Πέμπτη 11 Μαΐου 2023

ΔΕΚΕΜΒΡΙΟΣ 30. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΦΙΛΕΤΑΙΡΟΣ ΚΑΝΩΝ

ΔΕΚΕΜΒΡΙΟΣ ΛΑ

ΦΙΛΕΤΑΙΡΟΣ ΜΑΡΤΥΣ & ΣΥΝ ΑΥΤῼ

ΘΕΟΤΙΜΗ ἀδελφή αὐτοῦ(19/5) & ΕΥΒΙΩΤΟΣ (18/12)

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί

Θεοτερπής, μνήμη Μαρτύρων κροτείσθω Χριστοῦ, ἡ δὲ Φιλεταίρου σήμερον, καὶ τῆς θεόφρονος, ἀδελφῆς Θεοτίμας, παρθένου καὶ συνάθλου, καὶ Εὐβιώτου σεπτοῦ.

Σωματικήν, ὥραν καὶ πλοῦτον πατρῷον Χριστῷ, σὺν τῇ ψυχῇ τῇ θείᾳ σου, προσενεγκάμενος, ὦ Φιλέταιρε πάσης, θυσίας τῷ Δεσπότῃ, ὤφθης ὑπέρτερος.

Προκαθαρθείς, λόγῳ καὶ πράξει Φιλέταιρε, χειραγωγὸν τὸν βίον σου, πρὸς τὸ μαρτύριον, ἀπλανῶς ὁδηγοῦντα, τῇ θείᾳ προμηθείᾳ, ἔσχες πανένδοξε.

Θεοτοκίον.

Τίς ἐξειπεῖν, Σοῦ κατ’ ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν; Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα, Σωτῆρα Κύριον.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Παφλάζοντι θυμῷ, σὲ προσκαλούμενος, ἐξέστη, καὶ γέγονεν ἠπιόφρων, βασιλεὺς ὁ ἀγριώτατος, κατιδών σε παμμάκαρ ἀκατάληπτον.

Διδάσκων προφανῶς, πολλοὺς ἐπήλειψας, ἐλέσθαι, θανεῖν ὑπὲρ τοῦ Κυρίου, καὶ μὴ ζῆν ἐν ματαιότητι, τῶν εἰδώλων τῆς πλάνης ὦ Φιλέταιρε.

Παράφρων γεγονώς, ὁ μέγας τύραννος, τῷ κάλλει, τῆς θέας τοῦ Φιλεταίρου, διηπόρει καὶ Θεὸν αὐτόν, ὑπελάμβανε μάτην ὁ ἀνόσιος.

Θεοτοκίον.

Τοῦ ἄνθρακος χρυσοῦν, θυμιατήριον, τοῦ θείου, ἀνύμφευτε Θεοτόκε, τὸ δυσῶδες τῆς καρδίας μου, εὐωδίασον μόνη ἀειπάρθενε.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὁ Μάρτυς Φιλέταιρος καὶ ὁ περίδοξος, καὶ θεῖος Εὐβίωτος σὺν Θεοτίμᾳ σεμνῇ, ἡμᾶς συνεκάλεσαν· δεῦτε οὖν εὐφρανθῶμεν, τῇ σεπτῇ αὐτῶν μνήμῃ, ᾄσμασιν εὐφημοῦντες, τοὺς στεῤῥοὺς αὐτῶν ἄθλων, πρεσβεύουσι γὰρ Κυρίῳ, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα.

Σοῦ Φιλέταιρε, προσευχομένου Θεός, εἰς φόβον τῶν ἀθέων, βροντίδων ἐπήκουσε καὶ ἐν τρόμῳ τῆς γῆς.

Ἀπετέφρωσας, κάμινον τῇ προσευχῇ, πολύφλεκτον ὦ Μάρτυς, τοῦ Χριστοῦ Φιλέταιρε παμμακάριστε.

Κάλλος ἐν κάλλει, σώματος τὸ τῆς ψυχῆς, ὁρῶν συνεξανθοῦν σοι, ἐμφερῆ θεοῖς σε ἔφη ὁ τύραννος.

Θεοτοκίον.

Δυσωποῦμέν Σε, ἄχραντε ἡ τὸν Θεόν, ἀσπόρως συλλαβοῦσα, τοῦ ἀεὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων Σου.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Ἄλλῳ τυράννῳ πλακείς, εὐδοκιμώτερα τοῖς πρὶν ἔδειξας, τῇ πρὸς Θεόν, ἐντεύξει Φιλέταιρε, πάσης βασάνου, στεῤῥότερον ἔχων, τὸ τίμιον σῶμά σου.

Τὰ κολαστήρια, σοὶ προσβαλὼν ὁ δυσμενὴς ἥττηται, ὡς ἀσθενής· Χριστῷ γὰρ θαῤῥήσας, κατέπτυσας τούτου, καὶ κρείττων ἐφάνης, ἐλπίδι τῆς πίστεως.

Τῇ τοῦ Σωτῆρος Χριστοῦ, προσηγορίᾳ τὴν ψυχὴν ὄλβιε, ἁγιασθείς, καὶ σῶμα τῇ πίστει, ἀήττητος ὤφθης, μανίας πληρώσας, ἁπάσης τὸν τύραννον.

Θεοτοκίον.

Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· χαῖρε ἁγνή· χαῖρε ἡ τὸ φῶς, ἀνατείλασα ἡμῖν· χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Ἀκατάπληκτος ὤφθη Φιλέταιρος, θηριομαχῶν ὑπὲρ Σοῦ ζωοδότα Χριστέ· σὺ γὰρ αὐτῷ ὑπέταξας, πρὸ ποδῶν καὶ τοὺς θῆρας ὡς πρόβατα.

Πρὸ ποδῶν τοῦ ἁγίου τοὺς θῆρας ὁρῶν, δῆμος παμπληθὴς ἡπλωμένους ἐβόα σοι· μέγας Θεὸς καὶ Κύριος, Φιλεταίρου Χριστὸς ὁ ὑπέρθεος.

Ἐκπεράνας εὐχὴν τὴν ἐξόδιον, προὔτεινας αὐχένα τῷ ξίφει μακάριε, διὰ θανάτου· χαίρων γάρ, πρὸς ζωὴν ἐξεδήμεις τὴν μέλλουσαν.

Θεοτοκίον.

Ἀπορία καλύπτει τὸν τόκον Σου· ξένως γὰρ Παρθένε θηλάζεις τὸν ἄσπορον, καὶ γαλουχεῖν τὸν ἄϋλον, καὶ ἀγκάλαις συνέχεις τὸν κτίσαντα.

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Παρθένων χορόν, Θεοτίμα τῷ Χριστῷ, ἑξηκοντάριθμον, προκαθαρθέντα δι’ ἀσκήσεως, μοναδικῆς προσενήνοχας, ὅλη σὺν αὐταῖς τῷ Κυρίῳ, ἀνατεθεῖσα καὶ ψάλλουσα· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἡ φλὸξ τοῖς τρισίν, ἐδροσίζετο παισίν, ἐν Βαβυλῶνι ποτέ, τοῖς Ἀθλοφόροις δὲ πολύθεος, κατεμαραίνετο κάμινος· ὅθεν τὴν ἀπάτην ὁρῶντες, ἐκτρεπομένην ἐκραύγαζον· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τριαδικόν.

Νομίμως τῆς σῆς, εὐσεβοῦς ὁμολογίας, ὑπερήθλησαν, οἱ Ἀθλοφόροι Σου αἰκιζόμενοι, καὶ θεοπνεύστῳ σου χάριτι, Σὲ τὴν τρισυπόστατον φύσιν, θεολογοῦντες ὑπέψαλλον· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τριαδικόν.

Ναὸς ἀληθῶς, γεγονυῖα Ἰησοῦ, τοῦ ἱερέως, τοῦ παμμεγίστου ἀπειρόγαμε, ναοὺς ἡμᾶς καινοποίησον, τῆς ὁμοουσίου Τριάδος, τοὺς ἐν πίστει κραυγάζοντας· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἀῤῥήτῳ σοφίᾳ.

Μεμηνότων τυράννων, τὴν δυσκάθεκτον καθείλετε μανίαν, ὦ Ἀθλοφόροι, μελῳδοῦντες διαπρυσίως· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Ἀνανεύσατε πλάνοι, καὶ ἐπίγνοτε τὸν αἴτιον τῶν πάντων, οἱ Ἀθλοφόροι, ἀνεβόων καὶ ἐμελώδουν· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Ῥητορεύειν μηδόλως, μελετήσαντες Χριστοῦ οἱ Ἀθλοφόροι, Πνεύματος θείου, ἐμπλησθέντες φαιδρῶς ἐβόων· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τῶν γενναίων Μαρτύρων, ὡραιώθησαν τῇ χάριτι οἱ πόδες, Τριάδος μίαν, φύσιν εὐαγγελιζομένων, καὶ βοώντων ἀπαύστως· ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Τὸν τὰ πάντα πληροῦντα, ὑπεδέξω ἐν γαστρί Σου Παρθενομῆτορ, τοὺς ἀπωσμένους, φιλευσπλάγχνως ἀνακαλοῦντα, εὐλογεῖτε βοῶντας, τὰ ἔργα τὸν Κύριον.

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Οὐκ ἐξ ἀνθρώπων ἡ κλῆσις, ὠνοματογραφήθη, ἀλλ’ ἄνωθεν Θεοῦ σοι ἐκ χειρός, τοῦ πρὸ νηδύος ὁρῶντός σε, τὸ φιλέτερον ἔχειν, καὶ φρόνιμον καὶ πράξει καὶ βουλῇ· τῶν ἑταίρων ἡγήσω, διὸ πρὸς τὸ μαρτύριον.

Ὡς ἀδιάλυτον πίστει, καὶ ἐλπίδι καὶ πόθῳ, Θεοῦ τὴν χρυσοτρίπλοκον σειράν, μαρτυρικαῖς ἐξαστράπτουσαν, λαμπηδόσι τοὺς θείους, Φιλέταιρον Εὐβίωτον ᾠδαῖς, σὺν καὶ τῇ Θεοτίμᾳ, ἀπαύστως εὐφημήσωμεν.

Τριαδικόν.

Ὦ Τριὰς μὲν τοῖς προσώποις, Πάτερ Λόγε καὶ Πνεῦμα, θεότητι καὶ φύσει δὲ μονάς, τῆς ἑνικῆς κατὰ πίστιν τῶν σῶν, Ἀθλοφόρων Τριάδος, εὐχαῖς δυσωπουμένη ἐκτενῶς, πειρασμῶν τοὺς τὸ κράτος, ὑμνοῦντάς σου διάσωσον.

Θεοτοκίον.

Νύμφη καὶ Μήτηρ Παρθένε, τῶν Ἁγίων τὰ πλήθη, τὸν Σὸν καθικετεύοντα Υἱόν, δέξαι ἡ μόνη ἐλπὶς τῶν πιστῶν, καὶ εἰρήνην τῷ κόσμῳ, νίκας τῷ φιλοχρίστῳ Βασιλεῖ, καὶ ἡμῖν σωτηρίαν, τοῖς Σὲ ὑμνοῦσι βράβευσον.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου