά σου κατάκειται, χάριν ἀρυόμεθα, τῶν ἰαμάτων Ὅσιε, Χριστῷ κραυγάζοντες· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῷ Παύλῳ κατ’ ἴχνος ἑπομένῳ, ὁ φθόνος ἐξήγειρέ σοι σκόλοπας, τοὺς γνησιωτάτοις σοι, ὁπλίσας εἰς πόλεμον, ὧν τὰς παγίδας πέφευγας, σθένει τοῦ Πνεύματος· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν τῇ πανιέρῳ μεταστάσει, τῆς ὑψηλοτέρας τῶν ἄνω δυνάμεων, πᾶσι συνταξάμενος, καὶ εἰπὼν τὴν ἔξοδον, καὶ δείξας τὸν διάδοχον, τὸν ὄντως ἄξιον, ηὐτρέπισας σαυτὸν χαρμοσύνως, πρὸς τὴν μακαρίαν, πορείαν τὴν ἐνθένδε.
Θεοτοκίον.
Φωτὶ λαμπρυνθεῖσα τῆς ἁγνείας, φωτὸς οἰκητήριον γεγένησαι· ὅθεν πρὸς ἀΐδιον, φῶς Σε μετεσκήνωσεν, ὁ φωτοδότης Κύριος, ἁγνὴ Θεόνυμφε, Ὃν πάντα εὐλογοῦσι τὰ ἔργα, καὶ ὑπερυψοῦσι, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ὅτι ἐποίησέ μοι.
Ὡς Ἠλιοὺ ἐπήρθης, τῷ ἅρματι τῶν ἀρετῶν, τῷ νέῳ Ἐλισσαίῳ προλιπών, τὴν σὴν χάριν πολλαπλῆν, ὃν διατήρησαι εὐχαῖς, μετὰ τῆς ποίμνης σου.
Ὡς τερπνὴν μυροθήκην, εὐωδίας πνευματικῆς, κυκλοῦντές σου τὴν λάρνακα σεπτῶς, ἐνθυμούμεθα τὴν σήν, ἀγγελικὴν διαγωγήν, Πάτερ τὰ τέκνα σου.
Ὡς τῆς ποίμνης σου ταύτης, πολιοῦχος καὶ οἰκιστής, ἐπόπτευε ἡμᾶς διὰ παντός, σαῖς πρεσβείαις ἱεραῖς, Βαρθολομαῖε τῷ Θεῷ, νῦν παριστάμενος.
Θεοτοκίον.
Ὡς θρόνον γεγονυῖαν, τοῦ παντάνακτος Ἰησοῦ, οἱ θρόνοι Σε τῶν ἄνω λειτουργῶν, ὑπεδέξαντο σεμνή, καὶ πρὸς παστάδας νοητάς, σεπτῶς εἰσήγαγον.
***
Ἕτερος (γ΄) Κανών.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Ἐκ βρέφους τὴν ἀρετὴν ἐπόθησας, καθαρωτάτῳ νοΐ, καὶ σεαυτὸν προσῆξας τῷ Θεῷ, ὡς θυσίαν εὐπρόσδεκτον, Βαρθολομαῖε Ὅσιε· ὑπὲρ ἡμῶν Αὐτὸν ἱκέτευε.
Εἰδώς σου τὸ καθαρὸν ὁ Κύριος, τοῦ σώματος καὶ ψυχῆς, Βαρθολομαῖε χάριτος Αὐτοῦ, ἐκ σπαργάνων ἐπλήρωσε· μὴ διαλίπῃς πάντοτε, Αὐτῷ πρεσβεύειν ὑπὲρ πάντων ἡμῶν.
Ὑπάρχων πεπληρωμένος χάριτος, τοῦ θείου Πνεύματος, ἔτι νεάζων μάκαρ ἐκ τῶν σῶν, γεννητόρων ἐξέφυγες· Βαρθολομαῖε Ὅσιε, ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευε.
Θεοτοκίον.
Παρθένε Θεοκυῆτορ Δέσποινα, καὶ προστασία πιστῶν, μὴ διαλίπῃς πάντοτε ἁγνή, ἱκετεύειν πανάμωμε, πρὸς τὸν Υἱόν Σου ἄχραντε, τοῦ οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Ἐμάκρυνας σεαυτόν, καὶ ἐν τοῖς ὄρεσι ἐλθὼν ᾤκησας, Βαρθολομαῖε Ὅσιε, μόνῳ τῷ Θεῷ παριστάμενος.
Δεήσεσι ἐκτενῶς, καθικετεύων τὸν Θεὸν ἔλεγες, Βαρθολομαῖε Ὅσιε· ἵλεως γενοῦ μοι φιλάνθρωπε.
Τὸ ἔλεος τὸ αὐτοῦ, ἐξαποστείλας ἐπὶ σὲ γέγονας, Βαρθολομαῖε Ὅσιε, ἥλιος ἀστράπτων τοῖς δόγμασιν.
Θεοτοκίον.
Ὡς ἔχουσα ἀγαθή, τοὺς ἀμετρήτους οἰκτιρμοὺς αἴτησαι, τὸν Σὸν Υἱὸν πάντοτε, σώζεσθαι τὴν πόμνην Σου Δέσποινα.
ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.
Ἀσωμάτων ἁμιλλώμενος τῇ ἀσκήσει, Βαρθολομαῖε γέγονας, κῆρυξ εὐσεβείας, πάντας τε ἐφώτισας, καὶ μέλπειν ἐδίδαξας· δόξα τῇ δυνάμει Σου Κύριε.
Ἐξελήλυθεν ὁ φθόγγος σου τῶν ῥημάτων, Βαρθολομαῖε Ὅσιε, ἐν τῇ οἰκουμένῃ· διὸ καὶ προσέδραμον, εἰς σὲ οἱ βουλόμενοι, σώζεσθαι αἰτοῦντες συνεῖναί σοι.
Τὴν ἀγάπην μιμησάμενος τοῦ Δεσπότου, Βαρθολομαῖε Ὅσιε, Ὡς αὐτοῦ θεράπων, πάντας ὑπεδέχεσο, καὶ ψάλλειν ἐδίδασκες· δόξα τῇ δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Ἀνερμήνευτος ὁ τόκος Σου Θεοτόκε· ἄνευ ἀνδρὸς γὰρ ἔτεκες, τὸν πᾶσαν τὴν κτίσιν, ἐν χειρὶ κατέχοντα· Αὐτῷ οὖν κραυγάζομεν· δόξα τῇ δυνάμει Σου Κύριε.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Σὺ Πάτερ ἐκ Θεοῦ, ἐδιδάχθης ὡς πρότερον, Παχώμιος ὁ θεόπτης, καὶ ἐστήσω ἐν πέτρᾳ, τὸν τῆς Μονῆς θεμέλιον.
Ἐφρούρεις ἀσφαλῶς, τὸ σὸν ποίμνιον Πάτερ σοφέ, ποιμένων χριστομιμήτως, καὶ τοὺς θῆρας διώκων, Βαρθολομαῖε Ὅσιε.
Ἐκ πάντων ὁ Χριστός, ἀφθονίαν σοι δέδωκε, πρὸς σύστασιν τοῦ ποιμνίου, καὶ μετάδοσιν πάντων, Βαρθολομαῖε Ὅσιε.
Θεοτοκίον.
Ὡς ἔχουσα ἀεί, εὐσπλαγχνίας ἀμέτρητον, σπλαγχνίσθητι Θεοτόκε, καὶ περίσωζε ταύτην, τὴν ποίμνην Σου παντοίας ὀργῆς.
ᾨδὴ στ΄. Θύσω σοι.
Ζηλώσας, τὸν Ἀβραὰμ ἐν τῷ σὲ ὑποδέχεσθαι, πάντας ἐν τοῖς σοῖς ξενῶσι, φιλοξενῶν θεραπείαν τε ποιούμενος, ὡς μαθητὴς Χριστοῦ, Βαρθολομαῖε Πατὴρ ἡμῶν Ὅσιε.
Σὺ Πάτερ, ἐκ θανάτου πικροῦ ἐλυτρώσω πολλούς, ὡς ὁ ἐν Μύροις τὸ πρῶτον, στρατιώτας μέλλοντας θνήξεσθαι, καὶ σὺν τούτῳ, Βαρθολομαῖε ἐστέφθης Πατὴρ ἡμῶν.
Προστάτης, ὀρφανῶν καὶ χηρῶν ἐχρημάτισας, καὶ βακτηρία τυφλωττόντων, καταπονουμένων παραμυθία, καὶ πενήτων, Βαρθολομαῖε Πατὴρ ἡμῶν Ὅσιε,.
Θεοτοκίον.
Ἐλέησον, Θεοτόκε Παρθένε πανύμνητε, τοὺς ἐπὶ Σοὶ τὰς ἐλπίδας, κεκτημένους πάντας καὶ μὴ ἐάσῃς, πειρασθῆναι, ἀλλὰ ῥῦσαι ἐκ πάσης κακώσεως.
ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Ἐν τῇ καμίνῳ, τῶν πειρασμῶν σου ἐκαρτέρησας, πᾶσαν, τὴν ζωήν σου μάρτυς ὡς ἀληθῶς, προαιρέσει τε γενόμενος, Βαρθολομαῖε Ὅσιε, τῷ Θεῷ εὐχαρίστεις ἐν ἅπασιν.
Οὐκ ἐσαλεύθης, ταῖς προσβολαῖς ταῖς τῶν θλίψεων, Πάτερ· βοηθὸν γὰρ ἔσχες τὸν σὸν Θεόν, ἐνισχύοντά Σε πάντοτε, πρὸς Ὃν ἐκραύγαζες· ὑπερύμνητε Κύριε δόξα Σοι.
Χριστομιμήτως, ὑπὲρ τῶν πειραζόντων σὺ ἔλεγες· ἄφες, ὁ Θεὸς τὰς τούτων ἐπιβουλάς· εὐχαρίστως τε ὑπέψαλλες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Θεοτοκίον.
Σὲ προστασίαν, ἐν πειρασμοῖς πάντες κεκτήμεθα, Μήτηρ, τοῦ Θεοῦ τῶν ὅλων ὡς ἀληθῶς, Ὃν ἱκέτευε πανύμνητε, κινδύνων ῥύσασθαι, καὶ παντοίων ἡμᾶς περιστάσεων.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Τέλος τῶν πολλῶν σου καὶ μακρῶν, καμάτων εἴληφας, Βαρθολομαῖε Πατήρ, μετὰ Ὁσίων τε Ὅσιε, ἀναπέπαυται τὸ πνεῦμά σου, ἀγαπησάντων τὸν Θεόν, ἀπὸ ψυχῆς ἐκτενῶς, καὶ βοώντων· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὥσπερ ὁ θεσπέσιος ποτέ, Ἀντώνιος ἐπὶ γῆς, Πάτερ ἐβίωσας, καὶ τὸ πολίτευμα ἔσχηκας, ἐν πραότητι βιώσας πολλῇ· διὸ καὶ νῦν ἐν οὐρανοῖς, ἐσκήνωσας σὺν αὐτῷ, καὶ κραυγάζεις· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Πάντοτε ἐπόθεις τοῦ θανεῖν, ἱδρώτων σου τῶν πολλῶν, ἀνάπαυσιν ἐκζητῶν, ἐλπίσιν Ὅσιε πόνων Σου, ἀγαθῶν ἀεὶ τρεφόμενος· διὸ καὶ νῦν ἐν οὐρανοῖς, αὐλίζῃ κράζων Θεῷ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ὅπλον ἀπροσμάχητον τὴν σήν, βοήθειαν οἱ πιστοί, Παρθένε ἔχοντες, ἀεὶ τὰ σκάνδαλα, τῶν δαιμόνων ἐκτρεπόμεθα· διὸ μὴ λίπῃς ἀγαθή, πρεσβεύειν πάντοτε, τῷ Υἱῷ Σου, ὅπως ῥυσθῶμεν παντοίων κακώσεων.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.
Νῦν ἐν οὐρανῷ συναυλίζῃ, καὶ μετ’ Ἀγγέλων συγχορεύεις· πρέσβευε διὸ θεοφόρε, ὑπὲρ τοῦ κόσμου ὡς συμπαθέστατος, Βαρθολομαῖε Ὅσιε, πρὸς τὸν δεσπότην καὶ Θεὸν ἡμῶν.
Ἔχων παῤῥησίαν παμμάκαρ, πρὸς τὸν φιλάνθρωπον δεσπότην, τούτῳ μὴ ἐλλίπῃς πρεσβεύειν, ὑπὲρ τῆς ποίμνης τῆς σῆς τοῦ σώζεσθαι, Βαρθολομαῖε Ὅσιε, πάσης ἀνάγκης καὶ κακώσεως.
Δέχου τὴν ᾠδὴν τὴν οἰκτράν μου, ὡς συμπαθὴς καὶ μὴ ἐλλίπῃς, δέησιν ἀπαύστως ποιεῖσθαι, πρὸς τὸν δεσπότην ὅπως κολάσεως, τῆς αἰωνίου ῥῦσῃ με, Βαρθολομαῖε Πάτερ Ὅσιε.
Θεοτοκίον.
Δέχου Θεοτόκε Παρθένε, τὰ τῆς καρδίας μου ἐκ πόθου, νῦν προσφερομένας Σοι φωνάς, καὶ πασῶν ῥῦσαι τῶν μενουσῶν με ἐκεῖ, βασάνων παναμώμητε, ὡς μήτηρ οὖσα τοῦ Θεοῦ ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου