Δευτέρα 5 Ιουνίου 2023

ΑΥΓΟΥΣΤΟΣ 13. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΚΟΡΩΝΑΤΟΣ ΚΑΝΩΝ

ΑΥΓΟΥΣΤΟΣ ΙΓ΄.

ΚΟΡΩΝΑΤΟΣ ΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Στέφω σε πιστῶς ᾀσμάτων στέφει μάκαρ. Ἰωσήφ.

ᾨδὴ α . Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.

Στέφει σε μαρτυρίου, περιηνθισμένον ὕμνοις σήμερον, καταστέφοντα μάκαρ, φωτισμοῦ τὴν καρδία μου πλήρωσον.

Τίμιος ἐναντίον, τοῦ παμβασιλέως καὶ Θεοῦ ἡμῶν, σοῦ ὁ θάνατος ὤφθη, Ἀθλητὰ Κορωνᾶτε πανόλβιε.

Ἕως γήρως θεόφρον, Μάρτυς καὶ πρεσβείου δυναμούμενος, ταῖς ἐνθέοις μελέταις, τὸν ἀρχέκακον ὄφιν ἀπέκτεινας.

Θεοτοκίον.

Φώτισόν με Παρθένε, ἡ τὸ φῶς τὸ ἄδυτον κυήσασα, τῆς ἐμῆς ῥαθυμίας, τὸ βαθύτατον σκότος διώκουσα.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Ὤρθρισας πρὸς Κύριον, τὸν ἀληθέστατον ἥλιον, Μάρτυς σοφέ, καὶ πολυθεΐας, τὴν ἀχλὺν ἐξηφάνισας.

Στίγμασιν ὡς ἄνθεσιν, ὡραϊζόμενος ἔνδοξε, μαρτυρικοῖς, τῷ ἀγωνοθέτῃ, καὶ Θεῷ σου παρίστασαι.

Ἔπηξε στεφάνῳ σε, ὥσπερ πολύτιμον σμάραγδον, τῆς ἑαυτοῦ, Μάρτυς Ἐκκλησίας, ὁ Δεσπότης καὶ Κύριος.

Θεοτοκίον.

Πύλη ἀδιόδευτε, τὴν πρὸς τὴν πύλην με φέρουσαν, τῶν οὐρανῶν, τρίβον Παναγία, Θεοτόκε ὑπόδειξον.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἱερεῖον ὡς ἄμωμον, Λόγῳ τῷ τυθέντι σαυτὸν προσήγαγες, ἐναθλήσας καρτερώτατα, καὶ τὴν ἀθεΐαν τροπωσάμενος.

Σοῦ τὸ σῶμα συρόμενον, ἐν ταῖς λεωφόροις Μάρτυς πολύαθλε, τὰς ὁδοὺς τὰς ἀπαγούσας σε, πρὸς τὴν ἄνω πόλιν ἐξωμάλισε.

Ὡραιώθης συρόμενος, καὶ καθωραΐσθης Μάρτυς τυπτόμενος, διὰ τοῦτο ἐν ὡραίοις σε, κατοικοίζει τόποις ὁ πανάγαθος.

Θεοτοκίον.

Συμπαθείας με Δέσποινα, θείας καταξίωσον ἁμαρτάνοντα, συμπαθῆ λόγον κυήσασα, ὑπὲρ νοῦν καὶ λόγον ἀειπάρθενε.

 

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἄνθραξ νοητός, Κορωνᾶτε ἐχρημάτισας, καταφλέγων τὴν δυσσέβειαν, καὶ καταυγάζων, εὐσεβῶν πᾶσαν διάνοιαν.

Σοῦ τὸ ἱερόν, Ἀθλητὰ θεόφρον πρόσωπον, ἐλαμπρύνετο τυπτόμενον, δοξαζόντος σε, τοῦ Σωτῆρος καὶ Θεοῦ ἡμῶν.

Μέλη δεδωκώς, βασανίζεσθαι πολύαθλε, τῶν δαιμόνων ἐτραυμάτισας, τοῖς τραύμασί σου, τὴν πληθὺν τὴν κακομήχανον.

Θεοτοκίον.

Ἅγιον Θεόν, Παναγία ἀπεκύησας, ἐν ἁγίοις ἀγαθότητι, ἁγνὴ Παρθένε, ἱερῶς ἀναπαυόμενον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Τοὺς πόνους σου, τοὺς μυρίους ἱδρῶτας, τὰ παλαίσματα τὰ στίγματα Μάρτυς, τοὺς αἰκισμούς, τὴν πολλὴν καρτερίαν, καὶ τὸν ἀοίδιμον ἔνδοξε θάνατον, ἀγάμενος ὁ λυτρωτής, ἀθανάτου σε δόξης ἠξίωσε.

Ὡραίως σου, τοῦ νοὸς τὰς κινήσεις, πρὸς Θεὸν τὸν ὡραιότατον μόνον, Μάρτυς σοφέ, ἀδιστάκτῳ καρδίᾳ, ἐν τῷ καιρῷ τῶν ἀγώνων ποιούμενος, ἠρίστευσας περιφανῶς, καὶ τῆς νίκης ἀνέστησας τρόπαια.

Νεώσας σου, τὴν καρδίαν ἀρότρῳ, εὐσεβείας καὶ σεμνότητος μάκαρ, μαρτυρικόν, ἐγεώργησας στάχυν, ταῖς ἀποθήκαις ταῖς ἄνω τηρούμενον, δι΄ οὗ ἡμῶν πανευσεβῶς, τὰς καρδίας στηρίζεις θεόπνευστε.

Θεοτοκίον.

Συντήρησον, ἀβλαβῆ με Παρθένε, τῶν βελῶν τῆς χαλεπῆς ἁμαρτίας, καὶ τὰς ὁδούς, πρὸς Θεὸν τὰς φερούσας, εὐθυπορεῖν με συντόνως εὐόδωσον, πανάμωμε ἡ τῶν πιστῶν, ὁδηγία καὶ σκέπη καὶ καύχημα.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῷ πυρὶ τῶν χυθέντων, παναγίων αἱμάτων, ἔφλεξας ἔνδοξε, ἀκάνθας δυσφημίας, τῷ σὲ ἐνδυναμοῦντι, μελῳδῶν ἐμμελέστατα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐκ πηγῶν σωτηρίων, ἀρυσάμενος χάριν, πηγάζεις πάνσοφε, ἰάματα πλουσίως, εἰς δόξαν τοῦ Σωτῆρος, ᾧ βοῶμεν γηθόμενοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Φεγγοβόλον ἀστέρα, Ἐκκλησίας ἐν ὕψει, Χριστός σε ἔθετο, σκοτίζοντα τὴν πλάνην, πιστοὺς φωταγωγοῦντα, καὶ βοᾶν προτρεπόμενον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἐξ ἁγνῶν Σου αἱμάτων, ἐσαρκώθη ὡς οἶδε, ὁ ὑπερούσιος, βροτοὺς ἀνακαινίζων, κακοῖς παλαιωθέντας, ᾧ βοῶμεν πανάμωμε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

 

 

ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες παῖδες ἐν καμίνῳ.

Ἱερονίκους στεφάνους ἀνεπλέξω, τυμπανιζόμενος ξίφει, καὶ ἱερῶς κλεϊζόμενος, Ἀθλητὰ Κορωνᾶτε, Μαρτύρων ἀγλάϊσμα.

Μακαριζέσθω ὁ θεῖος Ἀθλοφόρος, τὰς τοῦ ἐχθροῦ παρατάξεις, θείᾳ δυνάμει τρεψάμενος, καὶ Μαρτύρων ἀγέλαις, σεπτῶς ἀριθμούμενος.

Ἀγαλλομένῃ καρδίᾳ Ἀθλοφόρε, ταῖς οὐρανίαις χορείαις, συνδιαιτώμενος αἴτησαι, τοῖς πιστῶς σε ὑμνοῦσιν, εἰρήνην καὶ ἔλεος.

Κορυφουμένην τὴν πλάνην ἐτροπώσω, τὴν ἱερὰν κεφαλήν σου, ἀποτμηθεὶς ἀξιάγαστε, καὶ βοῶν· Εὐλογεῖτε, τὰ ἔργα τὸν Κύριον.

Τριαδικόν.

Ἀναβοήσωμεν φόβῳ τῇ Τριάδι· Πάτερ Υἱὲ θεῖον Πνεῦμα, μία οὐσία καὶ δύναμις, ὁμοδύναμον κράτος, σῶσον τὰς ψυχὰς ἡμῶν,.

Θεοτοκίον.

Ῥῦσαι πυρός με γεέννης Θεοτόκε, καὶ φοβερᾶς καταδίκης, καὶ τοῦ κολάζοντος σκώληκος, τὸν ἐν Σοὶ τὰς ἐλπίδας, πανάμωμε θέμενον.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰδὼν τὰς περατώσεις, Μάρτυς Κορωνᾶτε, τῶν ἀγαθῶν σου ἐλπίδων πανόλβιε, ἐν εὐφροσύνῃ καρδίας, τέρπου καὶ χόρευε.

Ὡς βότρυς τῆς ἀμπέλου, τῆς ὡραιοτάτης, οἶνον ἡμῖν μαρτυρίου ἀπέσταξας, διηνεκῶς τὰς καρδίας, ἡμῶν εὐφραίνοντα.

Στολαῖς ταῖς ἐξ αἱμάτων, κατηγλαϊσμένος, συμβασιλεύεις Χριστῷ ἀξιάγαστε, τῷ ἐπὶ ξύλου τὰς χεῖρας, ἐξαιματώσαντι.

Ἡ μνήμη σου φωτίζει, πάντων τὰς καρδίας, ἣν ἐκτελοῦντας ἡμᾶς διαφύλαττε, ἐκ τῶν σκανδάλων ἀτρώτους, τοῦ πολεμήτορος.

Θεοτοκίον.

Φιλάγαθε Παρθένε, τὴν κεκαμωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, ἡ τὸν πανάγαθον Λόγον, ἀποκυήσασα.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου