Τετάρτη 7 Ιουνίου 2023

ΔΕΚΕΜΒΡΙΟΣ 15. ΑΓΙΑ ΟΣΙΟΜΑΡΤΥΣ ΣΩΣΑΝΝΑ ΚΑΝΩΝ

ΔΕΚΕΜΒΡΙΟΣ ΙΕ

ΣΩΣΑΝΝΑ ΟΣΙΟΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σωσάννα, σώζοις τὸν σὸν ὑμνῳδὸν βλάβης. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Σαῖς εὐπροσδέκτοις πρεσβείαις σῷζε παθῶν, πειρασμῶν καὶ θλίψεων, τοὺς ὑμνοῦντας εὐσεβῶς, τοὺς σεπτοὺς ἀγῶνάς σου σεμνή, οὓς ὑπέστης καρτερῶς, Χριστὸν ποθήσασα.

Ὡραιοτάταις τερφθεῖσα ταῖς καλλοναῖς, Ἰησοῦ πανεύφημε, ἐκ νεότητος αὐτῷ, ἐνυμφεύθης ἄμωμος ἁγνή, καὶ θαλάμων νοητῶν, ἔνδον ἐσκήνωσας.

Συντονωτάτῃ δεήσει καὶ προσευχῇ, χρησαμένη ἔσβεσας, πυριφλέκτους ἡδονάς, καὶ σαρκὸς ὑπέταξας ὁρμάς, τῇ ψυχῇ πανευσεβῶς, θεομακάριστε.

Θεοτοκίον.

Ἀνατολὴ τοῦ ἡλίου ἐπὶ δυσμάς, γενομένου Δέσποινα, τῆς οὐσίας τῶν βροτῶν, ἀληθῶς γεγένησαι δι΄ οὗ, οἱ ἐν σκότει καὶ σκιᾷ, φῶς ἐθεάσαντο.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Ὡς ἄστρον ἔλαμψας σεμνή, ἀρετῶν φρυκτωρίαις, καταυγάζουσα πάντων, καρδίας καὶ λογισμούς, τῶν καθορώντων τὰς σάς, ἀριστείας, καὶ τὰ προτερήματα.

Ζωῆς ἐπέτυχες σαφῶς, Μάρτυς ἀτελευτήτου, καὶ νυμφῶνι χορεύειν, νοητῷ περὶ τὸν σόν, Νυμφίον περιφανῶς, λαμπομένη, θείαις ταῖς λαμπρότησι.

Ὁ πόθος ἄπειρος τῆς σῆς, θερμοτάτης καρδίας, πρὸς Χριστὸν Ὃν ἐκτήσω· οἱ ἀγῶνες θαυμαστοί, δι’ ὧν ἐχθροῦ μηχανάς,  ἐτροπώσω, Μάρτυς ἀξιάγαστε.

Θεοτοκίον.

Ἰσχύς μου ὕμνησις Χριστός, ὁ ἐκ Σοῦ ἀνατείλας, περικείμενος σάρκα, Θεοτόκε δουλικήν, καὶ ἐκ δουλείας ἡμᾶς, διαβόλου, σώζει ἀγαθότητι.

 

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως.

Καταβαλοῦσα τὸν ἐχθρὸν δι’ ἀσκήσεως, πρὸς μαρτυρίου προφανὲς ὕψος ἔδραμες, ὡραϊσθεῖσα χάριτι, τοῦ πάντων Θεοῦ· ὅθεν Σε ὡς ἄμωμον, εἰς ὡραῖον νυμφῶνα, Λόγος ὃν ἠγάπησας, ἑαυτῷ συνεισάγει, καὶ αἰωνίου μέτοχον ζωῆς, ἀποδεικνύει, Σωσάννα πανόλβιε.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Σαυτὴν πρὸς ἄσκησιν, σαφῶς ἐῤῥύθμισας, θαῦμα ξένον φανεῖσα, καὶ τὸν ἐχθρόν, τέλειον κατήσχυνας, τῇ μετ’ ἀνδρῶν διαγωγῇ, ὦ Σωσάννα καρτερόψυχε.

Τὸ σῶμα ἄφθορον, τὸ πνεῦμα ἄμωμον, τῷ Νυμφίῳ σου Λόγῳ, ὡς ἀπαιτεῖ, κόρη διετήρησας, καὶ πρὸς τῷ τέλει ἀθλητῶν, ἐκοσμήθης διαδήματι.

Οἱ λίθοι σέβοντες, λιθώδη πώρωσιν, κεκτημένοι εἰδώλοις, θύειν γλυπτοῖς, Μάρτυς κατηνάγκαζον, σὲ τὴν θυσίαν καθαράν, ἑαυτὴν Χριστῷ προσάξασαν.

Θεοτοκίον.

Ναὸν πανάγιον, Θεοῦ γινώσκοντες, Σὲ τὴν ἄσπιλον μόνην, καὶ τῶν πιστῶν, πάντων ὑπερέχουσαν, ἱερωτάταις Σε φωναῖς, κατὰ χρέος μακαρίζομεν.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.

Στολισαμένη χλαῖνα τῶν σῶν, Μάρτυς ἐξ αἱμάτων νυμφικῶς, καὶ βασιλείας διάδημα, ἀναδησαμένη, τῷ Βασιλεῖ τοῦ παντός, παρίστασαι Σωσάννα, θεομακάριστε.

Οὐ κατεκάμφθης ταῖς αἰκισμοῖς, φέρεις δὲ στεῤῥῶς τὴν τῶν μαζῶν, Μάρτυς Σωσάννα ἀφαίρεσιν, οὓς ὁ σὸς Νυμφίος, εὐθὺς ἰάσατο, δοξάζων σε σημείοις, ὁ μεγαλόδωρος.

Ναόν σε εὗρεν χωρητικόν, θείαις καλλοναῖς τῶν ἀρετῶν, πεποικιλμένον Χριστὸς ὁ Θεός, καὶ τῇ προσευχῇ σου, ναοὺς κατέαξεν, εἰδώλων διελέγχων, ἑλλήνων σέβασμα.

Θεοτοκίον.

Ὑπὲρ τῶν δούλων Σου τὸν ἐκ Σοῦ, πάναγνε Δεσπότην τοῦ παντός, ἐκδυσωποῦσα ἱκέτευε, πάσης ἐναντίας, βλάβης λυτρώσασθαι, τοὺς Σὲ ὁμολογοῦντας, Παρθενομήτορα.

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Μολύβδῳ τὰ ἔνδον σου, πυρπολοῦντος προσταγαῖς, τοῦ ἀπηνῶς δικάζοντος, τῷ δροσισμῷ τοῦ Πνεύματος ἀβλαβής, Ὁσία διέμεινας, ἀνυμνοῦσα τὸν μόνον παντοδύναμον.

Νομίμως ἠγώνισαι, ἀνυμνούντων τὰς βουλάς, καὶ τὰς ποινὰς νικήσασα, καὶ μαρτυρίου ἤστραψας φωτισμῷ, ἰάσεων χάριτας, καὶ θαυμάτων Σωσάννα παμμακάριστε.

Ὡς ὄρθρος ὡς ἥλιος, ἀρετῶν μαρμαρυγαῖς, αὐγαζομένη ἔλαμψας, ὥσπερ χρυσίον ὤφθης δὲ καθαρόν, πυρὶ τῶν κολάσεων, λιπανθεῖσα Σωσάννα ἀξιάγαστε.

Θεοτοκίον.

Δεσμῶν ἀπολέλυμαι, καταδίκης καὶ ἀρᾶς, εὐλογημένη πάναγνε, τῷ τοκετῷ Σου· μόνη γὰρ ἐπὶ γῆς, Θεὸν ἐσωμάτωσας, καθαρῶν ἐξ αἱμάτων Σου πανάμωμε.

ᾨδὴ ζ΄ Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Οὐ παρέτρωσε τῷ βέλει τῆς κακίας σε, ἐχθρὸς ὁ πολυμήχανος, τῇ ῥομφαίᾳ δὲ σῆς ἀνδρείας, ἔνδοξε τρωθείς, ἡττήθη βοώσης σου πιστῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νηπιώδεις λογισμοὺς ἀπὸ νεότητος, Σωσάννα κατεπάτησας, καὶ φρονήματι ἀνδρικῷ, ῥωσθεῖσα σεαυτήν, ἀνδράσι συνέμιξας σεμνή, πρὸς ἐναντίας προσβολάς, σαφῶς πυκτεύουσα.

Βασιλείαν οὐρανῶν ἐπιποθήσασα, ὁρμῆς παθῶν ἐκράτησας, Ὁσιομάρτυς καὶ βασάνων, ἤνεγκας ποινάς, καὶ νῦν μελῳδεῖς περιχαρῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Λαμπροτάταις ἀστραπαῖς Σου καταλάμπρυνον, ζοφώδη τὴν καρδίαν μου, ἡ κυήσασα ἐπὶ γῆς, τὸν ἥλιον Χριστόν, Παρθένε ᾯ ψάλλομεν ἀεί· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Ἁγιότητος πλήρης, καὶ καθαρότητος, ἀξιάγαστε Μάρτυς, σκεῦος γεγένησαι, λάμπουσα διπλαῖς, ἀγλαΐαις καὶ χάρισιν· ὅθεν σε ὑμνοῦμεν, Σωσάννα εἰς αἰῶνας.

Βουλομένη ὑπῆλθες, Μαρτύρων στάδιον, καρτερήσασα πόνον, μασθῶν ἐκτμήσεως, νύμφη ἐκλεκτή, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἡδομένη τῷ κάλλει, τοῦ Παντοκράτορος, τὰς ὀδύνας προφέρεις, στεῤῥῶς τοῦ σώματος, ῥάβδοις ἀφειδῶς, τυπτομένη καὶ χαίρουσα, Μάρτυς Ἀθληφόρε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Συντηρήσας ἁγνήν Σε, καὶ μετὰ κύησιν, ὁ ὑπέρθεος Λόγος, ἐκ Σοῦ προέρχεται, φύσεσι διπλαῖς, ἐνεργείαις τε ἄχραντε· ὅθεν ὡς Αὐτοῦ Σε, δοξάζομεν μητέρα.

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Ἰσχὺν καὶ κράτος Χριστὸν ἐνδέδυσαι, καὶ τὴν ὀφρὺν ἀφρόνως τοῦ εἰς ὕψος λαλήσαντος, ἀδικίαν εἰς γῆν ἐταπείνωσας, Μάρτυς ἁγνὴ Σωσάννα· ὅθεν στεφάνῳ σε, τῆς δικαιοσύνης Ἰησοῦς, νῦν κατεκόσμησε.

Ὡς γῆ κατάκαρπος ἐγεώργησας, πράξεις καλὰς ὑψώθης εὐπρεπὴς ὡς κυπάρισσος, ὡς ἡ κέδρος ἐπληθύνθης ἔνδοξε, ἄμωμος ὡς παρθένος, Μάρτυς ἐσκήνωσας, θεῖον εἰς νυμφῶνα καλλοναῖς, θείαις ἐκλάμπουσα.

Σαυτὴν ὡραίωσας ὡραιότησι, μαρτυρικαῖς καὶ θείαις ἀγλαΐαις ἐφαίδρυνας, καὶ Ἁγίων ἐπέβης λαμπρότησι, μέλπουσα σὺν Ἀγγέλοις· Ἅγιος ἅγιος, ἅγιος Τριὰς ἡ παντουργός, καὶ ὁμοούσιος.

Ἡμῶν τῶν πόθῳ ἐπιτελούντων σου, τὴν ἱερὰν θεόφρον Ἀθληφόρε πανήγυριν, πρὸς Χριστὸν τὸν Δεσπότην μνημόνευε, λύσιν ἁμαρτημάτων, βίου διόρθωσιν, πᾶσι δωρηθῆναι καὶ ζωήν, τὴν ἀτελεύτητον.

Θεοτοκίον.

Φωτὶ τῷ Σῷ με ἁγνὴ καταύγασον, τὸν ἐν νυκτὶ τοῦ βίου ἀβλεψίᾳ κρατούμενον, καὶ παθῶν ἀναβρώσει σκοτούμενον, καὶ τῶν ἁμαρτημάτων, σάλῳ ποντούμενον, πύλη τοῦ φωτὸς τοῦ νοητοῦ, ἁγία Δέσποινα.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου