ΙΟΥΝΙΟΣ ΚΓ΄
ΕΥΣΤΟΧΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ & ΣΥΝ ΑΥΤῼ ΜΑΡΤΥΡΕΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σεπτὴν ἐπαινῶ Μαρτύρων νῦν πεντάδα. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Στεφηφοροῦντες τῷ βήματι τοῦ Χριστοῦ, παρεστῶτες Μάρτυρες, καὶ φωτὶ θεαρχικῷ, πάντοτε λαμπόμενοι ἡμᾶς, φωτισμοῦ πνευματικοῦ, τυχεῖν πρεσβεύσατε.
Εὐστοχωτάτως τῇ πίστει τῇ τοῦ Χριστοῦ, προσελθὼν Εὐστόχιε, ἐχρημάτισας Αὐτοῦ, ἱερεὺς πανθαύμαστος σοφέ, καὶ γενναῖος ἀθλητής ὅθεν τιμῶμέν σε.
Πολυειδεῖς Μάρτυς πόνους διὰ Χριστόν, τὸν σταυρὸν καὶ θάνατον, ὑπομείναντα σαρκί, καρτερῶς ὑπέμεινας καὶ νῦν, πόνους παύεις τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.
Τοὺς Ἀθλητὰς τοῦ Κυρίου Γαϊανόν, Πρόβην καὶ Εὐστόχιον, καὶ Οὐρβάσιον ὁμοῦ, καὶ Λουλοὺν τιμήσωμεν πιστοί, καθελόντα τῶν ἐχθρῶν, τὰ μηχανήματα.
Θεοτοκίον.
Ἡ τὸν ἀχώρητον λόγον ὑπερφυῶς, ἐν γαστρὶ χωρήσασα, ἀπολύτρωσαι ἡμᾶς, πάσης περιστάσεως ἁγνή, καὶ κολάσεως πυρός, διαιωνίζοντος.
ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Νοΐ κατεῖδες καθαρῷ, τῇ θεογενεσίᾳ, προσελθὼν Ἀθλοφόρε, ἐν ἐκστάσει γεγονώς, τὴν δόξαν τὴν τοῦ Θεοῦ, βεβαιοῦσαν, πίστει τὴν καρδίαν σου.
Εὐτόνως Μάρτυς τοὺς ξεσμούς, ἤνεγκας θείῳ σθένει, δυναμούμενος μάκαρ, τοῦ Βασιλέως Χριστοῦ, καὶ καταράσσων ἐχθροῦ, τὰς ἐπάρσεις, μέγιστε Εὐστόχιε.
Πολλὰς βασάνους ἐνεγκών, καὶ τυπτόμενος μάτην, ὥσπερ πάσχοντος ἄλλου, τῶν μαστίγων τοὺς ξεσμούς, Γαϊανὲ Ἀθλητά, οὐκ ᾐσθάνου, πίστει κραταιούμενος.
Θεοτοκίον.
Ἀφλέκτως ἤνεγκας τὸ πῦρ, τῆς θεότητος Κόρη· Σὲ γὰρ πόῤῥωθεν βάτος, προεικόνιζεν σεμνή, σπαργανουμένη πυρί, καὶ μηδ’ ὅλως, φλεγομένη ἄχραντε.
Κάθισμα. Ἦχος πλ. β΄. Ἐλπὶς τοῦ κόσμου ἀγαθή.
Ἀνδρειοτάτῳ λογισμῷ, Ἀθλοφόροι τὸν δρόμον, τοῦ μαρτυρίου τοῦ σεπτοῦ, διανύσαντες ἅμα, ἐτύχετε τῶν αἰωνίων ἀγαθῶν, καὶ εὕρετε, τὴν ἀτελεύτητον ζωήν, ἐν οὐρανοῖς χορεύοντες, σὺν πᾶσι ἐκλεκτοῖς, μεθ’ ὧν ὑμᾶς τιμῶμεν.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ἱστίῳ Μάρτυρες, σταυροῦ πτερούμενοι, τῶν βασάνων ἀβρόχως, τὸ χαλεπόν, πέλαγος διήλθετε, καὶ πρὸς λιμένας οὐρανῶν, Βασιλείας κατηντήσατε.
Νοὸς στεῤῥότητι, σοφὲ Εὐστόχιε, σπαθιζόμενος Μάρτυς, οὐ τοῖς γλυπτοῖς, σέβας ἐναπένειμας· ἕνα γὰρ ἔσεβες Θεόν, ἐν Τριάδι προσκυνούμενον.
Ὡς ἄλλου πάσχοντος, σαφῶς διέκεισο, παναοίδιμε Πρόβη, κατὰ μαζῶν, ξεομένη πάνσεμνε, καὶ ἐπὶ ξύλου ἀνδρικῶς, κρεμαμένη ἀξιάγαστε.
Μαρτύρων στίγμασι, καλλωπιζόμενος, ἀνηρτήθης ἐν ξύλῳ, ὡς ὁ Χριστός, μέγιστε Οὐρβάσιε, τῇ ἀφαιρέσει τῆς δορᾶς, τὴν φθορὰν ἀποδυόμενος.
Θεοτοκίον.
Ἁγία Δέσποινα, ἡ τὸν πανάγιον, ὑπὲρ ἔννοιαν λόγον, ὑπερβολῇ, τέξασα χρηστότητος, τοὺς ἀνυμνοῦντάς Σε ἀεί, τῇ πρεσβείᾳ Σου ἁγίασον.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου ἀγαθέ.
Ῥήμασι θείοις τῷ δυσσεβεῖ, Μάρτυς ἀντετάξω ἀνδρικῶς, καταπλαγέντι τὴν δύναμιν, τοῦ ἐν σοὶ λαλοῦντος, Χριστοῦ Εὐστόχιε, Ὃν αἴτησαι σωθῆναι, τοὺς εὐφημοῦντάς σε.
Τὰς αἰωνίους ἀποσκοπῶν, μέγιστε Εὐστόχιε μονάς, καὶ ἀναπαύσεις ὑπέθηκας, ξίφει τὸν αὐχένα, καὶ ταῖς τοῦ αἴματος, ῥάνισιν ἀθεΐας, τὸ πῦρ ἀπέσβεσας.
Ὑπὸ τῆς χάριτος κρατυνθείς, ὁ Γαϊανὸς ὁ εὐκλεής, πάθος σεπτὸν ἐξεικόνισε, καὶ διὰ θανάτου, τὴν ἀτελεύτητον, ζωὴν κληρονομῆσαι, νῦν κατηξίωται.
Θεοτοκίον.
Ῥῦσαι τοὺς δούλους Σου ἀπειλῆς, πάσης ἐναντίας καὶ πυρός, διαιωνίζοντος Δέσποινα, καὶ τῆς ἐν τῷ ᾍδῃ, φρικτῆς κολάσεως, ὡς μόνη προστασία, βεβαία πάντων ἡμῶν.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ὡς ῥόδα ἀμάραντα, ἐγνωρίζοντο πυρός, ἐν μέσῳ αἱ νεάνιδες· ἥλους δεξάμεναι δὲ κατὰ μαζῶν, Χριστοῦ ἐξεικόνισαν, τὸ μακάριον πάθος, προθυμότατα.
Νοὸς ἀνδρειότητι, τῶν μασθῶν τὴν ἐκτομήν, Λουλοὺς καὶ Πρόβη ἤνεγκαν, ὑπομονῆς ἐκτρέφουσαι καθαρῷ, τοὺς ἔμφρονας γάλακτι, μιμουμένους τὰς τούτων, προτερήματα.
Ναὸς ἐχρημάτισας, τῆς Τριάδος καθαρός, Μάρτυς σοφὲ Εὐστόχιε, καὶ ἱερεὺς ἀναίμους φέρων Θεῷ, θυσίας ἐν χάριτι, καὶ τυθεὶς ὡς ἀρνίον, δόξης ἔτυχες.
Θεοτοκίον.
Ὑμνοῦμεν πανύμνητε, καὶ δοξάζομεν πιστῶς, τὴν ὑπὲρ νοῦν λοχείαν Σου, δι’ ἡμεῖς ἐῤῥύσθημεν τῆς ἀρᾶς, καὶ τὴν αἰωνίζουσαν, εὐλογίαν κερδῆσαι, ἠξιώθημεν.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Εὐστοχίου πρεσβυτέρου, Γαΐου (ἤ Γαϊανοῦ) καὶ τῶν τέκνων αὐτοῦ Λολλίας (ἤ Λουλώ), Πρόβη καὶ Οὐρβανοῦ (ἤ Οὐρβασίου).
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.
Νόμους θείους συνετήρησας Εὐστόχιε, Θεοῦ τοῦ παντοκράτορος, καὶ ἐξέκλινας, παρανόμων πάντων τὰς βουλάς· νομίμως ἀθλήσας δὲ σοφέ, τῶν αἰωνίων ἀγαθῶν, γέγονας μέτοχος.
Παρετάξασθε πρὸς πάσας τοῦ ἀλάστορος, τὰς ἀοράτους φάλαγγας, κραταιούμενοι, Ἀθληταὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ, καὶ ταύτας ὀλέσαντες στεῤῥῶς, ἀμαραντίνους ἐκ Θεοῦ, στεφάνους ἤρασθε.
Ἐπαινέσωμεν Εὐστόχιον τὸν ἔνδοξον, καὶ Πρόβην καὶ Οὐρβάσιον, καὶ Γαϊανόν, καὶ Λουλοὺν τοὺς Μάρτυρας Χριστοῦ, πολλὰς ὑπομείναντας ποινάς, καὶ πρωτοτόκων ἐν σκηναῖς, αὐλιζομένους ἀεί.
Θεοτοκίον.
Νεκρωθέντα με Παρθένε παναμώμητε, ἀμέτροις παραβάσεσι, ζωοποίησον, τὴν ζωὴν τεκοῦσα τοῦ παντός, καὶ σῶσον βοῶντα ἐμμελῶς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Τῶν ῥημάτων τὰ βέλη, Μάρτυς Εὐστόχιε, ἀκοντίσας εὐστόχως, ἐν ταῖς ψυχαῖς τῶν ἐχθρῶν, τούτους παντελεῖ, ἀπορίᾳ παρέπεμψας, σῶος διαμείνας, καὶ ἄτρωτος παμμάκαρ.
Ἀναρτήσει ἀδίκῳ, δεινῶς ξεόμεναι, καὶ λαμπάσι τὰ στέρνα, ἐκδαπανώμεναι, Πρόβη καὶ Λουλούς, εὐχαρίστως ὑπέφερον, ἀνυμνολογοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεσμευθέντες τῷ πόθῳ, τοῦ Παντοκράτορος, δεδεμένοι πρὸς πεῖραν, βασάνων ἤχθητε, πάσας δὲ ἐχθροῦ, μηχανὰς διαλύσαντες, στέφος Ἀθλοφόροι, ἐδέξασθε τῆς νίκης.
Θεοτοκίον.
Ἀποῤρήτῳ ἑνώσει, Θεὸς σεσάρκωται, ἐξ ἁγνῶν Σου αἱμάτων, ὁ ὑπερούσιος, ἄχραντε ἁγνή, Θεοτόκε πανύμνητε, ἑαυτῷ ἑνώσας, τὰ πάλαι διεστῶτα.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ἰσχὺς ἀφήρηται τοῦ ἀλάστορος· ταῖς τῶν σεπτῶν, καὶ θείων Ἀθλοφόρων ἐνστάσεσι, κατεβλήθη αὐτοῦ τὰ φρυάγματα, τοῦτον γὰρ συμπαντοῦντες, οἱ μεγαλόφρονες, χαίρουσιν βραβεῖα ἐκ Θεοῦ, νίκης δεξάμενοι.
Ὡς φῶς ἀστέρες ὡς φαεινότατοι, τὸν νοητόν, κοσμεῖτε οὐρανὸν ἀξιάγαστοι, πρωτοτόκων σκηναῖς αὐλιζόμενοι, καὶ τῆς πολυθεΐας, σκότος διώκετε, καὶ τὰς διανοίας τῶν πιστῶν, καταλαμπρύνετε.
Συνὼν Εὐστόχιε ἀξιάγαστε, ὡς ἱερεύς, καὶ Μάρτυς ἀσωμάτοις δυνάμεσιν, σὺν αὐταῖς τὸν Σωτῆρα ἱκέτευε, λύσιν ἁμαρτημάτων, βίου διόρθωσιν, ἅπασι δωρήσασθαι ἡμῖν, τοῖς εὐφημοῦσί σε.
Ἡμῶν ἁγία πεντὰς μνημόνευε, πανευκλεῶν, Μαρτύρων ἐν ἀῤῥήτῳ φαιδρότητι, τῇ Τριάδι ἀεὶ παριστάμενοι, ὅπως πταισμάτων λύσιν, ἅπαντες λάβωμεν, οἱ ἐπιτελοῦντες τὴν φαιδράν, ὑμῶν πανήγυριν.
Θεοτοκίον.
Φωνὴν προσάγομεν χαριστήριον, Σοὶ τῇ Μητρί, τοῦ λόγου ὥς ποτε ὁ Ἀρχάγγελος, χαῖρε λέγοντας θρόνε πυρίμορφε· χαῖρε φωτὸς νεφέλη· χαῖρε ἡ γέφυρα, ἡ ἀπὸ θανάτου πρὸς ζωήν, πιστοὺς μετάγουσα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου