Πέμπτη 8 Ιουνίου 2023

ΣΕΠΤΕΜΒΡΙΟΣ 21. ΟΣΙΟΣ ΙΩΝΑΣ ΣΑΒΒΑΪΤΗΣ ΚΑΝΩΝ

ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΑ

ΙΩΝΑΣ ΟΣΙΟΣ ΣΑΒΒΑΪΤΗΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανὼν τοῦ Ὁσίου.

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.

πηρέτης θεῖος γεγονώς, Πάτερ διεφύλαξας, ὡς ἱερεὺς τοῦ Σωτῆρος τὸ πρόσταγμα, κοσμικὴν γὰρ σύγχυσιν, καταλέλοιπας τὸν σταυρόν σου ἀράμενος, καὶ τοῖς ζωηφόροις ἴχνεσι παμμάκαρ ἠκολούθησας.

Σωτηρίας πρόξενον εἰδώς, γνῶσιν τὴν θεόπνευστον, πᾶσαν γραφὴν εὐσεβῶς διελήλυθας, θεόφθεγκτα δόγματα, διδασκόμενος Ἰωνᾶ Πάτερ Ὅσιε, τῆς ἱερωσύνης εἴληφας ἐντεῦθεν τὸ ἀξίωμα.

Θεοτοκίον.

Ἀνατείλας ἥλιος ἐκ Σοῦ Μῆτερ ἀειπάρθενε, ὁ ἐκ Πατρὸς πρὸ αἰώνων ὁρώμενος, καὶ τῷ ὁρωμένῳ δὲ παραδόξως περιγραφόμενος σώματι, τῷ τῆς εὐσεβείας, φέγγει τοῖς ἀνόμοις κατεφώτισεν.

 

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.

Παρ’ ἡμῶν νῦν τὸν λόγον τῶν ἐγκωμίων, πλεκόμενον δεχόμενος θεοφόρε, ἀγάλλου τῶν σῶν πόνων ἐπαπολαύων, καὶ κράζων Ὅσιε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν Σου Κύριε.

ημάτων ἐπακούσας τῶν τοῦ Δεσπότου, κατέλιπες τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ, προσήγαγες τὸ σπέρμα σου τῷ Κυρίῳ, κραυγάζων Ὅσιε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν Σου Κύριε.

Θεοτοκίον.

Σὺ μόνη παρὰ πάντας τοὺς ἀπ’ αἰῶνος, μεγάλως ἠξιώθης ἁγνὴ καὶ ὑπὲρ φύσιν χαρισμάτων, Θεὸν γὰρ τὸν ἀχώρητον πάσῃ κτίσει, ἐν μήτρᾳ ἤνεγκας καὶ ἐσωμάτωσας· εν Θεοτόκον πάντες σέβομεν.

 

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.

νέωξας Ἰωνᾶ θεοφόρε τὴν θύραν σου, Ἀβραὰμ μιμούμενος, πᾶσι τοῖς χρήζουσιν Ὅσιε· ὅθεν τὴν οὐράνιον, Χριστὸν ἀνοίγει σοι πύλην παμμακάριστε.

Τὴν πάντιμον ἱερέων ἀξίαν ἐκόσμησας, Ἰωνᾶ μακάριε, καὶ μοναστῶν δὲ συστήματι, χαίρων σὺ προσέδραμες, πανοικεσίαν παμμάκαρ προσαγόμενος.

Θεοτοκίον.

Ἰώμενος τὴν τῆς Εὔας ἀρχαίαν παράβασιν, Σὲ τὴν παναμώμητον, καὶ παναγίαν ἐσκήνωσεν, ὅλον με τὸν ἄνθρωπον ἀναμορφώσας πεσόντα ὁ ὑπέρθεος.

ᾨδὴ ε΄. Ὁ φωτισμός.

Χριστοτερπεῖ σεμνυνόμενος βίῳ, Ἰωνᾶ μάκαρ, τοῖς πᾶσιν αἰδέσιμος ἀνεδείχθης, οἶδε γὰρ ὄντως, ἀρετὴ ἐπιδόξους, ἐκτελέσαι τοὺς αὐτὴν ἔχοντας, ὤφθης ἱερεὺς γὰρ Χριστοῦ ἀξιόληπτος.

ώμη Θεοῦ δυναμούμενος μάκαρ, κόσμου τὴν σχέσιν, εὐτόνως διέῤῥηξας, καὶ Δεσπότῃ χαίρων προσῆλθες, ἑκουσίᾳ σου γνώμῃ, καὶ φυλάξας τὴν πίστιν ἄτρωτον, στέφανον τῆς δόξης, θεόφρον ἀπείληφας.

Θεοτοκίον.

Μίαν ἡμῖν ἐν δυσὶ ταῖς οὐσίαις καθορωμένην, ὑπόστασιν μόνη εὐλογημένη, τίπτεις ἀφράστως, τὸν Θεοῦ Θεὸν Λόγον, σαρκωθέντα δι’ οἶκτον ἄφατον, τοῦτον ἐκδυσώπει φρουρεῖν τοὺς ὑμνοῦντάς Σε.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

Τῶν τοῦ βίου πραγμάτων τὸ ἄστατον, Πάτερ ἐπιστάμενος τοῦτον ἀφέμενος, πρὸς τὸ βραβεῖον ἔσπευδες, κληρουχίᾳ τῇ ἄνῳ πανόλβιε.

Εὐσεβῶς μοναζόντων συστήματα, τρέφων οὐ διέλιπες Πάτερ μακάριε· διὸ τρυφῆς τῆς κρείττονος, ἐν σκηναῖς οὐρανίοις ἠξίωσαι.

 Θεοτοκίον.

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐκφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου τὰ σύμβολα.

 

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.

Λογίῳ τῆς κρίσεως κατεκοσμήθης, ἱερεὺς γενόμενος Πάτερ Ὅσιε· διόπερ ἐχώρησας ἔνδον τοῦ ἄνω ναοῦ, ἄδυτα θεώμενος τῆς σῆς, ἱερουργίας καρπὸν δρεψάμενος.

Πατέρων ποθήσας σὺ χοροστασίας, χορείαις γηθοσύνως Πατέρων συνδεδόξασθαι, Χριστῷ παριστάμενος παμμάκαρ Ὅσιε, πᾶσαν κομιζόμενος τῆς σῆς διακονίας τὴν ἀνταπόδοσιν.

Θεοτοκίον.

Νεφέλη παρθένος Σὲ δικαιοσύνης, τὸν ἥλιον ἔτεκε Παρθένος διαμείνασα, τῷ πάσχει τοῦ σώματος προσομιλήσαντα, ἄνθρωπον γενόμενον Χριστέ, ἣν ἀνυμνοῦμεν ὡς ὑπερένδοξον.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

λοσχερῶς εἰλικρινεῖ, διαθέσει τὸν Χριστὸν ἐπιποθήσας, ἱερομύστα Πάτερ, ἀκαταπαύστοις φωναῖς ἐβόας· ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κόσμου τερπνότητα λιπῶν, ἑκουσίως τῷ Χριστῷ μάκαρ προσῆλθες, τὴν εὐπρέπειαν τούτου, ἐπιποθῶν καθορᾶν, ἐν οἴκοις ἁγίοις σκηνούμενος, καὶ ὑπερυψῶν τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἱερωτάταις Σε φωναῖς, ἱερώτατοι Θεοῦ ἁγνὴ Προφῆται, ἐσομένην Μητέρα, προανεφώνουν τρανῶς, τοῦ πάντων δεσπόζοντος ἄχραντε, Ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄.  Ἀνάρχου γεννήτορος.

ρθόδοξον φρόνημα, θεοπρεπῶς ἐκ βρέφους μαθών, ἐκ Πατρὸς πρὸ αἰώνων Υἱὸν ἐκλάμψαντα, καὶ συμπροσκυνούμενον Πνεῦμα τὸ προϊόν, ἐκεῖθεν ἀφράστως, σαφῶς διετράνωσας, ἱερεὺς γεγονὼς Ὅσιε.

Σκηναῖς οὐρανίοις σε, ὁ Πλαστουργὸς κατώκησε, τῶν Αὐτοῦ μυστηρίων ὡς ὑπηρέτην σεπτόν, Πάτερ Ἰωνᾶ θεοφόρε, καὶ νῦν ἡμᾶς τοὺς Σοὺς ἐποπτεύεις υἱοὺς παμμακάριστε, τοὺς σὲ νῦν καταγεραίροντας.

Θεοτοκίον.

Νυμφὼν ἐχρημάτισας, τῆς ὑπὲρ νοῦν σαρκώσεως, τῆς τοῦ Λόγου Παρθένε Θεογεννήτρια, περιβεβλημένη ἐν δόξῃ τῶν ἀρετῶν, καὶ πεποικιλμένη· διό Σε πανάμωμον Θεοτόκον καταγγέλλομεν.

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου