ΟΚΤΩΒΡΙΟΣ ΚΓ΄
ΙΓΝΑΤΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν κλεινὸν Ἰγνάτιον ὑμνῶ προφρόνως. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ταῖς ὑπερκοσμίοις ἀστραπαῖς, καταλαμφθεὶς φῶς τοῦ κόσμου γεγένησαι, ταῖς ἱερώταταις σου, ἱερουργὲ καὶ ὑπερτίμοις πράξεσιν· ὅθεν ὡς Υἱόν σε, φωτὸς ἀεὶ μακαρίζομεν.
Ὄλβιος καὶ πλήρης φωτισμοῦ, τοῦ παναγίου γενόμενος Πνεύματος, χαίρων μεταβέβηκας, πρὸς τὰς σκηνὰς τὰς αἰωνίους Ὅσιε, δήμοις ἱερέων, πανευκλεὴς συνταττόμενος.
Νέκρωσιν παθῶν φθοροποιῶν, ἐν ἀγαθῷ συνειδότι κτησάμενος, ἄγγελος ἐν σώματι, περιφανῶς παμμάκαρ ἐχρημάτισας, ἀρχιερωσύνης, ταῖς καλλοναῖς σεμνυνόμενος.
Κόσμος χρηματίσας μοναστῶν, καὶ ἱερέων κανὼν καὶ ὀχύρωμα, πρὸς τὰ ὑπερκόσμια, χαρμονικῶς σκηνώματα Ἰγνάτιε, ἐν ἀγαλλιάσει, ψυχῆς μετέβης πανόλβιε.
Θεοτοκίον.
Λάμψας ἐκ λαγόνων Σου ἁγνή, δικαιοσύνης ὁ ἄδυτος ἥλιος, πάντας κατεφαίδρυνε, τοὺς ἐν νυκτὶ τῆς πλάνης κινδυνεύοντας, καὶ τὸ πρῶτον κάλλος, φρενοβλαβῶς ἀπολέσαντας.
ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.
Ἐπλάκη σοι στέφανος διπλοῦς, παμμάκαρ ἱερώτατε, ἱερωσύνης καὶ ἀσκήσεως, καὶ νῦν τὰ ἄνω οἰκεῖς Βασίλεια, καθωραϊζόμενος, καλλοναῖς τῶν πόνων σου, καὶ μεθέξεσι θείαις θεούμενος.
Ἰδεῖν ἐφιέμενος Χριστοῦ, τὸ κάλλος τὸ ἀμήχανον, καὶ τὴν σεπτὴν σοφὲ ὡραιότητα, καλῶν ἰδέαις σαυτὸν ἐφαίδρυνας, καὶ χερσὶν ἁγίαις σου, ἀναιμάκτοις ἔθυσας, τὸν δι’ οἶκτον τυθέντα ὡς πρόβατον.
Νοΐ λαμπροτάτῳ καθαρῶς, προβαίνων εἰς τὰ ἅγια, τὰ τῶν ἁγίων μάκαρ Ἰάκωβε, καὶ τῷ ἁγίῳ καὶ θείῳ Πνεύματι, καταλαμπρυνόμενος, φωτισμοῦ μετέδωκας, τοῖς πιστῶς προσιοῦσιν ἀοίδιμε.
Θεοτοκίον.
Ὁ ἄνω Πατρὶ μονογενής, ἀφράστως συννοούμενος, μονογενῆς ἐκ Σοῦ παναμώμητε, ὑπὲρ αἰτίαν καὶ νοῦν γεγένηται, καὶ θεοῖ τὸν ἄνθρωπον, διὰ μέγα ἔλεος, Παναγία Παρθένε θεόνυμφε.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φωστὴρ ἐχρημάτισας τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λόγοις καὶ πράξεσι φωταγωγῶν τοὺς πιστούς, θεόφρον Ἰγνάτιε· ὅθεν τὴν ἱεράν σου, ἑορτάζοντες μνήμην, πίστει ἀνευφημοῦμεν, τοὺς ἐνθέους σου πόνους, δι’ ὧν κληρονομεῖς τὴν ζωήν, τὴν ἀτελεύτητον.
ᾨδὴ δ΄. Ὄρος σε.
Νέμει σοι, τὴν ἄλυπον ζωὴν ὁ φιλάγαθος, θλίψεις πολλὰς καὶ πειρασμούς, καθυπομείναντι σοφέ, καὶ πόλεμον ἄραντι, πρὸς δυσμενεῖς τοὺς ἀοράτους Ἰγνάτιε, ὧν τῆς κακίας εὐχαῖς ἡμᾶς λύτρωσαι.
Ἴσχυσας, νευρούμενος δυνάμει τοῦ Πνεύματος, τὸν ἐν κακίᾳ δυνατόν, καταυχούμενον ἑλεῖν, καὶ τρόπαιον ἔστησας, τὴν κατ’ αὐτοῦ νίκην παμμάκαρ Ἰγνάτιε, πατριαρχῶν ἱερῶν ἐγκαλλώπισμα.
Νάμασι, κατάῤῥυτος ὑπάρχων τοῦ Πνεύματος, ταῖς ἐπιθέσεσι τῶν σῶν, πάτερ Ἰγνάτιε χειρῶν, πολλοὺς καθηγίασας, καὶ τῷ Θεῷ ξενοπρεπῶς καθιέρωσας, ὡς ἱεράρχης σοφὸς θεόληπτος.
Θεοτοκίον.
Ἄνθρακα, τὸν θεῖον ἐν νηδύϊ πανάμωμε, εἰσδεξαμένη ὑπὲρ νῦν, οὐ κατεφλέχθης ἀληθῶς· ἡ βάτος γὰρ πόῤῥωθεν, συμβολικῶς τὴν Σὴν λοχείαν εἰκόνιζεν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
ᾨδὴ ε΄. Ὁ φωτίσας.
Τὰς χεῖράς σου, τὰς ὁσίας ἐπαίρων πρὸς Κύριον, ἐπευλόγεις, θεοφόρε λαὸν τελεώτατα, ὃν σοὶ κατεπίστευσεν, ἡ δεξιὰ τοῦ Ὑψίστου, ἱεραρχῶν ἀκροθίνιον.
Ἱέρευσας, ἑαυτὸν τῷ Θεῷ δι’ ἀσκήσεως, καὶ ἔθυσας, ἀναιμάκτως παμμάκαρ Ἰγνάτιε, τὸν ἀμνὸν τὸν αἴροντα, τὰς ἁμαρτίας τῶν ἀνθρώπων, ὑπερβολῇ ἀγαθότητος.
Οὐκ ἔδωκας, τοῖς κροτάφοις σου Πάτερ ἀνάπαυσιν, Ἰγνάτιε, ἕως οὗ τῆς σαρκὸς κατεκοίμησας, πάθη τὰ ὀλέθρια, καὶ νῦν πρὸς φέγγος μετετέθης, τὸ καθαρὸν καὶ ἀνέσπερον.
Θεοτοκίον.
Νεκρώσεως, δερματίνους χιτῶνας ἀπέθετο, πανάμωμε, ὁ Ἀδὰμ ἀφ’ οὗ τοῦτον ἐνδέδυται, ἐκ Σοῦ ὁ ὑπέρθεος, καὶ τὸ ἀρχαῖον πρὶν κάλλος, ὑπερβαλλόντως ἀπείληφεν.
ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Ὑπῆλθεν ἐκ παιδός, τὸν ἐλαφρότατον, ζυγὸν θεομακάριστε, ἁμαρτίας τὸ φορτίον τὸ βαρύ, ἀποτιναξάμενος ἐν χάριτι, καὶ τοῦ Χριστοῦ, θεράπων θεῖος σὺ ἐχρημάτισας.
Μεγάλης ἐπιβάς, καθέδρας Ὅσιε, μεγίστοις κατορθώμασι, κατεκόσμησας αὐτὴν θεοπρεπῶς· ὅθεν συνελθόντες εὐφημοῦμέν σε, ἱερουργέ, μεγαλοφώνως Πάτερ Ἰγνάτιε.
Θεοτοκίον.
Ὡράθης Χερουβίμ, θεοχαρίτωτε, Παρθένε ὑπερέχουσα· τὸν ἐπ’ ὤμων γὰρ ὀχούμενον αὐτῶν, ἄχραντε ἀγκάλαις Σου ἐβάστασας· ὅθεν Σε νῦν, ὡς Θεοτόκον πάντες δοξάζομεν.
Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἰγνατίου, πατριάρχου Κωνσταντινουπόλεως.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Σὲ νοητήν.
Πολυειδεῖς, πειρασμοὺς ὑπέμεινας, ἀπὸ νεότητος σοφέ, μέχρι γήρως καὶ λαμπρυνθείς, Πάτερ ἱερώτατε, ὡς χρυσὸς ἐπέλαμψας, καταπλουτίζων τοὺς ψάλλοντας· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ῥώμῃ Θεοῦ, πάσας τοῦ ἀλάστορος, καταβαλὼν τὰς μηχανάς, ἐχρημάτισας ἱερεύς, ὅσιος ἀμίαντος, ἄκακος ἀκέραιος, ἀναβοῶν ἐμμελέστατα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὁλολαμπής, στῦλος ἐχρημάτισας, νέου λαοῦ θεοπρεπῶς, προηγούμενος ἱεραῖς, Πάτερ εἰσηγήσεσι, θείαν πρὸς κατάπαυσιν, καὶ μελῳδῶν ἐμφανέστατα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Φέρεις Θεόν, σάρκα περικείμενον, ἐν ταῖς ἀγκάλαις Σου ἁγνή, ὥσπερ θρόνος χερουβικός, φέροντα τῷ ῥήματι, πάντα τῆς δυνάμεως, ᾯ μελῳδοῦμεν γηθόμενοι· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες Ἰσραήλ.
Ῥάβδῳ θείᾳ Πάτερ τοῦ Σταυροῦ, σθενούμενος τοῦ βίου, ἐστήκεις ἀκαταπόντιστος, τὸ πέλαγος σοφέ, κραυγάζων Ἰγνάτιε· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὀρθοδόξοις δόγμασι τραφείς, ποιμὴν ἀνηγορεύθης, ποιμάνας ἐπὶ σωτήριον, Ἰγνάτιε μονήν, κραυγάζων τὸ ποίμνιον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Νόμους θείους Πάτερ συντηρῶν, πᾶσαν παρανομίαν, ἐξέκλινας ὡς ἐχέφρων, ἐκλεξάμενος βοῶν, τὸ κρεῖττον Ἰγνάτιε· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Τριαδικόν.
Ὡς Μονάδα φύσει Σε ὑμνῶ, διαιρετὴν προσώποις, ἀγέννητον γεννητόν, ἐκ Πατρὸς ἐκπορευτόν, Θεὸν μέλπων ἄκτιστον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Συντηρήσας σήμαντρα τῆς Σῆς, Παρθένε παρθενίας, ἀλώβητα ὁ Δεσπότης, προελήλυθε Χριστός, ἐκ Σοῦ ὑπὲρ ἔννοιαν, εἰς τὸ σῶσαι τοὺς μελῳδοῦντας· τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας Σου.
Ἴδε φωταυγὴς πανήγυρις, καλοῦ ποιμένος πᾶσιν ἡμῖν ἐξέλαμψε, ταῖς μαρμαρυγαῖς, τῆς τρισηλίου θεότητος, τῶν πιστῶν τὰς αἰσθήσεις λαμπρύνουσα, ἣν πόθῳ ἐκτελοῦντες, πνευματικῶς πανηγυρίζομεν.
Ὥσπερ προσφορὰν ὁλόκληρον, τὴν σὴν ψυχὴν εἰς χεῖρας Θεοῦ παρέδωκας, θλίψεσι πολλαῖς, καὶ ἀσθενείαις Ἰγνάτιε, λαμπρυνθεῖσαν χρυσίου εὐρύτερον, καὶ νῦν ψυχαῖς δικαίων, συνεπαγάλλῃ παμμακάριστε.
Στήσας ἐπὶ πέτραν Ὅσιε, τῆς ἀληθείας βάσεις τὰς τῆς καρδίας σου, πᾶσι πειρασμοῖς, τοῖς διὰ βίου Ἰγνάτιε, ἀπερίτρεπτος σθένει τοῦ Πνεύματος, διέμεινας θεόφρον· ὅθεν σε πάντες μακαρίζομεν.
Ἤρθης ἐπιβὰς ὀχήματι, τῶν ἀρετῶν πρὸς ὕψος Πάτερ οὐράνιον, καὶ κατέπαυσας, πρὸς τὰ ἐκεῖσε σκηνώματα, συναγάλλεσθαι Πάτερ Ἰγνάτιε, πατριαρχῶν χορείαις· μεθ’ ὧν ἡμῶν ἀεὶ μνημόνευε.
Θεοτοκίον.
Φρίττει τῶν Ἀγγέλων τάγματα, τὸν ὑπὲρ νοῦν Σου τόκον θεοχαρίτωτε, Ὃν γὰρ οὐδαμῶς, ἐνατενίζειν ἰσχύουσι· τοῦτον φέρεις ἀγκάλαις ὡς νήπιον, εἰς πάντων σωτηρίαν, τῶν εὐσεβῶς μακαρίζοντων Σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου