Τρίτη 23 Μαΐου 2023

ΙΟΥΛΙΟΣ 24 & ΑΥΣΤΟΥΣΤΟΣ 30. ΟΣΙΟΣ ΦΑΝΤΙΝΟΣ ΠΑΛΑΙΟΣ

 

ΙΟΥΛΙΟΣ ΚΔ΄ &  ΑΥΓΟΥΣΤΟΣ Λ

ΦΑΝΤΙΝΟΣ ΟΣΙΟΣ ΠΑΛΑΙΟΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Φαντίνου τὰ θαύματα τοῖς ὕμνοις μέλπω. Εὐθύμιος μόνος. Ἐν δὲ τοῖς Θεοτοκίοις: Εὐθυμίου.

ᾨδὴ α΄. Ἦχος β΄. ᾨδὴ α΄. Δεῦτε λαοί.

Φῶς σε Χριστός, τοῖς ἑσπερίοις Φαντῖνε σοφέ, ἀνέδειξεν τοῖς θαύμασιν, καταπυρσεύοντα, τὰς ψυχὰς τῶν ἐν πίστει, καὶ πόθῳ γεραιρόντων, τὴν θείαν μνήμην σου.

Ἄϋλον πῦρ, ἐν τῇ καρδίᾳ ὑφάψας τῇ σῇ, ἀσκητικῶς διέπρεψας, τοῖς κατορθώμασιν, εἰς τελείωσιν φθάσας, σοφὲ ἁγιαστίας, φιλοπονίας σπουδῇ.

Νόμον εὐθές, δικαιοσύνης γραπτὸν ἐν τῇ σῇ, καρδίας θεοφώτιστε, πτωχοῖς ἐπήρκεσας, τῶν πενήτων φροντίζων, ἐλαίῳ συμπαθείας, κατακοσμούμενος.

Τῇ ἱππικῇ, μάστιγι πλήξας τὴν ἅλωνα, χλοάζειν ταύτην ἔδρασας, Φαντῖνε κράτιστε, πεποιθὼς ἐν Κυρίῳ, δι’ ἧς τοὺς κακοτρόπους, ψεύστας ἀπέδειξας.

Ὕλην ὡς παῖς, ἐγχειρισθεὶς ὁ θεράπων Χριστοῦ, τερατουργεῖς ἐξαίσια, δεικνύων πάνσοφε, τοῦ κλεινοῦ Ὀνησίμου, ἐν σοὶ τὸν χαρακτῆρα, καὶ τὴν εὐγένειαν.

Τριαδικόν.

Ἕνα Θεόν, τρισὶ προσώποις δοξάζων ὑμνῶ, εἶ καὶ ὁ λόγος γέγονεν, ἐκ Σοῦ πανάμωμε, σὰρξ ἀτρέπτως ὡς οἶδεν· προσθήκην ἡ τριὰς γάρ, οὐ προσεδέξατο.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Θυσίαν τῷ Θεῷ, σαυτὸν προσήγαγες, ζηλώσας, καὶ πράξει καὶ θεωρίᾳ, τὸν Ἀπόστολον Ὀνήσιμον, καὶ κερδήσας Φαντῖνε τὰ οὐράνια.

Ἀμείψας τὴν ζωήν, Φαντῖνε ἔνδοξε, οὐδ΄ ὅλως, ἀπέστης τῶν ἀρετῶν σου, ἀλλ’ ὡς μύστης χριστομίμητος, διεξάγεις ἰθύνων τὰ ἑκάστοτε.

Ὑπάρχων τῇ σαρκί, καὶ παῖς καὶ μέτριος, τῇ γνώμῃ, λαμπρότερος ἀνεδείχθης, τοὺς ἀσάρκους τροπωσάμενος, καὶ νικήσας Φαντῖνε τῶν ἐνδόξων τῆς γῆς.

Μετάρσιος ἐκ γῆς, πρὸς τὰ οὐράνια, ἐπήρθης, διφρεύσας ταῖς ἀρεταῖς σου, καὶ ὁμόσκηνος γενόμενος, τῶν Ἀγγέλων τρυφᾷς τῆς ἀκηράτου ζωῆς.

Ἀνδρείως τῶν παθῶν, τὴν ἐπανάστασιν, νεκρώσας, Φαντῖνε νοσοῦσιν ὤφθης, ἰατρὸς περιφανέστατος, θεραπεύων ψυχὰς ὁμοῦ καὶ σώματα.

Θεοτοκίον.

Θεὸν ὑπερφυῶς, ἐν τῇ νηδύϊ Σου, σαρκώσας Θεοτόκε, καὶ τὸν ἄνθρωπον θεώσασα, τὴν εἰρήνην ἐβράβευσας τοῖς πέρασιν.

 

Κάθισμα. Ἦχος πλ. δ΄ Τὴν σοφίαν καὶ λόγον ἐν σῇ γαστρί.

Ἀρετῶν λαμπροτάτῳ θείῳ φωτί, αὐγασθεὶς τὴν καρδίαν καὶ τὴν ψυχήν, τὸ σκότος διέφυγες, τῶν παθῶν ἀξιάγαστε, καὶ θαυμάτων χάριν, πλουτήσας ἀέναον, ἰατρεύεις πάθη, Φαντῖνε ἀνίατα· ὅθεν τὴν ἁγίαν, ἐκτελοῦντές σου μνήμην, τὴν θήκην σου ἔνδοξε, ἀσπαζόμεθα πάντοτε, καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 

ᾨδὴ δ΄. Τὴν ἐκ Παρθένου Σου γέννησιν.

Τῷ παραδόξῳ περάματι, ἐκπλαγεὶς τοῦ Μεταύρου, ὁ Βαλσάμιος θερμῶς, ἐκλιπαρεῖ συμμεθέξαι σοι τῆς ἐργασίας, ταχὸς μεταβληθείς, ἐκ διώκτου εἰς ἄρνα, ἐκατέστη, τῶν πρακτέων μαθητής.

Ἀλάλαγμὸν χαριστήριον, ἐποφείλει σοι ᾄδειν, Ταυριανὴς ὁ λαός· σὺ γὰρ βαρβάρων τὴν ἔφοδον νηοπορούντων, ἔτρεψας νοητῶς, ταύτας φλέξας καὶ πείσας, τοὺς φονέας, βαπτισθῆναι ἐν Χριστῷ.

Τὰ κατορθώματα Ὅσιε, τῶν ἐνθέων σου ἔργων, καὶ ὁ βίος σου λαμπρός, Ταυριανῶν καταυγάζουσι τὴν Ἐκκλησίαν· ὅθεν σου τὴν ταφήν, μακαρίζει καὶ σέβει, σὺν τῇ εἰκόνι, καὶ τὰ λείψανα πιστῶς.

Οἱ ἐν ποικίλοις νοσήμασιν, ἐταζόμενοι πάντες, δεῦτε νῦν ἐκ τῆς σοροῦ, τοῦ μακαρίου ἀντλήσωμεν ὑγείας νᾶμα, θεῖον ψυχωφελές· ἀρδευόμενοι ῥῶσιν, τὰς ἰάσεις, ἐξαντλοῦμεν δαψιλῶς.

Ἱππονωμῶν θεοφώτιστε, ὡς Μωσῆς ἐδοξάσθης, λαμπρυνθεὶς ὡς Ἠλιού, καὶ ὡς Δαυΐδ ἐχρημάτισας ποιμὴν Φαντῖνε, φέρων τὸ καθαρόν, τῆς ψυχῆς Ἐλισσαίου, Ἰωάννου, καὶ τὴν ἔρημον ζηλῶν.

Θεοτοκίον.

Ὑποχωρεῖ μοι τῷ τόκῳ Σου, ἡ φλογίνη ῥομφαία, Μητροπάρθενε ἁγνή· ὁ γὰρ ἐν μήτρᾳ οἰκήσας Σου Θεὸς καὶ Λόγος, ἔλυσε τοῦ φραγμοῦ, τὸ μεσότοιχον δείξας, κληρονόμους, παραδείσου τοὺς βροτούς.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Σὺ ὡς φωστὴρ νοητός, τῶν Σικελῶν καὶ Καλαβρῶν ἤστραψας, τὸν φαεινόν, σοῦ βίον ἐκτρέπων, Φαντῖνε σὺν Θεῷ, τὴν τῶν πολεμίων, ἀχλὺν ταῖς πρεσβείας σου.

Ὑπερασπίζων ἀεί, τῶν δεομένων καὶ πτωχῶν ἔσπευσας, καὶ τὴν αὐτῶν, ἐποίεις φροντίδα, ἑκάστοτε σοφῶς, τὰ πρόσφορα νέμων, Φαντῖνε θεόληπτε.

Μετὰ Μαρτύρων τὴν σήν, ὁσιωτάτην τελετὴν μέλπομεν, ὡς τῆς αὐτῶν, ἐμφύτου ἀνδρείας, κροτοῦντες ψαλμικῶς· καὶ γάρ ἐστιν ὄντως, κλητὴ ἑορτῇ τῷ Θεῷ.

Νῦν ἐν τῇ σοῦ ἀτρεκῶς, ἡ ῥάβδος ἡ μωσαϊκὴ δέδεικται· τὸν ποταμόν, πατάξας γὰρ ταύτῃ, διήγαγες πρὸς σέ, πιστῶς ἐξαιτοῦντα, Βαλσάμιον δοῦλε Θεοῦ.

Οἶκον σαυτὸν ἱερόν, δι’ ἐργασίας τῶν καλῶν ἥδρασας, ἐν ᾧ Χριστός, οἰκήσας παμμάκαρ, ἐπλήρωσε πολλῶν, χαρισμάτων· ὅθεν, ἐκλάμπεις τοῖς πέρασιν.

Θεοτοκίον.

Μορφοῦται ὅλον ἐμέ, ἀπεριγράπτως ὁ Θεὸς Δέσποινα, ἐκ τῶν ἁγνῶν, καὶ θείων αἱμάτων, παρθενίας τῆς Σῆς, καὶ κόσμον καινίζει, φθαρέντα ὡς εὔσπλαγχνος.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Ἰωάννου ζηλώσας τὴν ἔρημον, καὶ τὴν Ἠλιοὺ ἀτροφίαν θαυμάσιε, ἴσοις αὐτῶν χαρίσμασι, πρὸς Θεοῦ ἐπλουτίσθης φωτώνυμε.

Σοβαρῶς κατὰ σοῦ ἐπαιρόμενον, τὸν ἐχθρὸν καὶ βάσκανον τῶν εὐσεβῶν καὶ πιστῶν, διὰ νηστείας Ὅσιε, καὶ εὐχῶν καὶ δακρύων κατέῤῥαξας.

Μονοτρόπως τοῦ βίου τὴν θάλασσαν, ζήσας πανσοφώτατε ἀβρόχοις ἔπλευσας, τῷ πηδαλίῳ ἄριστα, κυβερνώμενος μάκαρ τοῦ Πνεύματος.

Ἐν νυκτὶ καὶ ἡμέρᾳ τὸν ἔλεον, βλύζων τοῖς πτωχεύουσι καὶ πενομένοις σοφάς, τὰς ἐντολὰς ἐπλήρωσας, ἀγαπῶν σὺν Θεῷ τοὺς πλησίον σου.

Λογισμοὺς ἐκκαθαίρων καὶ ὕψωμα, ἅπαν ἐπαιρόμενον κατὰ Θεοῦ ἀπρεπῶς, Φαντῖνε θεοφώτιστε, τὰ πρακτέα ἡμῖν εἰσηγήσω λαμπρῶς.

Θεοτοκίον.

Ἰησοῦν τὸν Σωτῆρα ὡς τέξασα, πᾶσαν τῆς προμήτορος τὴν λύπην ἔλυσας· τοὺς πίστει ἀνυμνοῦντάς Σε, Θεοτόκε Παρθένε διάσωσον.

 

Κοντάκιον. Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.

Ὁ ἐν ἐρήμοις, καὶ ὄρεσι καὶ σπηλαίοις, περιπολεύων, καὶ πένητας διατρέφων, μάκαρ θεσπέσιε καὶ ἰσάγγελε, ἵππους νέμων ἐβόας Φαντῖνε πρὸς Κύριον· οὐδείς με χωρίσει τῆς ἀγάπης Χριστοῦ.

Ὁ Οἶκος.

Φῶς καὶ ζωή, φαιδρῶς ἀπαστράπτει, ἐν καρδίᾳ σου μάκαρ, δᾳδουχεῖς ὡς λαμπτήρ, θεόφρον ἀξιοθαύμαστε· ὑπάρχων γὰρ πρᾶος καὶ ταπεινόφρων, καὶ ἀσκήσει τὸ σῶμά σου νενεκρωμένος, καθηγητής, Βαλσαμίου αὐτὸς ἐχρημάτισας, ἑλκύσας εἰς σωτηρίαν, πρὸς λιμένα τοῦ θείου θελήματος· νυκτὸς ὁμίχλην ἀπήλασας, ἐκβοῶν παῤῥησίᾳ πρὸς Κύριον·  οὐδείς με χωρίσει τῆς ἀγάπης Χριστοῦ.

 

Συναξάριον.

Τῇ ΚΔ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Φαντίνου τοῦ παλαιοῦ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Προσέλθωμεν δή, οἱ νοσοῦντες τῇ σορῷ τοῦ θεομάκαρος, καὶ φωτισθέντες τὴν διάνοιαν, ἁγιασθῶμεν τὰ σώματα· βλύζει γὰρ ἡ χάρις πλουσίως, τὰ σωτήρια νάματα, ἐκ τοῦ νυχίως ἐκ Θεοῦ, ὑφαπτομένου φωτός.

Ὥσπερ ἐκ φωτός, ἀνατείλας θεϊκοῦ φῶς ἀνελάμπρυνας, τὴν ἑσπερίαν ταῖς ἀκτίσεσι, τῆς πολιτείας ἀοίδιμε, ἀγαθοεργῶς ἐπὶ πράξεις, προτρεπόμενος ἅπαντας, θεοφιλεῖς τοὺς εὐσεβῶς, ζηλοτυποῦντες τὰ σά.

Ἐξέστη ὁρῶν, ὁ Βαλσάμιος τὰς σὰς ἀνδραγαθίας, πνευματόφορε πῶς τὸ Μέταυρον, διὰ ξηρᾶς ἐπαρίππευσας· ὅθεν θρηνῳδῶν ἐλιπάρει, συναφθῆναί σοι ἔνδοξε, καὶ κοινωνεῖν τῆς βιοτῆς, καὶ τῶν χρηστῶν δωρεῶν.

Ὑπέρμαχος ὤν, καὶ προστάτης σὺν Θεῷ καὶ ἀντιλήπτωρ, τῶν πτωχονοίων παναοίδιμε, καὶ ἐπηλύδων πρεσβείαις σου, πάντας ὁδηγῶν κατευθύνῃς, τῇ προσούσῃ σοι χάριτι, περιφρουρῶν καὶ συντηρῶν, ἀπὸ παντὸς πειρασμοῦ.

Θορύβους λιπών, εὐσεβῶς τοὺς κοσμικοὺς ἐφυγαδεύθης πιστῶς, ἐν τῇ ἐρήμῳ αὐλιζόμενος, Φαντῖνε μάκαρ καὶ ὄρεσιν, ἔνθα τὰς αἰσθήσεις καθαίρων, τοῦ νοὸς προσωμίλησας, μόνῳ τελείως τῷ Θεῷ, πρεσβεύων ὑπὲρ ἡμῶν.

Θεοτοκίον.

Ὁ λόγος ἐν Σοί, σὰρξ ἀτρέπως γεγονὼς Παρθενομήτωρ ἁγνή, ἀνακαινίζει ἐν τῇ μήτρᾳ Σου, καταφθαρέντα τὸν ἄνθρωπον, δείξας θεϊκῆς μετουσίας, κοινωνὸν ὡς φιλάνθρωπος· διὸ ὡς πρόξενον ζωῆς, Σὲ μακαρίζομεν.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ὕλης παθῶν ἐκκαθαρθείς, καὶ πτερώσας σου τὸν νοῦν δι’ ἐγκρατείας, ἠξιώθης Φαντῖνε, τῶν ὀρεκτῶν μετασχεῖν, τὴν γνῶσιν· ὅθεν καὶ γεγένησαι, τοῖς ἀπορούμενοις, ἐπίκουρος προστάτης.

Μωσῆς ὁ μέγας καὶ Δαυΐδ, ἐκ προβάτων εἰς λαοῦ ἐπιστασίαν, μετηνέχθησαν· σὺ δε, Φαντῖνε μύστης ἡμῶν, ἐδείχθης, ὡς πρᾶγμα καὶ ὄνομα, φέρων εὐσεβείας, τῶν δυτικῶν εἰς κλέος.

Ἰδοὺ μακάριε τῷ σῷ, νῦν προστρέχοντες  ναῷ μετ’ εὐφροσύνης, ἀρυόμεθα πίστει, ὑγείαις ὕδωρ ἐξ οὗ, πηγάζεις, πᾶσι τὰ ἰάματα, ψυχὰς θεραπεύεις, καὶ σώματα ῥωννύεις.

Ὁ οὐρανός τε καὶ ἡ γῆ, ἑορτάζοντες ὁμοῦ συνευωχοῦνται· ὁ μὲν ὅτι φωστῆρας, κεκόσμηται φαεινούς, ἡ δὲ νῦν, ὅτι μύρου ἐμπέπλησται, θείας εὐωδίας, Φαντίνου ἐν τῇ μνήμῃ.

Σὺ τὸν Ὀνήσιμον καλῶς, τὸν τοῦ Παύλου φοιτητὴν παραζηλώσας, ᾑρετίσω Φαντῖνε, δουλεύειν ζῶντι Θεῷ, ἀμείψας, ἐνθέως πανάριστε, τὴν ἰσοθεΐαν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὑπερμαχοῦσα κραταιῶς, τοῦ λαοῦ Σου τοῦ πιστοῦ εὐλογημένη, συστρατήγησον τούτῳ, κατὰ βαρβάρων ἐχθρῶν, εὐχαῖς Σου, καὶ λῦσον τὰ σκάνδαλα, τὴν εἰρήνην τάχος, ἡμῖν παρεχομένη.

 

ᾨδὴ θ΄ Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Μυσταγωγὸν τῶν καλῶν σε, ἡ ἐνάρετος πρᾶξις, ἀνέδειξε καὶ βίος ὁ λαμπρός· ὅθεν Βαλσάμιον εἵλκυσας, μετασχεῖν σοι τρισμάκαρ, τῶν πόνων καὶ ἀγώνων τῶν σεπτῶν, καὶ τυχεῖν τῆς ἐκεῖθεν, σὺν σοὶ μακαριότητος.

Ὄλβος θεόσδοτος ὤφθης, τῶν πτωχῶν θεομύστα, ἀπόρων ὁ ἐπίκουρος θερμός, τῶν θλιβομένων παράκλησις, δαιμονώντων ταχεῖα, ἐπίσκεψις Φαντῖνε ἐκ Θεοῦ, τὴν ἐν σοὶ μετὰ τέλους, ἐμφαίνων ἁγιότητα.

Νέος Μωσῆς ἀνεδείχθης, μετὰ πότμον βυθίσας, Φαντῖνε τοὺς καράβους ἐν βυθῷ, τῶν ἐκ τῆς Ἄγαρ θεόληπτε, διασώσας θανάτου, τὸν νέον Ἰσραὴλ Ὃν εὐσεβῶς, καθορᾷς προσκυνοῦντα, τὸν ἕνα ἐν Τριάδι Θεόν.

Ὃν ἐμορφώθης ἐκ τρόπων, Ὃν ἐδόξασας πάνυ, νεκρώσας σου τὰ μέλη ἐπὶ γῆς, Ὃν ᾑρετίσω πανθαύμαστε, Ὃς ἐν καρδίᾳ φέρων, ᾯ παραστήκεις νῦν ἐν οὐρανῷ, Θεὸν Λόγον Φαντῖνε, ἱκέτευε σωθῆναι ἡμᾶς.

Σὺν ἀσωμάτων χορείαις, οὐρανοὺς ἐμβατεύεις, ὡς δίκαιος καὶ ὅσιος Χριστοῦ· τοὺς ὑμνοπόλους σου φύλαττε, ἐξ ἐχθρῶν πολεμίων, ἀτρώτους ταῖς πρεσβείαις σου σοφέ, καὶ υἱοὺς βασιλείας, ἀνάδειξον Φαντῖνε σὺν σοί.

Θεοτοκίον.

Χαῖρε παστὰς καὶ νεφέλη· χαῖρε ἅγιον ὄρος, καὶ στάμνε καὶ λυχνία φωτεινή· χαῖρε Παράδεισε ἔμψυχε, ἡ βλαστήσασα φύσει, τὸ ξύλον τῆς ζωῆς ἡμῶν Χριστόν, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ μόνον πολυέλεον.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου