ΟΚΤΩΒΡΙΟΣ ΚΖ΄
ΚΑΠΙΤΩΛΙΝΑ & ΕΡΩΤΗΪΣ
ΚΑΝΟΝΕΣ ΔΥΟ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Σεμναῖς γυναιξίν, σεμνὸν ἐξάδω μέλος. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος β΄. Τῷ τὴν ἄβατον.
Συνεχόμενον, ἁμαρτημάτων κλύδωνι, καὶ συνεχῶς ποντούμενον, ταῖς παραβάσεσιν, καὶ ἀγνοίας σκοτασμῷ, πάντοθεν κυκλούμενον, Μάρτυρες ἔνδοξοι, πρὸς σωτηρίας με, λιμένα ὁδηγήσατε.
Ἐνεστέψατο, τὸν καθαρὸν Νυμφίον Σε, Λόγον Θεοῦ φυλάξασα, τὰ Σὰ προστάγματα, ἀδιάπτωτα Χριστέ, ἡ Καπιτωλίνα· διό, στέφανον ἔτυχε, καὶ τοῦ νυμφῶνός Σου, ἀπαύστως ἀνυμνοῦσά Σε.
Μωραινόμενον, τὸν ἀλαζόνα τύραννον, καὶ προσταγαῖς ἀλόγοις, σὲ καταναγκάζοντα, ἐπιθύειν τοῖς γλυπτοῖς, ὦ Καπιτωλίνα σεμνή, γέλωτα ἔδειξας, τὴν δεδομένην σοι, σοφίαν διὰ Πνεύματος.
Νόμον ἔνθεον, ἐπικρατύνειν σπεύδουσα, νόμον ἀλόγου γέμοντα, σεμνὴ προστάγματος, ἐβδελύξω παντελῶς, καὶ ὑπὲρ τὴν φύσιν πολλάς, βασάνους ἤνεγκας, καὶ τὸν πολέμιον, ἐχθρὸν τελείως ὤλεσας.
Θεοτοκίον.
Ἀπειρόγαμε, εὐλογημένη Δέσποινα, τῶν γυναικῶν τὸ ὄνειδος, μόνη ἠφάνισας· νεανίδων ὁ χορός, ὅθεν ἐναθλήσας στεῤῥῶς, προσαπενήνεκται, χαίρων ὀπίσω Σου, τῷ Βασιλεῖ τῆς κτίσεως.
ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας.
Ἰλύϊ ἐνσπαρέντας τῆς ἀπωλείας, διήλεγχες τοὺς ἄφρονας μακαρία· τὸ σῶμά σου τὸ ἄμωμον ἀνενδότως, ὅθεν ᾐκίζοντο σὺ δὲ ἐκραύγαζες, ὡς οὐκ ἔστιν ἅγιος ὡς ὁ Θεὸς ἡμῶν.
Σταυρὸν τὸν ὑπομείναντα ἑκουσίως, ἐμφρόνως μιμουμένη Καπιτωλίνα, βασάνους ἀναδέδεξαι τῇ σαρκί σου, καὶ βιαιότατον Ἁγία θάνατον, προξενοῦντα δόξαν σοι ἀτελεύτητον.
Γυμνούμενον τὸ σῶμά σου μακαρία, τὴν ἄνωθεν εὐπρέπειαν ἀριδήλως, καὶ κόσμον ὡραιότατον προεξένει, καὶ σωτηρίας σοι σεμνὴ ἱμάτιον, καὶ χαρὰν ἀνέκλειπτον καὶ φῶς ἄδυτον.
Θεοτοκίον.
Ὑπάρχουσα κατάκριτος παραβάσει, ἡ φύσις ἠλεήθη ἡ τῶν ἀνθρώπων, τῷ θείῳ ὑπὲρ φύσιν τε τοκετῷ Σου, καὶ τὸν παράδεισον σαφῶς ἀπέλαβε, Θεομῆτορ· ὅθεν Σε μακαρίζομεν.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀμνάδες λογικαί, προσηνέχθητε ἅμα, ἀμνῷ ἀληθινῷ, εἰς ὀσμὴν εὐωδίας, προθύμως θυόμεναι, καὶ καλῶς τελειούμεναι· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, παρθένοι νεάνιδες.
ᾨδὴ δ΄. Ὑμνῶ Σε.
Νοΐ μέν, ἐξεδήμεις ἔνδοξε, ἐν ἀγάπῃ τελειοτάτῃ, πρὸς τὸν Θεὸν χαίρουσα, παρεῖχες δὲ τοῖς πλανωμένοις, τὸ σὸν καταικίζειν σῶμα ἄμωμον· ὅθεν Ἀγγέλων τάγματα κατέπληξας.
Ἀγάπη, τῇ πρὸς σὲ ἡ ἔνθεος Ἐρωτίη Καπιτωλίνα, κρατουμένη ἔδραμεν, αὐτόκλητος ἐν τῷ σταδίῳ, παθεῖν μετὰ σοῦ προθύμως σπεύδουσα, διὰ Χριστὸν τὸν μόνον ὑπεράγαθον.
Ἰδών σε, Ἐρωτίη πρόθυμον, ὁ παράνομος κατεπλάγη, θωπευτικῶς ὅμως δέ, πειρᾶται λόγοις ἀπατᾶν σε, Χριστοῦ ἀποστῆναι τοῦ φωτίσαντος, τὴν καθαράν σου πάνσεπτε διάνοιαν.
Ξοάνοις, ἀναισθήτοις τύραννος, κατηνάγκαζεν ἀναισθήτως, τὰς τοῦ Χριστοῦ Μάρτυρας· ὁ δυσμενὴς προσάγειν σέβας, ἀλλ’ οὖν καθορῶν αὐτῶν τὸ φρόνημα, ἐρηρεισμένον ὄντως ἐμωραίνετο.
Θεοτοκίον.
Ἰδών Σε, νοεροῖς τοῖς ὄμμασιν, ὁ Προφήτης ἐκάλει ὄρος, ταῖς ἀρεταῖς πάναγνε, κατάσκιον· ἐκ Σοῦ ὁ Λόγος, σαρκὶ τοῖς ἀνθρώποις ἐπεδήμησεν, εὐλογημένη σώζων τοὺς ὑμνοῦντάς Σε.
ᾨδὴ ε΄ . Ὁ φωτισμός.
Ναὸς Θεοῦ, πεπλησμένος τῆς θείας, φωτοδοσίας, καὶ πεποικιλμένος ἀῤῥήτῳ κόσμῳ, Καπιτωλίνα, ἡ σεμνή τε ἐν δόξῃ, Ἐρωτίη σαφῶς ἐδείχθησαν· ὅθεν τῶν εἰδώλων ναοὺς ἐξηφάνισαν.
Στῶμεν στεῤῥῶς, ἀνεβόων ἀλλήλαις, αἱ Ἀθληφόροι, ἤνοικται τὸ στάδιον τῶν ἀγώνων, σαρκὸς θνῃσκούσης, μὴ φεισώμεθα ὅλως, μὴ βασάνοις νῦν δειλιάσωμεν, ἔχουσαι Χριστὸν συνεργὸν τὸν Θεὸν ἡμῶν.
Ἐπιφοράς, πολυτρόπων βασάνων, μὴ πτοηθεῖσαι, μηδὲ δειλιάσασαι πῦρ παφλάζον· ἔστητε μέσον, τῶν ἀνόμων τυράννων, τοῦ Δεσπότου τὸ θεῖον ὄνομα, ἐν ἀγαλλιάσει ψυχῆς καταγγέλλουσαι.
Θεοτοκίον.
Μετὰ πάντων, τῶν ἁγίων Ἀγγέλων, μετὰ Μαρτύρων, μετὰ Προφητῶν τε καὶ Ἀποστόλων, τῇ Θεοτόκῳ, ἐκβοήσωμεν· χαῖρε, τὸ χωρίον τῆς θείας φύσεως· χαῖρε οὐρανὲ καὶ νυμφὼν ὡραιότατε.
ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτημάτων.
Νέκρωσιν τὴν ζωηφόρον, μιμούμεναι τοῦ Δεσπότου, ἐνεκρώθητε τῇ σαρκί, καὶ ζῆτε πανόλβιοι, νεκρώσασαι, τὸν πολύμορφον ὄφιν.
Ὄργανα πρὸς τιμωρίαν, ηὐτρεπισμένα παντοῖα, Μάρτυρες Κυρίου οὐδαμῶς, ὑμεῖς ἐπτοήθητε, τὴν μέλλουσαν, προορώμεναι δόξαν.
Νέμουσιν ἰάσεις πᾶσιν, τοῖς προσπελάζουσι πίστει, τῇ ἑαυτῷ τιμίᾳ σορῷ, αἱ Ἅγιαι Μάρτυρες, καὶ παύουσιν, πολυτρόπους ὀδύνας.
Θεοτοκίον.
Ἔτεκες τὸν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς γεννηθέντα, καὶ τὸν τρέφοντα πᾶσαν πνοήν, γάλακτι ἔθρεψας, πανύμνητε· φοβερόν Σου τὸ θαῦμα.
Συναξάριον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Καπιτωλίνης καὶ Ἐρωτηΐδος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ῥήτορες.
Ξενίζει, ἀκοὴν ἡ ἀνδρεία, ὑμῶν Χριστοῦ Ἀθληφόροι· ἐν γυναικείᾳ γὰρ φύσει, τὸν ἐξαλείφειν ὄρη καυχώμενον, ἐτροπώσασθε, πολυμήχανον ἐχθρόν, τῷ τῆς Τριάδος σθένει.
Αἱμάτων, ἐναπέσβεσαν ῥείθροις, εἰδωλικὴν πυρκαϊάν, αἱ εὐκλεεῖς Ἀθληφόροι, νῦν δὲ θαυμάτων ὄμβρους προφέρουσαι, καταπαύουσιν, παθημάτων τὸν φλογμόν, εἰς δόξαν τῆς Τριάδος.
Δέσμιοι, γεγονυῖαι δεσμεῖτε, τὸν πολυμήχανον ἐχθρόν, καὶ διαλύετε τούτου, πολυειδῆ σεμναὶ μηχανήματα, καὶ προσάγεσθε, ὁλοκαύτωμα Χριστῷ, εἰς ὀσμὴν εὐωδίας.
Θεοτοκίον.
Ὡς ῥίζαν, καὶ πηγήν Σε Παρθένε, τῆς ἱερᾶς παρθενία,ς καὶ σωτηρίας αἰτίαν, αἱ ἱεραὶ παρθένοι ἠγάπησαν, καὶ ὀπίσω Σου, προσηνέχθησαν Θεῷ, νῦν ἐν ἀγαλλιάσει.
ᾨδὴ η΄. Ἰνδάλματα χρυσοῦ.
Μαστίγων ἀλγεινά, ὑπομείνασαι καὶ πόνους ἀνδρειοφρόνως, Καπιτωλίνα, καὶ ἡ ἔνδοξος Ἐρωτίη, ἄλγη καὶ πόνους πάντων θεραπεύουσιν· ἐν ἀγαλλιάσει, ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἐκ θλίψεως πολλῆς, καὶ στενώσεως ἐξήλθετε Ἀθληφόροι, πρὸς πλατυσμὸν γάρ, εὐωχίας τῆς ἀνωτάτω, καὶ νῦν πληροῦσθε πάσης θυμηδίας ψάλλουσαι· ἡ οὐσιωθεῖσα, ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Λεόντων νοητῶν, διεθλάσατε τὰς μύλας τὰς ψυχοφθόρους, καὶ γεγονυῖαι, τοῦ Δεσπότου ἥδιστον βρῶμα, καὶ προσφορά τε τὰ θύματα ολόκληρα, μέλπετε ἀπαύστως· ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἐκ Σῶν αἱμάτων, τὸν ἑαυτῆς, Παρθένε καὶ καθωράθη, μετὰ σαρκὸς ὁ φύσει ἀθεώρητος, ὑπὸ τῶν βοώντων· ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἡ τὸν πρὸ ἡλίου.
Ἵσταντο ἀνόμων, ἐνώπιον αἱ Μάρτυρες κρινόμεναι, καὶ ἐν σαρκὶ τοὺς πόνους εἰσδεχόμεναι, καὶ ἐν ταύτῃ τὴν ἁμαρτίαν, ἤδη κατακρίνουσαι, καὶ τῷ Κριτῇ τῆς κτίσεως, δεκτὴ θυσία προσαγόμεναι.
Ὤφθητε ὡς ζεῦγος, τρυγόνων καθαρῶν παγίδας ἔνδοξοι, τῶν θηρευτῶν ἀνόμων διαδράσασαι, καὶ εἰς ὕψος περιφανῶς, τὸ θεῖον καταπαύσασαι, καὶ πρὸς Θεὸν σκηνώσασαι· ὑπὲρ ἡμῶν Αὐτὸν πρεσβεύσατε.
Στῶμεν εὐφροσύνως, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν δοξάζοντες, Καπιτωλίνης πόνους καὶ παλαίσματα, Ἐρωτίης τὰ ὑπὲρ φύσιν, στίγματα καὶ τρόπαια, ὅπως ταῖς τούτων εὕροιμεν, πταισμάτων λύσιν παρακλήσεσιν.
Ἤνθησαν ὡς ῥόδα, κοιλάσιν Ἀθλοφόρων καὶ ὑψίκομοι, περιφανῶς ὡράθησαν κυπάρισσοι, εὐωδίᾳ πνευματικῇ, ἐνθέως συντηρούμεναι, Καπιτωλίνα πάντοτε, καὶ Ἐρωτίη ἡ πολύαθλος.
Θεοτοκίον.
Φέρεις ὥσπερ βρέφος, Πατρὶ πρὸ αἰώνων συνυπάρχοντα, καὶ γαλουχεῖς τὸν τρέφοντα τὰ σύμπαντα, ἀνωτέρα τῶν Χερουβίμ, ἐν τούτῳ χρηματίσασα, εὐλογημένη πάναγνε· ὅθεν πιστῶς Σε μακαρίζομεν.
***
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ξυνωρὶς αὐτάδελφος αἰνείσθω πόθῳ. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Ξύλον ζωῆς ὑπάρχων, καὶ ἀθανασίας ὑπεράγαθε, τῶν Μαρτύρων πρεσβείαις, ἀκηράτου ζωῆς με ἀξίωσον.
Ὕδατι τῆς ἁγνείας, καὶ αἱμάτων ῥείθροις παναοίδιμε, λουσαμένη πρὸς θείαν, τοῦ Νυμφίου παστάδα εἰσέδραμες.
Νέφη τῆς ἀσεβείας, τὸ τῆς εὐσεβείας σου φαιδρότατον, οὐκ ἐκάλυψε Μάρτυς, ἀλλὰ τοῦτο τοῖς πᾶσιν ὑπέδειξεν.
Ὥπλισέ σε ὁ ἔρως, τοῦ Χριστοῦ φερώνυμε καὶ ἔδειξε, κατὰ τῆς ἀσεβείας, πολεμίαν φρενῶν γενναιότητι.
Θεοτοκίον.
Γνώσεως Θεοτόκε, διὰ Σοῦ τῆς θείας ἠξιώθημεν, οἱ Θεὸν ἐπιγνόντες, καὶ Θεοῦ Σε Μητέρα δοξάζοντες.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ῥείθροις τῶν αἱμάτων σου, εἰδωλικοὺς ναοὺς ἔκλυσας, Μάρτυς Χριστοῦ καὶ τὴν Ἐκκλησίαν, θείοις νάμασιν ἤρδευσας.
Ἴσην τὴν προαίρεσιν, πρὸς τὴν εὐσέβειαν δείξασαι, ὁμοειδεῖς πόνους ἐν ἀγῶσιν, ὑπεμείνατε ἔνδοξοι.
Σώματι τὸν ἄσαρκον, καταπαλαίσασαι ἔνδοξοι, ὑπερφυῆ τρόπαια καὶ νίκας, κατ’ αὐτοῦ ἀπηνέγκατε.
Θεοτοκίον.
Ἔθραυσε βραχίονα, τοῦ ἰσχυροῦ ἐχθροῦ ἄχραντε, ὁ Σὸς Υἱὸς καὶ τοὺς συντριβέντας, ἡμᾶς πάντας ἀνώρθωσεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀναφαίρετον κόσμησιν, προημφιασμένη τῆς καθαρότητος, ταῖς βαφαῖς ταῖς τῶν αἱμάτων σου, ὡραιώθης Μάρτυς καὶ ἐξέλαμψας.
Ὑπετάγη φρονήματα, φύσει ἀσθενεῖ ὑπεραιρόμενα, τῶν τυράννων καὶ αἱ Μάρτυρες, ταπεινώσει θείᾳ ἀνυψώθησαν.
Τὸ γεῶδες τοῦ σώματος, ἀποσεισαμένη Καπιτωλίνα σεμνή, τῆς ἀθλήσεως ταῖς πτέρυξιν, ἀπὸ γῆς ἀνέπτης πρὸς τὰ ἄϋλα.
Ἀδελφὰ καὶ ὁμότροπα, Μάρτυς συμφρονοῦσα τῇ ὁμογνώμονι, ἀδελφῇ Ἐρωτηΐς τοὺς αὐτούς, ὑπὲρ ἀληθείας ἄθλους ἤνυσας.
Θεοτοκίον.
Ὡραιώθης πανάχραντε, μόνη ὑπὲρ πάσας τὰς γενεὰς γυναικῶν, τὸν τὰ πάντα καλλωπίσαντα, ἐν σαρκὶ τεκοῦσα ὑπὲρ ἔννοιαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δένδρον εὐθαλές, σωφροσύνῃ ἀρδευόμενον, ἐν τοῖς νάμασι δειχθεῖσα σεμνή, πρὸς ὕψος θεῖον, τῆς ἀθλήσεως ἀνέδραμες.
Ἔδωκας Χριστῷ, τῷ Νυμφίῳ ὥσπερ σύμβολα, συναφείας τὴν ἁγνείαν σου, καὶ τῆς παστάδος, τῆς τούτου Μάρτυς ἠξίωσαι.
Λύσασα αὐτήν, τῆς προσκαίρου Μάρτυς σχέσεως, συνεδέθης θείῳ ἔρωτι, τῷ τοῦ Κυρίου, φερωνύμως εὐτυχήσασα.
Θεοτοκίον.
Ῥάβδος τῆς ζωῆς, ἡ τὸ ἄνθος ἐξανθήσασα, Σὺ ὑπάρχεις θεονύμφευτε, οὗ τῇ μεθέξει, ἀφθαρσίας ἠξιώθημεν.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Φιλότιμον τῷ Χριστῷ, τὴν γνώμην Μάρτυς παρέστησας, δι’ ἄθλων μαρτυρικῶν, ταύτην βεβαιώσασα· ὅθεν ἀντιδόσεων, παρ’ Αὐτοῦ πλουσίων, ἠξιώθης παναοίδιμε.
Ὁ πόθος ὁ θεϊκός, τῶν φοβερῶν καταφρόνησιν, βασάνων καὶ προσβολῶν, ἐν σοὶ ἀπεργάσατο· διὰ τοῦτο ἔνστασιν, παρ’ ἐλπίδα Μάρτυς, ἐπεδείξω ἐν τῷ σκάμματι.
Συνέθλασας κεφαλάς, Ἐρωτηΐς πολεμίων σου, καὶ ἄτρωτον τὴν ψυχήν, κακῶν διετήρησας· διὰ τοῦτο ἔτυχες, βραβείων τῆς νίκης, παρ’ Αὐτοῦ τοῦ δυναμοῦντός σε.
Θεοτοκίον.
Γνωρίσαντες τὸ ἡμῶν, ἀξίωμα τὸ πρωτόκτιστον, τῇ ξένῃ σου καὶ φρικτῇ, κυήσει πανάχραντε, θείᾳ μεσιτείᾳ Σου, πρὸς αὐτὸ δι’ ἔργων, ἀναγόμεθα καὶ πίστεως.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀποῤῥίψασα πᾶσαν, τὴν καθέλκουσαν Μάρτυς, εἰς γῆν προσπάθειαν, τὸν ἐν τοῖς οὐρανίοις, συνάγοντα τοῦ Κτίστου, πόθον ἐκτήσω ψάλλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰσχυρῶς προσπλακεῖσα, πολεμίων γενναίως, ἐν ἀσθενείᾳ σαρκός, τοῦτον εἰς γῆν καθεῖλες, Χριστοῦ σε δυναμοῦντος, Καπιτωλίνα κράζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νυμφικῇ εὐλαβείᾳ, εὐσεβῆ παῤῥησίαν, μίξασαι πάνσεμνοι, σωφρόνως καὶ πανσόφως, τὴν ἄκοσμον εἰδώλων, πλάνην ἐθριαμβεύσατε, ὑμνολογοῦσαι Χριστόν, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν εὐσήμῳ ἡμέρᾳ, μεταστάσεως ὑμῶν, καὶ καταπαύσεως, Χριστὸν ἐκδυσωπεῖτε, ὑπὲρ τῶν εὐφημούντων, ὑμᾶς καὶ ἐκβοώντων σεμναί· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἴδεν πᾶσα ἡ κτίσις, Θεοτόκε Παρθένε, τὸν καινισμὸν ἑαυτῆς, διὰ τῆς παραδόξου, καὶ ξένης καὶ ἀφράστου, κυήσεως κράζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχυροτέραν, τῶν διωκτῶν Ἀθληφόρε, τὴν σὴν καρτερίαν ἀντιθεῖσα, τούτων παρ’ ἐλπίδα, ἐνήργησας τὴν ἧτταν.
Σῶμα τοῖς τέμνουσιν, ἀφειδῶς ἀποδοῦσα, ψυχὴν προσανέθου τῷ Δεσπότῃ, τῷ δι’ ἀμφοτέρων, δοξάζοντί σε Μάρτυς.
Θῦμα προσήχθης, τῷ ἐραστῇ Ἀθληφόρε, ἄξια τοῦ ἔρωτος τὰ γέρα, τὴν ἄνω παστάδα, λαβοῦσα εἰς αἰῶνας.
Ὡς τῆς ἀμπέλου, τῆς νοητῆς Ἀθλοφόροι, κλήματα ὑπάρχουσαι τὸν βότρυν, τὸν τῆς σωφροσύνης, ἐκθλίψασαι τῷ κόσμῳ,
Θεοτοκίον.
Ὁ κατ’ οὐσίαν, τὴν θεϊκὴν Θεὸς Λόγος, ὢν ἀπρόσιτος Παρθένε, διὰ Σοῦ ἐφάνη, εὐπρόσιτος ἀνθρώποις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πυρὶ τῷ τῆς ἀγάπης, τοῦ Θεοῦ τῶν ὅλων, πυρπολουμένη, πυρὸς οὐκ ἐνάρκησας, τοῦ ὁρωμένου τὴν φλόγα, Καπιτωλίνα σεμνή.
Ὁ πλοῦτος τῆς ἁγνείας, τεθησαυρισμένος, ἐν τῇ ψυχῇ ὑμῶν, τῷ κόσμῳ μετέθητε, εἰς φανερὸν Ἀθληφόροι, διὰ τῆς ἀθλήσεως.
Θανάτῳ τῷ προσκαίρῳ, τὴν εἰς τοὺς αἰῶνας, ζωὴν ἀμείψω, καὶ δόξαν ἀθάνατον, ἐν ᾗ μνημόνευε Μάρτυς, τῶν εὐφημούντων σε.
Ὡς ἄξιον τοῦ θείου, ἔρωτος λαβοῦσα, τὸν τῆς σκηνώσεως, τόκον ἱκέτευε, ὑπὲρ ἡμῶν Ἐρωτηΐς, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ὑπάρχεις Θεοτόκε, μόνη θυμηδία, καὶ εὐφροσύνη, ἡμῶν τῶν ὑμνούντων Σε, καὶ εὐθυμία καὶ δόξα, καὶ ἀγαλλίασις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου