Κυριακή 21 Μαΐου 2023

ΙΟΥΛΙΟΣ 14. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΕΤΡΟΣ ΓΟΡΤΥΝΗΣ ΚΡΗΤΗΣ

 

ΙΟΥΛΙΟΣ ΙΔ΄

ΠΕΤΡΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΓΟΡΤΥΝΗΣ ΚΡΗΤΗΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών.

ᾨδὴ α . Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Φωστὴρ ἐξανέτειλας, τῷ νοητῷ στερεώματι, τῆς πίστεως ἔνδοξε, καὶ κατεφαίδρυνας, ταῖς λαμπρότησι, τῶν ἄθλων τὰς καρδίας, θερμῶς τῶν τιμώντων σε, Πέτρε πανόλβιε.

Ἀθάνατον εὔκλειαν, διαιωνίζουσαν ἄφθαρτον, ἀπείληφας ἔννομος, ὡς Ἀθλητὴς τοῦ Χριστοῦ, τὸν Παράδεισον, οἰκεῖς ἐν εὐφροσύνῃ, Ἀγγέλων ὁμότιμος, γέγονας πάνσοφε.

Πορφύραν ἐξ αἵματος, πεφοινιγμένην ἐνδέδυσαι, ὡραῖος γενόμενος, ἄθλων λαμπρότησι, καὶ παρίστασαι, Χριστῷ τῷ ἀθανάτῳ, Μαρτύρων ἀγλάϊσμα, Πέτρε μακάριε.

Θεοτοκίον.

Ἐν Σοὶ τὰς ἐλπίδας μου, τῆς σωτηρίας ἀνέθηκα, πρὸς Σὲ τὴν πανάμωμον, πίστει κατέφυγον· μὴ παρίδῃς με, ἐλπὶς ἀπηλπισμένων, σῶσόν με τοῖς πάθεσι, κλυδωνιζόμενον.

 

ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.

Ἔρως ὁ θεῖος, ἀναφλέξας φαιδρῶς τὴν καρδίαν σου, ἐναθλῆσαι καρτερῶς, ὑπὲρ Χριστοῦ σε ἠρέθισεν, Μάρτυς ἀξιάγαστε· ὅθεν ὑμνοῦμέν σε.

Καταφρονήσας, τοῦ προσκαίρου θανάτου ἐπόθησας, τοῦ συνεῖναι τῷ Χριστῷ, ἀθανασίαν παρέχοντι, τοῦτον τοῖς ποθήσασιν, Μάρτυς ἀήττητε.

Ἀνδρειοφρόνως, πρὸς ἀγῶνας παμμάκαρ ἐχώρησας, καὶ βαρβάρων ἀπειλάς, καὶ τὰς θωπείας ἐξέκλινας, νίκης τὸ διάδημα· ὅθεν ἀπείληφας.

Θεοτοκίον.

Σὲ τῶν Ἀγγέλων, ἀνωτέραν καὶ πάσης τῆς κτίσεως, ὁ τεχθεὶς ἄνευ σπορᾶς, ἐκ Σοῦ Παρθένε ἀνέδειξεν· ὅθεν πᾶσα γλῶσσά Σοι, χαῖρε κραυγάζομεν.

 

Κάθισμα. Ἦχος α΄. Χορὸς ἀγγελικός.

Θεὸν ἐπιποθῶν, τὸν τῶν ὅλων Δεσπότην, βαρβάρων ἀπειλάς, οὐδαμῶς ἐπτοήθης, ἀλλ’ ἤθλησας στεῤῥότατα, καὶ τὸν δόλιον ᾔσχυνας· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, τιμῶντές σε ἔνδοξε.

 

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ὁ γενναῖος στρατιώτης, τῷ Σταυρῷ ὁπλισάμενος, σὺν ἐλπίδι πίστιν, μέγαν θυρεὸν ἀνελάβετο, καὶ συμπλακεὶς τῷ τυράννῳ, καταβέβληκε, τὴν ἀνίσχυρον τούτου ἰσχὺν κραταιότατα.

Μιμητὴς τῶν παθημάτων, τοῦ Χριστοῦ ἐχρημάτισας, κοινωνὸς τοῦ πάθους, τούτου ἀψευδῶς Μάρτυς γέγονας, συγκοινωνὸς δὲ τῆς θείας, ἀναστάσεως,  Βασιλείας τῆς ἐν οὐρανοῖς καὶ λαμπρότητος.

Οὐ βασάνων τρικυμία, οὐ ῥεόντων ἀπόλαυσις, οὐ λιμὸς οὐ θλίψεις, πόνος άλγεινῶν οὐδὲ θάνατος, τῆς τοῦ Χριστοῦ σε ἀγάπης, διεχώρισεν, ἀναμέλποντα· δόξα Θεῷ τῷ Σωτῆρί μου.

Θεοτοκίον.

Ἡ βασίλισσα Παρθένος, ἡ Θεὸν σωματώσασα, ἡ χρυσῆ λυχνία, λάμψον μετανοίας ἀκτῖνά μοι, ἡ τοῦ ἡλίου νεφέλη, φωταγώγησον, τῆς καρδίας μου τὰ νοητὰ αἰσθητήρια.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Σῷ σθένει κραταιέ, νοητῶς δυναμούμενος, ἐνίκησεν ἀοράτους, ὁρωμένους ἐχθρούς τε, ὁ Μάρτυς Σου ὁ ἔνδοξος.

Σὲ Κύριε ποθῶν, ὡς ἀμνὸς σφαγιάζεται, ὡς ἄμωμον ἱερεῖον, καθαρὸν ὡς ἀρνίον, ὁ Μάρτυς ὁ πανεύφημος.

Ὢ γνώμης σταθερᾶς, ὢ γενναίου φρονήματος, ὢ πίστεως θερμοτάτης, τοῦ σεπτοῦ Ἀθλοφόρου, δι’ ἧς Θεοῦ ἐπέτυχεν.

Θεοτοκίον.

Φῶς ἄχρονον ἡμῖν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, γεγέννηκας ὑπὸ χρόνον, ἀγαθότητος πλούτῳ, γενόμενον πανάμωμε.’

 

ᾨδὴ στ΄. Ἐβόησε.

Τετέλεκας, τὸν ἀγῶνα τὴν πίστιν τετήρηκας, διὰ τοῦτο, τοὺς στεφάνους τῆς νίκης ἀπείληφας, καὶ χοροῖς τοῖς ἄνω, Ἀθλοφόρε Χριστοῦ συνηρίθμησαι.

Τοῖς αἵμασι, φοινιχθεὶς ἁμαρτίας τὴν γύμνωσιν, ἀπεβάλου, καὶ στολὴν ἀφθαρσίας ἐνδέδυσαι, Ἀθλοφόρε Χριστοῦ, τῷ προσώπῳ ἀεὶ ὀπτανόμενος.

Λαμπρύνεται, τῶν φαιδρῶν σου ἀγώνων τὸ μέγεθος, καθορῶσα, ἡ σεπτὴ Ἐκκλησία μακάριε, καὶ Θεὸν γεραίρει, σοῦ τῆς νίκης τὸ αἴτιον πάντοτε.

Θεοτοκίον.

Κατεύνασον, τῶν παθῶν μου τὸν ἄγριον κλύδωνα, καὶ τὴν ζάλην, λογισμῶν πονηρῶν καταπράϋνον, ὁ λιμὴν ὁ μέγας, τῶν χειμαζομένων ἀειπάρθενε.

 

 

 

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.

Πυρκαϊὰν βαρβαρικῆς, Μάρτυς κατασβέσας ἀπάτης, τοῖς τῶν αἱμάτων ὀχετοῖς, τῆς τρυφῆς τὸν χειμάῤῥουν ἀπέλαβες, καὶ βοᾷς ἀγαλλόμενος· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Στεφανηφόρος διαβάς, Μάρτυς τοῦ θανάτου τὴν πύλην, πρὸς τὴν ἀνόλεθρον ζωήν, Παραδείσου πρὸς πλάτος κατήντησας, καὶ τοῦ ξύλου τῆς ὄντως ζωῆς, γεγηθὼς ἐναπολαύεις εἰς τοὺς αἰῶνας.

Ὁλολαμπὴς καὶ καθαρός, πλήρης φωτισμοῦ πλήρης δόξης, πλήρης χαρᾶς πνευματικῆς, γεγονὼς πρὸς Θεὸν ἐξεδήμησας, οὗ τῷ θρόνῳ παρίστασαι, πυρσευόμενος ταῖς θείαις φωτοχυσίαις.

Θεοτοκίον.

Οὐ φοβηθήσομαι κακά· Σὺ γὰρ μετ’ ἐμοῦ εἶ Παρθένε· καταδιώξω τοὺς ἐχθρούς, ἀφειδῶς τοὺς ἐμὲ ἐκδιώκοντας, καὶ τροπώσομαι σκέπῃ Σου, κραταιούμενος Μαρία Θεογεννῆτορ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

Βυθῷ τῶν αἱμάτων σου παμμάκαρ, τριστάτας τῆς ἀσεβείας κατεπόντισας, φέγγει τῶν ἀγώνων σου, πᾶσαν κατεφώτισας, τὴν οἰκουμένην ψάλλουσαν, Πέτρε ἀοίδιμε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κρατῆρα τῆς σῆς ἐκμαρτυρίας, πληρώσας τῆς Ἐκκλησίας ἀξιάγαστε, ἤρδευσας τοὺς αὔλακας, ταύτης δὲ ἐπλήθυνας, τὰ λογικὰ γεννήματα, τῇ ἐκμιμήσει σου, τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ γῆ σοῦ τὸ αἷμα δεξαμένη, ἡγίασται Μάρτυς ἀξιΰμνητε, τάξεις ἐπουράνιαι, πνεύματα Μαρτύρων τε, περιχαρῶς ἐκρότησαν, ἐν τῇ ἀνόδῳ σου· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Νεφέλη τὸν ὄμβρον δεξαμένη, τῆς ὅλης Θεότητος πανάμωμε, ὄμβρισον ῥανίδα μου, πάναγνε ἀφέσεως, ἐπιῤῥοὰς ξηραίνουσα, τῆς ἁμαρτίας μου, παθῶν ποταμοὺς χαλινοῦσα, ἵνα Σὲ δοξάζω, ἀεὶ εἰς τοὺς αἰῶνας.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.

Εἰσέτι σταζόμενος σοφέ, τῷ αἵματι τῆς παντίμου σου ἀθλήσεως, πάντων ἐπώφθης τῷ Δεσπότῃ, Θεῷ τῷ ἀθανάτῳ παρέστηκας, τῆς νίκης τὰ βραβεῖα δεξάμενος, Μάρτυς θεόφρον παμμακάριστε.

Σταυρὸν δεξιᾷ μὲν τῇ χειρί, ἑτέρᾳ δὲ τὴν λαμπάδα τῆς ἀθλήσεως, φέρων εἰσῆλθες εἰς νυμφῶνα, τὸν θεῖον Ἀθλοφόρε πανεύφημε, καὶ νῦν κατατρυφᾷς τῆς θεώσεως, τοῖς ἀπ’ αἰῶνος ἐναθλήσασιν.

Μαρτύρων ἐδέξαντο σκηναί, ὡς Μάρτυρά σε παμμάκαρ ἀξιάγαστε, ἔνθα φωνὴ εὐφραινομένων, ἐν ᾧ ἑορταζόντων ὁμήγυρις, καὶ φῶς τὸ καθαρὸν καὶ ἀνέσπερον· ὅθεν Σε πόθῳ μακαρίζομεν.

Θεοτοκίον.

Φωτίζεις φωτί με θεουργῷ πανάμωμε· τοῦ φωτὸς γὰρ πύλη γέγονας· νεῦσον σωθῆναί με Παρθένε, ἀνάστησον πτωθέντα με πάθεσιν, ἐχθρούς μου τοὺς πολεμίους κατάβαλε, σῶσόν με σῶσον ἀπολλύμενον.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου