Τετάρτη 14 Ιουνίου 2023

ΣΕΠΤΕΜΒΡΙΟΣ 27. ΑΓΙΑ ΜΑΡΤΥΣ ΕΠΙΧΑΡΙΣ ΚΑΝΩΝ

ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΖ

ΕΠΙΧΑΡΙΣ ΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών.

ᾨδὴ α’. Ἦχος βαρύς. Τῷ συνεργήσαντι Θεῷ.

Τῆς τοῦ Θεοῦ θεραπαίνης, Ἐπιχάρεως πιστοί, ἐκτελοῦντες πιστῶς, τὴν μνήμην δοξάσωμεν, Χριστὸν τὸν στεφανίτην αὐτῆς.

Ἐπιχαρὴς ὡς ἀληθῶς, ἀνεδείχθης τοῖς ἔργοις, ὡς καὶ τῇ κρίσει σεμνή, τυράννους κατέβαλες, καὶ τούτους ἀπενέκρωσας.

Ταῖς ἱκεσίαις σου σεμνή, ἰαμάτων τὴν χάριν, πᾶσιν κατάπεμψον, τοὺς πόθῳ τιμῶντάς σε, καὶ πίστει εὐφημοῦντάς σε.

Θεοτοκίον.

Ἡ διὰ λόγου ἐν σαρκί, ὑπὲρ λόγον τεκοῦσα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἱκέτευε Κυρίῳ ἡμῶν.

 

ᾨδὴ γ΄. Ἐστερεώθη ἡ καρδίᾳ μου ἐν Κυρίῳ.

Ἀγγέλων ἐπευφράνθησαν αἱ χορεῖαι, Ἁγίων, συναγάλλονται ὁμηγύρεις, καὶ ἡμεῖς ἐν τῇ μνήμῃ σου, ἑορτάζομεν Ἐπίχαρις.

Ὁ Φῆλιξ οὐκ ἐνάρκησεν ἐν τῇ πίστει, προθύμως, συνεστείλατο τὸ σῶμά σου, παμμακάριστε Ἐπίχαρις, καὶ ἡμεῖς εὐφημοῦμέν σε.

Ἀνδρείως ἐναθλήσασα ταῖς βασάνοις, ἀξίως, ἐκομίσατο Ἐπίχαρις, τοὺς στεφάνους Κύριε, παρὰ σοῦ ἡ πανεύφημος.

Θεοτοκίον.

Ἐτέχθης ἐκ παρθένου ἀνερμηνεύτως, ἐφάνης, ὡς ηὐδόκησας Σωτὴρ ἡμῶν, καὶ τὸν κόσμον ἀνεκαίνισας, τῇ σαρκώσει Σου Κύριε.

 

ᾨδὴ δ΄. Εἰσακήκοα.

Ἐπιχάρεως, τὴν μαρτυρίαν ἀνευφημοοῦντες, ἱκετεύομέν Σε Κύριε, τὸν αὐτὴν στεφανώσαντα.

Τὸν Καισάριον, σὺν τῷ Γεμέλλῳ κατησχυμμένους, παμμακάριστε Ἐπίχαρις, τούτους ἀπέδειξας ἔνδοξε.

Τὸ μνημόσυνον, τῆς Ἀθληφόρου ἐπιτελοῦντες, τὸν Σωτῆρα ἀνυμνήσωμεν, τὸν αὐτὴν στεφανώσαντα.

Θεοτοκίον.

Ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος Παρθένε, Θεοτόκε ἀνυμνοῦμέν Σε, ὅτι σώζεις τὰς ψυχὰς ἡμῶν.

 

 

 

ᾨδὴ ε΄. Οἱ ὀρθρίζοντες Λόγε.

Τῶν τυράννων τὸ θράσος, κατήσχυνας ἀνδρείως, τῶν εἰδώλων τὴν πλάνην, κατήργησας γενναίως· διὸ ἐπιχαρεῖς, χαρᾶς πεπληρώμεθα.

Ἐπιχάρεως πιστοί, τιμῶντες τοὺς ἀγῶνας, τὸν Σωτῆρα τῶν ὅλων, ἀξίως ἀνυμνοῦμεν, ὡς ἔχοντες ἀεί, τὸ κράτος ἀήττητον.

Θεοτοκίον.

Παναγία Παρθένε, ἡ κεχαριτωμένη, ἡ τεκοῦσα ἐν χρόνῳ, τὸν Λόγον ὑπὲρ λόγον, δυσώπησον Αὐτόν, σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ στ΄. Ὁ Ἰωνᾶς.

Ἐπίχαρις, τὸν τῆς πίστεως δρόμον, τελέσασα εὐσεβῶς ἀνεβόα· Καισάριος ἥττηται, σὺν Γεμέλλῳ ἀληθῶς, ἀλλὰ νικᾷ ὁ Χριστός.

Τὸν κλύδωνα, τῆς εἰδωλομανίας, Ἐπίχαρις ἐκφυγοῦσα τῇ πίστει, τὸν Φήλικα ηὕρατο, εἰς τὸ κηδεῦσαι τὸ αὐτῆς, σῶμα τὸ πολύαθλον.

Κατάπεμψον, ὁ Θεὸς ταῖς πρεσβείαις, δεόμεθα Ἐπιχάρεως πᾶσι, τοῖς τελοῦσι τὴν αὐτῆς, μνήμην αἰσίαν ἀγαθέ, ὡς φιλάνθρωπος.

Θεοτοκίον.

Συνέλαβες, ἐν κοιλίᾳ ἁγνὴ Παρθένε, τὸν Κύριον καὶ Δεσπότην τῶν ὅλων, ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκύησας Αὐτόν, ὡς εὐδόκησε.

 

ᾨδὴ ζ΄. Ὁ τῶν Πατέρων καὶ ἡμῶν.

Μάρτυς Χριστοῦ Ἐπίχαρις, Αὐτὸν δυσώπει ὑπὲρ τοῦ κόσμου.

Ἐπιχάρεως τῆς Ἀθληφόρου, μνήμην τελοῦντες Χριστὸν ὑμνοῦμεν.

Τριαδικόν.

Τὸν ἐν Τριάδι καὶ ἐν Μονάδι, Χριστὸν τῶν ὅλων δοξολογοῦμεν.

Θεοτοκίον.

Παρθένε Μῆτερ Θεοῦ τοῦ Λόγου, Αὐτὸν δυσώπει ὑπὲρ τοῦ κόσμου.

 

ᾨδὴ η΄. Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι.

Ἐπιχάρεως πάντες τιμήσωμεν, τὴν σεπτὴν πανήγυριν κράζοντες, πάντες νῦν φωτίζουσαν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Βασάνων καὶ πυρὶ κατεφρόνησας, καὶ τυράννων πλῆθος κατήσχυνας, ἐν πίστει κραυγάζουσα· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τοὺς ἐκτελοῦντας πόθῳ τὴν μνήμην σου, Μάρτυς τοῦ Χριστοῦ ἡ Ἐπίχαρις, πρεσβείαις σου λύτρωσαι, ἐκ κινδύνων καὶ σῶσον τοὺς πίστει ὑμνοῦντάς σε.

Θεοτοκίον.

Τὸν πρὸ αἰώνων Λόγον ἀμήτορα, ἐν σαρκὶ τεχθέντα ἀπάτορα, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

 

 

 

ᾨδὴ θ΄. Τὴν ὑπὲρ φύσιν μητέρα.

Τῆς τοῦ Χριστοῦ θεραπαίνης, Ἐπιχάρεως τὴν μνήμην, ἐπιτελοῦντες πιστοί, συμφώνως πάντες, τὸν ταύτην ὡς νικητήν, στεφανώσαντα ὑμνήσωμεν.

Ὡς βασιλεὺς βασιλέως, καὶ κύριο τῶν κυρίων, σὺ ἐνέκρωσας Σωτήρ, τοὺς παλαμναίους, καὶ ἔδειξας ὡς Θεός, Ἐπιχάρεως τὴν μνήμην φαιδράν.

Τοῦ Καισαρίου τὰς φρένας, καὶ τοῦ Γεμέλλου τὴν γλῶτταν, σὺ ἀπεσείσω σεμνή, Μάρτυς Κυρίου, Ἐπίχαρις ἀληθῶς, καὶ προσῆλθες τῷ Δεσπότῃ Χριστῷ.

Θεοτοκίον.

Ἡ ἐν γαστρὶ συλλαβοῦσα, τὸν ἀπερίγραπτον Λόγον, καὶ τοῦτον ἄνευ σπορᾶς, σαρκὶ τεκοῦσα, ἱκέτευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου