Κυριακή 5 Μαρτίου 2023

ΜΑΡΤΙΟΣ 29. ΑΓΙΟΣ ΔΙΑΔΟΧΟΣ ΦΩΤΙΚΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΜΑΡΤΙΟΣ ΚΘ΄.

ΔΙΑΔΟΧΟΣ ΦΩΤΙΚΗΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Φωτιστήν σε ὑπέρλαμπρον, τὴν λυχνίαν κατέχοντα, τῆς σεπτῆς καὶ θείας διδασκαλίας σου, ἀνευφημοῦμεν Διάδοχε, καὶ πόθῳ προστρέχομεν, φωτισμὸν ζωοποιόν, ἀπολαῦσαι τῶν λόγων σου, ἱκετεύοντες∙ τὸν Χριστὸν δυσωπῶν μή παύσῃ, Πάτερ, ὑπὲρ πάντων τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Τῆς εὐχῆς μύστην ἔμπειρον, καὶ ψυχῶν ἀκριβέστατον, καθορῶμεν γνώστην καὶ ἀντιλήπτορα, τὸν θεηγόρον Διάδοχον, Ἠπείρου τὸ καύχημα, Φωτικῆς τὸν ἀρωγὸν, παρθενίας ἀγλάϊσμα· ὅθεν σήμερον, ἡ σεπτὴ Ἐκκλησία ἀνακράζει, εὐφημοῦσα γηθοσύνως, τὴν νοεράν αὐτοῦ ἄθλησιν.

 

Μῦρον θεῖον προχέεται, Ἀρχιθύτα Διάδοχε, ἐξ ἐνθέων λόγων σου πλῆρες χάριτος, τοῖς εὐλαβῶς ἐντυγχάνουσι, σεπτοῖς σου συγγράμμασι, καὶ ψυχῆς τὸ ζοφερόν, καὶ δυσῶδες ἐλαύνεται· διὸ σήμερον, εὐχαρίστοις ᾠδαῖς σὲ ἀνυμνοῦμεν, διδασκάλων ἡ ἀκρότης, τῶν μοναζόντων εὐπρέπεια.

 

Δόξα. Ἦχος πλ. α΄.

Σήμερον τῶν φιλοθέων οἱ δῆμοι, πανηγυρίζουσι καὶ φαιδρύνονται, τὴν μνήμην ἐκτελοῦντες τοῦ θεοφόρου Διαδόχου. Οὗτος γὰρ τῶν φθειρομένων ὑπεριδών, νοῦν ἐπτέρωσε πρὸς τὰ ἐπουράνια, καὶ τὸν θεῖον θησαυρόν τῶν ἀρετῶν ἐπεπόθησεν συλῆσαι∙ ὅθεν ἔσπευσε δρομαῖος Χριστῷ, καὶ τῶν θεαρέστων ἐντολῶν, ἐργάτης δόκιμος ἐφάνη. Τῇ νοερᾷ δὲ προσευχῇ θερμανθεὶς τὴν καρδίαν, ἐκολλήθη Ἰησοῦ, ἁρπαγεὶς τῷ θείῳ πόθῳ, καὶ τῇ αἴγλῃ φωτισθεὶς δωρεῶν ὑπερκοσμίων, αὐγὰς τοῦ θείου φωτισμοῦ, ταῖς καρδίαις ἐκπέμπει τῶν αὐτοῦ τὰς διδαχάς μελετώντων καὶ  βοώντων∙ Διάδοχε θεσπέσιε, διδάσκαλε μακάριε, ἱκετεύομεν μὴ παύσῃ, τῷ Κυρίῳ παρεδρεύων τὰς πρεσβείας σου προσάγειν ὑπὲρ τῶν τιμώντων σε.

 

 

 

 

Καί νῦν. Θεοτοκίον.

 Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου παντός, ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς Θεότητος, καὶ ἄφλεκτος ἔμεινας, ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διό σε δοξάζομεν· διὰ σοῦ γὰρ γέγονεν, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.

Ὅσιε Πάτερ Διάδοχε, διὰ Χριστὸν ἀληθῶς, τῆς φιλίας ἠλόγησας, τῆς τοῦ κόσμου πάνσοφε, ταπεινώσει κοσμούμενος, καὶ τῷ Δεσπότῃ κατηκολούθησας, πολλούς ἱδρῶτας καταβαλλόμενος· ὅθεν ἐπέτυχες, μαργαρίτην κτήσασθαι τὸν Ἰησοῦν, δόντα ἀνεκλάλητον, χαράν σοι, ἔνδοξε.

 

Νύκτα καὶ ἡμέραν Ὅσιε, διηνεκῶς μελετῶν, τοῦ Κυρίου τὸ ὄνομα, πάθη ἐξωλόθρευσας, τὴν καρδίαν καθάρας σου, καὶ δόξης θείας μύστης γενόμενος, πᾶσι διδάσκεις, ὁδὸν θεώσεως, καὶ ὑποτύπωσιν, νέμεις διδαγμάτων σου ταῖς συγγραφαῖς, θείων κεφαλαίων σου, σοφὲ Διάδοχε.

 

Ὥσπερ κιθάρα γλυκύφθογγος, ἡ διαυγὴς σου ψυχή, ἐπιπνοίᾳ τοῦ Πνεύματος, μέλος ἐναρμόνιον, διδαχῶν ἐμελούργησεν, καὶ τοῖς ἐν σκότει τῶν παραπτώσεων, καὶ ἀκηδίᾳ, οὖσι καὶ θλίψεσιν, ὡς παραμύθιον, θεῖον ἐμελώδησε καὶ πρὸς φαιδράν, ἐργασίαν ἤγειρε, τῶν ἐντολῶν τοῦ Χριστοῦ.

 

Δόξα Ἦχος πλ. β΄.

Ὅσιε Πάτερ θεοφόρε Διάδοχε, ἐκδημήσας ἀσμένως, πάντων τῶν ὡραίων τοῦ βίου, πυλωρούς ἔθου τῆς ψυχῆς σου τὰς θεοποιοὺς ἀρετάς. Καὶ τῇ πανοπλίᾳ τοῦ ἁγίου φωτὸς, πάσας διέκοψας τὰς σκοτεινὰς τῶν δαιμόνων φάλαγγας· πτωχὸς δέ καὶ πένης γενόμενος, τῇ ἀπείρῳ ταπεινώσει, χάρισμα θεολογίας ὁ φιλάγαθος Δεσπότης ἐδωρήσατό σοι, ὅ καὶ πᾶσι τοῖς διψῶσι τὴν ζωὴν, φιλοτίμως μετέδωκας· διὸ ἱκετεύομέν σε, ἀρχιθύτα θεόφρον, τῷ Κυρίῳ μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύειν, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχάς ἡμῶν.

 

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

Δεῦτε πάντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν Παναγίαν Παρθένον, καὶ Θεοτόκον ἀνευφημήσωμεν, τῆς ἀνθρωπίνης οὐσίας τὸ χωνευτήριον, τῶν ἀποῤῥήτων θαυμάτων τὸ ἐργαστήριον· ἐν αὐτῇ γὰρ γέγονε καινά, ὁ Ἄναρχος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Θεὸς ἄνθρωπος γίνεται, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, οὐ τροπῇ τῶν φύσεων, ἀλλ' ἑνώσει τῇ καθ' ὑπόστασιν· προέρχεται γὰρ εἷς ἐκ δύο τῶν ἐναντίων, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἀδιαιρέτως γνωριζόμενος, θεληματικῶς τε καὶ ἐνεργητικῶς, καθ' ἑκατέραν οὐσίαν, ὁ αὐτός τὸ ἀληθὲς πιστούμενος, τῆς σωτηρίου οἰκονομίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ παρέχων τῷ κόσμῳ ἱλασμόν, εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Διαδοχικαῖς ἐμφάσεις τὸν νοῦν ἐλλαμπόμενος, καὶ μαρμαρυγαῖς θεοσδότοις, τὴν ψυχήν καθαιρόμενος. Διάδοχε Πατέρων καλλονὴ, Ἠπείρου σεμνολόγημα σεπτὸν, ἱσαγγέλου πολιτείας μυσταγωγὸς, ἐδείχθης καὶ διδάσκαλος. Ὅθεν εἰς κορυφὴν χοροβατῶν, νήψεως παμμακάριστε, πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ, φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καί νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Σοφίας ἀψευδοῦς, ἐμπλησθεὶς θεοφόρε, Διάδοχε φωστήρ, μοναζόντων ἐδείχθης, καὶ θεῖος διδάσκαλος, τοῖς σοφοῖς σου συγγράμμασι, ὑποφήτης τε, τῶν τοῦ Θεοῦ Μυστηρίων, κληρουχίας δέ, τῆς οὐρανίου πολίτης, καὶ πρέσβυς πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μητέρα τοῦ Θεοῦ, καὶ πιστῶν προστασίαν, γινώσκομεν πιστοὶ, τὴν Παρθένον Μαρίαν, καὶ πάσης τῆς κτίσεως, ὑπερτέραν ὑπάρχουσαν, πλατυτέραν τε, τῶν οὐρανῶν θεωροῦμεν, καὶ ὑπέρμαχον, κατὰ δαιμόνων ὁρῶμεν, καὶ πάντων βοήθειαν.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Φωτικῆς τὸν φωστῆρα τὸν φαεινὸν, Ἀποστόλων διάδοχον ἱερὸν, τὸν μέγαν Διάδοχον, τὸν ἐπίγειον Ἄγγελον, τῶν διδασκάλων καύχημα, Ἀγγέλων συνόμιλον, καὶ Ἐκκλησίας πάσης λαμπρὸν ἐγκαλλώπισμα, θείας δὲ ἀγάπης κοινωνόν γεννηθέντα, τοῖς ὕμνοις γεραίρομεν, καὶ τοῖς ἄνθεσι στέφομεν, ἐγκωμίων κραυγάζοντες· ἱκέτευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἐν πόθῳ, τὴν μνήμην σου, Ὅσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν ὑπέρλαμπρον στάμνον καὶ καθαράν, τὴν τὸ μάνα διδοῦσαν τὸ ζωηρὸν, τῷ κόσμῳ καὶ ῥάβδον τε, Ἀαρών τὴν βλαστήσασαν, τὴν ὑπέρφωτον ὄντως λυχνίαν καὶ πάγχρυσον, τὴν παρέχουσαν πᾶσι τὸ φῶς τὸ ἀπρόσιτον, τὴν λυτρωσαμένην, τῶν ἀνθρώπων τὸ γένος, φθορᾶς καὶ θανάτου τε, τὴν Πανάχραντον Δέσποιναν, ἀσιγήτως ὑμνήσωμεν, βοῶντες πρὸς Αὐτήν ἐκτενῶς· μή  παρίδῃς τέκνα Σου πανάμωμε, προσβολαῖς τοῦ Βελίαρ, δεινῶς κινδυνεύοντα.

 

Μετά τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἑορτάζει χαίρουσα ἡ Ἐκκλησία, τὴν λαμπρὰν καὶ πάντιμον, τοῦ Διαδόχου ἑορτήν, πανηγυρίζουσα σήμερον, καὶ ἐκζητοῦσα, αὐτοῦ τὴν ἀντίληψιν.

Δόξα. Καί νῦν. Θεοτοκίον.

Θεοτόκε ἄσπιλε εὐλογημένη, παῤῥησίαν ἔχουσα πρὸς τὸν Υἱόν Σου καὶ Θεόν, μὴ διαλίπης πρεσβεύουσα, ὑπὲρ τῶν πίστει, δραμόντων τῇ σκέπῃ Σου.

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.

Προκείμενον. Τό στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 1-9): Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους...

Ὁ Ν΄ (50) Ψαλμός.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου…

Καί νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…

Ὅσιε Πάτερ Διάδοχε, τῆς ποίμνης σου φύλαξ ἀκοίμητε, τῷ θυσιαστηρίῳ τοῦ Κυρίου παρίστασο ἱερουργῶν, τὰ θεῖα Μυστήρια. Καὶ τῶν θεοποιῶν ἐντολῶν ὑφηγητὴς κατέστης, ταῖς θεοπέμπτοις σου ὑποτυπώσεσει. Καὶ νῦν παρίστασαι τῷ ἐπουρανίῳ θυσιαστηρίῳ τῷ πρώτῳ Ἀρχιερεῖ παρεδρεύων καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὖ ἡ ἀκροστιχίς: Διάδοχον ὑφηγητήν νήψεως μέλπω. Ἰωάννης.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Διῆλθες τῶν πειρασμῶν τὸν κλύδωνα, μάκαρ Διάδοχε, καὶ τρικυμίαν θλίψεων πολλῶν τῇ ζεούσῃ ἀπαύστῳ εὐχῇ, καὶ πρὸς λιμένα ἔφθασας τῆς οὐρανίου καταπαύσεως.

Ἱκέτης πρὸς Ἰησοῦν διάπυρος ἀναφανεὶς, καὶ φωστήρ ἐπὶ λυχνίαν τέθεισαι σοφέ, καὶ ποιμήν ἀναδέδειξαι τὰ λογικά σου θρέμματα, καθοδηγῶν πρὸς τὴν εὐσέβειαν.

Ἀκτῖσι τῆς τριλαμποῦς Θεότητος, καταυγασθείς τὴν ψυχήν, τῇ διακρίσει, Πάτερ θαυμαστὲ ἐκοσμήθης, Διάδοχε καὶ φωτισμόν ἀπέλαβες ἄπειρον γνώσεως, Ὅσιε.

Θεοτοκίον.

Δικαίων τῶν πρὸ τοῦ Νόμου Πάναγνε, ὑπάρχεις καύχημα, καὶ τῶν ἐν Νόμῳ ἄνθος ἐκλεκτόν, Ἀποστόλων ἀγλάϊσμα, Μαρτύρων θεῖον ἥδυσμα, καὶ τῶν Ὁσίων σεμνολόγημα.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Ὁσίως πολιτευθείς, καὶ ἡδονῶν καταφρονῶν, πάνσοφε, τὸν Ἰησοῦν ἔσχηκας, ἔνδου τῆς ψυχῆς διαλάμποντα.

Χαρίσματα εἰληφώς, τῇ ἐνεργείᾳ τῆς Χριστοῦ χάριτος, σκεῦος καλόν δέδειξαι, ταῖς χερσί τοῦ Κτίστου, Διάδοχε.

φόβος ὁ τοῦ Θεοῦ, τὴν σήν καθήγνισε ψυχήν, Ὅσιε καὶ φωτεινήν ἔδειξε, καὶ Χριστοῦ τῷ πόθῳ ἐπτέρωσεν.

Νικήσας σαῖς προσευχαῖς, καὶ τοῖς ἱδρῶσι τοῖς πολλοῖς, Ὅσιε τὸν δολομήτην Σατὰν, πλούτῳ ἀπαθείας δεδόξασαι.

Θεοτοκίον.

Ὑπάρχουσα μυστική Ἄρτου τοῦ Ζῶντος, Μαριάμ τράπεζα, κλητούς ἡμᾶς ἔργασαι, δείπνου αἰωνίζοντος Ἄχραντε.

 

Κάθισμα. Ἦχος γ΄. Θείας Πίστεως.

Θείᾳ ἔλαμψας διδασκαλία, καὶ ἐφώτισας τὴν Ἐκκλησίαν, τῶν σῶν λόγων σεπταῖς εἰσηγήσεσι, καὶ Βασιλείας ἐγένου συμμέτοχος, ἀδιαδόχου, Διάδοχε ἔνδοξε·  ὅθεν ἅπαντες τιμῶμεν καὶ μεγαλύνομεν, τὴν μνήμην σου ἐν ὕμνοις καὶ ἄσμασι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θρόνῳ ἵστασαι πλησίον Κόρη, τοῦ Δεσπότου Σου, Κυρία ὄντως, ὁρατῆς καὶ ἀοράτου τε κτίσεως, καὶ ὡς Υἱόν Σου τὸν Κτίστην καὶ Κύριον, ἐκδυσωπεῖς ὑπὲρ πάντων τῶν δούλων Σου, δοῦναι Δέσποινα τὴν ἄφεσιν ὧν ἡμάρτομεν, τὸν θεῖον ἱλασμόν καὶ μέγα ἔλεος.

 

 

 

ᾨδὴ δ΄. Ἐπαρθέντα Σε ἰδοῦσα.

Φρυκτωροῦντα σε τοῖς λόγοις σου, θεοῤῥῆμον, τῶν μοναστῶν τὰ τάγματα, καὶ πρὸς σωτηρίαν ὁδηγοῦντα ἡμᾶς, ἀπλανῶς ὁρῶντες κραυγάζομεν· χαίροις θεοφόρε Διάδοχε.

Ἠλλοιώθης τὴν καρδίαν, Θεοῦ θεράπον, καθαρισθείς παχύτητος τῆς γεώδους Πάτερ, καὶ Χριστῷ θερμῶς κολληθείς κραυγάζεις Διάδοχε, δόξα Σοι Χριστὲ Παντοδύναμε.

Γλυκυτάτῳ σου τῷ ἔρωτι, πρὸς Δεσπότην, τὴν παῤῥησίαν κέκτησαι, τοῖς ποσὶν προσπίπτειν, ἔλεος Αὐτοῦ ἐκζητεῖν ὑπέρ τῶν τιμώντων σε, ὕμνοις εὐχαρίστοις, Διάδοχε.

Θεοτοκίον.

Ἡλιόμορφε Κυρία παντός τοῦ κόσμου, καὶ τῶν πιστῶν ἑδραίωμα, ἄσμασι τιμῶμεν καὶ φωναῖς ὑμνοῦμεν σεπταῖς, εἰκότως κραυγάζοντες, χαῖρε Παντευλόγητε Ἄνασσα.

 

ᾨδὴ ε΄. Σύ, Κύριέ μου, φῶς.

Τό ἄδυτον σου φῶς ὁ θεόφρων Διάδοχος ὁρᾷ, καὶ ἀγαλλιᾶται ἐντρυφῶν Ἰησοῦ μου, τῷ κάλλει τοῦ προσώπου σου.

Ἠράσθης ἐμμανῶς τοῦ Κυρίου Διάδοχε, καὶ πάσας καλῶς πληρώσας ἐντολάς, θεοσδότους ποιμὴν ἐφάνης ἄριστος.

Νοΐ σου δεδωκώς ἐργασίαν, ἐπίπονον ἐπίκλησιν τοῦ Κυρίου ἀδιάλειπτον Πάτερ ἐπλήσθης θείου Πνεύματος.

Θεοτοκίον.

Νοός μου ἐκτροπὰς καὶ καρδίας μου, τραύματα θεράπευσον, Θεομῆτορ πανσθενεῖ Σου πρεσβείᾳ καὶ θείᾳ ἐπισκέψει Σου.

 

ᾨδὴ στ΄. Θύσω Σοι, μετά φωνῆς.

Ἥψατο τῆς σῆς καρδίας πῦρ τῆς θεότητος, καὶ καταφλέξαν τὰ πάθη, τὰ ὑλώδη, φίλον Χριστοῦ, παμμάκαρ, ἀπετέλεσεν, καὶ ποιμένα ἔδειξε κράτιστον.

Ψαύοντες τῶν συγγραφῶν σου, τρισμάκαρ Διάδοχε, θεολογίας ὁρῶμεν, τοὺς κρουνούς ἀφθόνως ἐκκεχυμένους, τῷ πελάγει τῆς θεοπνεύστου διδασκαλίας σου.

Ἔφθασας τῷ θείῳ πένθει, μάκαρ Διάδοχε, καὶ ταπεινώσεως βάθει καθαρθείς ἐκ πάσης κενοδοξίας, καὶ σφραγίδα τοῦ θείου κάλλους δέδεξαι, πάντιμε.

Θεοτοκίον.

Ὠδῦναι ἡ πρώτη Εὔα τέκνα εἰς θάνατον, ἀλλά Σύ Μῆτερ τοῦ Κτίστου, τῶν ἁπάντων γέγονας εὑλογία, πρὸς ζωήν εἰσάγων κόρη τὰς σέ γεραίροντας.

 

 

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν πανίερον Ποιμένα καὶ Διδάσκαλον, τῶν Ὁσίων κατευφραίνοντα τὰ τάγματα, εὐφημήσωμεν Διάδοχον τὸν θεόπτην, τὸν ἰθύνοντα καλῶς πρὸς τὴν εὐσέβειαν, τοὺς τρυφῶντας τοῖς σεπτοῖς αὐτοῦ συγγράμμασι, καὶ κραυγάζοντας· χαῖρε, μάκαρ Διάδοχε.

Ὁ Οἶκος.

Ἔφθασας εἰς τὸν γνόφον τῆς σεπτῆς θεωρίας καὶ γέγονας φωσφόρος τρισμάκαρ καὶ οἱ δεχθέντες φῶς τῶν διδαχῶν ἃ συνέγραψας θείῳ ἔρωτι τρωθεὶς, Ὅσιε, προσπίπτομεν τιμῶντες σε καὶ κράζομεν θεόφρον ταῦτα∙

Χαῖρε, φῶς τῶν ἐν σκότει ὄντων·

χαῖρε,  ἰατὴρ τῶν ἁμαρτανόντων.

Χαῖρε, Ἐκκλησίας ἀστήρ τηλαυγέστατος·

χαῖρε,  μοναζόντων ἰθύνων τὰ τάγματα.

Χαῖρε, ὕψος τελειότητος, ἐν ᾧ τέρπονται πιστοί·

χαῖρε,  βάθος τῆς θεότητος, κατοπτεύων τῷ νοΐ.

Χαῖρε, ὅτι παρέχεις διδαγμάτων πελάγη·

χαῖρε,  ὅτι ἡδύνεις θλιβομένων καρδίας.

Χαῖρε, λιμήν ἐμφαίνων ἀπάθειαν·

χαῖρε,  κρατήρ ἐνθέου κηρύγματος.

Χαῖρε, δι’ οὗ τὸν Χριστὸν ἀγαπῶμεν·

χαῖρε,  δι’ οὗ τὸν Σατάν πολεμῶμεν.

Χαῖρε μάκαρ Διάδοχε.

 

Συναξάριον.

Τῇ ΚΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Διαδόχου Ἐπισκόπου Φωτικῆς τῆς Παλαιᾶς Ἠπείρου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός,  ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Σοφίας πλήρη, Χριστός ἰδὼν σε χώρᾳ τῆς Φωτικῆς, λύχνον ἀρετῆς σε ἔθετο ἐμφανῆ, Ἀποστόλων τε διάδοχον καὶ φυτουργὸν τῶν θείων ἐντολῶν, Διάδοχε ἔνδοξε.

Μεμωραμένην τε καὶ ματαίαν γνῶσιν τὴν κοσμικήν, πόθῳ τοῦ Κυρίου θείῳ καὶ ἀκλινεῖ ἐγκατέλιπες, Διάδοχε καὶ θεολόγος ὤφθης ἀληθής, καὶ μύστης οὐράνιος.

Ἐμπιμπλαμένην τῇ θείᾳ θέρμῃ ἔχοντα τὴν ψυχήν, ἄληκτον εἰρήνην νέμει σοι ὁ Χριστός, ᾧ καὶ φόβῳ κράζεις Ὅσιε· εὐλογημένος εἶ παμβασιλεῦ, Θεέ Ὑπεράγαθε.

Θεοτοκίον.

Λελυτρωμένοι τῇ Σῇ κυήσει Μῆτερ Ἁγνή, Θεοῦ πόθῳ εὐλαβείας, ὕμνους χαρμονικοὺς Σοὶ προσφέρομεν κραυγάζοντες, εὐλογημένη Σύ ἐν γυναιξί ὑπάρχεις, Θεόνυμφε.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.

Πᾶσαν ἡδυπάθειαν σοφέ, ἐναπεμάρανας πολλαῖς ἀσκήσεσι· ἀχλύν δὲ πᾶσαν ἐδίωξαν, τῇ ἐμπνεύσει θείας χάριτος καὶ ὡς ποιμήν ἀληθινός κράζεις τῷ Κτίστῃ σου· μὴ χωρίζου Σῶτερ λαοῦ Σου καὶ ποίμνης ἁγίας Σου.

Ὤφθης θεολόγος ἀκριβής θεῖε Διάδοχε, καὶ νοῦς· λαμπρότητος τῆς εὐκτικῆς γὰρ ἐπέτυχες, ἀρετῆς περιζωσάμενος τὴν ψαλμῳδίαν, καὶ εὐχήν καὶ τὴν ἀνάγνωσιν καὶ γλυκάσματι θείῳ, Πάτερ, ἡδύνθης τῆς χάριτος.

Ἴθυνον τὸν βίον μου ὀρθῶς ταῖς ἱκεσίαις σου, Χριστοῦ διάκονε, πυρὸς γεένης δὲ λύτρωσαι τούς τρυφῶντας τῇ τραπέζῃ σου, τῶν διδαγμάτων δαψιλῶς, πλοῦτον Διάδοχε διανέμων θεῖον, Κυρίου ἀδάπανον.

Θεοτοκίον.

Ὥρα καὶ ἡμέρα φοβερᾶ, ἐν ᾗ σταθήσομαι Χριστοῦ τῷ βήματι, γυμνός τῆς χάριτος Δέσποινα Σύ μου γίνου σκέπη Ἄχραντε, κατὰ δαιμόνων μιαρῶν καὶ καταφύγιον, τῷ Υἱῷ Σου Μῆτερ αἰτοῦσα πταισμάτων μου ἄφεσιν. 

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἅπαντες φαιδρῶς, Διάδοχε Ὅσιε λαμπρῶς ὑμνοῦμεν σε, καὶ πανηγυρίζομεν, ἐπὶ τῇ μνήμη σου καὶ γεραίρομεν, τοὺς νοεροὺς ἀγῶνας σου καὶ τὰ παλαίσματα, καὶ βοῶμεν· χαῖρε ἁγιώτατε, Φωτικῆς ἀρχιποίμην καὶ ἔφορε.

Νοῦς φωτολαμπὴς, καὶ θεῖος γεγέννησαι Πάτερ θεσπέσιε, καὶ γλυκὺς διδάσκαλος, ἡμῖν τοῖς τέκνοις σου ὑφηγούμενος, τῶν ἐντολῶν τὴν τήρησιν καὶ ἐκλυτρούμενος, τῶν παγίδων, πάντων τοῦ ἀλάστορος, Φωτικῆς ἀρχιθύτα, Διάδοχε.

Νύττεις τὰς ψυχάς, Ὁσίων ἀγλάϊσμα πάτερ Διάδοχε, τῇ διδασκαλία σου, πολλούς ἐγείρων πρὸς τὴν μετάνοιαν, καὶ ἐργασίαν, πάνσοφε, τῆς νοερᾶς προσευχῆς, καὶ θερμαίνεις, πάντων τὴν διάνοιαν, ἐπικλήσει τοῦ θείου ὀνόματος.

Ἤστραψεν λαμπρῶς, ἡ δόξα σου Ὅσιε κόσμου τοῖς πέρασι, πάντας κατευφραίνουσα, τῇ ἑορτῇ σου, θεομακάριστε, καὶ ἡδονῆς πληρούμεθα πνευματικῆς, οἱ πιστοί, θεῖε Πάτερ, τὴν σεπτήν εἰκόνα ἀσπαζόμενοι πόθῳ καὶ ἔρωτι.

Θεοτοκίον.

Στήριξον ἁγνή, ἐμέ τὸν πανάθλιον τῇ μεσιτεία Σου, καὶ κατεξολόθρευσον, ἐχθροῦ ζοφώδους τὰ πανουργεύματα, καὶ ἀγαθά νοήματα τῇ διανοίᾳ μου, Θεοτόκε φύτευσον καὶ ῥῦσαί, τοῦ πυρός τοῦ ἀσβέστου πρεσβείαις Σου.

 

 

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Τῆς Φωτικῆς τὸν Πρόεδρον, τὸν θεόλεκτον λύχνον τῆς Ἐκκλησίας σπεύσωμεν, ἀνυμνῆσαι ἀξίως, Διάδοχον, τὸν θεόπτην μύστην τῶν οὐρανίων· καὶ γάρ αὐτός ἐφώτισε, κεφαλαίων ἐνθέων ταῖς διδαχαῖς, μοναστῶν τὰ πλήθη καὶ τῶν μιγάδων, οὓς πρὸς ἀγάπην ἤγειρε, τοῦ Δεσπότου τῶν ὅλων.

Θεοτοκίον.

Ἐπιφορῶν με λύτρωσαι, Θεοτόκε Μαρία, δαιμονικῶν τῇ σκέπη Σου, τῇ ἀμάχῳ Παρθένε, ταῖς μητρικαῖς Σου πρεσβείαις, φύλαττέ με ἀτρώτως, τὸν βίον ὅλον Δέσποινα διελθεῖν, καὶ εἰς κρίσιν τοῦ Ἰησοῦ παραστῆναι, ἄμεμπτον καὶ εἰς πλάτος τοῦ Παραδείσου, φθάσαι με καὶ ζωῆς ἀπολαῦσαι.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Θεοειδῆ Ἱεράρχην καὶ ὑπηρέτην Χριστοῦ, Διάδοχον τὸν θεῖον, εὐφημήσωμεν ὕμνοις, ὡς ἄριστον ποιμένα τῆς Φωτικῆς, καὶ δαιμόνων ἀντίπαλον, κενοδοξίας διώκτην καὶ τῶν πιστῶν, φαεινότατον διδάσκαλον.

 

Τὰς διεξόδους ἐμφράξας τὰς τοῦ νοός τῇ εὐχῇ, τοῦ Ἰησοῦ παμμάκαρ, τῷ φωτί ἐλαμπρύνθης, ψυχήν τε καὶ τὸ σῶμα ἁγιασθείς, τῷ καλάμῳ συνέγραψας, πνευματικάς ὑποθήκας καθοδηγῶν, καὶ ἡμᾶς τούς ἀνυμνοῦντάς σε.

 

Τῶν θεαυγῶν μυστηρίων ὡς θεολόγος κλεινός, εἰσῆλθες γνόφῳ Πάτερ, καὶ τὴν πρόσκαιρον δόξαν, ὡς σκύβαλα ἡγήσω, δόξα Χριστοῦ ἀγαπήσας, Διάδοχε, διό εὐφραίνῃ μηδέποτε καὶ ἡμῶν, τῶν πιστῶν ἐπιλαθόμενος.

 

Δόξα. Ἦχος α΄.

Τὴν ἄγαν στενήν τῆς φιλοθέου βιωτῆς ὁδόν διῆλθες, ὅσιε Διάδοχε· τοῖς πόνοις γάρ καὶ τοῖς δάκρυσι, τὸ ὀπτικόν καθάρας τῆς ψυχῆς, ἐξεκαύθη πῦρ τοῦ Πνεύματος ἐντός σου, ὃ καὶ διεσκόρπισε τὴν ἀχλὺν τῶν παθῶν, καὶ μαρμαρυγῶν σε ἐπλούτησε τῆς ὑπερφώτου καὶ θείας ἐλλάμψεως. Διό γέγονας τέκνον Θεοῦ ἀληθές, καὶ φίλος ὄντως γνήσιος, βασιλείας τε ἀδιαδόχου κληρονόμος, καὶ πρέσβυς ἀκαταίσχυντος τῶν εὐφημούντων σε, θεόληπτε.

 

 

 

 

 

 

Καί νῦν. Θεοτοκίον.

Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη και Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Τὸν τῆς ἡσυχίας θεῖον πυρσὸν, καὶ τὸν τῆς ἐρήμου, μέγαν ὄντως καθηγητήν, τὸν τὰς πανουργίας ἐχθρῶν νενικηκότα,  Διάδοχον τὸν θεῖον πάντες τιμήσωμεν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου