Παρασκευή 17 Μαρτίου 2023

ΑΠΡΙΛΙΟΣ 3. ΟΣΙΟΣ ΝΙΚΗΤΑΣ ΟΜΟΛΟΓΗΤΗΣ ΚΑΝΩΝ

 

ΑΠΡΙΛΙΟΣ Γ΄.

ΝΙΚΗΤΑΣ ΟΣΙΟΣ ΟΜΟΛΟΓΗΤΗΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Νικήτα μέλπω τὴν νίκην τῆς πίστεως. Ἐν δὲ τοῖς Θεοτοκίοις: Κλήμεντος.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.

Νεοφανὴς ὥσπερ ἀστὴρ ἀνέτειλεν, τῇ Ἐκκλησίᾳ Χριστοῦ, Ὀρθοδοξίας λάμπων, βίου καθαρότητα, ἀσκήσεως ἀκρίβειαν, καὶ πραότητος τύπον, καὶ ταπεινώσεως ὕψωμα, ὁ ἐν τοῖς ἀγῶσι Νικήτας σαφῶς.

Ἱερουργήσας σεαυτὸν ἀοίδιμε, ἀπὸ νεότητος, προεκληρώθης πίστει, τῷ Θεῷ ὡς ἄξιος· καὶ κόσμον ἀρνησάμενος, τῇ ἀσκήσει προῆλθες, σταυρώσας πάντα τὰ μέλη σου, Ὅσιε Νικήτα θεράπον Χριστοῦ.

Κραταιωθεὶς ὑποταγῆς τοῖς ἴχνεσιν, ὑπακοῆς ἀληθῶς, ὤφθης υἱὸς παμμάκαρ, τῷ πατρὶ πειθόμενος, ὡς Ἰσαὰκ ὁ ἔνδοξος· διὸ θῦμα ἐδείχθης, Χριστοῦ ἑκούσιον ἔνδοξε, ὅλον σεαυτὸν τεθηκὼς τῷ Θεῷ.

Ἡ Ἐκκλησία στεφανεῖ ὡς ἄξιον, τὸν νικητὴν τοῦ Χριστοῦ, Ὀρθοδοξίας στέφει, εὐσεβῶς κηρύξαντα, Χριστοῦ τὴν θείαν σάρκωσιν, προσκυνεῖσθαι ἐν τύποις· Αὐτὸν ἐν τούτοις τιμήσωμεν, ὥσπερ τῶν Πατέρων ἡ πίστις βοᾷ.

Θεοτοκίον.

Κυοφορεῖς τὸ ὑπὲρ φύσιν ἄχραντε, ἐν Σοὶ σκηνώσαντα, τὸν τοῦ Πατρὸς Λόγον, ἐν Ἁγίῳ Πνεύματι, δυσὶ μὲν ἐν ταῖς φύσεσιν, καὶ θελήμασιν ὄντα, ἐν ὑποστάσει ἀτρέπτως μιᾷ, ἧς καὶ τὴν μορφὴν ἀσπαζόμεθα.

 

ᾨδὴ β΄. Ἴδετε ἴδετε.

Τύπος ἀσκήσεως, εἰκὼν πραότητος, ἀκτημοσύνης ὑπογραμμός, καὶ ἐγκρατείας ὤφθης κανών, τοῖς θρέμμασιν Ὅσιε τοῖς σοῖς, ἔργῳ παιδεύων ἡμᾶς, βίον στηρίζων ἡμῶν, λόγῳ καθαίρων φαιδρῶς· ὅθεν μακαρίζῃ νῦν, ὡς διδάξας καὶ πράξας καλῶς.

Ἁγνείας ἔσοπτρον, νηστείας πρόγραμμα, καὶ κατανύξεως χαρακτήρ, ὤφθης τῷ βίῳ θεοπρεπῶς, τοῖς θείοις σου ἤθεσιν σοφέ· τὸ ταπεινὸν γὰρ τῆς σῆς, Πάτερ ἐντεύξεως, καὶ τῆς γυμνότητος, διεβεβαιοῦτό σοι, τὸ χιτώνιον ῥάκος τρανῶς.

Μάρτυς ἀνέφανας, καὶ δίχα μώλωπος, ὡμολόγησας εἰλικρινῶς, ἐν παῤῥησίᾳ Πάτερ πολλῇ, τὸ εἶδος τιμᾶσθαι τοῦ Χριστοῦ, ἐν φυλακαῖς εὐδοκῶν, ἐν ἐξορίαις ἀθλῶν, καὶ ἐν λιμῷ καρτερῶν· ὅθεν τὸ εἰσίδρυον, ὡς παλάτιον ᾤκησας.

Θεοτοκίον.

Λύτρωσιν ἔτεκες, ζωὴν ἐγέννησας, τὸν ἐν ἀρχῇ Λόγον τοῦ Πατρός, Πνεύματι θείῳ ἄνευ σπορᾶς, ἀσώματον ὄντα τὸ προσθέν, σωματοφόρον δε, ἐκ Σοῦ τεχθέντα ἡμῖν, οὗ τὴν ἐμφέρειαν, τῆς μορφῆς ἐγγράφοντες, σχετικῶς ἀσπαζόμεθα.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς,

Ευδοκιμῶν θεοπρεπῶς, ὑποταγῆς ἐν τοῖς πόνοις, τακτικῶς ἐπὶ τὸ ἄρχειν προέβης, καὶ ὁσίως καὶ πιστῶς, Χριστοῦ τὴν ποίμνην ἴθυνας· διὸ ἐν ἀμφοτέροις, Πάτερ εὐάρεστος ὤφθης Θεῷ.

Λόγῳ τὴν πίστιν βεβαιών, ἔργῳ τὴν πρᾶξιν κηρύξας, ἀρετῶν καὶ ὀρθοδόξων δογμάτων, ἀνεδείχθης μυστικῶς, διδάσκαλος μακάριε, θεοπρεπῶς προτρέπων, τὴν τοῦ Σωτῆρος τιμᾶσθαι μορφήν.

Πάντα τὰ μέλη τῆς σαρκός, παιδαγωγήσας σωφρόνως, ὀφθαλμὸν καὶ ἀκοὴν καὶ τὴν γλῶτταν, ἀγγελικῶς ἐπὶ τῆς γῆς, ἐβίωσας Πατὴρ ἡμῶν· ἀλλὰ Χριστῷ προσεύχου, σῶσαι τὴν ποίμνην σου Ὅσιε.

Θεοτοκίον.

Ἡ ἀπειρόγαμος νηδύς, τὸν ἀπερίληπτον Λόγον, εὐδοκίᾳ τοῦ Πατρός τε καὶ συνεργίᾳ, πνευματικῶς δὲ νῦν Αὐτόν, σωματοφόρον τέτοκας, οὗ τῆς μορφῆς τὸ εἶδος, δόγμασιν θείοις σεβόμεθα.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Νίκης στέφανον, ἐκ τοῦ Κυρίου, δι’ ἀσκήσεως, χαίρων ἐδέξω, ὁμολογίᾳ θεοφόρε κοσμούμενος, καὶ τῶν αἱρέσεων πᾶσαν διήλεγξας, τὴν ματαιότητα θείοις σου δόγμασιν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκετεύων.

 

ᾨδὴ δ΄. Σύ μου Χριστέ.

Ὡς ταπεινός, γέγονας πᾶσιν ἀπείραστος, ἔργῳ φέρων, Παύλου τὰ γνωρίσματα, τοῖς ἀσθενοῦσι συνασθενῶν, γνώμῃ συμπαθείας, καὶ τοῖς ῥαθύμοις συγκάμνων σοφέ, τοῖς πάσχουσι συμπάσχων, καὶ τοῖς πίπτουσιν Πάτερ, ἀρετῶν ἐπανόρθωσις γέγονας.

Τὸ ἐγκρατές, τίμιον τῆς σῆς βιώσεως, καὶ τὸ πρᾶον, ἄμφω καὶ ἡσύχιον, καὶ ἡ τοῦ ἤθους τοῦ καθαροῦ, θεία μετριότης, καὶ τῆς ψυχῆς τὸ φιλόξενον, καὶ νῦν σὲ μὴ παρόντα, ζωγραφοῦσιν ὡς ὄντα, καὶ λαλοῦντα τοῖς τρόποις Νικήτα σοφέ.

Ἡ καθαρά, πίστις σου Πάτερ μακάριε, ὀρθοδόξως, λάμψασα τοῖς πέρασιν, ὁμολογίαν εἰλικρινῆ, ἤμβλυνεν τὰς κόρας, τῶν προστατῶν τῆς αἱρέσεως, τρανῶς Χριστοῦ τὸ εἶδος, προσκυνεῖσθαι βοῶσα· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

Θεοτοκίον.

Μόνη ἁγνή, πέφηνας καὶ μετὰ γέννησιν, μόνη ἔφυς, ἄνανδρος θηλάζουσα, τὸν τοῦ Πατρὸς Λόγον ἀληθῆ, Πνεύματι Ἁγίῳ, λαβόντα δούλου μορφὴν καθ’ ἡμᾶς, Παρθένε Θεοτόκε, οὗ τὴν θέαν τιμῶντες, τῆς μορφῆς τὴν ἐμφέρειαν σέβομεν.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Νικητὴς ἀνεδείχθης, τῶν δαιμόνων Ὅσιε καὶ τυραννούντων ἐχθρῶν, ὡς νηστείας ὅπλοις, καὶ τῆς Ὀρθοδοξίας τοῖς δόγμασιν, ἀμφοτέρους Πάτερ, καταβαλὼν εἰκότως εὗρες, τὸ τῆς νίκης φερώνυμον ὄνομα.

Νέος ὤφθης θεόφρον, νῦν Ἰὼβ θεάρεστος τοῖς κατορθώμασιν, ὑπομείνας θλίψεις, καὶ πεινῶντας πολλοὺς διαθρέψας πτωχούς· διὸ ἀνεδείχθης, ἀγωνιστὴς ὀρθοδοξίας· μέχρι τέλους Χριστὸν γὰρ ἠγάπησας.

Ἰατὴρ τῶν μωλώπων, καὶ τραυμάτων ἴασις τῶν ἐναμάρτων ψυχῶν, φανερὸς ἐδείχθης, διακρίσει τοὺς πάντας ἰώμενος, καὶ Θεῷ κάρπωμα, τούτους ποιῶν πρὸς μετανοίας, ἐπιστρέφεις ὁδὸν τὴν σωτήριον.

Θεοτοκίον.

Ἐν δυσὶ ταῖς τελείαις, φύσεσι γινώσκομεν ἕνα Σε Κύριον, ἐνεργείαις ἄμφω, καὶ θελήμασιν ὄντα ἀσύγχυτον, τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ γυναικὸς λαβόντα σάρκα, εἰς τὴν θέαν τιμῶμεν τοῖς πίναξιν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Κανόνα σε, ἀληθῶς εὐποιΐας, τὸ φιλόξενον τοῦ τόκου δεικνύει· οὐ γὰρ πιστούς, διεθρέψω καὶ μόνον, ἀλλὰ καὶ ἔθνη πεινῶντα ἐκόρεσας· Κυρίου γὰρ ὡς μιμητής, ἐπὶ πάντας τὸ ἔλεος ἥπλωσας.

Ἠρέθισας, τὸ ἡσύχιον ἦθος, σοβησάμενος ἀνθρώπων συλλόγους· τῷ γὰρ Θεῷ, καθαρῷ προσωμίλεις, ἐν καθαρᾷ προσευχῇ σου θεόληπτε, τὸ ἄτυφον καὶ γαληνόν, ὡς ἐξαίρετον φέρων ἰδίωμα.

Νεάζων, θεοπρεπῶς ἐν τῇ πίστει, καταπλήττειν μετὰ γήρους προέθου, καὶ συμβαλών, Μανιχαίων τὸ δόγμα, τὰς ἐκκλησίας αὐτῶν περιώρισας, εἰκόνα δὲ Χριστοῦ προσκυνεῖν, τῆς σαρκὸς εἰς βεβαίωσιν θέμενος.

Θεοτοκίον.

Νενέκρωται, ἐπὶ Σοὶ πανύμνητε, τῆς Προμήτορος ἡ πρώην κατάρα, ὅτι Χριστόν, εὐλογίαν τῷ κόσμῳ, καὶ σωτηρίαν ἐκύησας φέροντα· καὶ νῦν δὲ ὡς ἀληθῶς, μὴ παρίδῃς ἡμῶν τὰς δεήσεις ἁγνή.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας

Τῷ πυρὶ τῆς ἁγνείας, πυρπολούμενος Πάτερ, τὸ πῦρ κατέσβεσας, εἰκότως τῆς σαρκός σου, παρθένον προσενέγκας, τὴν ψυχὴν καὶ τὸ σῶμα Χριστῷ· διὸ παρθένων χοροῖς, συμψάλλεις εἰς αἰῶνας.

Ἡ γλυκύτης τῶν τρόπων, τοῦ ἐνθέου σου βίου, πᾶσιν ἐπέρασον, ἀνέδειξέν σε Πάτερ· ἐπόθεις γὰρ τοὺς πάντας, ὑπὸ πάντων ποθούμενος· διὸ καὶ νῦν αἴτησαι, τὴν πάντων σωτηρίαν.

Συνεχόμενος χρόνοις, ταῖς πικραῖς ἐξορίαις, καὶ ταῖς ἀφύκτοις φρουραῖς, ὐπέμεινας γενναίως, καὶ μάρτυς ἀνεδείχθης, ἄνευ αἵματος Ὅσιε· μεθ’ ὧν δοξάζεις ἀεί, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὸ ἡμέτερον ὅλον, ἐκ Παρθένου φορέσας, δίχα τροπῆς Ἰησοῦ, ταῖς φύσεσι διπλοῦν Σε, ἀλλ’ ἕνα ὑποστάσει, πατρικῶς Σε κηρύττομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Προπιανθεὶς ἀσκήσεως, τῷ ἐλαίῳ μακάριε, ἤχθης παρατάξασθαι στεῤῥῶς πρὸς αἵρεσιν, τὰ πάτρια δόγματα, ἐπικρατύνων πίστει ὀρθῇ, καὶ τῶν ἀθετούντων προσκυνεῖν τὴν μόρφωσιν, Χριστοῦ τὴν κατὰ σάρκα, ὡς Ἐλυμὰν τὸν μάγον, ἀπέδειξας τυφλωττεῖν, πρὸς τὴν Ὀρθοδοξίαν.

Ἱερουργῶν τὸν βίον  σου, τῷ Θεῷ δι’ ἀσκήσεως, ὤφθης ἀληθῶς ἱερουργὸς ψυχῶν λογικῶν, ἁγνίζων διδάγμασιν, καὶ ἀποσμύχων ταῦτα σφοδρῶς, τύπον σεαυτὸν ἱερωσύνης παρέχων, καὶ χρίσματι καὶ τρόπῳ, τοῖς σοφοῖς φοιτηταῖς σου, Χριστῷ ἱερατεύων, ἁγνῶς εἰς τοὺς αἰῶνας.

Συνευκλεΐζῃ Ὅσιε, τοῖς ἁγίοις πατράσι πιστῶς, ὡς καὶ τῆς αὐτῶν ὁμολογίας σύμψηφος, ἐντεῦθεν γενόμενος, καὶ τῆς στεῤῥᾶς ἀθλήσεως, καὶ τῆς πολιτείας μιμητὴς καὶ συμμύστης· διὸ καὶ σὺν αὐτοῖς σε, δυσωποῦμεν Κυρίῳ, μὴ παύσῃ ἱκετεύων, ὑπὲρ τῶν σὲ ὑμνούντων.

Θεοτοκίον.

Ὁ τῷ Πατρὶ καὶ Πνεύματι, ὁμοούσιος Λόγος ἑκών, ὤφθη καὶ ἡμῖν ἐκ τῆς Παρθένου σύμμορφος, οὐ φύρας εἰς ἄλληλα, τὰ τῆς φρικτῆς ἑνώσεως· εἷς γὰρ ὁ αὐτὸς ἐν ἀμφοτέροις δείκνυται, ἐν δύο ταῖς οὐσίαις, καὶ μιᾷ ὑποστάσει, δι’ ἧς τῆς ἐμφερείας, τὸν τύπον προσκυνοῦμεν.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

Τὸ ἄγρυπνόν σου ὄμμα καὶ ὑ ψυχή, ταῖς πυκναῖς ὑμνῳδίαις σχολάζουσα, ἀγγελικόν, βίον σοι παρεῖχεν ἐπὶ τῆς γῆς, τὸν τοῦ Κυρίου ἔπαινον, πνεύματι καὶ γλώσσῃ ἀναφωνῶν· διό σε τῶν Ἀγγέλων, σοφὲ ὁ πρωτοστάτης, συνυμνῳδὸν αὐτῷ προσήκατο.

Ἐξέστησαν καὶ ἔθνη τὸ συμπαθές, τῆς πολλῆς σου σοφὲ δεξιώσεως, καὶ τοὺς αὐτῶν, νόμους ἀθετήσαντες ἐμφανῶς, τοὺς ἀκαμπεῖς αὐχένας δε, κλίναντες προσέπεσαν ἐπὶ γῆς· καὶ οὓς θανάτου ξίφος, οὐ πείθει ταπεινοῦσθαι, τούτους ἡ σὴ ἀρετὴ κέκαμφθαι.

Ὡς δῶρα τῷ Κυρίῳ ἐξιλασμοῦ, ἐν ἡμέραις ἁγναῖς προσενήνοχας, τὸ καθαρόν, πνεῦμά σου θεράπον ὄντως Χριστοῦ, πρὸς ἀμοιβὴν τῶν πόνων σου, ἄξιον τὸ πέρας κατειληφώς· τὸν δρόμον γὰρ τελέσας, τῶν θείων σου ἀγώνων, ὑπομονῆς στέφος ἀπείληφας.

Θεοτοκίον.

Συνείληφας Παρθένε τὸν τοῦ Πατρός, ὁμοούσιον Λόγον ἐν Πνεύματι, καὶ ὡς βροτόν, τέτοκας ἀσπόρως μετὰ σαρκός, ἀναλλοιώτως μείναντα, ἕνα τὸν αὐτὸν ὄντα ἐπ’ ἀμφοῖν, οὗ σέβοντες τὸ εἶδος, γεραίροντες τὴν σχέσιν, τὴν τῶν ᾀσμάτων περαιοῦμεν ᾠδήν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου