Πέμπτη 1 Ιουνίου 2023

ΑΥΓΟΥΣΤΟΣ 29. ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ ΑΠΟΤΟΜΗ ΚΕΦΑΛΗΣ ΚΑΝΩΝ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ

ΑΥΓΟΥΣΤΟΣ ΚΘ΄.

ΙΩΑΝΝΟΥ ΑΠΟΤΟΜΗ ΚΕΦΑΛΗΣ

ΚΑΝΩΝ

Ποίημα Ἀν


δρέου Κρήτης.

 

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ.

Τὸ τῆς ἐρήμου κάλλιστον θρέμμα, καὶ Ζαχαρίου ὁ καρπός, καὶ τῆς Ἐλισάβετ παρ’ ἐλπίδα τὸ βλάστημα, προτρέπεται τοὺς πιστούς, πανηγυρίσαι τὴν σεπτὴν αὐτοῦ μνήμην.

Τὴν τοῦ Ἡρώδου μιαιφονίαν, τίς μὴ θρηνήσῃ ἐννοῶν, ὅτι δι’ αἰσχρὰν φιληδονίαν ἀπέτεμε, τὸν κήρυκα τῆς ζωῆς, καὶ τῆς Τριάδος μυστικὸν ὑποφήτην;

Ὢ γενεσίου πλήρους αἵματος, ὢ συμποσίου μισητοῦ! Φόνῳ γὰρ τὴν μέθην ὁ Ἡρώδης ἐκέρασεν, ἡ τράπεζα δὲ αὐτῷ, μιαιφονίας πικρᾶς ἀντικατέστη.

Τὴν πολυθαύμαστον κορυφήν σου, τὴν προκηρύξασαν ἡμῖν, τὸν Ἐμμανουὴλ τὸν δὲ Ἡρώδην ἐλέγξασαν, ἐν μύροις πνευματικοῖς, ᾠδαῖς καὶ ὕμνοις τιμῶμεν Ἰωάννη.

Γῆ δεξαμένη πάναγνον σῶμα, σὺν τῇ τιμίᾳ κεφαλῇ, τούς τε τῶν αἱμάτων ὀχετοὺς τοῦ σοφοῦ Βαπτιστοῦ, κατέχει ὡς θησαυρόν, ἐν ὀστρακίνοις ταμείοις συντηροῦσα.

Ἀναδεικνύμενος Ἰωάννης, πρὸς τὸν λαὸν τοῦ Ἰσραήλ, ὥσπερ καὶ Λουκᾶς προδιαγράφει ἀνέκραζε· ποιήσατε νῦν καρπούς, ἀξιοχρέους φησὶ τῆς μετανοίας.

Ἀλλ’ ὁ Ἡρώδης τούτων ἀκούσας, τῶν θεογράφων ἐννοιῶν, ἔθηγε τὸν νοῦν καὶ τοὺς ὀδόντας ζητῶν ἀνελεῖν, τὸν κήρυκα τῆς ζωῆς, καὶ τῶν ἐλέγχων πιστὸν ἱεροφάντην.

Ὁ τῷ δακτύλῳ προϋποδείξας, σὲ τὸν ποιμένα καὶ ἀμνόν, νῦν ἐκ τῶν τῆς γῆς καταχθονίων μεγάλῃ φωνῇ, κηρύττει σου Ἰησοῦ, τὴν Βασιλείαν καὶ τὴν οἰκονομίαν.

Ἡ ἐν ἐρήμοις κράζουσα πάλαι, φωνὴ βοῶντος κεφαλή, σήμερον Ἡρώδῃ τοὺς ἐλέγχους προφέρουσα, ἐκτέμνεται δολερῶς, καὶ μοιχαλίδι ὡς ἔπαθλον δωρεῖται.

Ὢ συμποσίου πλήρους αἱμάτων, ὼ γενεσίων μισητῶν, ὅτι ἐπὶ πίνακος ἠνέχθη ὡς ἔδεσμα, ἡ κράζουσα κεφαλή· μετανοεῖτε ἐγγὺς ἡ Βασιλεία.

Τριαδικόν.

Τὴν ὑπερούσιον θεαρχίαν, καὶ ὑπεράγαθον ζωήν, ἄναρχον ἀρχὴν καὶ ὑπεράρχιον σύνεσιν, δοξάσωμεν σὺν Πατρί, Υἱὸν καὶ Πνεῦμα τὴν Ἁγία Τριάδα.

Θεοτοκίον.

Τὸν ἀπερίγραπτον Θεὸν Λόγον, ὅλον σκηνώσαντα ἐν Σοί, τέτοκας ἁγνὴ Θεογεννῆτορ διπλοῦν τὸν αὐτόν, ὡς ἕνα ὄντα Υἱόν, σεσαρκωμένον ἐκ Σοῦ ἀνερμηνεύτως.

ᾨδὴ β΄. Πρόσεχε, οὐρανὲ καὶ λαλήσω.

Ἐκήρυξε, τὸν ἀμνὸν τοῖς Ἑβραίοις, ὁ Ζαχαρίου υἱός, τὸν ἁμαρτίας τοῦ κόσμου, καθαίροντα τῷ βαπτίσματι.

Ἐτράνωσε, τὴν τοῦ Θεοῦ Βασιλείαν, ὁ Ἰωάννης βοῶν· μετανοεῖτε· ἰδοὺ γάρ, ἐγγίζει ἡ σωτηρία ἡμῶν.

Διήλεγξας, τὸν Ἡρώδην μανέντα, ταῖς τῶν παθῶν ἡδοναῖς, μεγαλοκῆρυξ προφῆτα, κωλύων παρανομεῖν εἰς Θεόν.

Οὐκ ἤνεγκε, τοὺς ἐλέγχους Ἡρώδης, ἀλλ’ εἰς θυμὸν ἐκτραπείς, μεγαλομάρτυς Κυρίου, ὡπλίσθη κατὰ τῆς σῆς κεφαλῆς.

Τὸ αἷμά σου, ὑπὲρ τὸ αἷμα τοῦ Ἄβελ, κράζει Χριστοῦ Βαπτιστά, καὶ κατὰ γῆς τεθαμμένος, πρεσβεύεις ὑπὲρ τῶν σῶν ἱκετῶν.

Ὑμνήσωμεν, τὸν θεατὴν τῶν ἀῤῥήτων, καὶ Βαπτιστὴν τοῦ Χριστοῦ, ὑπὲρ τῆς ἀληθείας, παθόντα τὸν θεῖον Πρόδρομον.

Τὸν ζῆλόν σου, καὶ τὸν ἰσάγγελον βίον, πάντες θαυμάζομεν, καὶ τὴν ἁγίαν σου μνήμην, τελοῦμεν Πρόδρομε κῆρυξ Χριστοῦ.

 

Ἕτερος. Ἴδετε ἴδετε.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ τὸν Βαπτιστήν μου, ἀναδείξας ζηλωτήν, τὸν ἐν δυνάμει Ἠλιοὺ καὶ τῷ πνεύματι, ἐλθόντα ἐν τοῖς ἐρήμοις, καὶ ἐλέγξαντα Ἡρώδην ἀνομήσαντα.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ τὸν Βαπτιστήν μου, θωρακίσας νοητῶς, λόγον ὑπὲρ μάχαιραν τομώτερον δοὺς αὐτῷ, καὶ ζῆλον ὡς θυρεόν μου, καὶ ὡς περικεφαλαίαν παῤῥησίαν πολλήν.

Δεῦτε θεάσασθε, ποῖα γενέσια ὁ παράνομος, οὗτος ὁ Ἡρώδης, ἐξετέλεσε ποτέ· ἐν τῷ συμποσίῳ γὰρ ἐν μέσῳ τῶν φίλων αὐτοῦ, τὴν πάνσεπτον Ἰωάννου, εἰσαχθῆναι κεφαλὴν παρεκελεύσατο.

Ἄδικε ἄνομε, τίς ὁ κινήσας σε ὅρκοις τάξασθαι, τῇ Ἡρωδιάδι, τὴν τιμίαν κεφαλήν, τοῦ κατὰ τὸν νόμον σε Μωσέως ἐλέγξαντος; Τὰ μέλη τὰ λελυμένα, τῆς ἀσέμνως ἐπὶ σοὶ ὀρχησαμένης.

Εἴθε μὴ ὤμοσας, Ἡρώδη ἄνομε ψεύδους ἔκγονε, εἴθε δὲ ὀμόσας, μὴ εὐωρκήσας δεινέ· κρεῖσσον γὰρ ψευσάμενον κριθῆναί σε ψεύστην κακῶν, ἢ οὕτως ἐπαληθεῦσαι, ἐπὶ φόνῳ Βαπτιστοῦ καὶ Προφήτου Θεοῦ.

Ἴδε ἐπλήρωσαςς, τὴν εὐωχίαν σου ἀθώου αἵματος, ἄνομε Ἡρώδη· τίς γὰρ εἶδεν ἐπὶ γῆς, ἀντὶ ἐδεσμάτων ἐπὶ πίνακι τοῖς φιλευτοῖς, αἵμασι πεφυρμένην, κεφαλὴν νεοσφαγῆ προτιθεμένην ποτέ;

Τριαδικόν.

Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε ὁ Θεὸς ἡμῶν, Σὺ ἀγεννησίας, καὶ γεννήσεως ἡμῖν, καὶ τῆς ἐκπορεύσεως τοὺς τρόπους ὑπέφηνας, Πατέρα Υἱὸν καὶ Πνεῦμα, ὑπογράψασα τρανῶς ἐν ταῖς γραφαῖς ἑαυτήν.

Θεοτοκίον.

Ἕνα δοξάζω Σε, καὶ μετὰ σάρκωσιν ἀδιαίρετον, τὸν πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς μονογενῆ, ἔσχατον δὲ πάλιν ἐκ Παρθένου σαρκὶ δι’ ἡμᾶς, ἀφύρτως καὶ ἀμερίστως, γεννηθέντα Σε Υἱὸν ἐν δύο φύσεσιν.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.

Ἡ γέννησις ἔνδοξος, Βαπτιστὰ τοῦ Χριστοῦ, καὶ ὁ βίος σου ἄμωμος, ἡ πρόοδος ἔντιμος, καὶ ἡ ἀνάδειξις ξένη, ὁ θάνατος τίμιος, καὶ ἡ ταφὴ σεβάσμιος.

Δακτύλῳ τὸ πρότερον, ὑπεδείκνυς τὸν ἀμνόν, καὶ τῇ γλώσσῃ τὸ δεύτερον, Ἡρώδην διήλεγξας, τῇ κεφαλῇ δὲ τὸ τρίτον, πηγάζεις τὰ θαύματα, ἐξ ὀστρακίνου σκεύους ἡμῖν.

Ἡ ἔρημος κράζει σου, τὰς ἀρετὰς Βαπτιστά, ἡ Ἐκκλησία κηρύττει σου, τὸν βίον τὴν ἄσκησιν, τὴν πρὸς Θεὸν παῤῥησίαν, δι’ ἧς τὸν παράνομον, Ἡρώδην κατεδίκασας.

Καὶ πῶς γὰρ οὐκ εἶχέ σου, ὁ Ἡρώδης Βαπτιστά, ἐκπλαγῆναι τοῖς ῥήμασι, δι’ ὧν αὐτὸν ἤλεγξας, προφανῶς ἀνομοῦντα; ἑώρα γὰρ τὸν βίον σου, τῷ λόγῳ συναστράπτοντα.

Φρουρᾷ σε κατέκλεισεν, Ἰωάννη Βαπτιστά, καὶ δεσμοῖς σε συνέδησε, τὸν ἄπαυστα κράζοντα, τὴν αὐτοῦ ἀσωτείαν, Ἡρώδης ὁ παράνομος, μὴ φέρων τοὺς ἐλέγχους σου.

Νομίμως ἐπλέξατο, ἡ σεπτή σου κεφαλή, τῆς ἀφθαρσίας τὸν στέφανον, βαφέντα τοῖς αἵμασι, Βαπτιστὰ Ἰωάννη· διὸ καὶ τρανότερον, κηρύττεις τὸν ἀμνὸν τοῦ Θεοῦ.

Οὐ μείζων ἐγήγερται, ἐν γεννητοῖς γυναικῶν, Ἰωάννου ἀνέκραξε, Χριστὸς ἡ ἀλήθεια· ἐν γαστρὶ γὰρ ἐπέγνω, τὸ κτίσμα τὸν κτίσαντα, κράξαν τῇ μητρώᾳ φωνῇ.

Ὄντως ἀξίως σε, Ἡσαΐας ἀνυμνεῖ· νοεροῖς γὰρ τοῖς ὄμμασι, προβλέπων ἀνέκραζε· Βαπτιστὰ Ἰωάννη, φωνὴ βοῶντος βόησον· καὶ εἶπα· τί βοήσω; φησίν.

Ἀξίως τετίμησαι, Προφῆτα κῆρυξ Χριστοῦ, ὡς λειτουργὸς τοῦ Βαπτίσματος, ὁ μέσον τῆς χάριτος, καὶ τῆς ἐν νόμῳ λατρείας, καὶ μείζονα δὲ λέγει σε, Χριστὸς ἐν γεννητοῖς γυναικῶν.

Τοὺς ὅρκους φοβούμενος, ὁ Ἡρώδης ὥς φησι, πρὸς τὰ χείρω μετέπεσε, καὶ φόνον εἰργάσατο, καὶ συνῆψε τῇ μέθῃ, τῶν ὅρκων τὴν σύστασιν, ἵνα τοῦ ψεύδους χείρων φανῇ.

Ἡ παῖς ἐξωρχήσατο, καὶ τῇ θρύψει τῶν μελῶν, τῷ Ἡρώδῃ ἀρέσασα, εὐθὺς ἐξητήσατο, τοῦ Προδρόμου τὴν κάραν· καὶ γὰρ προεξωμόσατο, διδόναι ὃ αἰτήσεται.

Τριαδικόν.

Τριὰς ὑπερούσιε, καὶ ὑπέρθεε Μονάς, ἡ ἀκατάληπτος φύσις, ἡ ἄκτιστος δύναμις, ἡ ὁμότιμος δόξα, τὸν κόσμον ἐλέησον, κινδύνων λυτρουμένη ἀεί.

Θεοτοκίον.

Θεὸς ὢν ἐκένωσας, σεαυτὸν μονογενῆ, ἵνα σώσῃς οὓς ἔπλασας, δι’ οὓς ἐνηνθρώπησας, σαρκωθεὶς ἐκ Παρθένου, καὶ ὅλην μου κατήλλαξας, τὴν φύσιν τῷ οἰκείῳ Πατρί.

 

ᾨδὴ δ΄. Ἐξ ὄρους κατασκίου Λόγε ὁ προφήτης.

Ἐτράνωσας ἡμῖν Χριστοῦ τὴν Βασιλείαν, ὑπέδειξας λαοῖς ὁδοὺς τῆς μετανοίας, καὶ τὸν Ἡρώδην διήλεγξας ἀνομοῦντα, μεγαλοκῆρυξ Ἰωάννη σοφέ.

Μὴ φέρων Βαπτιστὰ Ἡρώδης τοὺς ἐλέγχους, ἐτράπη πρὸς ὀργὴν καὶ φθόνον καὶ πικρίαν, καὶ συνετήρει τὸν χρόνον τῶν γενεσίων, ἐν ᾧ ἠμύνατό σε κῆρυξ Χριστοῦ.

Εἰσάγεται λοιπὸν ἡ πάνσεπτός σου κάρα, ἐν μέσῳ τῶν βροτῶν ὡς ἔδεσμα Προφῆτα, καὶ συμπληροῖ τὸ συμπόσιον κατηφείας, βασταζομένη ἐπὶ πίνακι.

Εὐφραίνου Βαπτιστά, σκιρτάτω σου τὸ πνεῦμα· ἐλέγχεις γὰρ ἀεὶ τὸν ἄθεον Ἡρώδην, καὶ τοῖς ἐν ᾍδη κηρύττεις ἅπασι λέγων· ἡ σωτηρία ἰδοὺ ἤγγικεν

Θαυμάζει σου ἡ γῆ τὸν βίον Ἰωάννη, κηρύττει οὐρανὸς τὴν ἄδικον σφαγήν σου, καὶ θριαμβεύει τὰ πλήθη τῶν ἀρετῶν σου, ἡ Ἐκκλησία ἀναμέλπουσα.

Ἐπόλισας Προφῆτα κῆρυξ τὰς ἐρήμους, ἐνέωσας ψυχὰς ἀνόμους καὶ καρδίας, προεκτεμῶν τῇ ἀξίνῃ τῆς μετανοίας, τὴν ἀκαρπίαν τῶν ψυχῶν ἡμῶν.

Ἐπέστη ὁ καιρός τῶν τούτου γενεσίων, ὠρχήσατο ἡ παῖς καὶ ἤρεσεν Ἡρώδη, καὶ ἐξωμόσατο ταύτῃ πάντα διδόναι, ὅσα ἐν αὐτῇ ἐξαιτήσῃ αὐτῷ.

Τοὺς ὅρκους δὲ φησὶ φοβούμενος Ἡρώδης, προσέταξεν εὐθὺς τῷ ξίφει ἐκκοπεῖσαν, τὴν κεφαλὴν τοῦ Προδρόμου τῷ κορασίῳ, ἀποδοθῆναι ἐπὶ πίνακι.

Τεχνάζεται λοιπόν ἡ παῖς προβιβασθεῖσα, καὶ παίξασα τὸ δρᾶμα τῆς κακοτεχνίας, τὴν κεφαλὴν ἐξητήσατο Ἰωάννου, κατὰ τοὺς λόγους τῆς τεκούσης αὐτήν.

Συνέχεας τὴν τάξιν ἄνομε Ἡρώδη· τῇ μέθῃ γὰρ συνῆψας φόνον καὶ πικρίαν, ἀντ’ εὐφροσύνης κεράσας τοῖς δαιτυμόσι, μιαιφονίας αἷμα δίκαιον.

Καρπὸς ἐξ ἱερῶν ἐβλάστησας πατέρων, υἱὸς αὐτοῖς δοθεὶς καὶ γήρους βακτηρία, προομαλίσας ὡς τρίβους τὰς διανοίας, τῇ μετανοίᾳ χριστοκῆρυξ σοφέ.

Τριαδικόν.

Ζωήν σε προσκυνῶ τὸν ἄναρχον Πατέρα, ζωὴν συμπροσκυνῶ τὸν ἄχραντον Υἱόν Σου, ζωὴν καὶ ζῶσαν πηγὴν τὸ ἅγιον Πνεῦμα, δοξολογῶ τὴν μίαν ὄντως ζωήν.

Θεοτοκίον.

Ἐτέχθης ἐκ Μητρὸς Παρθένου ἀλοχεύτως, ἐφύλαξας αὐτὴν ἁγνὴ μετὰ τὸν τόκον, ὁ μὴ κατ’ ἔκστασιν ὅλην μου τὴν οὐσίαν, ἀναλαβὼν τῆς ἁμαρτίας χωρίς.

 

ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.

Τὸ τῆς ἐρήμου θρέμμα, καὶ οἰκουμένης τὸ κτῆμα ὁ Πρόδρομος, σήμερον ἑτοιμάζει, τὴν πνευματικὴν πανδαισίαν ἡμῖν.

Τῶν ἡδονῶν οἰκέτην, καὶ τῶν θεσμῶν παραβάτην διήλεγξεν, Ἰωάννης Ἡρώδην, τὸν Ἡρωδιάδος πικρὸν ἐραστήν.

Ὁ εὐσεβὴς προφήτης, τὸν ἀνομοῦντα Ἡρώδην κατήσχυνεν, ἀκολάστως βιοῦντα, καὶ τὰ Μωϋσέως ὑβρίζοντα.

Ἡρωδιὰς ὀρχεῖται, καὶ Ἰωάννης δεσμεῖται καὶ σφάττεται· ὢ τῆς μέθης Ἡρώδου, ὢ παρανομίας τῆς τούτου ψυχῆς!

Σοῦ μὲν ἡ γῆ τὸ αἷμα, καὶ ὁ Ἡρώδης τὸ κρῖμα ἐδέξατο, Ἰησοῦς δὲ τὸ πνεῦμα, ὁ τῶν Πατέρων Θεὸς Βαπτιστά.

Ἡ εὐωχία πᾶσα, ἀντ’ εὐφροσύνης ὀδύνης πεπλήρωται· αἵματι γὰρ ἀθώῳ, ταύτην ὁ Ἡρώδης συνέχεεν.

Αϊ τῶν μελῶν ἐκτάσεις, καὶ τῶν μελῶν ἀνακλάσεις τῆς ὄντως αἰσχρᾶς, ἔπεισαν τὸν Ἡρώδην, προφητοκτονῆσαι Θεοῦ Βαπτιστήν.

Αἱ τῶν ποδῶν ὀρχήσεις, τὰς τῶν φρενῶν ἐνθυμήσεις ἠλλοίωσαν, τοῦ μανέντος Ἡρώδου, τοῦ καρατομῆσαι Θεοῦ Βαπτιστήν.

Τριαδικόν.

Φῶς ἀνυμνῶ Σε Πάτερ, φῶς τὸν Υἱόν Σου δοξάζω καὶ φῶς προσκυνῶ, τὸ πανάγιον Πνεῦμα, ἐν τρισὶν ἡλίοις ἀμέριστον φῶς.

Θεοτοκίον.

Χαῖρε τὸ θεῖον ὄρος, ἐξ  οὗ ὁ λίθος ἐτμήθη ἄνευ χειρῶν, ἡ ἀχράντως παγεῖσα, τῷ Θεῷ καὶ Λόγῳ πανάμωμος σάρξ.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Ὠδὴ στ΄. Ὡς τὸ Προφήτην ἐῤῥύσω.

Ὅταν τοῦ βίου τὸ τέλος, ἐπελθὸν Ἰωάννης προέγνωκε, δύο πρὸς τὸν Κύριον, μαθητὰς ἐξέπεμψε, διορθούμενος, τὴν σκληροκαρδίαν αὐτῶν.

Τὴν ἐκτομὴν τῆς τιμίας, καὶ πανσέπτου σου κάρας Προφῆτα Χριστοῦ, τιμῶντες γεραίρομεν, τὴν σὴν ἀεισέβαστον, καὶ παγκόσμιον, μνήμην παμμακάριστε.

Ὢ βδελυκτῆς εὐωχίας, ὢ πικρῶν γενεσίων ὢ μέθη αἰσχρᾶς! Ἡρώδης ὁ ἄνομος, ἁλοὺς πρὸς παράνοιαν, ἐλεγχόμενος, προφητοκτονεῖν μελετᾷ.

Ὡς παρεστῶτα τῷ θρόνῳ, τοῦ Θεοῦ Ἰωάννη πανεύφημε, θερμῶς δυσωποῦμέν σε, μνησθῆναι τῆς ποίμνης σου, ταῖς πρεσβείαις σου, ἵνα συναφθῶμεν Θεῷ.

Ὀρχησαμένη ἡ νέρα, Αἰγυπτία ἐν μέσῳ τοῦ ποτοῦ αἰσχρῶς, τὴν κάραν ᾐτήσατο, τοῦ ταύτης ἐλέγξαντος, τὴν γεννήτριαν, καὶ τὴν τοῦ Ἡρώδου εὐνήν.

Τὴν εὐωχίαν αἱμάτων, ὁ Ἡρώδης πληρώσας ἐξέμηνε· θυμῷ γὰρ τῷ ἄφρονι, τὴν μέθην παρέμιξε, καὶ ὠδίνησε, δύο ἀνομίας πικράς.

Αἱμοχαρὴς ὢν Ἡρώδης, μετὰ τρόπου τοὺς ὅρκους παρέτεινεν, ἵνα κᾂν μὴ βούλοιτο, τοῖς ἔργοις πιστώσηται, τὴν ἀναίρεσιν, τὴν τοῦ Βαπτιστοῦ προσκοπῶν.

Ὁ δὲ τὰ πάντα γινώσκων, σὺ εἶ λέγοντας τότε ἢ ἄλλος ἐστίν, ὁ μέλλων ἐλεύσεσθαι; Σαφῶς διωρθώσατο, τὰ τεράστια, τῶν σημείων δείξας αὐτοῖς.

Τριαδικόν.

Ἕνα Θεόν Σε δοξάζω, σὺν Πατρὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ζῶν, τὸν μὲν ὡς προάναρχον, τὸν δὲ ὡς συνάναρχον, τὸ δὲ σύνθρονον, ὡς καὶ συναΐδιον.

Θεοτοκίον.

Ὁ νῦν Υἱὸς τῆς Παρθένου, πρὶν Υἱὸς τοῦ Πατρὸς ἀναδέδεικται, οὐκ ἄλλος νοούμενος, παρὰ τὸ ὁρώμενον, εἰ καὶ ἔμεινεν, εἷς κατ’ ἄμφω τέλειος.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Ὁ ἐν ἀρχῇ

Νόμον Θεοῦ, κηρύττων Ἰωάννης, τὸν δυσσεβῆ, οὐκ ἔπεισεν Ἡρώδης, παρανομοῦντα, σωφρονισθῆναι· τῷ πῦρ γὰρ ἧν ἐν αὐτῷ, τῆς ἁμαρτίας εἰς νοῦν.

Ὢ κεφαλῆς, τρανῶς νομοθετούσης, καὶ ἐκ τῆς γῆς, Ἡρώδη προσφωνούσης, οὐκ ἔξεστί σοι, παρανομοῦντι, τὴν ἀλουργίδα φορεῖν, ὡς τυραννίδος στολήν.

Ὁ τὸν ἀμνόν, κηρύξας ἐν τῷ κόσμῳ, τὸ αἴροντα, ἁμαρτίας τοῦ κόσμου, αὐτῷ προσήχθης, δεκτὴ θυσία, κηρυχθέντι ὑπὸ σοῦ, Χριστῷ τῷ μόνῳ Θεῷ.

Τὸν Ἀχαάβ, ἐζήλωσεν Ἡρώδης, τὸν Ναβουθαί, μιμεῖται Ἰωάννης, Ἡρωδιὰς δε, τὴν Ἰεζάβελ, καὶ τὸν Θεσβίτην Ἠλιού, ὁ Χριστοῦ Βαπτιστής.

Ὅπλοις αἰσχροῖς, ὁ ἄνομος Ἡρώδης, θωρακισθείς, μεθ’ ὅρκων ἀπεπλήρου, τὴν ἀνομίαν, ἐν εὐωχίᾳ, τὴν μέθην ἔχων ἐκεῖ, συστρατηγοῦσαν αὐτῷ.

Τίς ἀληθῶς, τιμήσει κατ’ ἀξίαν, τὸν ζηλωτήν, τοῦ νόμου Μωϋσέως, καὶ τὸν Προφήτην, τῆς ἀληθείας, ἐν ᾠδαῖς πνευματικαῖς, καὶ θείοις ᾄσμασιν;

Τίς οὐ ναρκᾷς, παράνομε Ἡρώδη, φιληδονῶν, καὶ πράττων ἃ μὴ θέμις, ἢ πῶς οὐ φρίττεις, τοῖς τοῦ Προφήτου, ἐλέγχοις ἀντιμετρῶν, μιαιφονίαν πικρᾶν;

Πῶς τὸν Δαβίδ, ἀκούεις ἐλεγχθέντα, καὶ τὴν διπλῆν, ἐκμάξαντα αἰσχύνην, ἐχρῆν σε πλέον, τί μετ’ ἐκεῖνον, τῷ σώφρονι λογισμῷ, πρᾶξαι τὰ δέοντα.

Τὴν Δαλιδάν, Ἡρωδιὰς ζηλοῦσα, τὴν κεφαλήν, τοῦ Βαπτιστοῦ ἐκτέμνει, οὐκ ἀποκείρων, καθὼς ἐκείνη, τοῦ ὁμοζύγου Σαμψών, τὴν κόμην τῆς κεφαλῆς.

Ψόφον ποδῶν, ἀκούω τῆς μαινάδος, κλόνους μελῶν, ὁρῶ τῆς ὀρχουμένης· βοάτω λέγων, Ἰωάννης· ηὐτρέπισμαι γὰρ αὐτῇ, εἰς ἐδεσμάτων τρυφήν.

Ὤμοσας ναι, Ἡρώδης τῇ ἀσέμνῳ, ἔδει σε οὖν, τὸ πρέπον ὑποσχέσθαι, καὶ εὐορκῆσαι, τοῖς ἀναγκαίοις, οὐ φόνον ταῖς ἡδοναῖς, ἐπισυνάψαι δεινόν.

Δεῦτε πιστοί, ἐν ὕμνοις ἀσιγήτοις, τὸν Βαπτιστήν, τιμήσωμεν βοῶντες· μετὰ Ἀγγέλων, καὶ Ἀποστόλων, μετὰ πλήθους Μαρτύρων, συναγάλλου Χριστῷ.

Τριαδικόν.

Ἕνα Θεόν, δοξάζω τὴν Τριάδα, τὴν ἐν τρισί, προσώποις ὑμνουμένην, μιᾷ δὲ φύσει, καὶ βασιλείᾳ· Πατὴρ γὰρ ἔστιν Υἱός, καὶ Πνεῦμα ἅγιον.

Θεοτοκίον.

Ἄσαρκος ὤν, ἀτρέπτως ἐσαρκώθης, ἄχρονος ὤν, ἐν χρόνῳ ἐπεγνώσθης, ἐκ τῆς Παρθένου, ὁ πάντων κτίστης, ἀφύρτως μείνας ὃ ἧς, καὶ γεγονὼς ὃ οὐκ ἧς.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει.

Ὁ κηρύξας, Χριστοῦ τὴν παρουσίαν, τοῖς ἐν ᾍδη, ἐπέστη ἀναγγέλλων· ὁ τὰς ὠδῖνας λύων παραγίνεται, Κύριος τῆς δόξης, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἐν φρουρᾷ σε, κατέκλεισεν Ἡρώδης, Ἰωάννης, τὸν δεύτερον Ἠλίαν, καὶ σιδηροῖς δεσμοῖς πεδήσας ἔκτεινε, τὸν τῆς Βασιλείας, καὶ τῆς μετανοίας, πιστὸν προϋποφήτην.

Ὢ τραπέζης, αἱμάτων πεπλησμένης, ὢ βρωμάτων, ἐκ φόνων ἠρτυμένων, ὢ πανδαισία πλήρης ματαιότητος, ὢ ἀπανθρωπίας, καὶ μιαιφονίας, Ἡρώδου τοῦ ἀνόμου!

Τίς κατεῖδεν, ἐν ὥρᾳ εὐωχίας· καὶ ἐν μέσῳ, αὐτοῦ τοῦ συμποσίου, νεοσφαγῆ νεκροῦ αἵματα στάζουσαν, καὶ ἔτι ἁλλομένην, κεφαλὴν ὡς βρῶμα, ποτὲ προτιθεμένην;

Ἰωάννη, Ἀπόστολε καὶ Μάρτυς, καὶ Προφῆτα, καὶ Πρόδρομε Κυρίου, καὶ Βαπτιστὰ καὶ κῆρυξ τοῦ γνωσθέντος σοι, καὶ πρὸ τῶν σπαργάνων, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν ἱκετών σου.

Ὡς Προφήτην, καὶ μείζονα Προφήτου, εὐφημοῦντες, Σωτὴρ τὸν Βαπτιστήν Σου, καὶ ὡς μεσίτην νόμου καὶ τῆς χάριτος, αὐτόν Σοι εἰς πρεσβείαν, μετὰ τῆς Μητρός Σου, κινοῦμεν εὐεργέτα.

Γενεσίων, Ἡρώδου ἀγομένων, τῆς ἀσέμνου, παιδὸς ὀρχησαμένης, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, λοιπὸν ἐξαιτεῖται, τὴν τοῦ Βαπτιστοῦ, κεφαλὴν ἀναισχυντοῦσα.

Ναβουθαὶ μέν, ἐκτάνθη διὰ φθόνον, Ἠλιοὺ δε, ἀδίκως ἐδιώχθη, καὶ Ἰωάννης νῦν ἀνόμως σφάττεται, ὑπὲρ εὐνομίας, ὑπὸ τῆς Ἡρώδου, πικρᾶς μιαιφονίας.

Ὡς ἐπλήρου, τὸν δρόμον Ἰωάννης, καθὼς γράφει, τῶν Πράξεων ἡ βίβλος, τίνα με εἶναι ἄνθρωποι νομίζετε; οὐκ ἐγὼ ὑπάρχω, ὁ Χριστὸς ἁπάντων, ἐθνῶν ἡ προσδοκία.

Ἠρωτήθη, ὁ πάντας σῶσαι θέλων, σὺ ὁ μέλλων, ἢ ἄλλον προσδοκῶμεν; καὶ ὡς ἀπίστοις τότε ἀπεκρίνατο, τοῖς ἐπερωτῶσι, καὶ τὴν ἀπιστίαν, αὐτῶν εὐθὺς καθεῖλεν.

Ὡς δὲ ταύτης, οἱ πόδες ἐξωρχοῦντο, καὶ τὰ μέλη, ἀσέμνως ἐκλονεῖτο, τοῦ συμποσίου μέσον ἀνεκραύγαζεν· δός μοι φησὶ ᾧδε, τὴν τοῦ Βαπτιστοῦ, κεφαλὴν ἐν πινακίῳ.

Τριαδικόν.

Ἅγιος εἶ, Πατὴρ ὁ παντοκράτωρ, ἅγιος εἶ, Υἱὸς ὁ ἐλεήμων, ἅγιον εἶ καὶ Πνεῦμα τὸ Παράκλητον, μία ἁγιότης, καὶ μία θεότης, καὶ μία Βασιλεία.

Θεοτοκίον.

Ἄνω ὅλος, καὶ κάτω ὅλος Λόγε, ἐν τοῖς κόλποις, Πατρὸς καὶ τῆς Μητρός Σου, ὅλος Θεὸς καὶ ὅλος φύσει ἄνθρωπος, εἷς τῇ ὑποστάσει, καὶ διττὸς τῇ φύσει, ὑπάρχεις ἐλεῆμον.

 

ᾨδὴ θ΄. Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ.

Δεύτερος Ἠλίας ἡμῖν ἐδείχθης Προφῆτα, ὡς ἐν πνεύματι προελθὼν καὶ δυνάμει ἐκείνου, Μωϋσέως τε εἰκονίζων τὸ πρᾶον, τῶν δὲ Προφητῶν τὴν ἁγιότητα.

Ὄρχησις καὶ μέθη καὶ ἀνομία καὶ ὅρκοι· τέσσαρας ὠδίνησεν ἀσεβείας Ἡρώδης, ἡδονήν τε καὶ ἀσωτείαν καὶ αἶσχος, καὶ τὸ τέλος πάντων φόνον ἄδικον.

Καρατομηθεὶς Ἰωάννη ὑπὸ Ἡρώδου, τοῖς ἐν ᾍδη πνεύμασιν ἀπεστάλης κηρῦξαι, τὸν ἐρχόμενον καὶ αὐτοὺς σῶσαι πάντας, τοὺς προτελευτήσαντας πιστοὺς ἐξ Ἀδάμ.

Ἔκδεξαι μικρὸν ὦ Ἡρώδη, καὶ ὄψῃ τότε, ἣν ἀφεῖλας κάραν ἐν συμποσίῳ μεθύων, ἐπὶ βήματος τοῦ κριτοῦ σε τῶν ὅλων, πάλιν διελέγχουσαν ἐν τόλμῃ πολλῇ.

Λύχνος τοῦ φωτὸς καὶ φωνὴ τοῦ Λόγου ὑπάρχων, κῆρυξ τοῦ ἀμνοῦ τοῦ Θεοῦ καὶ τῆς ἐρήμου θρέμμα, Ἰωάννη Παρθενομάρτυς Κυρίου, πρέσβευε σωθῆναι τοὺς τιμῶντάς σε.

Σὲ τὸν τοῦ Χριστοῦ Πρόδρομον ἐν ὕμνοις τιμῶντες, καὶ τὴν σὴν ἐτήσιον καὶ πανσέβαστον μνήμην, διὰ τῆς σῆς πρὸς Αὐτὸν μεσιτείας, ἐκ τῶν δυσχερῶν ἐλευθερούμεθα.

Θρέμματά σου πάντες ἡμεῖς Προφῆτα Κυρίου, καὶ τῆς σῆς ἀγέλης ἄρνες ἐσμὲν ὦ Ἰωάννη, ἀλλὰ ποίμανον σὺ ἡμᾶς ταῖς εὐχαῖς σου, σώζων ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.

Ἀγαλλιασώμεθα πάντες καὶ εὐφρανθῶμεν, ἀλαλάξωμεν τῷ Θεῷ ἐν φωναῖς ἀσιγήτοις, ὅτι ἄνθρωπος ἐπὶ γῆς τεθάμμενος, βρύει τοῖς πιστοῖς θεοπαρόχους πηγάς.

Δεῦτε θεασώμεθα τοῦ Προδρόμου τὴν κάραν, ἐπὶ πίνακι αἵματα ἀποστάζουσαν πάλαι, καὶ ὑπὸ τράπεζαν νῦν πηγάζουσαν πᾶσιν, ἀξιομνημόνευτα τεράστια.

Τὴν αἱμοχαρῆ σου ψυχὴν κακόφρον Ἡρώδη, συμποδίσας εἷλεν ἐχθρὸς ὁ τὸν Ἠσαῦ ἐκεῖνον, εἰς βεβήλωσιν ἀνομίας ἐκτείνας, καὶ τὸν πρὸς αὐτοῦ Λάμεχ τὸν ἄνομον.

Πάλιν Ἰεζάβελ χορεύει κατὰ Ἠλία, πάλιν Αἰγυπτία τὸν Ἰωσὴφ ἐξαιτεῖται, τὸν Προφήτην δὲ καὶ Βαπτιστὴν Ἰωάννην, ἡ ἀρτιφανὴς Ἡρωδιὰς ἡ αἰσχρά.

Κορυβαντιῶσα ἡ παῖς ἀσέμνοις χορείαις, καὶ τὰς τῶν μελῶν αὐτῆς ἁρμονίας γυμνοῦσα, τὸν φιλήδονα ἐσφενδόνα Ἡρώδην, ζωγρευθέντα ταύτης ταῖς ὀρχήσεσιν.

Σὺ τὴν ἀλουργίδα ὡς τυραννίδα φορέσας, σεαυτὸν αἰχμάλωτον τῶν παθῶν ἀπειργάσω, καὶ μετέβαψας τὴν προφύραν Ἡρώδη, αἵμασιν ἀθώοις τοῦ δικαίου ἀνδρός.

Εἴθε μὴ ὡράθης μὴ ἐγεννήθης Ἡρώδη, εἴθε προεσβέσθη σου τὰ γενέσια πάλαι· οὐ γὰρ ἂν σὺ τὸν Βαπτιστὴν τοῦ Σωτῆρος, ἐπὶ συμποσίου ἐθεάτρισας.

Τριαδικόν.

Φῶτα καὶ ζωὰς καὶ ζωὴν καὶ φῶς τὴν Τριάδα, ἅγια καὶ ἅγιον καὶ πηγὴν ἀφθαρσίας, τρία ἄναρχα ἐν μιᾷ θεαρχίᾳ, δόξῃ καὶ τιμῇ συμπροσκυνήσωμεν.

Θεοτοκίον.

Μόνη γυναικῶν μετὰ τόκον ὤφθης παρθένος, μόνη γυναικῶν σὺ Θεογεννήτορ ἐδείχθης, μόνη ἔλυσας τῶν ὠδίνων τὴν Εὔαν, καὶ τῆς πρωτογόνου ὑπεξῆρας ἀρᾶς.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου