ΜΑΪΟΣ Ζ΄.
ΚΟΔΡΑΤΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἄνευ δοξολογίας)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια γ΄ τοῦ Μάρτυρος. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς ἀθεΐας τὴν πλάνην σὺ κατεπάτησας, καὶ ἀσεβῶν μανίαν, διὰ πίστεως θείας, ἐνίκησας ἀξίως Κοδράτε σοφέ, καὶ τῆς δόξης τὸν στέφανον, παρὰ Χριστοῦ ἐκομίσω, Ὃν εἰς ἀεί, ἐκδυσώπει τοῦ σωθῆναι ἡμᾶς. (Δίς)
Τὸ τιμιώτατον αἷμα καὶ ἁγιώτατον, ὑπὲρ κριῶν καὶ ταύρων, τῶν ἐν νόμῳ προσήχθη, τῷ χάριτος δοτῆρι Χριστῷ τῷ Θεῷ, εἰς ἱλασμὸν τῶν ἐν χάριτι, τοῦ Ἀθλοφόρου Κοδράτου· ὅθεν αὐτόν, ἀξίως μακαρίσωμεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπὶ τὴν σὴν εὐσπλαγχνίαν προστρέχω πάντοτε, ἐπὶ τοὺς σοὺς προσφεύγω, οἰκτιρμοὺς καθ' ἑκάστην, ὑμνῶν καὶ εὐλογῶν σε καὶ τὴν πολλήν, ἀνοχὴν ἐκπληττόμενος, τοῦ σοῦ Υἱοῦ ἐπὶ πᾶσί μου τοῖς κακοῖς, ἣν ἐνδείκνυται Θεόνυμφε.
Ἢ Σταυροθεοτοκίον.
Ἀναρτηθέντα ὡς εἶδεν ἐπὶ σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου Τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ χειρί, ἐπὶ ξύλου προσηλώθης σαρκί;
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών. Ἀνδρέου Κρήτης.
ᾨδὴ α΄. Ἦχος δ΄. Τῷ ὁδηγήσαντι πάλαι.
Ἡ φωτοφόρος σου μνήμη, ἡλιακὰς σήμερον, μαρμαρυγὰς τοῖς ἐπὶ γῆς, ἐπαναστράπτει μακάριε, καὶ καταυγάζει τὰ πέρατα, ᾄσμασιν, ὑμνολογοῦντά σε σοφέ, Κοδράτε Μάρτυς Χριστοῦ.
Εἰδωλικῆς ἀπιστίας, τὸ ἀστατοῦν πέλαγος, ὑπερνηξάμενος σοφέ, τῇ κυβερνήσει τοῦ πνεύματος, εἰς τὸν λιμένα κατήντησας, ἔνδοξε, τὸν ἐπουράνιον ἀεί, ὑπὲρ ἡμῶν δυσωπῶν.
Τῷ θεϊκῷ ζήλῳ Μάρτυς, ἀνεφλέχθης ἔνδοξε, ἐν πεποιθήσει άκλινεῖ· πρὸς τοὺς ἀγῶνας αὐτόκλητος, ἀνενδοιάστως ἐχώρησας, ἅπασαν, καταβαλὼν τῶν δυσσεβῶν, τὴν ματαιότητα.
Ταῖς τῶν αἱμάτων ῥανίσιν, εἰδωλικοῦ κλύδωνος, ἀποξηράνας τὴν ἰσχύν, τῷ δροσισμῷ τῶν θαυμάτων σου, τῶν παθημάτων τὸν καύσωνα, ἔνδοξε, ἀποδιώκεις τῶν πίστει, καταφευγόντων εἰς σέ.
Χωροβατεῖς εὐφροσύνως, τὰ νοητὰ ἔνδοξε, σκηνώματα τῶν οὐρανῶν, καὶ θεωρεῖς τὸ ἀμήχανον, κάλλος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ψάλλων νῦν, σὺν Ἀσωμάτοις λειτουργοῖς, τὴν τρισαγίαν ᾠδήν.
Θεοτοκίον.
Βάτος ἐν ὄρει Σιναίῳ, Σὲ προτυποῖ μένουσα, ἄφλεκτος ἄχραντε ἁγνῆ· καὶ γὰρ τὸ πῦρ τῆς Θεότητος, οὐ κατεφλέχθης κυήσασα, μένεις δε, ἀδιαφθόρως ὡς τὸ πρίν, καὶ μετὰ γέννησιν.
ᾨδὴ γ΄. Ἐστερεώθη, ἡ καρδία μου τῷ Κυρίῳ.
Ἐκραταιώθης, ἀνυψώθης ἐμεγαλύνθης, ἐδοξάσθης τελέσας τὸν ἀγῶνα, τοῦ ἡλίου ἐφάνης λαμπρότερος· εἴληφας τῆς νίκης, Μάρτυς Κοδράτε τὸν στέφανον.
Τὰς ἀτιμίας, καὶ βασάνους οὐδὲν ἡγήσω· εἰς τὴν δόξαν Χριστοῦ προαποβλέπων, τοὺς ξεσμοὺς τοὺς ῥαβδισμοὺς τοῦ σώματος, ἤνεγκας Κοδράτε, θείαις ἐλπίσι νευρούμενος.
Ὡραϊσμένος, τῶν αἱμάτων τῇ πορφυρίδι, εἰς τὰ ἄνω Βασίλεια αὐλίζῃ, Βασιλεῖ αἰωνίῳ παριστάμενος, Μάρτυς καὶ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε.
Θεοτοκίον.
Τὴν συντριβεῖσαν, ἁμαρτίαις ἀνθρώπων φύσιν, ἐν γαστρί Σου Χριστὸς ἀναχωνεύει, προσλαβὼν τὸ καθ’ ἡμᾶς ὁ φύσει Θεός, Ὃν ὑπὲρ τοῦ κόσμου, Παρθενομῆτορ ἱκέτευε.
Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Εὐσεβείας τὴν γνῶσιν καταλαβών, ἀγνωσίας τὸν ζόφον ἀποβαλών, Μάρτυς κατεπάτησας, τὸν ἀρχέκακον ὄφιν, τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων ἔσβεσας, τὸ ἄθεον φρύαγμα· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, ὦ Κοδράτε πολύαθλε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν· ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
ᾨδὴ δ΄. Εἰσακήκοα ὁ Θεός.
Ἀφθαρσίας περιβολήν, ἐνέδυσέ σε τῇ ἀπεκδύσει, τοῦ ἀφθάρτου τρισμακάριε, σώματος ὁ Κύριος, ὁ περιβάλλων νέφεσι τὸν οὐρανόν.
Ταῖς τῶν λόγων μαρμαρυγαῖς, τοὺς σκοτισθέντας τῇ ἀπαρνήσει, τοῦ Θεοῦ φωτίσας ἔπεισας, ἀνεσπέρου χάριτος, τέκνα γενέσθαι Μάρτυς πανεύφημε.
Θεοτοκίον.
Ἡ νεφέλη ἡ φωτεινή, ἐξ οὗ προῆλθε δικαιοσύνης, Ἰησοῦς ὁ μέγας ἥλιος, καὶ τὴν γῆν ἐφαίδρυνεν, ὡς Θεοτόκος Κόρη δοξάζεται.
ᾨδὴ ε΄. Ἀνάτειλόν μοι Κύριε.
Καὶ λίθοις βαρυνόμενος, καὶ ὄνυξι ξεόμενος, καὶ ταῖς λαμπάσι φλογιζόμενος, ἐκ τόπων ἐπὶ τόπους, ἀφειδῶς συρόμενος, ἀκλινὴς διέμεινας, Κοδράτε Μάρτυς τοῦ Χριστοῦ,
Οἱ σκότους ἀνανήψαντες, φωτὶ δὲ πλησιάσαντες, θεογνωσίας τοῖς σοῖς λόγοις, Ἀγγέλων ὑμνῳδίαν, ὁμαδὸν ἀκήκοαν, θάρσους ἐκπληρούμενοι, Μάρτυς καὶ δόξης τοῦ Χριστοῦ.
Ὡς κλῆμα εὐφορώτατον, Χριστῷ καλλιεργούμενον, τῷ γεωργῷ καὶ ποιητῇ σου, ἐξήνθησας εὐκαίρως, καρτερίας βότρυας, οἶνον κατανύξεως, Μάρτυς προχέοντας ἡμῖν.
Στρεβλώσεως ἠλόγησας, καὶ βόθρου κατεφρόνησας, ὕπνον τὸν θάνατον λελόγισαι, πυρὸς δὲ οὐκ ᾐσθάνου, πρὸς τὸν σοὶ ποθούμενον, ἀτενίζων Ἅγιε, τῷ λογισμῷ διηνεκῶς.
Θεοτοκίον.
Ἑπτάφωτον λυχνίαν Σε, καὶ πύλη ἀδιόδευτον, καὶ κιβωτὸν καὶ στάμνον ἔχουσαν, θεότητος τὸ μάννα, καὶ σκηνὴν καὶ τράπεζαν, πάντες ὀνομάζομεν, Μαρία ἄχραντε ἁγνή.
ᾨδὴ στ΄. Ζάλη με, λογισμῶν καταλαβοῦσα.
Τὸ τέλος, διὰ ξίφους δεδεγμένος, ἀνῆλθες στεφόμενος, ἀγγελικαῖς εὐφημίαις, ἔνθα ἦχος ὑπάρχει καθαρός, λαμπρῶς ἑορταζόντων, μεγαλομάρτυς ἰσάγγελε.
Κάτοχος, γεγονὼς θείας ἀγάπης, καὶ ταύτης φλεγόμενος, τῇ δίψῃ Μάρτυς Κοδράτε, μαρτυρίου ποτήριον σαφῶς, τὸ ὄνομα Κυρίου, ἐπικαλούμενος ἔπιες.
Ἐσχάρας, τὸ φλογῶδες οὐκ ᾐσθάνου· εἶχες γὰρ δροσίζοντα, τὸν πάλαι δρόσον ὀφθέντα, ἐν καμίνῳ Υἱὸν μονογενῆ, ἀήττητε Κοδράτε, κλέος Μαρτύρων καὶ καύχημα.
Ὁ μέγας, Σατουρνῖνος καὶ Ῥουφῖνος, ἀβρόχως τὸ πέλαγος, τὸ τῶν βασάνων διῆλθον, καὶ λιμένι προσώρμισαν ζωῆς, Κοδράτε ταῖς εὐχαῖς σου, νίκης βραβεῖα δεξάμενοι.
Θεοτοκίον.
Ὁ κλύδων, τῶν ἀμέτρων μου πταισμάτων, εἰς βυθὸν καθέλκει με, τῆς ἀπογνώσεως Κόρη, ἀλλὰ Σοῦ τῷ λιμένι τῆς θερμῆς, προστρέχω προστασίας, Δέσποινα πάναγνε σῶσόν με.
ᾨδὴ ζ΄. Τὸν ἐν καμίνῳ τοὺς Παῖδας.
Τῆς φθειρομένης καὶ κάτω, πατρίδος τὴν ἄφθαρτον, καὶ οὐράνιον ἔνδοξε, ἠλλάξω μητρόπολιν, ἧς τεχνίτης ὁ Κύριος· ἔνθα στῖφος Μαρτύρων, καὶ πνεῦμα δικαίων.
Ἐπὶ τὴν σὴν τῆς καρδίας, οἰκίαν συῤῥεύσαντες, τῶν βασάνων οἱ χείμαῤῥοι, ταύτην οὐκ ἐσάλευσαν· ἐπὶ Χριστοῦ γὰρ τὴν πέτραν, τεθεμελιωμένη, ὑπῆρχεν Ἀθλοφόρε.
Ἐκ φυλακῆς ζοφωτάτης, καὶ πόνων στενώσεως, πρὸς εὐρύχωρον σκήνωμα, χαίρων μεταβέβηκας, ἔνθα ἀπέδρα ὀδύνη, στεναγμός τε καὶ λύπη, ἀοίδιμε Κοδράτε.
Οὐ σαρκικά σου τὰ ὅπλα, ἐχθρῶν πρὸς καθαίρεσιν, ἀλλ’ ἀγάπη καὶ Πνεύματος, Ἁγίου ἐνίσχυσις, καὶ σὺν ἐλπίδι ἡ πίστις, ἀξιάγαστε Μάρτυς, δι’ ὧν ἐστεφανώθης.
Θεοτοκίον.
Τὴν καλλονὴν Ἰακώβ Σε, Θεὸς ἐξελέξατο, καὶ ἐν Σοὶ κατεσκήνωσεν, καὶ ἐκ Σοῦ προέρχεται, ὥσπερ Νυμφίος ὡραῖος, ἐκ παστοῦ Θεοτόκε, ἡμᾶς ἀνακαινίζων.
ᾨδὴ η΄. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ.
Κυλιόμενον ἐν τῇ γῇ, λίθον σε, ἐπέγνωμεν σαφῶς, Χριστὸν τὴν πέτραν τῆς ζωῆς, ἐναντίον ὑμνολογοῦντα, ἐχθρῶν παρανόμων, καὶ δαιμόνων συντρίβοντα ξόανα, στήλη τῶν Μαρτύρων, καὶ καύχημα Κοδράτε.
Ῥαβδιζόμενος καὶ πυρί, φλεγόμενος, καὶ ὄξει τὰς πληγάς, ἀνατριβόμενος δεινῶς, καὶ ξεόμενος πολυτρόπως, καὶ λίθῳ τὸ σῶμα, βαρυνόμενος χαίρων ὑπέφερες, τὸν σὲ δυναμοῦντα, Μάρτυς Θεὸν δοξάζων.
Αἰσχυνέσθωσαν οἱ γλυπτοῖς, προσάγοντες, τὸ σέβας ἀσεβῶς, καὶ σὺν αὐτοῖς τῇ τοῦ πυρός, ἐκεμπέσθωσαν τιμωρίᾳ, ἐβόας Κοδράτε, τῷ Θεῷ δὲ τιμὴ καὶ προσκύνησις, πάντως ὡς Δεσπότῃ, ἀπαύστως προσαγέσθω.
Τῶν Μαρτύρων ἡ καλλονή, ὁ πρόμαχος, τῆς πίστεως ἡμῶν, ὁ στρατιώτης τοῦ Χριστοῦ, τῶν Ἀγγέλων ὁ συμπολίτης, θαυμάτων ἡ βρύσις, ἡ τριβὴ τῶν ἀγώνων ἐν ᾄσμασιν, σήμερον τιμάσθω, ὁ μέγιστος Κοδράτος.
Θεοτοκίον.
Γῆ Ἁγία θρόνος Θεοῦ, παλάτιον, καὶ ῥάβδος Ἀαρών, θυμιατήριον χρυσοῦν, ἀλατόμητον θεῖον ὄρος, καὶ Μήτηρ Παρθένος, ἀπειράνδρως τεκοῦσα καὶ τρέφουσα, πάντων τὸν τροφέα, Σὺ εἶ εὐλογημένη.
ᾨδὴ θ΄. Ὅτι ἐποίησέ μοι.
Αἱμάτων ἐξ οἰκείων, πορφυρίδα Μάρτυς φορῶν, καὶ φέρων δεξιᾷ σου τὸν σταυρόν, ὥσπερ σκήπτωρ τῷ Χριστῷ, τῷ ἀθανάτῳ Βασιλεῖ, συμβασιλεύεις ἀεί.
Ἡ μνήμη σου ἐπέστη, χαρισμάτων παντοδαπῶν, ἀκτῖνας ἀπαστράπτουσα σαφῶς, καὶ φωτίζει τοὺς πιστῶς, ἀνευφημοῦντας τοὺς σεπτούς, Μάρτυς ἀγῶνάς σου.
Τετέλεκας τὸν δρόμον, καὶ τετήρηκας ἀκριβῶς, τὴν πίστιν καὶ μετῆλθες πρὸς Θεόν, τὸν τῆς νίκης παρ’ Αὐτοῦ, ἀποληψόμενος φαιδρόν, Κοδράτε στέφανον.
Τὴν ποίμνην σου τελοῦσαν, τὴν ἁγίαν σου ἑορτήν, καὶ ψάλλουσαν Κυρίου τὴν ᾠδήν, ἐκ παντοίων πειρασμῶν, σῷζε πρεσβείαις σου ἀεί, μεγαλομάρτυς Χριστοῦ.
Θεοτοκίον.
Ἐν πόκῳ τῆς γαστρός Σου, ὁ οὐράνιος ὑετός, κατέβη καὶ ἐξήρανεν ἡμῶν, τῶν πταισμάτων τὰς πηγάς, ἀθανασίας ποταμούς, ἡμῖν ἐκβλύσας ἁγνή.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου