Πέμπτη 2 Μαρτίου 2023

ΜΑΡΤΙΟΣ 31. ΣΤΕΦΑΝΟΣ ΟΣΙΟΣ ΚΑΝΩΝ

 

ΜΑΡΤΙΟΣ ΛΑ΄.

ΣΤΕΦΑΝΟΣ ΟΣΙΟΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τοὺς σ(οὺς γ)εραίρω παμμάκαρ θείους πόνους. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.

Τὴν ἔνθεον μνήμην σου, θεόφρον Πάτερ, πιστῶς ἑορτάζοντες, τὸν τῶν ὅλων Κύριον, ἀεὶ δοξάζομεν, τὸν σὲ δοξάσαντα πολλοῖς, Στέφανε θαύμασιν.

Ὁ νοῦς σου ταῖς νεύσεσι, ταῖς πρὸς τὸ θεῖον, πανσόφως θεούμενος, παντελῶς ἀπένευσεν, ἐκ τῶν παθῶν τῆς σαρκός, καὶ ἄγγελόν σε ἐπὶ γῆς, ἔδειξε Στέφανε.

Ὑπῆλθες ἀσκήσεως, τοὺς πόνους Πάτερ, καὶ πάθη ἐνέκρωσας, τῆς σαρκὸς δυσκάθεκτα, καὶ τὴν ἀπάθειαν, ὡς διπλοΐδα φωτεινήν, σαφῶς ἐνδέδυσαι.

Σταυρώσας τὰ μέλη σου, δι’ ἐγκρατείας, Χριστῷ Πάτερ ἔζησας, τῷ Σταυρῷ τὸν θάνατον, ἐξαφανίσαντι, καὶ ἰαμάτων δαψιλῆ, χάριν ἐπλούτησας.

Θεοτοκίον.

Συνέλαβες ἄχραντε, ἀῤῥήτῳ λόγῳ, τὸν πάντα συνέχοντα, τὰ τῆς γῆς πληρώματα, καὶ τοῦτον τέτοκας, Ὃν ἐκδυσώπει ἐκτενῶς, τοῦ ἐλεῆσαι ἡμᾶς.

 

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.

Ἔργοις σεπτοῖς καὶ κατορθώμασιν, ἐναρέτοις Πάτερ διέλαμψας, ὥσπερ ἀστὴρ ὁλοφαής, μοναζόντων συστήματι, καὶ ἐφώτισας θαυμάτων, ἀστραπαῖς τὴν ὑφήλιον.

Ῥώμῃ καὶ χάριτι τοῦ Πνεύματος, δυσμενεῖς ἀσάρκους κατέβαλες, καὶ ἀνυψώθης εὐκλεῶς, ἐν ταπεινῷ φρονήματι, καὶ θαυμάτων αὐτουργός, Πάτερ σοφὲ ἐχρημάτισας.

Αἱρετιζόντων Πάτερ στόματα, ἀληθείας λόγῳ ἐνέφραξας, καὶ διωγμοὺς ὑπενεγκών, στέφος θεῖον ἀπείληφας, ἄνευ μωλώπων γενόμενος, σοφὲ Μάρτυς ἄριστος.

Θεοτοκίον.

Ἵνα Θεὸς ἄνθρωπος γένηται, ὁ Θεὸς ἐγένετο ἄνθρωπος, ἐκ Σοῦ τῆς μόνης καθαρᾶς, ἀρχὴν λαβὼν ὁ ἄναρχος· διὰ τοῦτό Σε Παρθένε, οἱ πιστοὶ μακαρίζομεν.

 

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἥλιος φαιδρός, ἀνατείλασα Πάτερ, ἡ μνήμη σου πιστῶν, τὰς καρδίας φωτίζει, τὰ πάθη διώκουσα, καὶ τὸ σκότος ἐξαίρουσα, ἣν ἐκ πίστεως, εἰλικρινῶς ἐκτελοῦντας, σκέπε φύλαττε, πειρατηρίων τοῦ βίου, ἡμᾶς Πάτερ Στέφανε.

 

ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.

Ῥανίσιν ἱερῶν σου, δακρύων ἀρδευθείς, δένδρον ὤφθης Στέφανε, κατάκαρπον σοφέ, καρποὺς προσφέρον, τὰς ἀρετὰς τὰς εὐώδεις, καὶ τῶν θαυμάτων, τὰς ἀπείρους ἀναβλύσεις· ὅθεν εὐσεβῶς σε γεραίρομεν.

Ὡς θεῖος καθορᾶται, Παράδεισος σοφέ, οἶκος ὁ κατέχων σου, λειψάνων τὴν σορόν, ἄνθη ποικίλα, προσφέρων τὰ τῶν θαυμάτων, οἷς αἱ καρδίαι, ἐνηδύνονται τῶν πίστει, Στέφανε ἀεὶ εὐφημούντων σε.

Πηρώσεις διαλύεις, καὶ παύεις χαλεπά, τῶν βροτῶν νοσήματα, εἰς δόξαν τοῦ Χριστοῦ, παρ’ οὗ τὴν χάριν, τὴν τῶν θαυμάτων πλουτήσας, ἐμεγαλύνθης, ἐλαμπρύνθης ἐδοξάσθης, κλέος μοναζόντων Πατὴρ ἡμῶν.

Θεοτοκίον.

Ἁγία Θεοτόκε, ἁγίασον ἡμᾶς, ἡ τὸν ὑπεράγιον, κυήσασα σαρκί, ὁμοιωθῆναι, θελήσαντα τοῖς ἀνθρώποις, καὶ οὐρανίου, πολιτείας πάντας δεῖξον, ἄχραντε μετόχους πρεσβείαις Σου.

 

ᾨδὴ ε΄. Τὴν Σὴν εἰρήνην δὸς ἡμῖν.

Μυρίπνοος γενόμενος, ἐνθέοις ἀρεταῖς, ἔβλυσας σοφὲ μετὰ κοίμησιν, μύρον εὐῶδες θαυμαζόμενον, ὑπὸ πιστῶν ἀνθρώπων, τῶν πόθῳ σε τιμώντων.

Μεγίσταις ἐπιδείξεσι, θαυμάτων φοβερῶν, Στέφανε πανσόφως διέλαμψας, καὶ πρὸ θανάτου ἀξιάγαστε, καὶ μετὰ ἐκδημίαν, καὶ ἱερὰν κηδείαν.

Ἁγίως διανύσας σου, τὸν βίον ἐν Χριστῷ, Στέφανε θεόφρον Πατὴρ ἡμῶν, μετὰ Ἁγίων κατεσκήνωσας, καὶ νῦν καθαγιάζεις, τοὺς πίστει σε τιμῶντας.

Θεοτοκίον.

Κυήσασα πανάμωμε, Θεὸν Ἐμμανουήλ, ἄνθρωπον σαφῶς δι’ οἶκτον γενόμενον, τοῦτον δυσώπει ὡς φιλάνθρωπον, ἁγνὴ κατοικτειρῆσαι, λαὸν ἡμαρτηκότα.

 

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.

Ἀνορθοῖς Πάτερ χωλούς, ὀμματίζων τοὺς τυφλούς, βηματίζειν δὲ ποιεῖς, παραλύτους ἐν Χριστῷ, διώκεις τε, τῆς πονηρίας πνεύματα Στέφανε.

Ῥεῖθρον πρόεισιν ἀεί, ὡς ἐκ κρήνης καθαρᾶς, τῆς τιμίας σου σοροῦ, ἰαμάτων δαψιλές, μακάριε, παθῶν ξηραῖνον πᾶσαν ἐπήρειαν.

Θαυμαστὸς θαυματουργός, καὶ ποιμὴν ἀληθινός, Πάτερ Στέφανε φανείς, διαφύλαττε ἀεί, τὴν ποίμνην σου, ἣν συνεστήσω πολλοῖς ἱδρῶσί σου.

Θεοτοκίον.

Ἐπὶ Σὲ ὡς ὑετός, ἐπὶ πόκον κατελθών, Θεοτόκε ὁ Σωτήρ, ἀπεξήρανε σαφῶς, τὰ ῥεύματα, τῆς ἀθεΐας ἀρδεύσας πάντων ψυχάς.

 

ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ Παῖδάς Σου Σωτήρ.

Ἱερουργήσας ὥσπερ σεαυτόν, τοῖς ἄνθραξι, τῆς ἀσκητικῆς διαγωγῆς, ὅλως Χριστοῦ ἐδείχθης Πάτερ εὐωδία, καὶ πιστῶν τὰ πρόσωπα, εὐωδιάζεις ἀεί, θαυματουργῶν ὑπὲρ νοῦν.

Ὀρθοδοξίας λάμπων ἀστραπαῖς, διέλυσας, σκότος τῶν αἱρέσεων σοφέ· καὶ διωγμοὺς ἔτεσι πλείστοις καρτερήσας, μάρτυς ἄνευ αἵματος, γέγονας· ὅθεν πιστῶς, ἀνευφημοῦμέν σε.

Ὑπομονὴν κτησάμενος πολλήν, ἐγκράτειαν, πίστιν καὶ ἀγάπην ἀληθῆ, ὤφθης πατὴρ τῶν ὀρφανῶν χηρῶν προστάτης, συμπαθὴς καὶ μέτριος, Στέφανε τῶν μοναστῶν, κλέος καὶ καύχημα.

Θεοτοκίον.

Σοῦ κατεπλάγη στῖφος δυσμενῶν, τὴν πάννυχον, στάσιν καὶ εὐχῶν ἐπιμονήν, τὰ δάκρυα τοὺς στεναγμοὺς τὴν πρὸς τὴν Κτίστην, ἀληθῆ διάθεσιν, δι’ ὧν καθεῖλες αὐτῶν, Στέφανε τὰς μηχανάς.

 

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.

Ὁσίως τὰ ὅσια, παμμάκαρ ἐκτελῶν, ὁσίοις συντέταξαι, καὶ πᾶσιν ἐκλεκτοῖς· μεθ’ ὧν σε τιμῶμεν, καὶ τὴν λάρνακα, τὴν σὴν προσκυνοῦμεν, Στέφανε θεοφόρε.

Νοὸς καθαρότητα, κτησάμενος σοφέ, τοῦ Πνεύματος ἔσοπτρον, γεγένησαι τερπνόν, τὰς τούτου ἐμφάσεις, εἰσδεχόμενος, καὶ λαοὺς φωτίζων, ταῖς σαῖς διδασκαλίαις.

Ὁρᾶται παράδοξον, παμμάκαρ διὰ σοῦ, πανσόφως τελούμενον· ἐκ μόνης γὰρ τῆς σῆς, τὸ γύναιον θέας, τῆς προσούσης αὐτῷ, νόσου ἀπελύθη, εὐθέτως βηματίζον.

Τριαδικόν.

Ὑμνήσωμεν ἄναρχον, Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον, ἀμέριστον ἀρχήν, ἀΐδιον κράτος, τρισυπόστατον, φύσιν μίαν δόξαν, καὶ μίαν Βασιλείαν.

Θεοτοκίον.

Σαρκοῦται ὁ ἄσαρκος, ἐκ Σοῦ θεοπρεπῶς, Ὃν αἴτησαι πάναγνε, τὰ πάθη τῆς ἐμῆς, σαρκὸς θανατῶσαι, καὶ ζωῶσαί μου, τὴν νενεκρωμένην, ψυχὴν ταῖς ἁμαρτίαις.

 

ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.

Ἰχνηλατῶν θεοφόρε, τοὺς εὐσεβῶς καὶ ὁσίως, βεβιωκότας ἐπὶ γῆς, πρᾶος ἄκακος ὤφθης, καὶ συμπαθὴς καὶ ταπεινός, καὶ μέτριος Στέφανε, καὶ ἀγάπης, πεπλησμένος τῆς θείας· διὰ τοῦτο εὐφημοῦμέν σε πιστῶς.

Ὥσπερ ἡδύπνοον μύρον, ὡς καθαρώτατον κρίνον, ὡς ῥόδον Πάτερ εὐθαλές, εὐωδίαν ἐκπέμπεις, ἐκ τῆς τιμίας σου σοροῦ, ἀπείρων ἰάσεων, τὰς δυσώδεις, ἀῤῥωστίας διώκων, τῶν ἐν πίστει προσιόντων σοι θερμῶς.

Σὲ τὸν ποιμένα τὸν θεῖον, καὶ μιμητὴν τοῦ μεγάλου, καὶ ἀρχιποίμενος Χριστοῦ, δυσωποῦμεν θεόφρον, οἱ χρηματίζοντες τῆς σῆς, ἀγέλης νῦν θρέμματα, περίσῳζε, πονηρῶν ἡμᾶς λύκων, ταῖς ἁγίαις μεσιτείαις σου ἀεί.

Ἡ παναγία σου μνήμη, καθάπερ ἥλιος μέγας, ἐξανατείλασα φαιδρῶς, καταυγάζει τὴν κτίσιν, ἣν ἐκτελοῦντες εὐσεβῶς, βοῶμέν σοι Στέφανε· πρεσβείαις σου, πάντων τὰς διανοίας, καταυγάσας σκέπε φύλαττε ἡμᾶς.

Θεοτοκίον.

Φιλαμαρτήμων ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ κριτήριον ἁγνή, τὸ ἀδέκαστον τρέμω, ἐν ᾧ με τήρησον ταῖς Σαῖς, ἁγίαις δεήσεσι, Θεόνυμφε, ἀκατάκριτον ὅπως, ὡς προστάτιν μακαρίζω Σε ἀεί.

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου