Πέμπτη 1 Ιουνίου 2023

ΑΥΓΟΥΣΤΟΣ 22. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΕΙΡΗΝΑΙΟΣ, ΩΡ ΚΑΙ ΟΡΟΨΙΣ ΚΑΝΩΝ

ΑΥΓΟΥΣΤΟΣ ΚΒ΄

ΕΙΡΗΝΑΙΟΣ, ΩΡ ΟΡΟΨΙΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Θ(ε)οφάνους.

ᾨδὴ α΄. Ἦχος α΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Ἀγγέλων σὺν τοῖς βροτοῖς τὰ τάγματα, πανηγυρίζουσιν, ἐπὶ τῇ μνήμῃ σήμερον φαιδρῶς, Εἰρηναίου τοῦ Μάρτυρος· μεθ’ οὗ συνηγωνίσαντο, Ὢρ ἐν τοῖς ἄθλοις καὶ Ὀρόψεος.

Στρατείαν τὴν ἐπὶ γῆς οἱ Ἅγιοι, ἀπαρνησάμενοι, καὶ οὐρανίου ἔρωτι ζωῆς, τῷ Χριστῷ στρατευσάμενοι, ὑπὲρ Αὐτοῦ ἠνδρίσαντο, μέχρι θανάτου προθυμότατα.

Λαμπρᾶς σὺ τῆς θυμηδίας ἔπλησας, τῶν εὐσεβούντων λαούς, τῇ τοῦ πανσέπτου σώματός σου νῦν, φανερώσει θεόληπτε, ὃ καὶ περιπτυσσόμενοι, σὲ Εἰρηναῖε μακαρίζομεν.

Θαυμάτων παρὰ Θεοῦ δρεψάμενος, τὴν χάριν Ἅγιε, τοῖς προσφοιτῶσι πόθῳ τῇ σορῷ, τῶν τιμίων λειψάνων σου, ῥῶσιν ψυχῆς καὶ σώματος, ἀφθόνως νέμοις ἱερώτατε.

Θεοτοκίον.

Θερμήν Σε πρὸς τὸν Θεὸν ἀντίληψιν, καὶ ὀχυρὰν βοηθόν, καὶ ἀῤῥαγὲς προσφύγιον ἁγνή, Θεοτόκε κεκτήμεθα, ἐν πειρασμοῖς καὶ θλίψεσιν, ἐξ ὧν πρεσβείαις Σου ῥυσθείημεν.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Ἀνόμῳ καὶ δυσμενεῖ, τῷ ἡγεμόνι θυμικὸν πνέοντι, γνώμῃ ἀτρέπτῳ Ἅγιοι, τῇ πρὸς τὸν Θεὸν ἀντετάξασθε.

Ἑτοίμως διὰ Χριστόν, ὑπὲρ τὸ ζῆν θνήσκειν στεῤῥῶς εἵλαντο, οἱ εὐκλεεῖς Μάρτυρες, Εἰρηναῖος Ὢρ καὶ Ὀρόψεος.

Παντοίας νόσου δεινῆς, τοὺς καταφεύγοντας πιστῶς Ἅγιε, τῇ τῶν λειψάνων θήκῃ σου, Εἰρηναῖε ῥῦσαι πρεσβείαις σου.

Ὡς ἔμψυχος θησαυρός, πρὶν κεκρυμμένος ἐν τῇ γῇ ἔνδοξε, τοῖς ἐν τῷ κόσμῳ ἔφανας, καὶ καταγλαΐζεις τοῖς θαύμασιν.

Θεοτοκίον.

λέθριον κατ’ ἐχθρῶν, σωτηριώδη δὲ πιστῶν φύλακα, Σὲ τὴν ἁγνὴ ἔγνωμεν· ὅθεν ἐπὶ Σοὶ ἐγκαυχώμεθα.

 

 

 

 

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τοῦ νόμου τὸ πλήρωμα καὶ Προφητῶν εἶ Σωτήρ, Ὃς πᾶσαν ἐπλήρωσας οἰκονομίαν Πατρός, Χριστὲ ὁ Θεὸς ἡμῶν· πλήρωσον οὖν πληροῦντας, τὴν περίοδον ταύτην, Πνεύματος τοῦ Ἁγίου, τῶν Μαρτύρων πρεσβείαις, ἡμᾶς καὶ τῆς τεκούσης Σε, εἰς τοὺς αἰῶνας· Ἀμήν.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Ἡ τοῦ Πνεύματος ἐκλάμψασα δᾳδουχία, τοὺς Ἀθλητὰς ἐνίσχυσε, κατὰ τοῦ τυράννου, οὗ τὴν ἀθεότητα, σοφῶς ἀπεκρούσαντο, Εἰρηναῖος Ὢρ καὶ Ὀρόψεος.

Ὠμοτάτοις παρεδίδου θηρσὶν εἰς βρῶσιν, ὁ δυσμενὴς τοὺς Μάρτυρας, οἷς καὶ τὸ προσψαῦσαι, ὅλως κατῃδέσθησαν, τρανῶς στηλιτεύοντες, τὸ τῶν ἀνομούντων ἀτίθασον.

Ἱερώτατον λευΐτην σε τοῦ Κυρίου, καὶ ὡς πιστὸν διάκονον, φρικτῶν μυστηρίων, πάνσοφε γενόμενον, τιμῶντες δεόμεθα, μέμνησο ἡμῶν σαῖς δεήσεσιν.

Ὡς τὸ πρότερον ἐφ’ ὕδωρ Μωσῆς ὁ μέγας, θήκῃ περιεχόμενος, ἀθρόον ὡράθη, οὕτως ἐν τῇ λάρνακι, καὐτὸς πεφανέρωσαι, Εἰρηναῖε νῦν ὑποχθόνιος.

Θεοτοκίον.

Φῶς ἀνέσπερον ἐκλάμψαν τῆς Σῆς νηδύος, Χριστὸς ὁ μέγας ἥλιος, τῆς δικαιοσύνης, ἤστραψε τὴν σύμπασαν γῆν, ἐν ᾧ φωταυγούμενοι, Σὲ Παρθενομῆτορ δοξάζομεν.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Σὺ δέδωκας Χριστέ, τοῖς Ἁγίοις κραταίωσιν, σὲ εὕραντο στεφοδότην, ἐν ποικίλαις βασάνοις, τῷ ἐχθρῷ προσπαλαίσαντες.

Πῦρ ἄϋλον ὑμεῖς, ταῖς φρεσὶν ἔνδον ἔχοντες, πῦρ ἔνυλον Ἀθλοφόροι, οὐκ ἐπτήξατε· θᾶττον, εἰς δρόσον γὰρ μετήνεκται.

Εἴδομεν ἀληθῶς, οἱ ἐν κόσμῳ παράδοξα, σὲ Ἅγιε Εἰρηναῖε, Ἀερμὼν ὡς ἐν δρόσῳ, ἐν τῇ λάρνακι κείμενον.

Βρύεις μύρων πληθύν, ἐκ τῶν θείων λειψάνων σου, ὧν πάνσεπτε ἀπαντλοῦντες, ἱερᾶς ὡς ἐκ κρήνης, τὰς ἰάσεις λαμβάνομεν.

Θεοτοκίον.

νοιξον ἀγαθή, τοῦ ἐλέους Σου θύραν ἡμῖν, ὦ Δέσποινα Θεοτόκε, ἡ οὐράνιος πύλη, πρὸς Θεὸν παρεισάγουσα.

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Θύσω Σοι.

ᾌσμασιν, Εἰρηναῖος καὶ Ὢρ καὶ Ὀρόψεον, ἱερονίκοις τιμῶμεν· τῶν ἑλλήνων πλάνης γὰρ καθαιρέται, τῆς Χριστοῦ δε, ἀνεδείχθησαν δόξης ὑπέρμαχοι.

Πρόθυμοι, τοῦ τυθῆναι κολάσει τὰ σώματα, ὑπὲρ Χριστοῦ τοῦ τυθέντος, δι΄ ἡμᾶς σοφοὶ ᾐρετίσασθε, ἱερεῖα, καὶ δεκτὰ χρηματίσαντες θύματα.

Δείκνυσι, τὸ σπουδαῖον τῆς σῆς ἐπισκέψεως, ἥνπερ ἀρτίως εἰργάσω, Εἰρηναῖε Μάρτυς θαυματουργίαν, ἀκαθάρτου, ἀπαλλάξας τὸν παῖδα ἐκ πνεύματος.

Ῥώσεων, ταμιεῖον τοῖς πᾶσιν ἀνέῳκται, ἡ ἐκ πολλοῦ κεκρυμμένη, τῶν λειψάνων θήκην σου Εἰρηναῖε, ἐν ᾗ πίστει, προσιόντες παθῶν ἐξιώμεθα.

Νεύσαντας, ἕως γῆς χαλεποῖς ὀλισθήμασι, καὶ ὡς ἐν σάλῳ θαλάσσης, πειρασμοῖς καὶ θλίψεσι ποντουμένους, Θεοτόκε, ἐξελοῦ νῦν ἡμᾶς καὶ διάσωσον.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Ἐν τῇ καμίνῳ, ὥσπερ οἱ πάλαι Παῖδες τῇ Δεηρᾷ, οὕτως, ἐμβληθέντες Ἅγιοι τῷ πυρί, σὺν αὐτοῖς τε δροσιζόμενοι, Θεῷ ἐμέλπετε· εὐλογητὸς τὸ κράτος Σου Κύριε.

Καθῃρηκότες, τοῦ ἡγεμόνος ἅπαν τὸ δυσμενές, τούτου, κολακείαις τε καὶ ταῖς προσβολαῖς, τῶν βασάνων οὐχ ὑπήχθητε, ζήλῳ δὲ Ἅγιοι, τῆς εὐσεβείας πλέον ἐῤῥώσθητε.

Ὁ εὐδοκήσας, ἠγνοημένην πρώην τοῦ Ἀθλητοῦ, Σῶτερ, Είρηναίου θήκην εἰς παμφανές, προελθεῖν τῆς καταθέσεως, τοῖς δεομένοις σου, δι’ αὐτοῦ τὰ ἐλέη Συ δώρησαι.

Τοῖς ἐν ἀνάγκαις, πρὸς σὲ μολοῦσι πόθῳ εἰλικρινεῖ, γίνου, Εἰρηναῖε τάχιστος ἀρωγός, ἐκ κινδύνων τε καὶ θλίψεων, καὶ περιστάσεων, τοὺς τελοῦντας τὴν μνήμην σου λύτρωσαι.

Θεοτοκίον.

ν ἐκ νηδύος, τῆς Σῆς Παρθένε τίκτεις ὑπερφυῶς, τοῦτον, ἱλέου τοῖς δούλοις Σου συμπαθῶς, ὡς Θεὸν φύσει φιλάνθρωπον, καὶ καταλλάττουσα, εὐμενίζου μητρώαις ἐντεύξεσιν.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Δόξῃ καὶ στρατείᾳ γεηρᾷ, ἐνδιαπρέψαντες, πρὸς τὴν οὐράνιον, καὶ ἀστασίαστον στράτευσιν, μετετάξαντο τῇ χάριτι, σὺν Εἰρηναίῳ τῷ σεπτῷ, Ὢρ καὶ Ὀρόψεος· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἥττηται ὑπερόφρυς ἐχθρός, τῇ εὐανδρείᾳ ὑμῶν, Μάρτυρες ἔνδοξοι, καὶ καταβέβληται τύραννος· τοῖς δεινοῖς γὰρ κραταιούμενοι, τὸ τῶν εἰδώλων ἀδρανές, ἐθριαμβεύσατε, ἐκβοῶντες· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Πάσχοντα τὸν παῖδα καὶ τῷ σῷ, προσκαρτεροῦντα ναῷ, ἰάσω τάχιστα, τοῦ καταβάλλοντος δαίμονος, δι΄ αὐτοῦ δὲ Εἰρηναῖε σοφέ, τὴν κεκρυμμένην σου σορόν, νῦν ἀνευράμενοι, μελῳδοῦμεν· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Δέχου τὰς λατρείας τῶν θερμῶς, προσπελαζόντων σοι, Ἱερομάρτυς Χριστοῦ, καὶ τὴν ἐκβλύζουσαν ἄπαυστα, σῶν λειψάνων παραδόξως πηγήν, φυγαδευτήριον παθῶν, καὶ καθαρμὸν τῶν ψυχῶν, ἡμῖν δεῖξον, ὅπως σὲ ὕμνοις ἐνθέοις δοξάζομεν.

Θεοτοκίον.

περθεν κτισμάτων τῶν ἐν γῇ, καὶ οὐρανίων πασῶν, φρικτῶν δυνάμεων, Σὺ ἀνηγόρευσαι πάναγνε· τὸν γὰρ τούτοις ἀπερίληπτον, ἐγκυμονεῖς καὶ γαλουχεῖς, ἀγκάλαις φέρουσα, καὶ τὸ θαῦμα, νοῦς καταπλήττεται πᾶς καὶ ἐξίσταται.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Δεῦτε ὦ φιλέορτοι πίστει, τοὺς στρατιώτας καὶ ὁπλίτας, τῆς πανυπερθέου Τριάδος, σὺν Εἰρηναίῳ Ὢρ καὶ Ὀρόψεον, ᾀσματικῶς γεραίροντες, ὡς νικηφόρους μεγαλύνομεν.

Ξίφει τὸ μακάριον τέλος, οἱ Ἀθλοφόροι δεδεγμένοι, ἐν φλογὶ καμίνου θηρσί τε, καὶ πρὶν γενναίως προσομιλήσαντες, νῦν ἐν ὑψίστοις γήθονται, σὺν τοῖς ἀΰλοις τῶν Ἀγγέλων χοροῖς.

Μάκαρ Εἰρηναῖε μὴ λίπῃς, ἐξ ἀναγκῶν καὶ ἀλγηδόνων, καὶ ἐξ ἀμετρήτων πταισμάτων, ἀεὶ λυτροῦσθαι τοὺς προσιόντας πόθῳ, τῇ τῶν λειψάνων θήκῃ σου, ἣν σεβασμίως ἀσπαζόμεθα.

Φάνηθι σπουδαῖος προστάτης, εἰρηνεπώνυμε λευῖτα, τοῖς ἐν πειρασμοῖς καὶ κινδύνοις, τὴν κραταιάν σου προσκαλουμένοις σκέπην, καὶ πρὸς Θεὸν δεήσεσι, τὰ δυσχερῆ ἡμῖν εὐμάριζε.

Θεοτοκίον.

Σὺ ταῖς πρὸς Θεὸν μεσιτείαις, χριστιανῶν ὑπερασπίζεις, Δέσποινα τοῦ κόσμου τὸ κλέος, καὶ νῦν συνήθως δεινῶν ἐκλυτρουμένη, ἀτρώτους περιφύλαττε, τοὺς Σὲ ἀπαύστως μεγαλύνοντας.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου