Κυριακή 5 Μαρτίου 2023

ΜΑΡΤΙΟΣ 14. ΟΣΙΟΣ ΒΕΝΕΔΙΚΤΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΜΑΡΤΙΟΣ ΙΔ΄.

ΒΕΝΕΔΙΚΤΟΣ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Πάτερ Βενέδικτε ἡ σή, κλῆσις προετύπωσε, τὴν ἐσομένην λαμπρότητα, τῆς πολιτείας σου· ὡς γὰρ εὐλογίας, θεϊκῆς γεώργιον, πλουσίως τοὺς καρποὺς τῆς ἀσκήσεως, ἐκαρποφόρησας, δι’ ὧν τρέφεις τὰς ψυχὰς ἡμῶν, τῶν τελούντων, τὴν ἁγίαν μνήμην σου.

 

Πάτερ Βενέδικτε Χριστόν, ἐκ παιδὸς ἠγάπησας, καὶ κοσμικήν περιφάνειαν μισήσας Ὅσιε, χαίρων ἀπεδύσω, πρὸς τοὺς τῆς ἀσκήσεως, ἀγῶνας οὐρανίῳ φρονήματι, καὶ ὤφθης ἄγγελος, μετὰ σώματος μακάριε· διὰ τοῦτο, λαμπρῶς τεθαυμάστωσαι.

 

Πάτερ Βενέδικτε ἡ ση, πολιτεία σκεῦός σε, περιφανέστατον ἔδειξε, θείων ἐλλάμψεων· ὅθεν τῶν ἐν Δύσει, Μοναστῶν πολύφωτος, φωστὴρ καὶ ὁδηγὸς καὶ διδάσκαλος, καὶ τύπος ἄριστος, ἐχρημάτισας τοῖς κρείττοσιν, ἐκπαιδεύων, τούτων τὴν διάνοιαν.

 

Πάτερ Βενέδικτε πλησθείς, δωρεῶν τῆς χάριτος, καὶ δοξασθεὶς θείῳ Πνεύματι, πολλῶν γεγένησαι, αὐτουργὸς θαυμάτων, καὶ ὡς μύστης ἔνθεος, τῶν θείων ἐν Χριστῷ ἀναβάσεων, πληθὺν ὡδήγησας, Μοναστῶν ταῖς ὑποθήκαις σου, πρὸς τὴν δόξαν, τῆς ἄνω λαμπρότητος.

 

Δόξα. Ἦχος δ’.

Ἀνατεθεὶς τῷ Χριστῷ, ἐκ νεαρᾶς ἡλικίας, τὸν κρείττονα βίον ἐπόθησας, ὅλη ψυχὴ καὶ καρδία, θεοφόρε Πάτερ Βενέδικτε· καὶ τὸν Σταυρὸν αὐτοῦ ἀράμενος, τὴν στενὴν καὶ τεθλιμμένην εἵλου ὁδόν, ἢ πρόσκαιρον ἔχειν, ἁμαρτίας ἀπόλαυσιν· πάντα γὰρ ἠρνήσω, ἔξω κόσμου καὶ σαρκὸς βιωσάμενος· ὅθεν ἀξίως ἐδοξάσθης, καὶ μέγας ὤφθης ἐν ἀρεταῖς αἰτούμενος πᾶσι τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.

Μέγας ὡς ἀληθῶς, ἐν τῇ ἀσκήσει ὤφθης, Βενέδικτε τρισμάκαρ· ἐντεῦθεν καὶ μειζόνως παρὰ Θεού δεδόξασαι.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Τύπος περιφανής, καὶ θείος ὑποφήτης, πρὸς ἀρετῶν ὑψώσεις, τῶν μοναζόντων ὤφθης, Βενέδικτε Πατὴρ ἡμῶν.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Βίῳ ἀγγελικῷ, Χριστὸν λαμπρῶς δοξάσας, Βενέδικτε θεόφρον, θαυμάτων παραδόξων, πλουσίαν χάριν εἴληφας.

 

Δόξα. Τριαδικόν.

Τρίφωτε Παντουργέ, ὁμόδοξε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἐλέησον τὸν κόσμον, πρεσβείαις τοῦ Ὁσίου Σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Πάλαι ἡ νομική, καὶ μανναδόχος στάμνος, προγράφει σε Παρθένε· Σὺ γὰρ ζωῆς τὸ μάννα, παρέχεις ταῖς ψυχαῖς ἡμῶν.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Χριστῷ ἐκ νεότητος, ἀκολουθήσας θερμῶς, κανὼν ὤφθης ἄριστος, τῆς ἐναρέτου ζωῆς, Βενέδικτε Ὅσιε· σὺ γὰρ δι’ ἐγκρατείας, δοξασθεὶς οὐρανόθεν, στῦλος φωτὸς ἐδείχθης, Μοναστῶν ταῖς χορείαις, παρέχων, ἑνὶ ἑκάστῳ, Πάτερ τὰ πρόσφορα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Προσόμοια  τοῦ Ὁσίου. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε

Νεύσει, καὶ ἀγάπῃ ἀληθεῖ, κόσμον ἀρνησάμενος Πάτερ, ἐκ βρέφους Ὅσιε, χαίρων ἠκολούθησας, τῷ σταυρωθέντι Χριστῷ, καὶ πολλοῖς ἀγωνίσμασι, τὴν σάρκα νεκρώσας, χάριν τῶν ἰάσεων, πλουσίως ἔλαβες, παύειν ἀσθενείας ποικίλας, καὶ τῆς πονηρίας διώκειν, πνεύματα μεγάλως θαυμαζόμενος.

Κόσμος, γεγονὼς τῶν Μοναστῶν, ἤθροισας ἀνείκαστον πλῆθος, ὑμνεῖν τὸν Κύριον, Ὅσιε Πατὴρ ἡμῶν, καὶ πρὸς οὐράνιον, πάντας τρίβον ὡδήγησας, καλῶς ἑπομένους, θείοις σου διδάγμασι, καὶ μιμουμένους σου, βίον τὸν ἐνάρετον μάκαρ, οὓς καὶ πάλιν ἅμα συνῆξας, ἐν τῇ μεταστάσει σου Βενέδικτε.

Πάλαι, ὡς Ἠλίας ὑετούς, Πάτερ οὐρανόθεν ἐντεύξει, θείᾳ κατήγαγες· βλύζειν δὲ τὸ ἔλαιον, ἄγγος ἐποίησας, καὶ νεκρὸν ἐξανέστησας, καὶ ἄλλα μυρία, θαύματα ἐτέλεσας, εἰς δόξαν Ὅσιε, πάντως τοῦ Θεοῦ καὶ Σωτῆρος· ὅθεν σου τὴν ἔνθεον μνήμην, πόθῳ ἑορτάζομεν Βενέδικτε.

Προσόμοια ἕτερα. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Ὅλην τὴν διάνοιαν, ἀπὸ παιδὸς ἀνατείνας, τῷ Χριστῷ Βενέδικτε, τούτῳ ἠκολούθησας θερμῷ ἔρωτι, καὶ σαρκὸς ἅπασαν, πρόνοιαν μισήσας, ἐν σπηλαίῳ χαίρων ὤκησας, βίον ἀσώματον, Πάτερ ἐν σαρκὶ μετερχόμενος, καὶ τρέπων τὸν ἀόρατον, δράκοντα τοῖς σοῖς ἀριστεύμασιν· ὅθεν ἐπληρώθης, ἐλλάμψεων τῶν θείων ἀληθῶς, καὶ τῶν θαυμάτων τὴν ἄφθονον, δωρεὰν ἐπλούτησας.

 

Ἔλαμψεν ὁ βίος σου, τῶν ἀρετῶν ταῖς ἀκτῖσι, καὶ παθῶν σκοτόμαιναν, Ὅσιε Βενέδικτε διεσκέδασε· φωταυγὴς ὤφθης γάρ, ἥλιος παμμάκαρ, τῆς ἐν πνεύματι ἀσκήσεως, λόγοις καὶ πράξεσι, καὶ ταῖς θαυμασταῖς ἀποδείξεσι, τῆς σοὶ δοθείσης χάριτος, τὰ τῶν Μοναζόντων συστήματα. Ἀπλανὼς ῥυθμίζων, πρὸς τρίβους ἐναρέτου ἀγωγῆς, ὡς ὑποφήτης καὶ πρότυπον, θείας τελειότητος.

 

Θαύματα παράδοξα, ἐπιτελῶν τῷ σῷ λόγῳ, ὡς θεράπων γνήσιος, Ἅγιε Βενέδικτε τοῦ παντάνακτος, Μοναστῶν ἔνθεος, χαρακτὴρ καὶ τύπος, καὶ ἀλείπτης ἐχρημάτισας, πρὸς τελειότητα, ἄγων καὶ παθῶν ἀπονέκρωσιν, ἁγίαις παραινέσεσι, καὶ τῷ τῆς ζωῆς ὑποδείγματι, τὰς τῶν φοιτητῶν σου, ἀγέλας ὡς ποιμὴν ἀληθινός, καὶ μιμητὴς ἀκριβέστατος, τοῦ σὲ θαυμαστώσαντος.

Δόξα. Ἦχος  πλ. β’.

Σήμερον ὑπὲρ ἡλίου αὐγὰς ἐξέλαμψεν, ἡ τοῦ Ὁσίου Βενεδίκτου μνήμη, τὴν Ἐκκλησίαν πυρσεύουσα· δεῦτε οὖν, τῶν ἀρετῶν αὐτοῦ το φῶς ἀγάμενοι, πνευματικῶς ἑορτάσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· χαίροις ὁ κλήσει υπεμφαίνων, τῆς ἐν σοὶ προμηθείας θεϊκῆς, τὰς δαψιλεὶς διαδόσεις· χαίροις τῆς ἰσαγγέλου ζωῆς, μυσταγωγὸς θεοφόρος, καὶ τῆς ἀπαθείας λειμὼν εὐωδέστατος· χαίροις τῶν Μοναστῶν ὑφηγητὴς θεοειδής, ὁ πρακτικῶς βραβεύων, ἑνὶ ἑκάστῳ τὸ λυσιτελές. Καὶ νῦν παμμάκαρ Βενέδικτε, τὰ τῶν καμάτων γέρα κομιζόμενος, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτήν, ἰδιόμελα. Ἦχος α’.

Ὡς ἀστὴρ θεοφανής, τῆς νοητῆς Ἀνατολῆς τὴν ἔλλαμψιν, τοῖς ἐν τῇ Δύσει ἐκλάμπεις, θεοφόρε Βενέδικτε· ὅθεν οἱ μοναστικῶς ζῆν αἱρούμενοι, ἀπλανή σε φωστήρα, καὶ ὁδηγόν, ἐνθεώτατον, κεκτημένοι ἀγάλλονται· καὶ πρὸς κρείττονας ἐπιδόσεις, ταῖς σαῖς ὑποθήκαις μυσταγωγούμενοι, χρεωστικῶς τὴν μνήμην σου ἑορτάζομεν, τῷ Σωτῆρι βοῶντες· Κύριε δόξα σοι.

 

Ἦχος β’.

Τὴν τῶν Ἀγγέλων μιμούμενος πολιτείαν, τῶν θεϊκῶν ἐπλήσθης δωρεῶν, ὡς καθαρὸς τῇ καρδίᾳ, θεοφόρε Βενέδικτε· ὑπερφυῶς γὰρ ἠγωνίσω, εν ἀκροτάτῃ ἡσυχίᾳ, καὶ τῷ Θεῷ ἡνώθης, συντονωτάτῃ προσευχῇ, τῆς σαρκός νεκρώσας τὸ φρόνημα, καὶ θεοειδὴς γενόμενος· ὅθεν πᾶσι μετέδωκας, ὧν ἠξίωσαι ἀγαθῶν, καὶ ἀσκητῶν ὑποτύπωσις ὤφθης, ἐν λόγῳ ἐν ἔργῳ ἐν αναστροφῇ, καὶ σημείων δυνάμεσι, καὶ θαυμάτων ἐνεργείαις· δι’ αὐτῶν γὰρ ἐπαίδευες, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, τοὺς πιστῶς προσιόντας σοι, καὶ τῷ Σωτῆρι βοῶντας· Κύριε δόξα σοι.   

 

 

Ἦχος γ’.

Τίς κατ’ ἀξίαν ὑμνήσει, τῶν ἀσκητικῶν σου καμάτων τὰ τρόπαια, καὶ τῶν ἐπάθλων τὰς δωρεάς, θεοφόρε Βενέδικτε; Πάσης ὑλικῆς γὰρ ἀποστὰς σχέσεως, τοῦ ἀΰλου φωτός, δοχεῖον ὤφθης καθαρώτατον· καὶ τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς, τὰς ἀντιμισθίας ἐκφαίνων, νεκροὺς ὡς ἐξ ὕπνου ἀνέστησας, παρειμένους συνέσφιγξας, καὶ ὑετὸν ἐξ οὐρανοῦ, ὡς Ἠλίας κατήγαγες· καὶ τὰς ψυχικὰς διαθέσεις ὁρῶν, φυτοκόμος ἀρετῶν, ἐν θαυμάτων δυνάμει, ἀνεδείχθης τοῖς βοῶσι· Κύριε δόξα σοι.

 

Ἦχος δ’.

Ἀσκητικῶς πολιτευσάμενος, ἐκ νεαρὰς ἡλικίας θεράπων ὤφθης τοῦ Χριστοῦ, Βενέδικτε Ὅσιε· ἐπιγείου γὰρ πλούτου, τὸν οὐράνιον προτετίμηκας· καὶ ἐν πτωχείᾳ καὶ νεκρώσει τῶν παθῶν, τῆς μὲν ἀπαθεὶς ἠμφιάσω τὴν στολὴν τὴν θεοΰφαντον, τοῦ δὲ ἀρχαίου πτερνιστοῦ τὴν κακίαν, πᾶσαν ἀπεγύμνωσας· πᾶσι δὲ μονασταῖς, τὴν ὁδὸν ὑπέδειξας τὴν σωτήριον, βοῶν πρὸς αὐτούς· Δεῦτε τέκνα, δουλεύσατε τῷ Κυρίῳ, ἐν ὁσιότητι καὶ ἀληθείᾳ ὡς ἂν τῶν αἰωνίων, ἀγαθῶν ἐπιτύχωμεν.

 

Δόξα. Ὁ αὐτός.

Τὸν ἐν Ὁσίοις μέγιστον, Βενέδικτον τὸν θεόφρονα, τὸν ἐν ἀρεταῖς καὶ θαύμασι διαλάμψαντα, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν· τὴν κρείττονα γὰρ τρίβον, ἐκ πρώτης ἡλικίας, νουνεχών ᾑρετίσατο· καὶ ταύτην καλῶς ὁδεύσας, τὰς κατ’ αὐτήν μεθοδείας τοῦ ἐχθροῦ, πᾶσιν ἀπεκάλυψε, τοῖς ἐπιποθοῦσι ἀκολουθῆσαι τῷ Χριστῷ· καὶ τύπον ἡμῖν καταλείψας, ἐναρέτου ἀγωγῆς, τῆς τῶν Ἀσωμάτων συναυλίας ἠξίωται· μεθ’ ὧν καὶ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῶν ἀσκητῶν ἀρχηγός, τῶν ἐν τῇ Δύσει θεοφόρε γενόμενος· τῆς θείας Ἀνατολῆς γάρ, δι’ ἰσαγγέλου ζωῆς, τὰς ἐλλάμψεις Πάτερ κληρωσάμενος, τὸ φῶς τῆς ἀσκήσεως, πολιτείας τῆς κρείττονος, πᾶσιν ἐκλάμπεις, ὡς φωστὴρ οὐρανόφωτος, λύων πάντοτε, τῶν παθῶν τὴν σκοτόμαιναν, βίου δὲ καθαρότητος, τὴν ἄφθονον, καὶ τὰς σεπτὰς ἀναβάσεις, μυσταγωγῶν τοὺς θεόφρονας, Χριστῷ δὲ πρεσβεύων, ἱλασμὸν ἡμῖν δοθῆναι, σοφὲ Βενέδικτε.

 

 

 

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ ἐκ παιδὸς τῷ Χριστῷ, ὅλη καρδία καὶ ψυχῆς καθαρότητι, καὶ πίστει τελειοτάτη, καθιερώσας σαυτόν, ταπεινώσει θείᾳ σεμνυνόμενος· ἐντεῦθεν ὡς ἄσαρκος, τὴν ζωήν σου διήνυσας, καὶ μοναζόντων, ὑποφήτης θεόσοφος, ἐχρημάτισας, ἀρετῶν πρὸς ἐπίδοσιν, λόγῳ μὲν τὴν διάνοιαν, πρὸς θείαν ἀγάπησιν, ἔργῳ δὲ τούτων τὸν βίον, ἄγων πρὸς θείαν τελείωσιν, Βενέδικτε Πάτερ, καὶ αἰτούμενος τοῖς πᾶσι, τὸ θεῖον ἔλεος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Βίον ἀγγελικὸν ὑπελθών, ἄγγελος ὤφθης μετὰ σώματος Ὅσιε, καὶ πλήρης θείων χαρίτων, καὶ πάσῃ γῇ θαυμαστός, παραδόξοις ἔργοις δοξαζόμενος· νεκροὺς γὰρ ἀνέστησας, ζωηφόρῳ ἐντεύξει σου, ὄμβρον εὐχή σου οὐρανόθεν κατήγαγες, καὶ τὰ πόῤῥωθεν, ὡς παρόντα προείρηκας· στῦλος δὲ παμφαέστατος, καὶ θεῖος διδάσκαλος, καὶ θεοφόρος ἀλείπτης, τῶν μοναζόντων γεγένησαι, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα έλεος.

 

Δόξα. Ἦχος πλ. δ’.

Τὴν φερώνυμον κλῆσίν σου, ἐπαληθεύουσαν ἔδειξας, τῇ ἰσαγγέλῳ ζωῇ σου, θεοφόρε Βενέδικτε· εὐλογίας γὰρ καρπούς, ὡς δένδρον ἀειθαλὲς τῆς ἀσκήσεως, τοῖς Μονασταῖς ἐκαρποφόρησας, ὡς δεδεγμένος ἄνωθεν τὸ χάρισμα· ἐξ ὧν μετέχοντες νοερῶς, τῶν παθῶν τὴν πικρίαν ἐκκρουόμεθα· καὶ τὴν σὴν παγγέραστον τελοῦντες μνήμην, Χριστὸν δοξάζομεν Πάτερ, τὸν θαυμαστῶς σε δοξάσαντα.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

    Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Χριστῷ ἐκ νεότητος, ἀκολουθήσας θερμῶς, κανὼν ὤφθης ἄριστος, τῆς ἐναρέτου ζωῆς, Βενέδικτε Ὅσιε· σὺ γὰρ δι’ ἐγκρατείας, δοξασθεὶς οὐρανόθεν, στῦλος φωτὸς ἐδείχθης, Μοναστῶν ταῖς χορείαις, παρέχων, ἑνὶ ἑκάστῳ, Πάτερ τὰ πρόσφορα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.

Ἐκ παίδων τῷ Θεῷ, ἀνετέθης θεόφρον, μισήσας τῆς σαρκός, ἡδυπάθειαν πᾶσαν, καὶ ἤσκησας ὡς ἄσαρκος, θεοφόρε Βενέδικτε· ὅθεν γέγονας, τῶν Μοναστῶν ποδηγέτης, ὡς τῆς χάριτος, εἰσδεδεγμένος τὸν πλοῦτον· διό σε γεραίρομεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐτέχθη ὑπὲρ νοῦν, ἐξ ἁγνῶν σου αἱμάτων, ὁ πάντων συνοχεύς, τὸν Ἀδὰμ ἀναπλάττων, καὶ μείνας ὅπερ πέφυκε, καὶ Παρθένον τηρήσας σε· Ὃν ἱκέτευε, ἐκ πάσης ῥύεσθαι βλάβης, τοὺς ὑμνοῦντάς σε, θεοχαρίτωτε Κόρη, βροτῶν καταφύγιον.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Μοναστῶν ὑπογραμμός, καὶ ἀσκητῶν ὑφηγητής, ἀνεδείχθης ἀληθῶς, τῇ ἰσαγγέλῳ σου ζωῇ, καὶ τῶν θαυμάτων ἐκομίσω τὴν δύναμιν· ἔνθεν ἱερά, φροντιστήρια, ἤγειρας σοφέ, Θεοῦ εἰς αἴνεσιν, ἐν οἷς ψυχῶν νεουργεῖται κατάστασις, καὶ σωτηρία αἰώνιος, τῶν πειθαρχούντων, τοῖς σοῖς κανόσι, θεοφόρε Βενέδικτε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἀπειράνδρως τὸν Χριστόν, κυοφορήσασα ἁγνή, τὴν φθαρεῖσαν τῶν βροτῶν, τῇ παραβάσει τῇ πικρᾷ, φύσιν ἐκαίνισας Κόρη τῷ τοκετῷ σου· ὅθεν πηγήν, τῆς ἀναπλάσεως, καὶ ῥίζαν τῆς ἡμῶν, ἀνακαινίσεως, ὑμνολογοῦμεν φωναῖς εὐχαρίστοις σε, καὶ ἐκβοῶμέν σοι ἄχραντε· Μὴ διαλίπης, ἀεὶ παρέχειν, ἡμῖν πᾶσι βοήθειαν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἀσκήσει κατέβαλες, τὰς τοῦ ἐχθροῦ μηχανάς, καὶ θαύμασιν ἔδειξας, τοῦ Παρακλήτου ἐν σοί, τὴν χάριν τὴν ἄφθονον· ἴθυνας μοναζόντων, τοὺς χοροὺς θεοφρόνως, πράξεσιν ἐναρέτοις, καὶ σοφαῖς ὑποθήκαις· διό σε μακαρίζομεν, Βενέδικτε Ὅσιε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ βρότειον φύραμα, ἐκ τῆς σαρκός σου ἁγνή, ὁ Λόγος ὁ σύνθρονος, τοῦ Προανάρχου Πατρός, λαβὼν ὡς ηὐδόκησεν, ὤφθη διπλοὺς τῷ κόσμῳ, ἐν μιᾷ ὑποστάσει, καὶ ἔλυσε τοῦ θανάτου, τὴν πικρὰν τυραννίδα· διὸ Θεογεννήτορ, ὑμνούμεν τὴν δόξαν σου.

 

Τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον ὁσιακόν.

Ὀ Ν’ ψαλμός.

 

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχ. πλ. β’. Στ.:  Ἐλέησόν με ὁ Θεός…

Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ, τὴν ψυχὴν τετρωμένος, τὴν τρίβον τῆς ζωῆς ἀκλινῶς ἐβάδισας Ὅσιε· καὶ ἐν ἀσκήσει καρτερόφρων φανείς, μοναστικῆς πολιτείας, ἐμυήθης τοὺς ὅρους, καὶ δι’ αὐτῶν σοφῶς ἐῤῥύθμισας, τοὺς ἑπομένους τῷ βίῳ σου. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ὕμνον προσάξω ταῷ σοφῷ Βενεδίκτῳ. Ἰωσήφ.

ᾨδὴ α', τοῦ Ὁσίου. Ἦχος β΄. Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα

μνολογεῖν, τὴν ἀξιέπαινον μνήμην σου, προαιρουμένῳ Ὅσιε, χάριν δοθῆναί μοι, Βενέδικτε δυσώπει, καὶ πάντων ἐπταισμένων τὴν ἀπολύτρωσιν.

Μοναδικῶς, τὸν σὸν ἐκ βρέφους ἀράμενος, σταυρὸν κατηκολούθησας τῷ Παντοκράτορι, καὶ νεκρώσας τὴν σάρκα, ζωῆς κατηξιώθης μακαριώτατε.

Νόμῳ Θεοῦ, ὑποκλιθεὶς παμμακάριστε, τὰ τῶν παθῶν σκιρτήματα ἐναπεμάρανας, ἐγκρατείας ἱδρῶσι, καὶ τὴν τῆς ἀπαθείας χάριν ἐπλούτησας.

Θεοτοκίον

Οἱ διὰ σοῦ, τὴν ἀφθαρσίαν πλουτήσαντες, Θεοκυῆτορ πάναγνε· Χαῖρε βοῶμέν σοι ἡ Κεχαριτωμένη, Ὁσίων καὶ Δικαίων τὸ ἐγκαλλώπισμα.

ᾨδὴ γ', τοῦ Ὁσίου. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε

Ναμάτων ζωτικῶν τοῦ θείου Πνεύματος, πλησθεῖσα Βενέδικτε ἡ ψυχή σου, ποταμοὺς θαυμάτων ἔβλυσε, νοσημάτων ξηραίνοντας ἐπήρειαν.

Πρὸς πλάτος Παραδείσου κατεσκήνωσας, παμμάκαρ ὁδεύσας, στενὴν τὴν τρίβον, καὶ δαιμόνων πανουργεύματα, καὶ πορείας ἀτάκτους ἀπεστένωσας.

οαῖς σου τῶν δακρύων ἀρδευόμενος, ὡς δένδρον Βενέδικτε καρποφόρον, εὐκαρπίαν θείαν ἤνεγκας, ἀρετῶν καὶ θαυμάτων θείᾳ χάριτι.

Θεοτοκίον

μόνος ἀγαθὸς τὴν σὴν σαρκούμενος, ὑπέδυ παναμώμητε γαστέρα, καὶ βροτὸς ὡράθη τέλειος, ἱκέτευε σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

 

 

Κάθισμα. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος

Μονάσας θεαρέστως, ἐναρέτως ἐβίωσας, καὶ χάριν ἰαμάτων, ἐκομίσω Βενέδικτε, θαυμάσια τελέσας φοβερά, Μονὴν δὲ συγκροτήσας ἱεράν, προσενήνοχας Κυρίῳ τῶν σῳζομένων πληθὺν παναοίδιμε· δόξα τῷ σὲ λαμπρύναντι Θεῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι, προτείνουσα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ τῶν κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

ᾨδὴ δ', τοῦ Ὁσίου. Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε

Σταυρώσας, σεαυτὸν τοῖς πάθεσι, καὶ τῷ κόσμῳ θεόφρον Πάτερ, τὸν ἐν Σταυρῷ τείναντα ἐθελουσίως τὰς παλάμας Χριστόν, ἐθεράπευσας Βενέδικτε, Ὃν ἐκδυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.

γῶσιν, ἐγκρατείας Ὅσιε, τῆς σαρκὸς νεκρώσας τὰ μέλη, νεκροὺς εὐχῇ ἤγειρας, καὶ παρειμένοις εὐδρομίαν πιστῶς, θαυμαζόμενος ἀπένειμας, καὶ πᾶσαν νόσον Πάτερ ἐθεράπευσας.

Ξηράς τε, καὶ ἀνίκους Ὅσιε, ἀπειργάσω ψυχὰς γονίμους, τῷ ζωτικῷ λόγῳ σου, καὶ τῶν θαυμάτων ἐπιδείξει, ποιμὴν θεοπρόβλητος γενόμενος, καὶ μοναζόντων κόσμος ὡραιότατος.

Θεοτοκίον

ς ὄμβρος ἐπὶ πόκον Ἄχραντε, τῇ σεπτῇ σου γαστρὶ ὁ Λόγος, κατῆλθε σαρκούμενος, καὶ ἔπαυσε πολυθεΐας σαφῶς, τὰ ὀμβρήματα πανάμωμε, καὶ τὸν πικρὸν χειμῶνα διεσκέδασεν.

ᾨδὴ ε', τοῦ Ὁσίου. Ὁ τοῦ φωτὸς χορηγός

Τὸν ἐν ἐλέει Θεόν, ἐκδυσωπῶν Πάτερ σοφὲ ἔπλησας, ὡς Ἠλιοὺ καμψάκην ἐλαίου, τὸ ἄγγος τὸ μέγα, ὑπὸ τῶν ὁρώντων πιστῶς θαυμαζόμενος.

ς καθαρὸς τὴν ψυχήν, σὺ ἐν ἐκστάσει γεγονὼς ἔβλεψας, πᾶσαν τὴν γῆν, ὡς ὑπὸ ἀκτῖνα, λαμπομένην μίαν, Θεοῦ σε τιμῶντος, παμμάκαρ Βενέδικτε.

Σημειουργῶν ἐν Χριστῷ, ὕδωρ πηγάσαι δι' εὐχῆς Ὅσιε, ἐκδυσωπεῖς τὸν ἀγαθοδότην, ὅπερ διαμένει, ἐπανακηρύττων, τὸ θαῦμα Βενέδικτε.

Θεοτοκίον

κατοικῶν οὐρανούς, τὴν σὴν πανάμωμον νηδὺν ᾤκησεν, ὅπως ἡμᾶς, οἴκους τῆς Τριάδος ἐναποτελέσῃ, τοὺς σὲ Θεοτόκον, κηρύττοντας Ἄχραντε.

 

ᾨδὴ ς', τοῦ Ὁσίου. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος

Φωταυγείαις λαμπόμενος Πνεύματος, σκότος πονηρῶν τῶν δαιμόνων ἐμείωσας, θαυματουργὲ Βενέδικτε, μοναζόντων φωστὴρ διαυγέστατε.

ς περίδοξος μάκαρ ὁ βίος σου, ὡς περιφανὴς ἡ σεπτὴ πολιτεία σου, δι' ἧς ἀγέλας εἵλκυσας, Μοναζόντων πρὸς γνῶσιν σωτήριον.

Βασιλείας οἰκήτωρ γενόμενος, τῆς ἐπουρανίου θεόφρον Βενέδικτε, ταύτης τυχεῖν ἱκέτευε, τοὺς πιστῶς σε ἀεὶ μακαρίζοντας.

Θεοτοκίον

κ γαστρός σου ἁγίας ἀνέτειλε, τῆς δικαιοσύνης ἀνέσπερος Ἥλιος, καὶ τοὺς πιστοὺς ἐφώτισε, Θεοτόκε Παρθένε πανύμνητε.

 

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Ἀνατολῆς τῆς νοητῆς φωστὴρ γενόμενος, τῶν ἐν τῇ Δύσει Μοναστῶν ὤφθης διδάσκαλος, διά βίου τε καὶ λόγου τούτους παιδεύων. Ἀλλ᾽ ἱδρῶσι τῶν λαμπρῶν κατορθωμάτων σου, τῶν παθῶν ἡμῶν τὸν ῥύπον ἀποκάθαρον, τῶν βοώντων σοι· χαίροις Πάτερ Βενέδικτε.

Ὁ Οἶκος.

Ἄγγελος σαρκοφόρος, ἀνεδείχθης ἐν κόσμῳ, Βενέδικτε Ὁσίων ἀκρότης, καὶ τῆς ἰσαγγέλου βιοτῆς, ὑφηγητὴς ὤφθης θεοειδέστατος, ἰθύνων ἀσφαλέστατα, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαίρε, φωστὴρ βιοτῆς ὁσίας,

χαῖρε, λειμὼν ὁ τῆς ἀπαθείας.

Χαῖρε, τῆς Νουρσίας τὸ ἔνθεον βλάστημα,

χαῖρε, ἐγκρατείας τὸ ἔμπνουν παράδειγμα.

Χαῖρε, στῦλος οὐρανόφωτος τῆς ἀσκητικῆς ζωῆς,

χαῖρε, τύπος θεοτύπωτος συντονίας πρακτικῆς.

Χαῖρε, ὅτι ὑπάρχεις μοναστῶν ποδηγέτης,

χαῖρε, ὅτι τυγχάνεις ἀσκητῶν ὑποφήτης.

Χαῖρε, κανὼν σεπτῶν ἀναβάσεων,

χαῖρε, λαμπτὴρ ἀΰλων ἐλλάμψεων.

Χαῖρε, πολλῶν αὐτουργὲ θαυμασίων,

χαῖρε, πυρσὲ δωρεῶν οὐρανίων

Χαῖροις Πάτερ Βενέδικτε.

 

 

Συναξάριον.

Τῇ ΙΔ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Βενεδίκτου ἐκ Νουρσίας

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

ᾨδὴ ζ', τοῦ Ὁσίου. Ῥήτορες ἀνεδείχθησαν Παῖδες

Νέκρωσιν ζωηφόρον ἐκτήσω, τῶν ἡδονῶν τῇ ἀποχῇ· ὅθεν νεκροὺς ἐξεγείρειν, κατηξιώθης παμμάκαρ Βενέδικτε, θαυμαζόμενος ὑπὸ πάντων, τῶν πιστῶν, ὡς Ἠλιοὺ ὁ μέγας.

Εἰργάσω τοῖς ὁσίοις σου πόνοις, μάνδραν ἀπείρων μοναστῶν, ἥτις ἀεὶ διαμένει, τειχιζομένη ταῖς προστασίαις σου, ἀξιάγαστε πειθομένη, τοῖς καλῶς ὑπὸ σοῦ τυπωθεῖσι.

Δόξαντες θανατῶσαι ἀφρόνως, μάκαρ φαρμάκοις πονηροῖς, σὲ τὸν φρουρούμενον θείᾳ τοῦ Παντουργοῦ παλάμῃ, οἱ ἄφρονες κατῃσχύνθησαν, φωραθέντες τῇ ἐν σοί, τοῦ Πνεύματος προγνώσει.

Θεοτοκίον

ασαι τῆς ψυχῆς μου τὰ πάθη, τῆς ἀπαθείας τὴν πηγήν, ἡ συλλαβοῦσα Παρθένε, καὶ κατανύξεως ὄμβρους παράσχου μοι, προξενοῦντάς μοι τὴν παράκλησιν ἐκεῖ, ἁγία Θεοτόκε.

ᾨδὴ η', τοῦ Ὁσίου. ς Τὸν ἐν καμίνῳ τοῦ πυρός

Κατὰ παθῶν φθοροποιῶν, βασιλεύσας ἐν Χριστῷ θεόφρον Πάτερ, οὐρανῶν Βασιλείαν, κατηξιώθης οἰκεῖν, σὺν πᾶσι τοῖς καλῶς βιώσασι, καὶ τὸν παντεπόπτην, Θεὸν ἠγαπηκόσι.

Τὰς σὰς ἁγίας προσευχάς, προσδεχόμενος Θεὸς τοῖς ἐνδεέσι, διὰ σοῦ ἐχορήγει, τὰς πρὸς τὸ ζῆν ἀφορμάς, μεγάλως ἐπὶ γῆς δοξάζων σε, ταῖς θαυματουργίαις, Βενέδικτε τρισμάκαρ.

ραιωθεὶς ταῖς καλλοναῖς, τῶν ἐνθέων ἀρετῶν, πρὸς τοὺς ὡραίους μετετέθης νυμφῶνας, Πάτερ συνεῖναι Θεῷ καὶ τούτου θείας ὡραιότητος, εἰς τοὺς ἀπεράντους, αἰῶνας ἀπολαύειν.

Θεοτοκίον

δοὺ γεγέννηται ἐκ σοῦ, Ἡσαΐας ὡς βοᾷ Ἁγνή, Παιδίον, ὁ Υἱὸς τοῦ Ὑψίστου, καὶ σὸς ὁρᾶται Υἱός, Παρθένε, υἱοὺς ἐργαζόμενος, τοῦ ἐπουρανίου Πατρός, τοὺς σὲ ὑμνοῦντας.

 

ᾨδὴ θ', τοῦ Ὁσίου. Ὁ Εἱρμός Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

φθης ὡς ἥλιος μέγας, καταυγάζων τὴν κτίσιν, σημείοις θεοφόρε φοβεροῖς, καὶ ἀρετῶν ἀναλάμψεσι· διὰ τοῦτο τελοῦμεν, τὴν μνήμην σου τὴν ὄντως φωταυγῆ, φωτιζόμενοι Πάτερ, καρδίας αἰσθητήρια.

Σὲ μοναζόντων ἀγέλαι, ὑπὸ σοῦ κροτηθεῖσαι, ἡμέρας εὐφημοῦσι καὶ νυκτός, μέσον τὸ σῶμά σου ἔχοντες, ἀναβλύζον πλουσίως, θαυμάτων ποταμούς, Πάτερ σοφὲ καὶ φωτίζον τὰ τούτων, ἀπαύστως διαβήματα.

λιακῶν λαμπηδόνων ὑπερήστραψας Πάτερ, τελέσας τοῦ Θεοῦ τὰς ἐντολάς, καὶ πρὸς τὸ φῶς τὸ ἀνέσπερον μετετέθης πρεσβεύων, δοθῆναι ἱλασμὸν ἁμαρτιῶν, τοῖς πιστῶς σε τιμῶσιν, ἀοίδιμε Βενέδικτε.

Θεοτοκίον

Φωτοκυῆτορ Παρθένε, τῆς ψυχῆς μου τὰ νέφη, ἀπέλασον καὶ δίδου καθαρῶς, προσενοπτρίζεσθαι Δέσποινα, τὸ σωτήριον κάλλος, τοῦ λάμψαντος ἀῤῥήτως, ἐκ τῆς σῆς παναγίας νηδύος, εἰς φῶς Ἐθνῶν πανύμνητε.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τοῦ κόσμου τὴν τερπνότητα, ἀπὸ παιδὸς ἐμίσησας, καὶ τὴν εὐπάθειαν πᾶσαν, ἀπαρνησάμενος Πάτερ, εἰς ἔρημον κατώκησας, ἀσκήσει καθαιρόμενος· ὅθεν τοῦ θείου Πνεύματος, τῶν χαρισμάτων ἐπλήσθης, Βενέδικτε θεοφόρε.

Θεοτοκίον

Τὸν Ποιητὴν τῆς κτίσεως, ὑπερφυῶς κυήσασα, σωματικῶς Θεοτόκε, δίχα τροπῆς ὥσπερ οἶδε, προστάτις καὶ προσφύγιον, καὶ μέγα ἱλαστήριον, παντὸς τοῦ κόσμου πέφηνας· διὸ πρός σε πάσῃ ὥρᾳ, προστρέχομεν ὁλοψύχως.

 

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ’. Ὢ τοῦ παραδόξου θαύματος!

Ὅσιε Πάτερ Βενέδικτε, ἔρωτι θείῳ τρωθείς, ἐκ παιδὸς χαίρων πέφευγας, πᾶσαν ἡδυπάθειαν, τῶν φθαρτῶν οἷα πρόσκαιρον, καὶ τῷ Σωτῆρι κατηκολούθησας, σαυτὸν τελείως ἀπαρνησάμενος· ὢ τῶν ἀγώνων σου! ὅτι ὥσπερ ἄσαρκος μετὰ σαρκός, ἤνυσας στεῤῥότατα, βίον οὐράνιον.

 

Ὅσιε Πάτερ Βενέδικτε, καταυγασθεὶς τὴν ψυχήν, τῇ ἐλλάμψει τοῦ Πνεύματος, ἀσκητῶν διδάσκαλος, θεοδίδακτος πέφηνας, τούτων παιδεύων σοφῶς τὸ φρόνημα, πρὸς τὸ βραβεῖον τῆς άνω κλήσεως· ὅθεν συνόμιλος, Ἀσωμάτων γέγονας, τὰς ἀμοιβάς, δαψιλῶς δεχόμενος, τῆς σῆς ασκήσεως.

 

Πάτερ θεόφρων Βενέδικτε, τὴν τῶν θαυμάτων ἰσχύν, ἐκ Θεοῦ κομισάμενος, ὡς θεράπων γνήσιος, τῆς αὐτοῦ ἀγαθότητος, νεκροὺς καθάπερ ὑπνοῦντας ἤγειρας, καὶ παρειμένους λόγῳ ἡγίασας· ὢ τῆς πλουσίας σου, δόξης και λαμπρότητος! δι’ ἧς ἐν γῇ, πάσῃ περιβόητος, ὤφθης μακάριε.

 

Πάτερ Πατέρων Βενέδικτε, οἶκος Θεοῦ γεγονῶς, καὶ δοχεῖον ὑπέρτιμον, θεϊκῆς χρηστότητος, τῇ λαμπρᾷ πολιτείᾳ σου, πλεῖστα σεμνεῖα ψυχῶν ἀνήγειρας, καὶ μοναζόντων χορούς συνήθροισας· ὅθεν τὴν μνήμην σου, τὴν σεπτήν γεραίροντες, πρὸς τὸν Χριστόν, πρέσβυν σε θερμότατον, νῦν προβαλλόμεθα.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. δ’.

Τῶν ἀρετῶν τῷ φέγγει, ὥσπερ ἥλιος ἐξέλαμψας, ἐν τῇ ἀσκήσει Ὅσιε· τὰ γὰρ πάθη τῆς σαρκός, περιουσία σοφίας, καὶ ἐγκρατείας ἱδρῶσιν, οἷα ζόφον ἀπεβάλου, καὶ τῷ φωτὶ τοῦ θείου νόμου, τὸ σὸν κατεύθυνας θέλημα. Καὶ νῦν παμμάκαρ Βενέδικτε, τῶν καμάτων τὰ γέρα κομιζόμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ μονήρους βίου, ὑποτύπωσις καὶ κανών· χαίροις θεοφόρε, Βενέδικτε τρισμάκαρ, ἡμῶν πρὸς τὸν Δεσπότην, πρέσβυς ἀκοίμητος.

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου