ΑΠΡΙΛΙΟΣ Ι
ΙΑΚΩΒΟΣ & ΑΖΑΣ ΙΕΡΟΜΑΡΤΥΡΕΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δυὰς κροτείσθω Μαρτύρων στεφηφόρων. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Υγρὰν διοδεύσας ὡσεὶ ξηράν.
Δόξης καὶ λαμπρότητος θεϊκῆς, καταξιωθέντες, τοὺς δοξάζοντας εὐσεβῶς, ταύτην τὴν φωσφόρον ὑμῶν μνήμην, σκότους παθῶν Ἀθλοφόροι λυτρώσασθε.
Ὑμῶν τοῖς παλαίσμασι ἐπὶ γῆς, οὐράνιοι νόες, κατεπλάγησαν Ἀθληταί· τοὺς γὰρ ἀοράτους πολεμίους, μετὰ σαρκὸς ἐτροπώσασθε Μάρτυρες.
Αἱμάτων Ἁγίων ἐπιῤῥοαῖς, ἐβάψατε χλαῖναν, Ἀθλοφόροι περικαλλῆ, ἣν ἀμφιασάμενοι τὰ ἄνω, περιχαρῶς κατοικεῖτε Βασίλεια
Συνέτριψας κέντρα τοῦ πονηροῦ, Ἀζᾶς ὁ γενναῖος, καὶ Ἰάκωβος ὁ στεῤῥός, πόνων παμμεγίστων καὶ μαστίγων, ἀντιτυπίαις καὶ νῦν μακαρίζονται.
Θεοτοκίον.
Κυήσασα Λόγον τὸν τοῦ Πατρός, ἡμῖν ἑνωθέντα, ὑπὲρ λόγον Μήτηρ ἁγνή, τοῦτον ἀενάως ἐκδυσώπει, παθῶν ἀλόγων ἡμᾶς ἐκλυτρώσασθαι.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ῥώμῃ τε καὶ χάριτι, τοῦ Παντοκράτορος Μάρτυρες, τὰ σκοτεινά, νέφη τῶν βασάνων, ἀπροσκόπτως διέβητε.
Ὄμβροις ἐξηράνατε, μαρτυρικοῦ σοφοὶ αἵματος, ὡς ἀληθῶς, τῆς πολυθεΐας, τὰ θολώδη ὀμβρήματα.
Τραύμασι σαρκὸς ὑμῶν, ἐτραυματίσατε Μάρτυρες, περιφανῶς, πάντας τοὺς ἀσάρκους, θείᾳ χάριτι δαίμονας.
Θεοτοκίον.
Ἔτεκες πανάμωμε, τὸν ὑπερούσιον Κύριον, Ὃν ἐκτενῶς, αἴτησαι σωθῆναι, τοὺς πιστῶς ἀνυμνοῦντάς Σε.
Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ἐνώπιον τυράννων, τὸν Χριστὸν ὡμολόγησαν, Ἰάκωβος ὁ θεῖος, καὶ Ἀζᾶς ὁ πολύαθλος, καὶ θάνατον ὑπέστησαν ὁμοῦ, θαλάττης ὁμιλήσαντες μυχοῖς, καὶ τὰ ἄνω κατοικοῦσι, περιφανῶς Βασίλεια χορεύοντες· δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ αὐτῶν, πᾶσιν ἰάματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱερεῖα ὁλόκληρα, Μάρτυρες πανεύφημοι προσηνέχθητε, τῷ τυθέντι ὥσπερ πρόβατον, διὰ μέγαν πλοῦτον ἀγαθότητος.
Συντριβόμενοι σώματα, συντριβὴν ξοάνων ἐναπειργάσασθε· διὰ τοῦτο τὰ συντρίμματα, πάντων Ἀθλοφόροι θεραπεύετε.
Θυρεῷ θείας χάριτος, βέλη τῆς κακίας ἐναπεκρούσασθε, Ἀθλοφόροι μεγαλώνυμοι, καὶ νομίμως πίστει ἐνηθλήσατε.
Ὥσπερ δύο φωτίζετε, Μάρτυρες ἀστέρες πᾶσαν ὑφήλιον, σκοτασμὸν ἀποδιώκοντες, τῆς πολυθεΐας θείᾳ χάριτι.
Θεοτοκίον.
Μετὰ τόκον διέμεινας, ἄφθορος Παρθένε· Θεὸν γὰρ τέτοκας, ἐκ φθορᾶς ἀνακαλούμενον, τοὺς Σὲ Θεοτόκον καταγγέλλοντας.
ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Ἀγώνων ἐπιδείξεσι Ἅγιοι, παμμεγίστων, πολεμίους φάλαγγας, πολυειδεῖς ἐτροπώσασθε.
Ῥοπάλοις συντριβόμενοι Μάρτυρες, τὸν τῶν ὅλων, Θεὸν οὐκ ἠρνήσασθε, ἀλλὰ νομίμως ἠθλήσατε.
Τεινόμενοι πανεύφημοι Μάρτυρες, ἐπὶ ξύλου, τεταμένην εἴχετε, πρὸς τὸν Θεὸν τὴν διάνοιαν.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε πανύμνητε Δέσποινα, Θεοτόκε, Θεὸν ὑπερύμνητον, ἀνερμηνεύτως γὰρ τέτοκας.
ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτιῶν.
Ῥήμασι τῷ δυσμενεῖ, ἀντετάξασθε πανσόφοις καὶ τούτου, τὴν ἀλογίαν πᾶσαν, λογικαῖς ἀποδείξεσιν, ἐτροπώσασθε σοφοί· ὅθεν ὑπέβαλε πολυτρόποις, ὑμᾶς βασάνοις μωραινόμενος.
Ὤφθητε ὡς ἀληθῶς, θεῖοι ἄνθρακες φλογίζοντες πᾶσαν, τῆς δυσσεβείας ὕλην, καὶ πιστοὺς καταυγάζοντες, σελασφόροις διδαχαῖς, καὶ ἐπιδείξεσι παραδόξων, μεγαλομάρτυρες δυνάμεων.
Νεύματι παντουργικῷ, λίμνη ὕδατος ἐστράφη εἰς αἷμα, σταγόνα δεξαμένη, τοῦ σεπτοῦ ὑμῶν αἵματος, τοῦ χυθέντος Ἀθληταί, ὑπὲρ τῆς πίστεως τοῦ παθόντος, καὶ πάντων πάθη θανατώσαντος.
Θεοτοκίον.
Στόματι ὡς ἀληθῶς, καὶ καρδίᾳ Σε κηρύττομεν Κόρη, ἁγνὴν Θεοῦ Μητέρα· Ὃν ἀπαύστως ἱκέτευε, τῶν βελῶν τοῦ πονηροῦ, καὶ κατακρίσεως αἰωνίου, τοὺς ἀνυμνοῦντάς Σε λυτρώσασθαι.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου ῥείθροις.
Τὰς οὐρανίους σκηνώσεις κληρούμενοι, καὶ τῶν Μαρτύρων χοροῖς συνταττόμενοι, τρυφᾶτε τρυφὴν ἀδιάῤῥευστον, εἰς τοὺς αἰῶνας, καλλίνικοι Μάρτυρες, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Τίμιοι ὥσπερ μαργαρῖται, θεῖον στέφανον σοφοὶ τῆς Ἐκκλησίας, ἐκοσμήσατε νῦν, βοῶντες Ἀθλοφόροι· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἔτι σταζόμενοι τῷ λύθρῳ, τῷ τοῦ αἵματος παρέστητε Κυρίῳ, καὶ χειμάῤῥοῦν τρυφῆς, κληροῦσθε μελῳδοῦντες· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Φῶς ὑμῖν ἄδυτον ἀθλήσει, ἐξανέτειλε σοφοὶ τελειωθεῖσι, καὶ αἰώνιον πῦρ, κληροῦσθε εὐφροσύνην, Ἀζᾶ μακαριώτατε, καὶ Ἰάκωβε θεόφρον.
Θεοτοκίον.
Ἤνθησας ἄνθος ἀφθαρσίας, παναμώμητε τὸν φυτουργὸν τοῦ κόσμου, Ὃν δυσώπει ἀεί, τὸν θεῖον ἐμφυτεῦσαι, φόβον Αὐτοῦ πανάμωμε, ἐν ψυχαῖς τῶν Σὲ ὑμνούντων.
ᾨδὴ η΄. Νικηταὶ τυράννου.
Φωταυγεῖς ἀστέρες, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας, Ἀθλοφόροι θεῖοι, ὤφθητε φωτίζοντες τοὺς μελῳδοῦντας· εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὁλοτρόπῳ νεύσει, πρὸς Θεὸν θεούμενοι μαστίγων πόνους, ὡς ἐν ἀλλοτρίῳ, σώματι ὑπέστητε ἀναβοῶντες· εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας
Ῥείθροις τῶν αἱμάτων, τὸν βυθὸν ξηράναντες τῆς ἀθεΐας, πηγὴ ἰαμάτων, τοῖς πιστοῖς γνωρίζεσθε ἀναβοῶσιν· εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας
Ὤφθη δεξαμένη, λίμνη θείου αἴματος ὑμῶν σταγόνα, παραδόξῳ θέᾳ, πλήρης ὅλη αἵματος ἐπὶ ἡμέρας, ἥτις μετὰ ταῦτα, ἄνικμος διέμεινε, Μάρτυρες τὸ θαῦμα, κηρύττουσα τὸ μέγα.
Θεοτοκίον.
Νοερῶς Σε πάλαι, ὁ Προφήτης ἔβλεψεν ἁγνὴ λυχνίαν, ἔνδον δεξαμένην, τὸ πῦρ τῆς Θεότητος καὶ μὴ φλεχθεῖσαν, Παναγία Κόρη, Μαρτύρων τὸ καύχημα, τῶν ἁμαρτανόντων, ἀντίληψις βεβαία.
ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Ἴαμα βρύει ἡ σορός, τῶν Μαρτύρων ἐπομβρίαις τῆς χάριτος, καὶ παύει πάντοτε, ἀῤῥωστημάτων, καύσωνα μέγιστον, καὶ διεκχύσεις τῶν παθῶν, ξηραίνει ἐν χάριτι, καὶ καταρδεύει ψυχῶν, Ὀρθοδόξων καθ’ ἑκάστην φρονήματα.
Ὡς θεῖον ζεῦγος τὸν ζυγόν, ἐβαστάσατε πανένδοξοι Μάρτυρες, τὸν ἐλαφρότατον, ὡς ἄρνες θεῖοι, ὑφ’ ἓν ἐτύθητε, καὶ ἡγιάσατε τὴν γῆν, Ἀζᾶ πανεύφημε, καὶ Ἰάκωβε· διὸ μακαρίζεσθε.
Στυλῳ μὲν ὕπερθεν φωτός, τὰ ὑμῶν Θεὸς ἐδόξασε σώματα, πρὸς γῆν ῥιπτόμενα, καὶ τοῖς θηρίοις, βορὰ διδόμενα, ὁ οὐρανὸς δὲ τὰ σεπτά, ἐδέξατο πνεύματα, ἐν ἀπροσίτῳ φωτί, τῶν Μαρτύρων τοῖς χοροῖς συνταττόμενα.
Ἡ μνήμη ἡ περικαλλής, Ἰακώβου καὶ Ἀζᾶ ἀνατείλασα, σήμερον χάριτι, φωτίζει πάντων, ἡμῶν νοήματα, τῶν εὐφημούντων τὰ αὐτῶν, σεπτὰ προτερήματα· ὧν ταῖς πρεσβείαις Χριστέ, ἱλασμὸν ἁμαρτιῶν πᾶσι δώρησαι.
Θεοτοκίον.
Φάνηθι Μῆτερ τοῦ Θεοῦ, ἀρωγὸς ἡμῖν ἀεὶ κινδυνεύουσι, βίου τῷ κλύδωνι, καὶ δίδου χεῖρα, ἡμᾶς ἐξαίρουσα, πειρατηρίων χαλεπῶν, νόσων τε καὶ θλίψεων, ὅπως ὑμνῶμέν Σε, Θεοτόκε καὶ πιστῶς μακαρίζομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου