Τετάρτη 1 Μαρτίου 2023

ΜΑΡΤΙΟΣ 21. ΑΓΙΟΣ ΒΗΡΥΛΛΟΣ ΚΑΤΑΝΗΣ ΚΑΝΩΝ

ΜΑΡΤΙΟΣ ΚΑ΄.

ΒΗΡΥΛΛΟΣ ΚΑΤΑΝΗΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Βύριλλον ὑμνῶ τὸν πρόεδρον Κατάνης.

ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.

Βαδίσας τὴν φέρουσαν, ὁδὸν εἰς θείας, ἐπαύλεις θεόληπτε, τὰς τῆς διανοίας μου, κινήσεις Βήρυλλε, κατεύθυνον πρὸς πλατυσμόν, τῶν σῶν ἐπαίνων Ὅσιε.

Ὑπέθηκας Βήρυλλε, τὰ θεῖα ὦτα, τοῦ Πέτρου τοῖς ῥήμασιν, καὶ φωστὴρ γεγένησαι, φωταγωγῶν τοὺς πιστούς, φέγγει ἐνθέων διδαχῶν, καὶ ἰαμάτων πολλῶν.

Ῥημάτων ὁ φθόγγος σου, καὶ τῶν θαυμάτων, ἡ θεία ἐπίδειξις, πρὸς Θεοῦ ἐπίγνωσιν, λαοὺς ὡδήγησεν, ἱερομύστα καὶ ποιμήν, θεόφρον Βήρυλλε.

Θεοτοκίον.

Ἰσχύς μου καὶ ὕμνησις, καὶ σωτηρία, Χριστός ἐστιν πάναγνε, ὁ ἐκ Σοῦ ὡς ἄνθρωπος, δι’ εὐσπλαγχνίαν πολλήν, δίχα φθορᾶς καὶ γεννηθείς, καὶ γεγονὼς ὃ οὐκ ἦν.

 

ᾨδὴ β΄. Ἴδετε ἴδετε.

Λύμης συνέδριον, καταβαλὼν τοῖς λόγοις σου, λαοὺς συνήθροισας ὑμνεῖν, ἐν συμφωνίᾳ μυστικῇ ἕνα Θεόν, μυριάσιν Ἀγγέλων, ἀνυμνούμενον ἀεί, μέγιστε Βήρυλλε.

Λάμψας θεώμενος, φῶς ἐπὶ γῆς τὸ ἄχρονον, ἥλιον μέγιστον εὑρών, τὸν κορυφαῖον τῶν τοῦ Λόγου μαθητῶν, παρ’ αὐτοῦ ἐφωτίσθης, μυηθεὶς τὰ ὑπὲρ νοῦν, πάνσοφε Βήρυλλε.

Οἶκος γενόμενος, τοῦ παναγίου Πνεύματος, οἴκους ἀνήγειρας σεπτούς, καταστρεψάμενος ναοὺς εἰδωλικούς, εἰς τιμὴν τῆς Τριάδος, εἰς ἀνθρώπων καινισμόν, ἔνδοξε Βήρυλλε.

Θεοτοκίον.

Νόμους τῆς φύσεως, μόνη ἁγνὴ ἐκαίνισας, τὸν φυτουργὸν τῶν ἀγαθῶν, καὶ καινουργὸν τῆς σαθρωθείσης τῶν βροτῶν, Θεοτόκε οὐσίας, ὑπὲρ λόγον ἐπὶ γῆς, κυοφορήσασα.

 

 

 

 

 

 

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.

Υἱοὺς Θεοῦ σοφὲ ἀνέδειξας, τῆς ὀργῆς τὰ τέκνα δι’ ὕδατος, τὸν συναΐδιον Πατρί, ἐν σοὶ ἔχων φθεγγόμενον, καὶ τὰ ἔργα τῶν Ὁσίων Σου, χειρῶν κατευθύνοντα.

Μέγιστον ὥσπερ ῥεῦμα Βήρυλλε, ἐκ πηγῶν τοῦ Λόγου ἀρδόμενος, σὲ ἐπαφῆκεν ὁ κλεινός, Πέτρος ῥύζῳ τῶν λόγων σου, ὑπεξαίρων βορβορώδεις, ποταμοὺς ματαιότητος.

Νόμοις ἐνθέοις κατωχύρωσας, τοὺς σεσαθρωμένους πανόλβιε, παρανομίαις πονηραῖς, ἁμαρτίαις τῷ νόμῳ τε, τροπουμένους καὶ ναυάγιον, δεινὸν ὑπομένοντας.

Θεοτοκίον.

Ὢ μυστηρίου βάθος ἄπειρον· ὁ Θεὸς σαρκοῦται καὶ τίκτεται, Κόρης ἀφθόρου καὶ φθοράν, διαλύει τοῖς πάθεσιν, οἷς ὑφίσταται ὁ μόνος, ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Κάθισμα. Ἦχος α΄. Χορὸς ἀγγελικός.

Ἀστράπτων τῷ φωτί, τῆς Ἁγίας Τριάδος, ἐφώτισας λαούς, ἱεράρχα θεόφρον, καὶ σκότος διέλυσας, ἀγνωσίας ἐν χάριτι· ὅθεν πίστει σου, τὴν φωτοφόρον τελοῦμεν, πάντες κοίμησιν, εὐφροσύνῃ καρδίας, ὑμνοῦντές σε Βήρυλλε.

 

ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.

Τῷ φέγγει τῶν ἐνθέων, δογμάτων σου σοφέ, σκότος διεσκέδασας, δαιμόνων πονηρών, καὶ οἱ ἐν ζόφῳ, τῆς ἀγνωσίας ἀθλίως, καρτασχεθέντες, τέκνα ὤφθησαν ἡμέρας, Βήρυλλε Χριστὸν μεγαλύνοντες.

Ὁ νοῦς σου νεύσας ὅλος, σοφὲ πρὸς τὸν Θεόν, νεύματι τὸν φέροντα, τὸ πᾶν παντουργικῷ, τοὺς νενευκότας, ἀθλίως πρὸς τὴν ἀπάτην, ἀνακαλεῖται, μελῳδοῦντας ἱεράρχα· δόξα τῇ δυνάμει Σου Κύριε.

Νοσήματα διώκεις, πολλὰ καὶ χαλεπά, τῶν προσπελαζόντων σου, λειψάνων τῇ σορῷ, ἱερομύστα· ἐκ τοῦ Σωτῆρος γὰρ χάριν, πλουσιωτάτην, ἀναμέλπων ἐκομίσω· δόξα τῇ δυνάμει Σου Κύριε.

Θεοτοκίον.

Πῶς τέτοκας τὸν Λόγον; Πῶς ἔμεινας ὡς πρίν, μετὰ τόκον ἄφθορος, πανάμωμε ἁγνή; Πῶς τὸν τροφέα, ἐξέθρεψας τῶν ἁπάντων, βρέφος θελήσει, ὁραθέντα τὸν προόντα; Ξένον Σου τὸ θαῦμα πανάχραντε.

 

 

 

 

 

 

 

 

ᾨδὴ ε΄. Τὴν Σὴν εἰρήνην δὸς ἡμῖν.

Ῥεόντων παρωσάμενος, τὸν ἄστατον σοφέ, ἔστερξας καλῶς τὰ πάντοτε μένοντα, καὶ πρὸς τὴν τούτων καθωδήγησας, κτῆσιν λαοὺς ἀπείρους, θεόφρον ἱεράρχα.

Ὁλόφωτον ὡς ἄστρον σε, ἐκπέμπει πρὸς δυσμάς, ἥλιος φαιδρὸς ὁ μέγας Ἀπόστολος, σκότος εἰδώλων ἀφανίζοντα, καὶ τοὺς πιστοὺς ἡμέρας, υἱοὺς ἀποτελοῦντα.

Ἐκβλύζει σου τὰ λείψανα, ἰάματα σοφέ, λάμπει σου ἀεὶ ἡ μνήμη ὡς ἥλιος, ᾄδεται κόσμῳ τὰ τεράστια, δοξάζει σε συμφώνως, Χριστοῦ ἡ Ἐκκλησία.

Θεοτοκίον.

Διάσωσον πανάμωμε, κινδύνων χαλεπῶν, ἔγειρον παθῶν κοπρίας καὶ ῥῦσαί με, αἰχμαλωσίας καὶ κακώσεως, τῶν πονηρῶν δαιμόνων, τὸν πόθῳ Σε τιμῶντα.

 

ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.

Ῥῆμα ζῶν ἐπιφωνεῖς, ἐν ὀνείρῳ ὀπτανθείς, καὶ λυτροῦσαι ἐθνικῆς, ἐνοχῆς ἱερουργέ, τὸν δοῦλόν σου ὑμνολογοῦντα, τὴν προστασίαν σου.

Ὁμιλεῖς καθάπερ ζῶν, δι’ εἰκόνος σου σοφέ, καὶ πληροῖς ὡς συμπαθής, ὑποσχέσεις ἃς ποιεῖς, τῷ πίστει σε ἐξαιτουμένῳ, Βήρυλλε ἔνδοξε.

Νοσημάτων ἐλατήρ, καὶ πνευμάτων πονηρῶν, πενομένων πλουτιστής, καὶ ποιμὴν πανευκλεής, γεγένησαι ἱερομύστα, μέγιστε Βήρυλλε.

Θεοτοκίον.

Κυβερνήτις μοι γενοῦ, θαλαττεύοντι ἁγνή, ἐν πελάγει χαλεπῶν, τῶν τοῦ βίου πειρασμῶν, καὶ ἴθυνον πρὸς σωτηρίας, ὅρμον καὶ σῶσόν με.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τῷ ἁγίῳ Πνεύματι, πεφωτισμένος, ἱεράρχα ἔνδοξε, πολλῶν ἐφώτισας ψυχάς, ἱερωτάτοις σου δόγμασι· ὅθεν ἐν πίστει, τιμῶμέν σε Βήρυλλε.

 

ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ παῖδάς Σου Σωτήρ.

Ἀποσταλεὶς ὡς πρόβατον σοφέ, ὑπὸ Χριστοῦ, λύκων ἐν τῷ μέσῳ πονηρῶν, τούτους ταῖς σαῖς, ἱερωτάταις νουθεσίαις, ἄρνας ἀπετέλεσας, τοῦ δι΄ ἡμᾶς ὡς ἀμνοῦ, Λόγου τυθέντος σαρκί.

Ταῖς διδαχαῖς τοῦ Πέτρου πλουτισθείς, ἱερουργέ, Πάτερ ἀπεστάλης παρ’ αὐτοῦ, καὶ τοὺς δεινῶς, τῇ ἀπιστίᾳ πενομένους, θείαις κατεπλούτισας, διδασκαλίαις Χριστόν, ἐπεγνωκότας Θεόν.

Ἀπάρας ἐκ πόλεως Θεοῦ, ὑπόπτερος, ὥσπερ ἀετὸς φθάνεις σοφέ, πόλιν τερπνήν, τῶν Κατανέων καὶ τοὺς ταύτης, δυσσεβεῖς οἰκήτορας, ἀποτελεῖς εὐσεβεῖς, καὶ κληρονόμους Χριστοῦ.

Θεοτοκίον.

Νενεκρωμένον πάθεσι σαρκός, πανάμωμε, ζώωσον τὸν νοῦν μου καὶ Θεῷ, τὰ ἀρεστά, ἐπιτελεῖν ἐνίσχυσόν με, ἵνα μεγαλύνω Σε, ὡς προστασίαν θερμήν, Χριστιανῶν ἡ ἐλπίς.

 

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.

Ἡ ἄνω μητρόπολις, καλῶς ἐπὶ γῆς, σὲ πολιτευσάμενον, οἰκήτορα τερπνόν, μετὰ τῶν Ἁγίων, πάντων κέκτηται, Βήρυλλε παμμάκαρ, φωστὴρ τῆς Ἐκκλησίας.

Σαρκὸς ὁμοιώματι, ὀφθέντα καθ’ ἡμᾶς, τὸν Λόγον ἐκήρυξας, Θεὸν ἀληθινόν, καὶ τοὺς ὑπαχθέντας, ταῖς ἀλόγοις ὁρμαῖς, τῶν παθῶν εἰργάσω, πολίτας οὐρανίους.

Οἰκήσας δωμάτιον, στενώτατον σοφέ, ἐν τούτῳ ἐβάπτισας, ἀμέτρητον πληθύν, πλατύνας τὴν ποίμνην, καὶ ἐξάρας αὐτήν, τῆς στενοχωρίας, τῆς εἰδωλολατρίας.

Θεοτοκίον.

Ἰάσω τὸ σύντριμμα, Ἀδὰμ τοῦ χοϊκοῦ, Σωτῆρα κυήσασα, πανάχραντε Θεόν, Αὐτὸν ἐκδυσώπει, τὰς πληγὰς τῆς ἐμῆς, ψυχῆς θεραπεῦσαι, ἀνίατα νοσούσης.

 

ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.

Ὡς φωτοφόρον ἀστέρα, ὡς μαθητὴν ὄντα Πέτρου, ὡς ἱεράρχην ἱερόν, ὡς ποιμένων ποιμένα, ὡς τῶν θαυμάτων αὐτουργόν, ὡς ἔρεισμα πίστεως, ὡς ἄῤῥηκτον, τεῖχος τῆς Ἐκκλησίας, σὲ τιμῶμεν, ὢ θεόφρον οἱ πιστοί.

Σὲ Κατανέων ἡ πόλις, ἡ διὰ σοῦ φωτισθεῖσα, διὰ παντὸς ἀνευφημεῖ, καὶ τρυγᾷ καθ’ ἑκάστην, ἐκ τῆς τιμίας σου σοροῦ, θαυμάτων τὰς χάριτας, ἣν λύτρωσαι, ἐκ τῆς ἐπικρατείας, τῶν ἀθέων, ἱεράρχα τοῦ Χριστοῦ.

Ἠ παναγία σου μνήμη, ἐφπαλουμένη ἐν κόσμῳ, καθάπερ ἥλιος φωτί, φρυκτωρίας ἐνθέου, φωταγωγεῖς τοὺς ἐν αὐτῇ, τιμῶντάς σε Βήρυλλε, μακάριε, τοῦ Χριστοῦ ἱεράρχα, ἣν τελοῦντας, περιφύλαττε ἡμᾶς.

Θεοτοκίον.

Φέρουσα νέον ὡς βρέφος, τὸν προαιώνιον Λόγον, ἐκπληττομένη ἡ σεμνή, ἀπεφθέγγετο Κόρη· τέκνον ἐμὸν πῶς Σὲ κρατῶ, κρατοῦντα τῷ νεύματι, τὰ σύμπαντα; Πῶς σὲ γάλακτι τρέφω, τὸν τροφέα, καὶ Σωτῆρα καὶ Θεόν;

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου