Τετάρτη 10 Μαΐου 2023

ΝΟΕΜΒΡΙΟΣ 25. ΟΣΙΟΣ ΠΕΤΡΟΣ ΑΝΑΧΩΡΗΤΗΣ ΚΑΝΩΝ

 

ΝΟΕΜΒΡΙΟΣ ΚΕ΄

ΠΕΤΡΟΣ ΟΣΙΟΣ ΑΝΑΧΩΡΗΤΗΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

 

Ὁ Κανών. Ἀρσενίου.

ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.

Πάσης ἀρχῆς, ἄναρχε Τριὰς Μονὰς ὁ Θεός, Πάτερ Υἱὲ σὺν Πνεύματι, ζωαρχικὸν κράτος, χάριν λόγου παράσχου, τῷ σῷ δούλῳ ὑμνῆσαι, τὸν ὅσιόν σου πιστῶς.

Ἔδει τὴν σήν, χάριν παρεῖναι ἐξάρχειν τε, πιστῶς τῶν ἀνυμνούντων σε, καὶ ἀνακρούεσθαι, ἐπαξίως τὰ ἔργα, τοῦ ἐνθέου σου βίου, Πέτρε μακάριε.

Τῆς τοῦ Χριστοῦ, Πάτερ ἀκούσας φωνῆς ἀληθῶς, ἐπ’ ὤμοις τὸν σταυρὸν αὐτοῦ, χαίρων ἀράμενος, ἠκολούθησας τούτῳ, ὅπως ἀμείψῃ Πάτερ, τὰ αἰωνίζοντα.

Ῥέοντα πῶς, Πέτρε ὁρῶν τὰ πικρῶντα τερπνά, φθαρτὰ ὁμοῦ καὶ εὔφθαρτα, σαυτὸν ἐχώρισας, τῆς τοῦ βίου ἀπάτης, ὅπως κερδάνῃς Πάτερ, τὰ αἰωνίζοντα.

Θεοτοκίον.

Ἀγγελικῶς, κράζομεν πιστοὶ τὸ χαῖρέ Σοι, τῷ Γαβριὴλ ἑπόμενοι, ὅτι τὸν Κύριον, εἰληφυῖα ἀσπόρως, νηδύϊ καὶ τεκοῦσα, ἐῤῥύσω λύπης ἡμᾶς.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Προθύμως συμπλακείς, ἐχθρῷ ἀλάστορι, νηστείαις, καὶ πόνοις καὶ ἀγρυπνίαις, νοητῶς τοῦτον κατέῤῥαξας, τῇ δυνάμει Χριστοῦ τοῦ παντοκράτορος.

Ἐφαίδρυνε Χριστός, τὸ σὸν μνημόσυνον, παμμάκαρ· ἰδοὺ γὰρ συντρέχει πόθῳ, μοναστῶν πλήθη μιγάδων τε, τῷ σεπτῷ σου ναῷ ἄκος ἀρύσασθαι.

Τὴν ἔρημον οἰκῶν, παμμάκαρ Ὅσιε, μιμήσει, Ἠλιοὺ καὶ τοῦ Προδρόμου, τῇ ἐλπίδι τῶν μελλόντων ἐσθλῶν, τὰ ἐπίπονα ταύτης ἐκαρτέρησας.

Θεοτοκίον.

Συνέλαβες Θεόν, ἀσπόρως πάναγνε, νηδύϊ, καὶ τέτοκας ὑπὲρ λόγον, ὡς αὐτὸς μόνος ἐπίσταται, ὁ φυλαξὰς ἁγνήν Σε μετὰ κύησιν.

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ῥωμαλέῳ φρονήματι, τὰς τοῦ ἐχθροῦ, ἐξέκλινας παμμάκαρ, μηχανὰς δυνάμει, Χριστοῦ τοῦ σοῦ πλαστουργοῦ.

Ἐνεφάνισε Κύριος, θαυμαστικῶς, καιροῖς ἐν τοῖς ἐσχάτοις, τῶν λειψάνων θήκην, Σοῦ Πάτερ Ὅσιε.

Τὸ μυρίζον σου λείψανον, Πέτρε σοφέ, ἀγροίκοις τοῖς ποιμέσιν, εἰς πολλῶν τὴν ῥῶσιν, Χριστὸν ἀνέδειξεν.

Ὥσπερ μύρον μυρίζουσιν, Πέτρε σοφέ, ἰχῶρες τῶν λειψάνων, τῶν σῶν τοῖς προστρέχουσι, καὶ ἰάματα.

Θεοτοκίον.

Εὐλαβῶς Σοὶ κραυγάζομεν, χαῖρε σεμνή, τῇ μόνῃ ῥυσαμένῃ, τῷ ἀχράντῳ τόκῳ Σου, ἐκ φθορᾶς τὸν Ἀδάμ.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Νεανικῶς τὸν ἐχθρόν, τὸν ἐγκαυχώμενον δεινῶς ἄντικρυς, θήσειν Θεοῦ τὸν θρόνον καὶ εἶναι, ὁμοῖον ὑψίστου, κατέβαλες Πάτερ, ἰσχύϊ τοῦ κτίστου σου.

Μαρμαρυγὰς τηλαυγεῖς, τῶν ἰαμάτων πρὸς Θεοῦ ἄνωθεν, πᾶσι πιστοῖς ἡ θήκη ἀπαύστως, τῶν θείων λειψάνων, τῶν σῶν Πέτρε θεῖε, ἐκπέμπει προστρέχουσιν.

Οἱ τῷ ναῷ σου πιστῶς, ἀεὶ προστρέχοντες σοφὲ Ὅσιε, ἄκος ψυχῶν τε καὶ τῶν σωμάτων, εἰς δόξαν τοῦ Θεοῦ, λαμβάνοντες οἴκοι, πορεύονται χαίροντες.

Θεοτοκίον.

Νυμφοστολῶν Σε ποτέ, ὁ Γαβριὴλ τῷ πλαστουργῷ ἔκραζε· χαῖρε ἁγνὴ ἐξ ἧς ἀλοχεύτως, τεχθήσεται μόνος, ὁ Σὲ πλαστουργήσας, Θεάνθρωπος Κύριος.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Νῦν Ἑλλὰς ἐγκαυχᾶται τῇ μνήμῃ σου, γηθοσύνως Πέτρε κροτοῦσα τοῖς ᾄσμασι, τοῖς θεοπνεύστοις μάλιστα, καὶ βοᾷ σοι ῥυσθῆναι παντοίων δεινῶν.

Ἀκεστόρων τὴν τέχνην μακάριε, ὑπερῆρας Πέτρε ἀλθαίνων ἑκάστοτε, ἀπονητὶ τοὺς τρέχοντας, τῷ ναῷ καὶ λειψάνῳ σου Ὅσιε.

Σὺ ὡς πέλων τῷ Πέτρῳ συνώνυμος, τῷ πρωταποστόλῳ παμμάκαρ ἀοίδιμε, γέγονας καὶ τῆς χάριτος, ἀρετῆς τε τῆς τούτου συμμέτοχος.

Θεοτοκίον.

Ἱλασμὸν τῶν πταισμάτων αἰτήσαις ἡμῖν, ὦ Παρθενομῆτορ τῷ Υἱῷ καὶ Κτίστῃ Σου· Σὲ γὰρ Χριστὸς δεδώρηται, προστασίαν καὶ σκέπην τῶν Σῶν ἱκετῶν.

 

 

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Τὸ πνεῦμα Θεοῦ, ἐνοικῆσαν τῇ ψυχῇ σου Πάτερ Ὅσιε, θείων θαυμάτων σε ἀπειργάσατο, κρήνην πηγάζουσαν ἅπασι, ῥῶσιν τοῖς πιστοῖς προσιοῦσιν, ἐν τῷ ναῷ σου καὶ ψάλλουσιν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὢ θαῦμα τερπνόν, ὅτι φέρει ἐναργῶς τοῦ Παραδείσου, εἰκόνα Πέτρε τὸ πανίερον, καὶ ζῶν σου λείψανον Ὅσιε, ἐν τῷ ἀναβρύειν τὴν θείαν, εὐωδίαν τοῖς μέλπουσιν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ναόν σε Θεοῦ, καταγγέλλομεν ὑπάρξαντα παμμάκαρ, καὶ ὡς ἔπρεπεν ἐνσκηνώσασα, ἐν  τῇ ψυχῇ σου ἀοίδιμε, χάρις αὐτοῦ πνεύματος Πέτρε, διὰ πολλὴν καθαρότητα, ἐνεργεῖ πᾶσι διὰ σοῦ, καὶ νῦν τὴν ἴασιν.

Ἀγγέλων πληθύς, ἀοράτως σὺν ἡμῖν δοξολογοῦσι, καὶ ἐπαξίως νῦν χορεύουσι, πνευματικώτατα Ὅσιε· πρόσφορον ᾠδὴν τῇ σῇ μνήμῃ, καὶ τῷ Σωτῆρι κραυγάζομεν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὁ θεῖος χορός, Προφητῶν Σε προεκάλει Θεομῆτορ, ἐν θείῳ Πνεύματι ποικιλώτατα, ῥάβδον καὶ πλάκα καὶ τράπεζαν, ὄρος καὶ χρυσῆν Σε λυχνίαν, πύλην δι’ ἧς μόνος Κύριος, ἐκ Σοῦ προῆλθεν ὁ Θεός, Ἐμμανουὴλ Σαβαώθ.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ἴασαι Πάτερ σαῖς εὐχαῖς, τῶν ψυχῶν ἡμῶν τὰ πάθη καὶ σωμάτων· παῤῥησίαν γὰρ ἔχεις, πρὸς τὸν τῶν ὅλων Θεόν· ποιεῖ γάρ, τὸ θέλημα Κύριος, τῶν εὐλαβουμένων, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ναρκήσω μάκαρ οὐδαμῶς, ἐξειπεῖν σου ὅπερ εἶδον θαῦμα μέγα, αὐταῖς ταῖς ὄψεσιν Πέτρε· καὶ γὰρ τῇ θίξει τοῦ σοῦ, λειψάνου, ἰάσω τὸν κάμνοντα, κάρας ἀλγηδόνα, ὁμοῦ καὶ τοῦ στομάχου.

Ἐν τῷ ναῷ σου προσδραμών, μετὰ πίστεως ἰάθη Πέτρε μάκαρ, ἀλειψάμενος ἅμα, ἄκληρος πάραυτα, ἐλαίῳ, κανδήλης σου Ὅσιε, ὀδυνώδης νόσου, χειρὸς καὶ ἀλγηδόνος.

Ὡς φοβερὸς σὺ κατ’ ἐχθρῶν, τῶν δαιμόνων καὶ αὐτοῦ τοῦ ἀρχεκάκου, εὑρετοῦ τῆς κακίας, ὡς δὲ πραΰς τοῖς πιστοῖς, ὑπάρχεις, καὶ ἀκέστωρ μάλιστα, τοῖς σε μετὰ πόθου, ὑμνοῦσιν εἰς αἰῶνας.

Θεοτοκίον.

Συνανεστράφη ἐπὶ γῆς, διὰ Σοῦ Θεὸς βροτοῖς Παρθενομῆτορ, καὶ κατήλλαξεν οἴκτῳ, τοὺς ἀπωσμένους ἡμᾶς, τὸ πάλαι, Αὐτοῦ τῷ γεννήτορι, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

 

 

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Ὄντως τῇ νοῦ θεωρίᾳ, μετετέθης παμμάκαρ, ἐν τῷ σώματι ὡς ἄσαρκος τελῶν, καὶ γὰρ τὴν πρᾶξιν ἐπίβασιν, ταύτης εὗρες ὡς Παῦλος, καὶ ἄῤῥητα ἀκήκοας σοφέ, καὶ νῦν τούτῳ συνάδεις, Θεῷ εὐχαριστήρια.

Ξὺν μονασταῖς οἱ μιγάδες, ἱερεῖς καὶ λογάδες, ἰδιωτῶν τε πλήθη ἐν χαρᾷ, πανηγυρίζουσι σήμερον, ἐν τῇ μνήμῃ σου Πέτρε, αἰτούμενοι πταισμάτων ἱλασμόν, πρὸς τοῦ Κτίστου εὕρασθαι, πρεσβείαις σου καὶ ῥῶσιν παθῶν.

Ἐπιβοῶ σοι παμμάκαρ, χριστοπόθητε Πάτερ· οὐδ’ ἔστιν ὡς ἐγὼ ὁ τὴν ᾠδήν, ταύτην κοιμήσας σοι Ὅσιε· ὡς ἡδύπνοα ῥόδα, πρόσδεξαί μου τὸ πρόθυμον ψυχῆς, συγχωρῶν μοι τοῦ λόγου, τὸ ἄτονον ὡς ὢν συμπαθής.

Νοῦν καὶ ψυχὴν καὶ τὸ σῶμα, ἐξ ἀμέτρων πταισμάτων, ὁρῶν νενοσηκότα μου σοφέ, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου, εὐπροσδέκτοις παμμάκαρ, ἴασαι ὥσπερ πάντας τοὺς πιστῶς, προσιόντας σοι ὅπως, κἀγώ σε ἀνυμνῶ σὺν αὐτοῖς.

Τριαδικόν.

Ὁ τὴν εἰρήνην δεσπόζων, ὑπερούσιε Λόγε, Υἱὲ τοῦ συνανάρχου Σου Πατρός, συνισουργὲ καὶ τὸ πνεῦμά Σου, τὴν εἰρήνην παράσχου, λαῷ σου χριστωνύμῳ ταῖς εὐχαῖς, τοῦ Ὁσίου Σου θραύων, τὰ τόξα Ἰσμαὴλ ἀπηνοῦς.

Θεοτοκίον.

Σὲ Ἰακὼβ προεκάλει, ὁ προπάτωρ Σου μόνη, ἁγνὴ Παρθενομῆτορ Μαριάμ, κλίμακα θείαν ἐν πνεύματι, δι’ ἧς μόνος ὁ κτίστης, κατέβη ἐπὶ γῆς καὶ οἱ βροτοί, ἀνυψώθημεν ἄνω, οἱ πίστει Σὲ δοξάζοντες.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου