Τρίτη 28 Μαρτίου 2023

ΜΑΪΟΣ 2. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΕΣΠΕΡΟΣ, ΖΩΗ ΚΑΙ ΤΕΚΝΑ ΑΚΟΛΟΥΘΙΑ

ΜΑΪΟΣ Β΄.

ΕΣΠΕΡΟΣ, ΖΩΗ & ΤΕΚΝΑ ΜΑΡΤΥΡΕΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἄνευ δοξολογίας)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.

 

Εἰς τό· Κύριε ἐκέκραξα, γ΄ τῶν Μαρτύρων. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῆς ἀνεσπέρου καὶ θείας, ἐπιποθήσας ζωῆς, τὴν κληρουχίαν Μάρτυς, αἰκισμοὺς καὶ βασάνους, Ἕσπερε τρισμάκαρ, φέρεις στεῤῥῶς· ἧς τυχεῖν ἡμᾶς πρέσβευε, τοὺς ἐκτελοῦντάς σου πίστει τὸ ἱερόν, παναοίδιμε μνημόσυνον.

 

Τὴν τῆς ζωῆς ἐπαξίως, ἡ Ἀθληφόρος Ζωή, ἐπωνυμίαν πίστει, δεξαμένη ἐν βίῳ, ἐδείχθη φερωνύμως, ἐν οὐρανοῖς, κληρονόμος τῆς ὄντος ζωῆς, ὑπὲρ Τριάδος τῇ πίστει μαρτυρικῶς, μέχρις αἵματος ἀθλήσασα.

 

Ἡ μὲν πρωτόπλαστος Εὔα, ζωὴ κληθεῖσα ποτέ, τοῦ ἑαυτῆς συζύγου, καὶ τῶν τέκνων εὑρέθη, αἴτιος θανάτου· σὺ δὲ ζωῆς, Μάρτυς γέγονας πρόξενος, τῆς αἰωνίου πρόσφορος τοῖς περὶ σέ, συναθλήσασα αὐτοῖς ἐν Χριστῷ.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐπὶ τὴν σὴν εὐσπλαγχνίαν προστρέχω πάντοτε, ἐπὶ τοὺς σοὺς προσφεύγω, οἰκτιρμοὺς καθ' ἑκάστην, ὑμνῶν καὶ εὐλογῶν σε καὶ τὴν πολλήν, ἀνοχὴν ἐκπληττόμενος, τοῦ σοῦ Υἱοῦ ἐπὶ πᾶσί μου τοῖς κακοῖς, ἣν ἐνδείκνυται Θεόνυμφε.

Ἢ Σταυροθεοτοκίον.

Ἀναρτηθέντα ὡς εἶδεν ἐπὶ σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου Τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ χειρί, ἐπὶ ξύλου προσηλώθης σαρκί;

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν Ἑσπέρου Ζωῆς τε δοξάζω χάριν. Ἰωσήφ.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Τὸ φῶς τὸ ἀνέσπερον κατοικεῖν, καταξιωθέντες, καὶ ζωὴν τὴν ἀληθινήν, νῦν ἀπολαβόντες θεοφόροι, θανατηφόρων παθῶν ἡμᾶς ῥύσασθε.

Ἠλόγησαν δόγματος δυσσεβοῦς, φύλακες δειχθέντες, διδαγμάτων πανευσεβῶν, Χριστοῦ οἱ γενναῖοι Ἀθλοφόροι, καὶ μακαρίων ἐλπίδων ἐπέτυχον.

Ναμάτων πλησθέντες ζωοποιῶν, ὕδατα τῆς πλάνης, ἀπεκρούσασθε θολερά, καὶ πρὸς σωτηρίας θεῖον ὕδωρ, περιχαρῶς ἐσκηνώσατε Μάρτυρες.

Θεοτοκίον.

Ἐξέμεσεν Εὔας ταῖς ἀκοαῖς, ἰὸν ψυχοφθόρον, ὁ ἀλάστωρ καὶ δυσμενής, Χριστὸν δὲ τεκοῦσα Θεομῆτορ, τὴν ταύτης βλάβην ἐθεράπευσας.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Στέργοντες τὴν μέλλουσαν, ὡς ἀληθῶς ζωὴν Ἅγιοι, περιχαρῶς, διὰ πολυτρόπων, αἰκισμῶν ἐνεκρώθητε.

Πόνους καρτερήσαντες, διὰ Χριστὸν σοφοὶ Μάρτυρες, θεοπρεπῶς, ἄπονον πρὸς λῆξιν, ἀπὸ γῆς μετετέθητε.

Ἔχοντες ἐγκάρδιον, τὴν τοῦ παντὸς τροφὴν Κύριον, οἱ εὐκλεεῖς, Μάρτυρες ἐνθέως, δεομένοις ἐπήρκεσαν.

Θεοτοκίον.

Ῥῦσαί με πρεσβείαις Σου, τῆς τῶν παθῶν ἁγνὴ Δέσποινα, ἐπαγωγῆς, ἡ τῆς ἀπαθείας, τὸν δοτῆρα κυήσασα.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ζωή τε καὶ Ἕσπερος τῆς ἀνεσπέρου ζωῆς, ἧς νῦν ἠξιώθησαν σὺν καὶ παισὶν ἱεροῖς, ἀκτῖνας ἐκπέμποντες, σκότος δὲ ἐκμειοῦντες τῆς εἰδωλομανίας, πίστει ἀποσοβοῦντες, τῶν δαιμόνων τὰ στίφη· διὸ τοῖς ἐκτελοῦσιν, αὐτῶν τὴν θείαν μνήμην, δεινῶν ἀπαλλάττουσιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Ταχὺ προκατάλαβε πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμῶν πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.

Ἢ Σταυροθεοτοκίον

Παρθένε πανάμωμε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Οὐκ ἠμαύρωσεν Ἅγιοι, τὴν τῆς εὐσεβείας ὑμῶν λαμπρότητα, τῆς δουλείας τὸ ἐπώδυνον· ὡς χρυσὸς γὰρ ταύτῃ ἐξηστράψατε.

Ὑφαντὸν ἐκ τῆς ἄνωθεν, χάριτος χιτῶνα ἐπενδυσάμενοι, τῆς φθορᾶς καὶ τῆς νεκρώσεως, Ἀθληταὶ τὸ πάχος ἐξεδύσασθε.

Ζωοδότην ποθήσασα, πρὸς ζωὴν ἐφείλκυσας τὸν ὁμόζυγον, καὶ τὰ τέκνα δι’ ἀθλήσεως, μεθ’ ὧν σε τιμῶμεν Ζωὴ ἔνδοξε.

Θεοτοκίον.

Ὡς κατάκαρπος ἄμπελος, βότρυν ἐγεώργησας ἀποστάζοντα, ἀφθαρσίας οἶνον ἄχραντε, τῶν πιστῶν καρδίας τὸν εὐφραίνοντα.

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.

Ἠστράψατε χρυσίον καθάπερ, δοκιμασθέντες, πυρὶ τῶν κολάσεων, θεοειδέστατοι Μάρτυρες.

Σοφίᾳ θεϊκῇ λαμπρυνόμενοι, τοὺς ἀσόφους, τοῖς λόγοις τῆς πίστεως, ἀπεμωράνατε Μάρτυρες.

Τῷ φέγγει τῆς ἀθλήσεως λάμψας, ὡς ἑωσφόρος, τὴν ἑσπέραν ἔνδοξε, τῆς ἀθεΐας ἀπήλασας.

Θεοτοκίον.

Ἐκύησας ἐν χρόνῳ τὸν ἄχρονον, Ὃν δυσώπει, τὰ χρόνια πάθη μου, ἀπομειῶσαι πανάχραντε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Δουλείᾳ, σωματικῇ ἐκδοθέντες, ἀπελεύθεροι ἐδείχθητε γνώμῃ, καὶ τὸν Χριστόν, δούλου σχήματι ὄντως, ἐπιφανέντα Θεὸν ἐκηρύξατε, ῥυσάμενον πάντας ἡμᾶς, τοῦ ἐχθροῦ τῆς δουλείας πανεύφημοι.

Οὐ θύομεν, ἀναισθήτοις ξοάνοις, τῷ τυράννῳ ἀνεβόων ἐμφρόνως, οἱ Ἀθληταί, ἑαυτοὺς δὲ θυσίαν, τῷ δι’ ἡμᾶς τεθυμένῳ προσάγομεν, τῷ δείξαντι πᾶσιν ἡμῖν, τῆς ζωῆς τὰς εἰσόδους ἐν πνεύματι.

Ξενούμενοι, ἐπιγείου πατρίδος, τὴν οὐράνιον ἐκτήσασθε πόλιν, διὰ χρηστῶν, παναοίδιμοι τρόπων, ἣν κατοικοῦσι Ἀγγέλων τὰ τάγματα, οἱ δῆμοί τε τῶν ἐκλεκτῶν, καὶ Μαρτύρων Ἁγίων στρατεύματα.

Θεοτοκίον.

Ἀνώρθωσας, τὴν πτωθεῖσαν οὐσίαν, τῶν ἀνθρώπων Θεοτόκε τεκοῦσα, τὸν πλαστουργόν, γεγονότα ἀτρέπτως, δι’ εὐσπλαγχνίαν ἀμέτρητον ἄνθρωπον, καὶ ἔδειξας πᾶσιν ἡμῖν, τῆς ζωῆς τὰς εἰσόδους πανάμωμε.

 

 

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.

Ζωὴ καὶ Ἕσπερος ὁμοῦ, τῆς ἀνεσπέρου, ἀξιωθέντες σὺν παισί, ζωῆς ἐνθέου, ἰαμάτων ἀκτῖνας, ἡμῖν ἐκπέμπουσιν, τὸ σκότος διαλυούσας, τὸ τῶν παθῶν· οὓς πίστει ἀνευφημοῦντες, δαυϊτικῶς, τῷ Σωτῆρι βοήσωμεν· ὡς θαυμαστὸς εἶ ὁ Θεός, ὁ μόνος ὑπερθαύμαστος, ἐν Ἁγίοις Σου Μάρτυσιν.

 

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἑσπέρου καὶ Ζωῆς καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Ζέοντες Μάρτυρες τὴν φλόγα, ὑπεισήλθετε ζωὴν κληρονομοῦντες, αἰωνίαν σαφῶς, καὶ πόθῳ μελῳδεῖτε· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὡς ἄρνες εὐπρόσδεκτοι ἐν μέσῳ, ἐξοπτόμενοι φλογὸς οἱ Ἀθλοφόροι, εὐωδία Χριστοῦ, ἐγένοντο βοῶντες· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Χάριν ἰάσεων πηγάζει, τὰ ὀστᾶ ὑμῶν γενναῖοι Ἀθλοφόροι, καὶ παθῶν τοὺς πιστῶς, βοῶντας ἀπαλλάττει· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἄχραντε μόνη Θεοτόκε, τὴν καρδίαν μου ῥομφαίᾳ ἁμαρτίας, τετρωμένην τῇ Σῇ, θεράπευσον πρεσβείᾳ, καὶ τῆς γεέννης ῥῦσαί με, καὶ πυρὸς τοῦ αἰωνίου.

 

ᾨδὴ η΄. Νικηταὶ τυράννου.

Ῥωμαλέᾳ γνώμῃ, πρὸς τὸ πῦρ ἐχώρησαν οἱ Ἀθλοφόροι, καὶ θανατωθέντες, πρὸς ζωὴν μετέβησαν ἀναβοῶντες· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἱερεῖα ὥσπερ, Ζωή τε καὶ Ἕσπερος σὺν τοῖς συνάθλοις, ὁλοκαυτωθέντες, τῷ Χριστῷ προσήχθησαν ἀναβοῶντες· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.

Νεοττοὶ καθάπερ, πετασθέντες Μάρτυρες πτέρυξι θείαις, καλιὰς τὰς ἄνω, χαίροντες ἐφθάσατε καὶ μελῳδεῖτε· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἱεροὶ προφῆται, ἱεραῖς ἐτράνωσαν θεηγορίαις, τὸν σεπτόν Σου τόκον, Θεοτόκε πάναγνε ᾧ μελῳδοῦμεν· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

 

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.

Ὡς θείας Μάρτυρες ζωῆς, κληρονόμοι γεγόνατε ἠνέγκατε, χρονίαν κάθειρξιν, λιμῷ καὶ δίψει ἐκδαπανώμενοι, ξεσμούς τε σώματος δεινούς, καὶ θάνατον ἄδικον· διὸ τὴν μνήμην ὑμῶν, ἐκτελοῦντες τὸν Χριστὸν μεγαλύνομεν.

Σήμερον ἄγει ἑορτήν, ὁ λαὸς ὁ τοῦ Θεοῦ παναοίδιμοι, ἐπὶ τῇ μνήμῃ ὑμῶν, πανηγυρίζων· τὸν γὰρ ἀόρατον, ταῖς ὁρωμέναις συμπλοκαῖς, ἐχθρὸν κατεβάλετε, καὶ νίκης στέφανον, ἀνεδήσασθε Χριστὸν μεγαλύνοντες.

Ἤρθητε πρὸς τὰ νοητά, τοῦ Δεσπότου Ἀθλοφόροι σκηνώματα, θέσει θεούμενοι, φωτός τε θείου ἀποπληρούμενοι, Ἕσπερε καὶ Κυριακέ, Ζωὴ καὶ Θεόδουλε· διὸ αἰτήσασθε, ἱλασμὸν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν.

Θεοτοκίον.

Φέρουσα Λόγον τοῦ Πατρός, ἐν χερσί Σου Μητροπάρθενε Δέσποινα, χειρός με λύτρωσαι, τοῦ ἀλλοτρίου καὶ καταξίωσον, ζωῆς τυχεῖν ἀληθινῆς, ἵνα μακαρίζω Σε, ἵνα δοξάζω Σε, τὴν ἐλπίδα τῶν πιστῶν καὶ κραταίωμα.

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου