ΟΚΤΩΒΡΙΟΣ ΙΖ΄
ΚΟΣΜΑΣ, ΔΑΜΙΑΝΟΣ,
ΑΝΘΙΜΟΣ, ΛΕΟΝΤΙΟΣ & ΕΥΠΡΕΠΙΟΣ,
ΑΝΑΡΓΥΡΟΙ ΕΞ ΑΡΑΒΙΑΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν αὐτάδελφον αἰνέσωμεν πεντάδα. Ἰωσήφ.
Ὠδὴ α’. Ἦχος πλ. δ΄. Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε.
Ταῖς ἀνωτάταις συνόντες δυνάμεσι, καὶ σὺν αὐταῖς τῷ Θεῷ, πόθῳ παριστάμενοι, καὶ θείας ἡδονῆς, ἀεὶ ἀποπληρούμενοι, τοὺς πόθῳ ἑορτάζοντας ὑμῶν, τὴν μνήμην τὴν πανίερον, Μάρτυρες πανεύφημοι, κινδύνων διασώσατε.
Ἡ θεία μνήμη ὑμῶν ἀνατείλασα, τὰς διανοίας ἡμῶν, καταυγάζει Μάρτυρες· ἡμέρας γὰρ υἱοί, τῆς ἀνεσπέρου ὤφθητε, τὰ ἔργα τοῦ φωτὸς ἐπὶ τῆς γῆς, πανσόφως ἐκτελέσαντες, ἰατροὶ πανθαύμαστοι, θαυματουργοὶ μακάριοι.
Νόσου παντοίας Χριστοῦ ἐπικλήσεσι, πόλεις καὶ χώρας σοφοί, πλείστας διερχόμενοι, ἰᾶσθε τὰς ψυχάς, ἀνθρώπων καὶ φωτίζετε, διδάσκοντες αὐτοὺς περιφανῶς, Τριάδα σέβειν ἄκτιστον· ὅθεν ἐναθλήσαντες, νομίμως ἐδοξάσθητε.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε Μαρτύρων κραταίωμα, ἀνθρώπων ἁμαρτωλῶν, ἅγιον ἐξίλασμα, πρεσβείαν ἐκτενῆ, πρὸς τὸν Υἱόν Σου ποίησον, τοῦ φείσασθαι ἡμῶν τῶν ταπεινῶν, ἐν ὥρᾳ τῆς ἐτάσεως, ὅπως Σε δοξάζομεν, καὶ πόθῳ μακαρίζομεν.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ὕψος πρὸς περίδοξον, τὸ τῆς ἀθλήσεως φθάσαντες, τὰς τοῦ ἐχθροῦ Μάρτυρες ἐπάρσεις, παντελῶς ἠφανίσατε.
Τείνας ὁ παράνομος, ἀνηλεῶς ὑμῶν Μάρτυρες, τὰ ἱερὰ σώματα συντρίβει, ἀνυποίστοις κολάσεσιν.
Ἄνοσον φυλάξαντες, τὸν λογισμὸν σεπτοὶ Μάρτυρες, καὶ τὴν ψυχὴν νόσους ἐπικλήσει, τοῦ Χριστοῦ θεραπεύετε.
Θεοτοκίον.
Δέσποινα πανάμωμε, ἡ τὸν πανάγαθον Κύριον, ἐπὶ τῆς γῆς λόγῳ ἀποῤῥήτῳ, σωματώσασα σῶσόν με.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐδεσμεύθητε Μάρτυρες, εἰς βυθὸν θαλάσσης ἀποῤῥιπτόμενοι, μηδαμῶς δὲ βυθιζόμενοι, ἐν αὐτοῖς τὸν ὄφιν ἀπεπνίξατε.
Λαμπρυνθείσῃ μακάριοι, χάριτι τῇ θείᾳ ἅγιοι Ἄγγελοι, οὐρανόθεν εἰς βοήθειαν, ὑμῖν παραδόξως ἀπεστάλησαν.
Φωταυγίᾳ τοῦ Πνεύματος, σκότος τὸ βαθύτατον τῶν κολάσεων, διελθόντες Χριστομάρτυρες, νοεροὶ φωστῆρες ἡμῶν ὤφθητε.
Οὓς ἡ χάρις κατέστεψεν, Ἄνθιμον Λεόντιον καὶ Εὐπρέπιον, τὸν κλεινὸν Δαμιανὸν καὶ Κοσμᾶν, αὐταδέλφους ὄντας μακαρίσωμεν.
Θεοτοκίον.
Νυσταγμῷ ἀμελείας με, ὕπνον ἁμαρτίας Κόρη κατέλαβε, τῇ ἀγρύπνῳ ἱκεσίᾳ Σου, διανάστησόν με πρὸς μετάνοιαν.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἀπονοίᾳ τὸν πλάνον, ἤδη σκοτιζόμενον πνεύμασι κάτοχον, πονηροῖς ὀφθέντα, καὶ δεινῶς ὑπ’ αὐτῶν μαστιζόμενον, Ἀθληταὶ λυτροῦσθε· ἀλλ’ οὐ συνῆκε· διὰ τοῦτο, τιμωρίαις ὑμᾶς καθυπέβαλεν.
Ἱερεῖα καθάπερ, ἄμωμα καὶ τέλεια Θεῷ προσήχθητε, τῷ σφαγιασθέντι, καὶ θανάτῳ τὸν θάνατον κτείναντι, Ἀθλοφόροι θεῖοι, θαυματουργοὶ καὶ ἰατῆρες, τῶν ἁγίων Ἀγγέλων συνόμιλοι.
Νεκρωθέντες τῷ κόσμῳ, πόνων ἐπιδόσεσι κατεκληρώσασθε, τὴν ἀθανασίαν, καὶ τὴν ἄπονον λῆξιν μακάριοι, καὶ νῦν πάντα πόνον, ἐκ τῶν ψυχῶν καὶ τῶν σωμάτων, τῶν ὑμῖν προστρεχόντων κουφίζετε.
Θεοτοκίον.
Ἐπὶ Σοὶ Παναγία, πᾶσαν τὴν ἐλπίδα μου προσανατίθημι· βοηθὸς γενοῦ μοι, θαλαττεύοντι βίου τῷ κλύδωνι, καὶ κυβέρνησόν με, πρὸς σωτηρίους τοὺς λιμένας, ἵνα πίστει καὶ πόθῳ δοξάζω Σε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Στρεβλούμενοι, διελύσατε πάσας, διαβόλου Ἀθλοφόροι τὰς στρέβλας, καὶ ἐν φρουρᾷ, συγκλειόμενοι ἅμα, ὡς προσταγμάτων Θεοῦ ὄντες φύλακες, ἀήττητοι καὶ φωταυγεῖς, ἀπεφάνθητε χάριτι Μάρτυρες.
Ὡς μέγιστοι, ἐγνωσμένοι φωστῆρες, ἐν τῷ ὕψει τῆς Χριστοῦ Ἐκκλησίας, πᾶσαν τὴν γῆν, φρυκτωρίαις θαυμάτων, καὶ τῶν ἀγώνων φωτίζετε λάμψεσι, διώκοντες τὴν πονηράν, Ἀθλοφόροι δαιμόνων σκοτόμαιναν.
Μυρίπνοοι, γεγονότες ἀγώνων, ἐπιδόσεσι σεπτοὶ Ἀθλοφόροι, μύρον ἡμῖν, ἰαμάτων εὐῶδες, ἀναπηγάζετε ἀποκαθαίροντες, δυσώδη σωμάτων καὶ ψυχῶν, τὰ ἀνίατα πάθη μακάριοι.
Θεοτοκίον.
Ἐποίησε, μετὰ Σοῦ μεγαλεῖα, ὁ ἀῤῥήτως γεννηθεὶς ἐκ γαστρός Σου, Λόγος Πατρός, Θεοτόκε Παρθένε, καὶ τῶν βροτῶν τὴν οὐσίαν ἐθέωσεν· Ὃν αἴτησαι πάντας ἡμᾶς, οἰκτειρῆσαι καὶ σῶσαι πανάμωμε.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Νόμους τοὺς θείους συντηροῦντες, ὑπεισήλθετε ἀπτόητοι τὴν φλόγα· ὡς παῖδες τὸ πρίν, μηδόλως φλογισθέντες, ἐμελῳδεῖτε Μάρτυρες· ὁ Θεὸς εὐλογητὸς εἶ.
Πῦρ ὑπελθόντας ἀπτοήτως, γῆ διέσωσεν ὡς ἐγκολωσαμένη, εὐχομένους ὑμᾶς, καὶ πόθῳ μελῳδοῦντας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἔνδον ἡ φλὸξ ὑμᾶς λαβοῦσα, οὐ κατέφλεξε τοὺς δὲ περιεστῶτας, δυσσεβεῖς θανατοῖ, ὑμῶν ἀναβοώντων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Νόμοι ἐν Σοὶ καινοτομοῦνται, παναμώμητε· Θεὸν γὰρ νομοδότην, δι΄ ἡμᾶς καθ΄ ἡμᾶς, ὀφθέντα ἀποτίκτεις, ᾯ μελῳδοῦμεν· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Τῷ γλυκυτάτῳ ἔρωτι, τοῦ Θεοῦ ἐνηδόμενοι, ξύλῳ προσδεθέντες καὶ δεινῶς ξεόμενοι, οὐδόλως ἡττήθητε, οὐ τοῖς ξοάνοις ἄλογον, σέβας Ἀθλοφόροι προσενείματε ὅλως, Κυρίῳ μελῳδοῦντες· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπ’ οὐρανοῦ ἀφίκετο, ἐπουράνιος Ἄγγελος, πόνους τοὺς ὑμῖν ἐπαγομένους Μάρτυρες, κουφίζων ἐν χάριτι, καὶ ὑπηρέτας τοὺς δυσσεβεῖς, ἐναπονεκρῶν καὶ παρειμένους δεικνύων, πανεύφημοι ὁπλῖται, Ἀθληταὶ τοῦ Σωτῆρος, φωστῆρες οἰκουμένης, τῆς Ἐκκλησίας πύργοι.
Δαμιανὸν τιμήσωμεν, καὶ Κοσμᾶν τοὺς θεόφρονας, καὶ σὺν Λεοντίῳ τὸν κλεινὸν Εὐπρέπιον, καὶ Ἄνθιμον σήμερον, πανευλαβῶς δοξάσωμεν, θείους αὐταδέλφους καὶ γενναίους ὁπλίτας
Θεοτοκίον.
Αἱ περὶ Σοῦ ᾀδόμεναι, προφητεῖαι πανάμωμε, ἔλαβον τὸ πέρας· Ἰησοῦν γὰρ τέτοκας, τὸν προφητευόμενον, Ὃν ἐκτενῶς ἱκέτευε, ἀπὸ ἁμαρτίας καὶ παθῶν ἀτιμίας, ῥυσθῆναι τοὺς βοῶντας· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἰκρίῳ προσπαγέντες δεσποτικῶν, μιμηταὶ παθημάτων γεγόνατε, Δαμιανέ, Μάρτυς ἀξιάγαστε καὶ Κοσμᾶ, ἐν ᾧ λιθολευστούμενοι, μένετε ἐν πνεύματι ἀσινεῖς, αὐτῶν τῶν λιθαζόντων, τὰς ὄψεις παραδόξως, συντριβομένων νεύσει κρείττονι.
Ὡράθη θαῦμα μέγα· οἱ ἀπηνῶς, καθ’ ὑμῶν γὰρ τὰ βέλη ἐκπέμποντες, νεύσει Θεοῦ, μᾶλλον κατακόπτουσιν ἑαυτούς, τοῦ παναγίου Πνεύματος, σώους ἀπημάντους ὑμᾶς σοφοί, καλῶς διατηροῦντος, νομίμως ἐναθλοῦντας, καὶ τὴν ἀπάτην στηλιτεύοντας.
Συνήφθητε χορείαις ἀγγελικαῖς, κεφαλὰς ὑποθέντες τοῖς ξίφεσι, Δαμιανέ, Μάρτυς ἀξιέπαινε καὶ Κοσμᾶ· ὅθεν ὑμᾶς γεραίρομεν, καὶ τὴν φωτοφόρον μνήμην ὑμῶν, ἐν πίστει ἐκτελοῦμεν, σεπταῖς ὑμῶν πρεσβείαις, λύσιν πταισμάτων κομιζόμενοι.
Ἡ θεία καὶ θεόπνευστος ξυνωρίς, τῶν ἁγίων Μαρτύρων ἱκέτευε, τὸν ἀγαθόν, ὅπως διασώσῃ πάντας ἡμᾶς, ἐπερχομένων θλίψεων, καὶ τῶν ἀοράτων ἡμῖν ἐχθρῶν, ἀεὶ ἐπερχομένων, καὶ μάτην ἐκζητούντων, τοῦ θανατῶσαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Φορέσας με προῆλθεν ἐκ Σοῦ Χριστός, καὶ δι’ οἶκτον ἐγένετο ἄνθρωπος, τοὺς εἰς φθοράν, ἤδη ὀλισθήσαντας τοῖς Αὐτοῦ, πρὸς ἀφθαρσίαν πάθεσι, πάλιν ἐπανάγων ὡς ἀγαθός, Παρθένε Θεοτόκε· Ὃν πάντοτε δυσώπει, τοῦ οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου