Τρίτη 6 Ιουνίου 2023

ΣΕΠΤΕΜΒΡΙΟΣ 12. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΙΟΥΛΙΑΝΟΣ ΑΓΚΥΡΑΣ ΚΑΝΩΝ

 

ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΒ΄

ΙΟΥΛΙΑΝΟΣ ΜΑΡΤΥΣ ΑΓΚΥΡΑΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἰουλιανὸν Ἀγκύρας μέλπω πόθῳ ἐγώ. Ἰωσήφ.

ᾨδὴ α’. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.

Ἰχνηλατήσας τὸ πάθος, τοῦ ἀπαθοῦς, καὶ τὸν τούτου θάνατον, μιμησάμενος σοφέ, ἐκ θανατηφόρων με παθῶν, ἀνυμνοῦντά σε ταῖς σαῖς, εὐχαῖς ἀπάλλαξον.

Ὁλολαμπῆ σε ἀστέρα, ἡ τοῦ Χριστοῦ, Ἐκκλησία ἔχουσα, καταυγάζεται τῶν σῶν, παλαισμάτων λάμψεσιν ἀεί, Μάρτυς Ἰουλιανέ, ἀνευφημοῦσά σε.

Ὑπομονῇ ἀνενδότῳ, καὶ ἱερῶν, πόνων ἐπιδόσεσι, κατεπάλαισας στεῥῶς, δυσμενῆ ἀσώματον σοφέ, μετὰ σώματος λαμπρά, ἐγείρων τρόπαια.

Θεοτοκίον.

Λελυτρωμένοι Παρθένε, προγονικῆς, πάντες κατακρίσεως, τῷ σεπτῷ Σου τοκετῷ, ἐν φωνῇ αἰνέσεως ἀεί, μακαρίζομεν πιστοί, τὰ μεγαλεῖά Σου.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς Σύ.

Ἰσχύϊ Μάρτυς τοῦ Χριστοῦ, πρὸ βημάτων ἀδίκων, παραστὰς θαρσαλέως, ἐστηλότευσας ἐχθροῦ, τὴν ἄνοιαν τὸ σεπτόν, τοῦ Σωτῆρος, καταγγέλλων ὄνομα.

Ἀγώνων Μάρτυς τῷ καιρῷ, ἀπηνέχθης δεσμώτης, εὐπρεπῆ ὥσπερ κόσμον, τὰ κλοιὰ τὰ σιδηρᾶ, προφέρων τὴν τοῦ Χριστοῦ, καταγγέλλων χάριν τὴν σωτήριον.

Νοὸς στεῤῥότητι σοφέ, τῷ πεπυρακτωμένῳ, ἀνεκλίθης κραββάτῳ, πυρακτούμενος στοργῇ, τοῦ πάντων δημιουργοῦ, καὶ τὴν θείαν, δρόσον κομιζόμενος.

Θεοτοκίον.

Ὁ μόνος πάντων Ποιητής, Θεοτόκε πτωχεύσας, τὴν ἁγίαν Σου μήτραν, ὑπεισῆλθε καὶ βροτός, ἐγένετο δι’ ἡμᾶς, ὡς μητέρα, τούτου μεγαλύνων Σε.

 

 

 

 

 

ᾨδὴ δ΄ Χριστός μου δύναμις.

Ναμάτων ἔνδοξε, πλησθεὶς τοῦ Πνεύματος, ποταμὸς ἐγνωρίσθης, ἄρδων ἡμῶν, πάντων τὰ νοήματα, θεοσημείαις φοβεραῖς, τῶν πιστῶς μακαριζόντων σε.

Ἀγωνιζόμενος, καὶ πυρακτούμενος, θεϊκῷ Μάρτυς πόθῳ, τῶν μασχαλῶν, πυρακτώσεις ἤνεγκας, ἀναψυχὴν ἐξ οὐρανοῦ, ἀοράτως εἰσδεχόμενος.

Γενναίως ἤνυσας, τὸν δρόμον πάνσοφε, τῆς σεπτῆς μαρτυρίας, τὸ τῆς ψυχῆς, ὄμμα πρὸς τὸν Κύριον, ἐναπερείδων ἐμμελῶς, καὶ τὰ ἄνω φανταζόμενος.

Θεοτοκίον.

Κατέβη Κύριος, ἁγνὴ πανάμωμε, ἐπὶ Σὲ ὡς ἐν πόκῳ, ὡς ἀληθῶς, ὑετὸς καὶ ἤρδευσεν, ἅπαν τὸ πρόσωπον τῆς γῆς, καὶ κακίας ῥύσιν ἔστησε.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.

Ὑπομονῇ ἔνδοξε πολλῇ, τὰς τῆς ἱερᾶς σου κεφαλῆς, σὺ πυρακτώσεις ὑπέμεινας, φλέγων τὴν κακίαν ἐν τῷ φλογίζεσθαι, καὶ νῦν τρυφῆς χειμάῤῥουν, χαίρων ἀπείληφας.

Ῥωμαλεότητι τῶν φρενῶν, πάσας μηχανὰς τοῦ πονηροῦ, ἀνδρειοφρόνως ἐπάτησας, καὶ τῆς ἀφθαρσίας στέφος ἀμάραντον, ἐδέξω Ἀθλοφόρε, ἀξιοθαύμαστε.

Ἀνεμποδίστως τὴν πρὸς ζωήν, φέρουσαν πανόλβιε ὁδόν, σὺν προθυμίᾳ ἐβάδισας, καὶ τὰς ἀνοδίας πάσας ἐξέκλινας, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.

Θεοτοκίον.

Σεσαρκωμένος ὅλος ἐκ Σοῦ, πάναγνε προῆλθεν Ἰησοῦς, τοὺς συντριβέντας ἰώμενος, ὑπὸ τῆς κακίας τοῦ πολεμήτορος· διό Σε κατὰ χρέος, ἀεὶ δοξάζομεν.

 

ᾨδὴ στ΄. Τὴν τοῦ βίου θάλασσαν.

Μαρτύρων ἐν αἵματι, ἐπιχρώσας τὴν στολήν, ἱερωσύνης ἔνδοξε, πρὸς οὐρανὸν ἐχώρησας βασιλεῖ, ἀεὶ παριστάμενος, τῶν αἰώνων καὶ δόξῃ καλλυνόμενος.

Ἐτέθη κορύνη σου, τῇ τιμίᾳ κεφαλῇ, πυρακτωθεῖσα ἔνδοξε, ἀλλ’ οὐδαμῶς τὸ βέβαιον τοῦ νοός, τοῦ σοῦ παρεσάλευσε· τοῦ Θεοῦ γὰρ τὸ κάλλος ἐνωπτρίζετο.

Λουσάμενος αἵματι, τῷ οἰκείῳ Ἀθλητά, πρὸς οὐρανὸν ἀνέδραμες, προηγουμένων Μάρτυς τῆς σῆς ψυχῆς, ἀΰλων δυνάμεων· μεθ’ ὗ συγχορεύεις ἀγαλλόμενος.

Θεοτοκίον.

Παθῶν με χειμάζουσι, τρικυμίαι πονηραί, τῆς πονηρίας πνεύμασι, διηνεκῶς κλονούμενον· ἀλλ’ αὐτή, ἁγνὴ μὲ κυβέρνησον, ἀπαθείας πρὸς ὅρμον γαληνότατον.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Ὡς οἱ Παῖδες οἱ μακάριοι εἰς κάμινον, ἐβλήθης μείνας ἄφλεκτος, ἐπινεύσεσι, τοῦ τῶν ὅλων Μάρτυς Ποιητοῦ, πρὸς Ὃν ἀνεκραύγαζες σπουδῇ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πῦρ τὸ ἄϋλον διόλου ἀναφλέγον σε, ἔνδοθεν ἀξιάγαστε, δυνατώτερον, τοῦ ἐνύλου ἔδειξε πυρός, βοῶντα ἀεὶ περιχαρῶς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Οἶκος θεῖος τοῦ ἁγίου ἐχρημάτισας, Ἰουλιανὲ Πνεύματος, καὶ κατέστρεψας, τῶν δαιμόνων στήλας καὶ ναούς· καὶ νῦν εἰς οὐράνιον ναόν, ἀνεκομίσθης ὡς καλῶς, ἀγωνισάμενος.

Θεοτοκίον.

Θεοτόκε Παναγία μὴ παρίδῃς με, τοῦ βίου περιστάσεσι, συνεχόμενον, ἀλλὰ φρούρει σκέπε με ἀεί, σωζόμενον ὅπως μελῳδῶ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Ὡς ἀκτῖσι τοῖς λόγοις, τοῖς σοῖς βαλλόμενος, ὁ παράφρων τὴν γλῶτταν, τὴν σὴν ἀπέτεμε, καὶ τῆς εὐκλεῶς, κυησάσης σε ἔνδοξε, Ὀλυμπιοδώρας, μεθ’  ἧς σε εὐφημοῦμεν.

Ἐν πυρὶ ὡς χρυσίον, δοκιμασθέντα σε, θησαυροῖς οὐρανίοις, Χριστὸς προσήκατο, Ἰουλιανέ, Ἀθλητῶν ἐγκαλλώπισμα, πάντων ἱερέων, ἀγλάϊσμα καὶ κλέος.

Γενναιότητι γνώμης, βασάνους ἤνεγκας, καὶ Θεῷ τὸν αὐχένα, κλίνας εἰσδέδεξαι, Ἰουλιανέ, τὴν σφαγὴν καὶ ἀνέδραμες, πρὸς τὸν στεφοδότην, ἐπαίνοις ἐστεμμένος.

Θεοτοκίον.

Ὡς πηγὴ σωτηρίας, τὸ ὕδωρ ἔβλυσας, ὡς παράδεισος ξύλον, ζωῆς προσήνεγκας, ξύλῳ τοὺς ποτέ, παραλόγως τεθνήξαντας, πρὸς ζωὴν ἀνάγων, Παρθένε Θεοτόκε.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Θεόν, ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Ἰσχύς, ἀφήρηται τοῦ ἀλάστορος, ἀφ’ οὗ Χριστός, Σταυρῷ τοὺς Ἀθλοφόρους ἐπέῤῥωσε, διολέσαι αὐτοῦ τὰ φρυάγματα, καὶ τοὺς τῆς ἀφθαρσίας, ἐπαναδήσασθαι, θείους ἐκ χειρὸς ζωαρχικῆς, στεφάνους χάριτι.

Ὡς γῆ, κατάκαρπος θείῳ Πνεύματι, στάχυν τερπνόν, σαφῶς ἑκατοστεύοντα ἤνεγκας, μαρτυρίου θεόφρον ἀοίδιμε, ὅνπερ αἱ ἀποθῆκαι, αἱ ἄνω φέρουσι, πάντας εἰς αἰῶνας ἀσινῆ, διατηρούμενον.

Στρατός, τῆς θείας σου προηγήσατο, ἀγγελικός, ψυχῆς ἐπανιούσης πρὸς Κύριον· τὰς αἰτήσεις σου δὲ ὁ φιλάνθρωπος, Μάρτυς πληρῶν ἁπάσας, φυγαδευτήριον, δείκνυσι παντοίων δυσχερῶν, σὲ παμμακάριστε.

Ἡ Σή, παμμάκαρ μνήμη φωτίζουσα, τὰς τῶν πιστῶν, καρδίας ὥσπερ ἥλιος ἔλαμψεν· ἣν ἐκ πόθου τελοῦντας περίσῳζε, πάντας ἡμᾶς σκανδάλων, τοῦ πολεμήτορος, ὅπως Σε τιμῶμεν εὐσεβῶς, ἐπαγαλλόμενοι.

Θεοτοκίον.

Φωναῖς, τιμῶμεν χαριστηρίοις Σε, οἱ διὰ Σοῦ, τυχόντες σωτηρίας πανάμωμε, Ἀθλητῶν ἱερὸν ἐγκαλλώπισμα, πάντων ἁμαρτανόντων, θεῖον διάσωσμα, Μῆτερ ἀπειρόγαμε Θεοῦ, ἀειμακάριστε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου