Κυριακή 4 Ιουνίου 2023

ΣΕΠΤΕΜΒΡΙΟΣ 10. ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΒΑΡΥΨΑΒΑΣ ΚΑΝΩΝ

ΣΕΠΤΕΜΒΡΙΟΣ Ι

ΒΑΡΥΨΑΒΑΣ ΟΣΙΟΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν σὴν ἐπαινῶ, παμμάκαρ, θείαν χάριν. Ἰωσήφ.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Τὴν σὴν ἐπαινοῦντες χαρμονικῶς, θεόσοφε χάριν, ἐκτελοῦμεν περιφανῶς, τὴν μνήμην τὴν ὄντως φωτοφόρον, ἁγιασμὸν ταῖς εὐχαῖς σου λαμβάνοντες.

Ἡ σὴ ἀνατείλασα εὐκλεῶς, ἀοίδιμε μνήμη, ὥσπερ ἥλιος τὰς ἡμῶν, φωτίζει καρδίας καὶ διώκει, τὸν σκοτασμὸν τῶν παθῶν θείᾳ χάριτι.

Νοΐ φαιδροτάτῳ ταῖς ἐντολαῖς, προσέχων Κυρίου, θεοφόρε Βαρυψαβᾶ, Μαρτύρων στεφάνοις ἐκοσμήθης, καὶ πρωτοτόκων σκηναῖς ἀναπέπαυσαι.

Σταυρώσας τὴν σάρκα ἀσκητικαῖς, ἀγωγαῖς θεόφρον, ἐπὶ τέλει μαρτυρικαῖς, εὐκλείαις ἐστέφθης· διὰ τοῦτο, Βαρυψαβᾶ συνελθόντες τιμῶμέν σε

Θεοτοκίον.

Ἡ πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, ταῖς Σαῖς πρεσβείαις Παρθένε ἐξάρπασον.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Νάμασι κατάῤῥυτος, τοῦ θείου Πνεύματος γέγονας, Βαρυψαβᾶ, καὶ τῆς πονηρίας, ἀπεξήρανας ῥεύματα.

Ἔστησας τοὺς πόδας σου, ἐν πέτρᾳ γνώσεως Ὅσιε· ταῖς προσβολαῖς, ὅθεν τῶν δαιμόνων, ἀπερίτρεπτος ἔμεινας.

Πάθος τὸ ἑκούσιον, τοῦ Παντοκράτορος ἔνδοξε, ἐζηλωκώς, ἄδικον ὑπέστης, ἀγαλλόμενος θάνατον.

Θεοτοκίον.

Ἄχραντε πανύμνητε, θεοχαρίτωτε Δέσποινα, ῥῦσαι ἡμᾶς, πάσης ἁμαρτίας, καὶ παθῶν ἀμαυρώσεως.

 

 

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἰαμάτων χαρίσματα, βρύεις μετὰ θάνατον ἀξιάγαστε· διὰ τοῦτο εὐφημοῦμέν σε, καὶ τὴν σὴν τελοῦμεν θείαν κοίμησιν.

Νυσταγμὸν ἀπωσάμενος, τὸν τῆς ἀμελείας Πάτερ ἠγρύπνησας, ἀρετῶν ταῖς ἐπιδόσεσι, καὶ φωστὴρ ἀκοίμητος ἐχρημάτισας.

Ὡς τὸ αἷμα τὸ τίμιον, καὶ τὸ θεῖον ὕδωρ φυλάξας Ὅσιε, ἀνηρέθης καὶ τὸ αἷμά σου, διὰ πόθον θεῖον ἐξεκένωσας.

Πάθος θεῖον ἐζήλωσας, Πάτερ ὑπ’ ἀνόμων προσαναιρούμενος· διὰ τοῦτο τῶν ψυχῶν ἡμῶν, ἰατρεύεις πάθη χαλεπώτατα.

Θεοτοκίον.

Ἀπὸ πάσης στενώσεως, καὶ παρενοχλήσεως ἡμᾶς λύτρωσαι, Θεοτόκε ἀπειρόγαμε, καὶ τῆς αἰωνίου κατακρίσεως.

 

ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.

Μεμυημένος Πάτερ, Βαρυψαβᾶ τὴν σωτήριον ἔλαμψιν, ἥλιος ὥσπερ μέγας, ἔλαμψας φωτίζων τὰ πέρατα.

Μεγαλωσύνην δῶμεν, πάντες καὶ δόξαν Χριστῷ τῷ Θεῷ ἡμῶν, τῷ λαμπρύναντι πάσαις, ἀγαθοεργίαις τὸν Ὅσιον.

Αἷμα τὸ ῥεῦσαν Πάτερ, ἐκ τῆς πλευρᾶς καὶ τὸ ὕδωρ ἐφύλαξας, τοῦ τῶν ὅλων Δεσπότου, ὡς Χριστοῦ θεράπων πιστότατος.

Θεοτοκίον.

Κυριοτόκε Κόρη, δι’ ἧς ἡμῖν τοῖς ἐν σκότει ἀνέτειλεν, ὁ τῆς δικαιοσύνης, ἥλιος φωτίζων τὰ πέρατα.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Ἀγαλλομένῃ ψυχῇ, καὶ ῥωμαλέῳ φρονήματι, ἀσκήσεως τὸν πολύν, ὑπέμεινας καύσωνα, καὶ Μαρτύρων αἵματι, ὅλος ἡγιάσθης, θεοφόρε παμμακάριστε.

Ῥανίσιν ἀσκητικῶν, ἱδρώτων Πάτερ ἀπέσβεσας, τῶν ἡδονῶν τὴν πυράν, αἱμάτων δὲ ῥεύμασι, τὴν φλόγα ἐτέφρωσας, τῆς πολυθεΐας· διὰ τοῦτο ἐυφημοῦμέν σε.

Θαυματουργοῦν καθορῶν, τὸ αἷμα Χριστοῦ τὸ τίμιον, καὶ τούτου φύλαξ πιστός, ὑπάρχων τὸ ἴδιον, αἷμα κατεκένωσας, ὑπ’ ἀνδρῶν ἀθέων, ἀναιρούμενος θεόπνευστε.

Θεοτοκίον.

Ἐκ Σοῦ Θεὸς τοῖς βροτοῖς, ὑπερβολῇ ἀγαθότητος, ὡμίλησε καὶ βροτός, ἐγένετο τέλειος, Θεοτόκε Δέσποινα· ὅθεν Σὲ ὑμνοῦμεν, ὡς ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἱερεῖον καθάπερ, θεομάκαρ ἐσύρης, καὶ προσενήνεξαι, τραπέζῃ οὐρανίῳ, βοῶν ἀκαταπαύστως, τῷ Δεσπότῃ τῆς κτίσεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀσκητῶν ὁμηγύρει, καὶ χοροῖς Ἀθλοφόρων, συνεπαγάλλῃ ἀεί, ὁσίως ἐξασκήσας, καὶ πίστει ἐναθλήσεως, καὶ βοῶν ἐμμελέστατα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νόσους δραπετευούσας, καθορῶν τῷ τιμίῳ, Δεσπότου αἵματι, ψυχὴν κατεφωτίσθης, καὶ αἷμα τὸ οἰκεῖον, ἐκβοῶν ἐξεκένωσας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Χαῖρε μόνη τεκοῦσα, τὴν ἡμῶν σωτηρίαν, θεοχαρίτωτε, λιμὴν χειμαζόμενων, κραταίωμα ἁπάντων, τῶν βοώντων πανύμνητε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες Παῖδες ἐν καμίνῳ.

Ἀσκητικῶς ψυχοφθόρα κτείνας πάθη, ἀθλητικῶς τῶν δαιμόνων, Βαρυψαβᾶ τὴν ὀλέθριον, ἐταπείνωσας Μάρτυς, ἰσχὺν θείᾳ χάριτι.

Ῥεῦσαν τὸ αἷμα καὶ ὕδωρ ἐκ τῆς θείας, Μάρτυς πλευρᾶς ἐπιφέρων, καὶ δι’ αὐτοῦ πᾶσαν ἴασιν, ἐκτελῶν ὑπ’ ἀνόμων, ἀνδρῶν τεθανάτωσαι.

Ἱκετηρίαν προσάγαγε τῷ Κτίστῃ, ὡς ἀσκητής τε καὶ Μάρτυς, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, καὶ τελούντων τὴν μνήμην, τὴν σὴν ἱερώτατε

Θεοτοκίον.

Νόμου σκιαί Σε Παρθένε καὶ τὰ πρώην, τῶν Προφητῶν προετύπου, Θεογεννῆτορ αἰνίγματα· τὸν τῶν ὅλων Δεσπότην, ἀφράστως γὰρ τέτοκας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἱδρῶσιν ἐγκρατείας, τοῖς ἀθλητικοῖς σου, Βαρυψαβᾶ ἀγωνίσμασιν ἔστεψαι, καὶ ἐν σκηναῖς πρωτοτόκων, χαίρων ἐσκήνωσας.

Ὡραῖος ἀπεφάνθης, κάλλει μαρτυρίου, ὡραιωθεὶς καὶ ἡλίου φαιδρότερον, Βαρυψαβᾶ ἀπαστράψας· ὅθεν τιμῶμέν σε.

Συνήφθης ταῖς χορεῖαις, τῶν τελειωθέντων, Βαρυψαβᾶ θεοφόρε δι’ αἵματος· μεθ’ ὧν δυσώπει σωθῆναι, τοὺς εὐφημοῦντάς σε.

Ἡμέραν εὐφροσύνης, ἄγομεν τὴν μνήμην, τὴν σὴν θεόφρον καὶ πίστει δεόμεθα· ὑπὲρ ἡμῶν τὸν Δεσπότην, Χριστὸν ἱκέτευε.

Θεοτοκίον.

Φθαρεῖσαν τῶν ἀνθρώπων, ἄχραντε τὴν φύσιν, τῷ ὑπὲρ φύσιν Σου τόκῳ ἐκαίνισας, χαρμονικῶς· διὰ τοῦτο, ὑμνολογοῦμέν Σε.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου