ΣΕΠΤΕΜΒΡΙΟΣ Α΄.
ΕΥΟΔΟΣ, ΚΑΛΛΙΣΤΗ & ΕΡΜΟΓΕΝΗΣ ΜΑΡΤΥΡΕΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Βοηθὸς καὶ σκεπαστής.
Σὺν Εὐόδῳ τῷ σεπτῷ, Καλλίστην πάντες καὶ Ἑρμογένην, ὕμνοις καὶ ᾠδαῖς, εὐφημήσωμεν· ειδώλων γὰρ οὗτοι, τὴν ἀπάτην κραταιῶς, δι’ ἄθλων ἐθριάμβευσαν.
Εἰληφότες ἐκ Θεοῦ, ἀντὶ τῶν πόνων λαμπρὰ τὰ γέρα, Ἅγιοι πιστῶς, τοὺς τιμῶντας ὑμᾶς, παντοίας ὀδύνης, καὶ ποικίλων πειρασμῶν, καὶ θλίψεων λυτρώσασθε.
Θεοτοκίον.
Θεοτόκε τῶν πιστῶν, καταφυγή τε καὶ προστασία, πρόφθασον ἡμᾶς, κινδυνεύοντας, καὶ ῥῦσαι συνήθως, ὥσπερ πάντοτε καὶ νῦν, τῇ σκέπῃ Σου προστρέχοντας.
ᾨδὴ γ΄. Στερέωσον Κύριε.
Οἱ ἀκλινεῖς Μάρτυρες, Καλλίστη Εὔοδος Ἑρμογένης, τῶν ἑλλήνων τὸν πολύθεον, διαδράντες, σὲ τὸν ἀληθῆ Θεὸν ἤραντο.
Ἀδελφικὴ σύμπνοια, Χριστοῦ τῇ πίστει ἐφαρμοσθεῖσα, τῇ ἐλπίδι καὶ ἀγάπῃ νῦν, συνεκράθη, πρὸς τὸ τῆς ἀθλήσεως σύντονον.
Θεοτοκίον.
Ὃν ἔτεκες Δέσποινα, καθικετεύειν μὴ ἀποκάμῃς, ἐπηρείας καὶ κακώσεως, λυτρωθῆναι, τοὺς εἰλικρινῶς πεποιθότας Σοι.
ᾨδὴ δ΄. Ἀκήκοεν ὁ Προφήτης.
Ὡραῖον λαμπρὸν τῷ κάλλει, Νυμφίον σὺ ἐμνηστεύσω, Καλλίστη Μάρτυς· εὐωδία πάλαι κεχρημάτικας, τοῦ Χριστοῦ ὦ Εὔοδε φερώνυμε· εὐόριστος δὲ Ἑρμογένης, λελογισμένος, τὸ εὐγενὲς κεκλήρωται.
Τυράννοις καὶ ἡγεμόσιν, ἀνόμοις ἀντιταχθέντες, οἱ Ἀθλοφόροι, καὶ κολαστηρίοις συστρεβλούμενοι, ὥσπερ ἄλλου πάσχοντος ᾐσθάνοντο, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος, σὺν τῷ Παύλῳ, Χριστὸν ἐπενδυσάμενοι.
Θεοτοκίον.
Φωνῆς τῆς τῶν οἰκετῶν Σου, Παρθένε μὴ ἐπιλάθῃ, ἐν ταῖς ἀνάγκαις· ἄλλο καταφύγιον οὐκ ἔχομεν, οἱ σειραῖς πταισμάτων συσφιγγόμενοι· διὸ συγχωρούμενοι πάσχειν, τὰς σὰς ἐντεύξεις, βοήθειαν εὑρίσκομεν.
ᾨδὴ ε΄. Ἐκ νυκτὸς ὀρθρίζοντα φιλάνθρωπε.
Οὐ τὸ σῶμα μόνον ἀγχιστεύοντες, πλέον δὲ ὤφθητε, ταῖς ψυχαῖς ὡς ἀληθῶς, τὰ ἀδελφὰ φρονοῦντες, ἐν τῇ τῶν ἄθλων στοργῇ, ἀλύτως ἑνωθέντες.
Τοὺς Ἁγίους σήμερον γεραίροντες, ᾄσμασι στέφωμεν, σὺν Εὐόδῳ τῷ σοφῷ, τὴν πάνσοφον Καλλίστην, καὶ Ἑρμογένην πιστοί, ὡς πλάνης καθαιρέτας.
Θεοτοκίον.
Ἀδιστάκτως Σὲ ἐπικαλούμεθα, Δέσποινα πάναγνε, ὁπηνίκα πειρασμοῖς, ἀθρόως συσχεθῶμεν· σπεῦσον ταχέως καὶ νῦν, ἐξελοῦ τῶν κινδύνων.
ᾨδὴ στ΄. Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου.
Ῥυθμίζουσα, Καλλίστη τοῖς κρείττοσι, τοὺς ἀδελφοὺς ὥσπερ υἱούς, τῷ Θεῷ θυσίαν, Εὔοδον Ἑρμογένην, διὰ μαρτυρίου, ἑαυτῇ προσῆξας.
Νεόφυτα, ὥσπερ ἐν νεότητι, καθιδρυμένα ψαλμικῶς, Ἀθληταὶ δειχθέντες, εἰς μέτρον ἡλικίας, τοῦ πληρώματος, τοῦ Χριστοῦ συνεπαύξησθε.
Θεοτοκίον.
Νεῦσον ἁγνή, βροτῶν ταῖς δεήσεσι, τῶν ἠλπικότων ἐπὶ Σοί, καὶ παντοίας βλάβης, καὶ θλίψεως καὶ νόσου, ἐλευθέρωσον, τῶν καλῶν ἡ προσδοκία.
ᾨδὴ ζ΄. Ἡμάρτομεν, ἠνομήσαμεν.
Ἐτήσιον, συγκεκρότηκεν, ἑορτὴν ἡ τῶν Μαρτύρων τριάς, Εὔοδος Ἑρμογένης Καλλίστη, τὴν πανεύφημον, ἡμέραν τῆς μνήμης αὐτῶν, ἐν ᾗ πόθῳ συντρέχοντες κράζομεν, τὸν ἀθλοθέτην Χριστόν.
Τρισάριθμος, καὶ αὐτάδελφος, ἡ ὁμήγυρις τῶν Ἀθλοφόρων, Εὔοδος Ἑρμογένης Καλλίστη, οἱ στεῤῥόφρονες, τοῦ χρόνου τὴν εἴσοδον, λαμπροφόρως διανύουσιν ἐκπέμπουσαν, μαρμαρυγὰς τηλαυγῶς.
Θεοτοκίον.
Οἱ πταίσμασιν, ὀλισθήσαντες, καὶ τῷ Κτίστῃ προσκεκρουκότες, Σὲ γὰρ τὴν ἀληθῶς Θεοτόκον, ἀγαθόδωρον, αἰτοῦντες βοῶμεν πιστοί· ἐξευμένισαι Δέσποινα τοῖς δούλοις Σου, Θεὸν Ὃν ἔτεκες.
ᾨδὴ η΄. Ὃν στρατιαί.
Οὓς ἀδελφούς, ἡ φύσις ἐγνώρισε, καὶ ἡ αὐτὴ μητρικῶς, ἔτεκε γαστήρ, τούτους οὐδὲν τῆς ὕλης, ἐξίσχυσε χωρίσαι· ἧν γὰρ διαζευγνύων, Χριστοῦ ὁ ἔρως τοὺς Ἁγίους.
Ξίφος καὶ πῦρ, καὶ θῆρες οὐκ ἔπτηξαν, οὐκ ἄλλο κολαστικόν, τούτους· οἱ σοφοί, Μάρτυρες ἀλλὰ πᾶσιν, ἀπτόητοι δειχθέντες, τελοῦσι τὸν δρόμον, τῆς εὐσεβείας ἐκπληροῦντες.
Θεοτοκίον.
Ὑπὲρ λαοῦ, τὴν ἐλπίδα ἔχοντος, εἰς Σὲ τὸ τεῖχος ἡμῶν, τῶν χριστιανῶν, πάναγνε τὸν Υἱόν Σου, μὴ παύσῃ ἱκετεύειν, ὅπως λυτρωθῶμεν, τῶν συνωθούντων νῦν κινδύνων.
ᾨδὴ θ΄. Ἀσπόρου συλλήψεως.
Πυρσεύει τῶν Μαρτύρων, ἡ μνήμη τὴν ὑφήλιον, ἐν ᾗ προθύμως, συνίεμεν σήμερον, πιστοὶ σὺν τοῖς σώμασι, ψυχὰς ὁμοῦ καὶ νόας, καταλαμπόμενοι τηλαυγῶς, καὶ δοξάζοντες τὸν τούτους, ἐν τῷ κόσμῳ θαυμαστώσαντα.
Ἐχθρὸν τὸν ἀνίσχυρον, ἐν γυναικείῳ σχήματι, Καλλίστη Μάρτυς, στεῤῥῶς καταβέβληκας, καὶ αὖθις οἱ σύγγονοι, Εὔοδος Ἑρμογένης, οἱ τῆς νεότητος ἐν ἀκμῇ, ὡς μητρὶ σοὶ ὑπαχθέντες, καὶ ταῖς νίκαις συνηρίστευσαν.
Θεοτοκίον.
Σὲ πύργον ἀκράδαντον, καὶ τεῖχος ἀπροσμάχητον, Θεοκυῆτορ, ἔχοντες δεόμεθα· τοῖς κάμνουσιν ἔγγισον, καὶ μὴ ἀποχωρίζου· ὁρᾷς ὅπως τῶν πειρασμῶν, πιεζόμεθα τῷ πλήθει, ἀλλὰ τάχυνον τοῦ σῶσαι ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου