Τετάρτη 22 Μαρτίου 2023

ΑΠΡΙΛΙΟΣ 17. ΑΓΑΠΗΤΟΣ ΡΩΜΗΣ ΚΑΝΩΝ

 

ΑΠΡΙΛΙΟΣ ΙΖ΄

ΑΓΑΠΗΤΟΣ ΡΩΜΗΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀγαπήσει Θεοῦ, Ἀγαπητέ, πίστει οἰκειώθης.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.

Ἀγαπητόν, τέμενος τῇ εὐωχίᾳ Χριστοῦ, Ἀγαπητὲ πανσέβαστε, τῇ μυστικῇ γάρ σου, ἱερᾷ εὐωχίᾳ, αὐτῇ ἐπὶ κρατῆρος, ἐπαναπαύσατο.

Γῆθεν ἀεί, πνεύματι ἐμυσταγώγησας, τὴν ἱερὰν ἐμφάνειαν, τοῦ ἐνδημήσαντος, εἰς ἡμῶν σωτηρίαν, Ἀγαπητὲ θεόφρον, ἐκ ἀλοχεύτου μητρός.

Αὐθεντικήν, ἔλλαμψιν ἐνστερνισάμενος, δι’ ἀπαθείας ἔνδοξε, καθιερούργησας, τὴν φρικώδη λατρείαν, τῆς νέας διαθήκης, Ἀγαπητὲ νοερῶς.

Πυροειδοῦς, πνεύματος ὡς οἱ Ἀπόστολοι, ἐμφορηθεὶς ἀοίδιμε, ἐπαιδαγώγησας, περιούσιον ὄχλον, κηρύττων τῆς Τριάδος, Ἀγαπητὲ τὸ τρισσόν.

Θεοτοκίον.

Ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου ἐξάρπασόν με, μόνη θεοχαρίτωτε.

 

ᾨδὴ γ’. Στερέωσον ἡμᾶς.

Στηρίζων τοῦ Χριστοῦ, τὸ θεῖον ποίμνιον, ἡμέρας, καὶ νυκτὸς Ὅσιε Πάτερ, ἐλειτούργησας ἀμέμπτως Θεῷ· ἱεράρχης καὶ θύτης ἀναδέδειξαι.

Ἐκ κόσμου ἁρπαγείς, εἰς ὑπερκόσμιον, χορείαν, ἀοίδιμε τῶν Ἀγγέλων, τὸν Σωτῆρα ἐκδυσώπησον, ὑπὲρ πάντων τῶν πίστει εὐφημούντων σε.

Ἱερουργὸς φρικτός, ἐδείχθης Ὅσιε, καὶ λάτρης,  Τριάδος ὑπερουσίου, ἣν εὐμένισον ἐκ πάσης φθορᾶς, λυτρωθῆναι θεόφρον τοὺς ὑμνοῦντάς σε.

Θεόθεν τὴν φρικτήν, ἐμυσταγώγησας, λατρείαν, Ἀγαπητὲ θεοῤῥῆμον, καὶ ἡγίασας ἀπείρους λαούς, ἐν σοὶ οἰκειωθέντας διὰ πίστεως.

Θεοτοκίον.

Ἐτέχθης ἐκ μητρός, ὁ ὑπερούσιος, μὴ φθείρας, τὰ σήμαντρα τῆς ἁγνείας, ἀλλὰ σώαν καταλείψαν αὐτήν, καὶ μετὰ τῆς προόδου τῆς σαρκώσεως.

 

 

 

 

ᾨδὴ δ. Εἰσακήκοα Κύριε.

Ὁλικῶς προσοικείωσαι, τῇ ἀψευδεῖ, Τριάδι θεοφόρε, καὶ πιστῶν ἐφώτισας τὰ νοήματα.

Ὑποφήτης πανάριστος, καὶ ἱερεύς, τῶν θείων ἀνεδείχθης, θεοφόρε Πάτερ ἀξιοθαύμαστε.

Ἀπὸ βρέφους ἐλάτρευσας, Ἀγαπητέ, τῇ θείᾳ φρυκτωρίᾳ, καὶ ἐν ταύτῃ πέλεις ἀγαλλιώμενος.

Θεοτοκίον.

Γυναικῶν Σὺ πανάμωμε, τὰ μητρικά, διέδρας Θεοτόκε, ὡς τεκοῦσα μόνη Χριστὸν καὶ Κύριον.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Ἀγαπητὸν τῷ Θεῷ, πεφυκὼς δι’ ἀρετῆς σκήνωμα, τὴν τῶν παθῶν, ἔφλεξας μανίαν· διὸ καὶ ἱερεύς, ὤφθης τῆς Τριάδος, θεόφρον Πατὴρ ἡμῶν.

Πυρὸς ἀΰλου τὸ φῶς, ἐν τῇ καρδίᾳ σου λαβὼν ὤλεσας, Ἀγαπητέ, τῶν αἱρετιζόντων, τὰς γνώμας ὡς πιστός, τῆς Ὀρθοδοξίας, ποιμὴν ἱερώτατος.

Ἱερουργὸς παμφαής, Ἀγαπητὲ τῶν εὐσεβῶν πέφηνας, καὶ ἐκτομή, πάσης εὐνομίᾳ, αἱρέσεως πικρᾶς, καὶ τῆς Σαβελλίου, Πατὴρ ἡμῶν Ὅσιε.

Θεοτοκίον.

Τὴν τοῦ ἀῤῥήτου σαφῶς, ἐναποθέμενον στοργὴν Ὅσιε, τὸ τοῦ Χριστοῦ, ποίμνιον ἐφ’ ὕδωρ, δογμάτων εὐσεβῶν, ἴθυνας μιμήσει, τοῦ Παῦλου μακάριε.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Επιστήμων τοῦ πνεύματος πέφυκας, ὡς ἱερουργήσας τὰ θεῖα μυστήρια, καὶ Ἀποστόλων σύσκηνος, Ἱεράρχα Πατὴρ ἡμῶν γέγονας.

Παντοδύναμον πίστιν ἐνδέδυσαι, ὡς ὁ Ἀαρὼν ἱεράρχα μακάριε, καὶ τὰ σκιώδη ἔδρασας, τὴν παχύτητα· ὅθεν τιμῶμέν σε.

Ἱερώτατον ὤφθης κειμήλιον, ἐν τῇ παντευχίᾳ τοῦ Πνεύματος Ὅσιε· τῆς ἀτοπίας ἤλεγξας, τὸ ἀλλόφυλον θράσος Ἀρείου στεῤῥῶς.

Θεοτοκίον.

Σὺ τὸν Κτίστην τῆς κτίσεως τέτοκας, ἐπ’ ἐσχάτων ἄνανδρε ὥσπερ ηὐδόκησεν, φυλάξας τὴν ἁγνείαν Σου, ἀσινῆ καὶ ἀπήμαντον Δέσποινα.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Τὸν νοῦν συντηρῶν, ἐξ αἱρέσεων πικρᾶς Ἀρείου Πάτερ, ἐμυσταγώγησας τὴν ἀναίμακτον, τῇ Ἐκκλησίᾳ λαμπρότητι, καὶ εἰς αἰωνίους θαλάμους, Ἀγαπητὲ κατεσκήνωσας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Εἰκόνι παθῶν, μὴ λατρεύσας εἰς ἀεὶ ἐν τῇ ζωῇ σου, προεχειρίσθης ἰερώτατος, τῆς Ἐκκλησίας θεμέλιος, καὶ καθολικὸς ὑποφήτης, Ἀγαπητὲ τῷ Κυρίῳ σου· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἰάσας λαούς, ἀσθενοῦντας ἐν δεινοῖς Ἀρείου λόποις, τῇ Ἐκκλησίᾳ προσενήνοχας, καὶ τῷ βαπτίσματι Ὅσιε· ὅθεν καὶ ἀγάπης ἐδείχθης, Ἀγαπητὲ θεῖον τέμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὁ Σὸς τοκετός, ἐθεούργησεν ἡμᾶς Παρθενομῆτορ, καὶ ἀπονέκρωσε πᾶσαν αἵρεσιν, τῶν δυσμενῶν καθὼς γέγραπται· ὅθεν εὐχαρίστως βοῶμεν, οἱ σωθέντες καὶ ψάλλοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Πατέρα καὶ Υἱόν.

Ἰὸν αἱρετικόν, πιστῶς κατεύνασας, ἐκ τῆς σῆς ποίμνης καὶ τὴν λατρείαν δε, τῆς Ὀρθοδοξίας, Ἀγαπητὲ ἐνέσπειρας.

Κρατῆρος μυστικοῦ, ἐπιγευσάμενος, τῆς ἀθανάτου ἐπαναπαύσεως, ἔπλησας τὴν ποίμνην, Ἀγαπητὲ ἀΰλου φωτός.

Ἐν σοὶ ὁ φωτισμός, τοῦ θείου Πνεύματος, ἐπισφραγίσας τὴν Ἐκκλησίαν σου, νόμῳ ἀληθείας, Ἀγαπητὲ ὑμνοῦμέν σε.

Θεοτοκίον.

Ἰδὼν ὁ Λυτρωτής, μερόπων φύραμα, ἀπεγνωσμένον ἐκ τῆς ἀρχαίας ἀρᾶς, ὤφθης ἐκ Παρθένου, ζωὴν ἡμῖν δωρούμενος.

 

ᾨδὴ θ΄. Ἡ τὸν ἀχώρητον Θεόν.

Ὡς τῆς Τριάδος λειτουργός, καὶ πιστῶν εὐπρέπεια, ἡ ὁλόφωτος αἴγλη ἐπέλαμψεν, σοῦ ἐν στέρνοις, ἱερώτατε Πάτερ.

Θεμελιούμενος ἀεί, τῇ ἀῤῥήτῳ πίστει σου, τῇ φρικτῇ Τριάδι ἱερομύστα Χριστοῦ, ὤφθης βάσις, ἀτρεκὴς τῆς Τριάδος.

Ἡ ἐνυπόστατος Τριάς, ἐπὶ σοὶ σκηνώσασα, φοβερόν σε ἔδειξε ῥήτορα, θεοφόρε, τῇ σεπτῇ Ἐκκλησίᾳ.

Θεοτοκίον.

Σὺ μόνη τέτοκας Θεόν, ἀπαθῶς Θεόνυμφε, ἐν δυσὶν οὐσίαις ὡς οἶδεν αὐτός· διὰ τοῦτο, Σοὶ τὸ χαῖρε βοῶμεν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου