Πέμπτη 2 Μαρτίου 2023

ΜΑΡΤΙΟΣ 24. ΟΣΙΟΣ ΖΑΧΑΡΙΑΣ ΚΑΝΩΝ

ΜΑΡΤΙΟΣ ΚΔ

ΖΑΧΑΡΙΑΣ ΟΣΙΟΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἠ ἀκροστιχίς: Τὸν σὸν γεραίρω παμμάκαρ Πάτερ βίον. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ταῖς θείαις λαμπρότησι, καταυγαζόμενος Ὅσιε, τὸ νέφος διάλυσον, τῆς διανοίας μου, ὅπως μέλψω σου, τὸν βίον τὸν φωσφόρον, καὶ τὰ κατορθώματα, τῆς πολιτείας σου.

Ὀρθρίσας πρὸς Κύριον, δικαιοσύνης τὸν ἥλιον, ἐκ βρέφους πανόλβιε, σκότος διέφυγες, τῶν τοῦ σώματος, παθῶν δι’ ἐγκρατείας, καὶ χάριν ἐπλούτησας, θαυμάτων Ὅσιε.

Νοὸς καθαρότητα, δι’ ἀπαθείας κτησάμενος, τοῦ Πνεύματος γέγονας, κατοικητήριον, ἀξιάγαστε, παμμάκαρ Ζαχαρία, Πατέρων ἀγλάϊσμα, φωστὴρ παγκόσμιε.

Θεοτοκίον.

Σὲ μόνην πανάμωμε, ὁ Γαβριὴλ ἀσπαζόμενος, ἐξ ὕψους ἀφίκετο, χαῖρε κραυγάζω Σοι, οἰκητήριον, Θεοῦ τοῦ Βασιλέως, καὶ θρόνε πυρίμορφε, ὁσίων καύχημα.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ὁλόνυκτον Πάτερ ἱκεσίαν, ἀγρύπνῳ προσφέρων λογισμῷ, Θεῷ τῷ Παντοκράτορι, πάθη σαρκὸς ἐκοίμησας· ὅθεν προστάτης ἄγρυπνος, πάντων ἡμῶν ἐχρημάτισας.

Νεκρώσας τὰ μέλη ἐγκρατείᾳ, ἐζώωσας Πάτερ τὴν ψυχήν, ταῖς θείαις ἐπιδόσεσι, τῶν ἀρετῶν νευρούμενος, παντουργικαῖς δυνάμεσιν, ὦ Ζαχαρία πανάριστε.

Γευσάμενος καλὸν Θεοῦ ῥῆμα, καὶ γνώσεως θείας μετασχών, ἡσύχως διετέλεσας, τὴν σὴν ζωὴν κολλώμενος, ἀνεπιστρόφως Ὅσιε, τῷ φωτοδότῃ Θεῷ ἡμῶν.

Θεοτοκίον.

Ἐξ ὕψους ἁγίου ἐπιστάς Σοι, ὁ μέγας ἐβόα Γαβριήλ· χαῖρε Θεοῦ Παράδεισε, ζωῆς τὸ ξύλον ἔχουσα, τὸν φυτουργὸν τῆς κτίσεως, θεοχαρίτωτε Δέσποινα.

 

 

 

 

 

Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Μονάσας θεαρέστως, Ζαχαρία Πατὴρ ἡμῶν, ἐν προσευχῇ καὶ νηστείᾳ, τὸν Θεὸν ἐξεζήτησας, καὶ γέγονας δοχεῖον καθαρόν, τοῦ Πνεύματος ἀστράπτων τοῖς πιστοῖς, ἀρετῶν λαμπηδόνας, δι’ ὧν φωτίζεις πάντας τοὺς τιμῶντάς σε· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ ἐνισχύσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

 

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

Ῥώμῃ τε καὶ χάριτι δυναμωθείς, τοῦ παμβασιλέως Θεοῦ ἡμῶν, τὰς πανουργίας, τῶν ἀσάρκων δυσμενῶν, ὁλοσχερῶς διέφυγες, Πάτερ Ζαχαρία θεόπνευστε.

Ἀγαλλιασώμεθα πνευματικῶς, μνήμην ἐκτελοῦντες πανίερον, σημειοφόρου, καὶ σεπτοῦ ἡμῶν πατρός· ταῖς ἱεραῖς δεήσεσι, τούτους δυσχερῶς ἐκλυτρούμεθα.

Ἴαμα ἀέναον σοῦ ἡ σορός, βλύζει Ζαχαρία πανόλβιε, τοῖς προσιοῦσι, καὶ καθαίρει μολυσμούς, σαρκὸς ὁμοῦ καὶ πνεύματος, Πάτερ θεοφόρε θεόληπτε.

Ῥῦσαι ἡμᾶς Ὅσιε σαῖς προσευχαῖς, πάντων τῶν σκανδάλων τοῦ ὄφεως, καὶ τῶν παγίδων, καὶ ἰάτρευσον ἡμῶν, τὰ χαλεπὰ νοσήματα, ταῖς πρὸς τὸν Δεσπότην δεήσεσιν.

Θεοτοκίον.

Ὤφθης θεοχώρητος ὄντως ναός, τοῦ παμβασιλέως πανάμωμε, Θεογεννῆτορ· ὅθεν πάντες εὐσεβῶς, τοῦ Γαβριὴλ τὸ χαῖρέ Σοι, πίστει ἀδιστάκτῳ προσφέρομεν.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Παθῶν κατεκράτησας, σαρκὸς θεομακάριστε, τῇ ὑπερβαλλούσῃ ἐγκρατείᾳ· ὅθεν σοι θεία χάρις δεδώρηται, πάθη θεραπεύειν τῶν πιστῶς, Πάτερ προσιόντων σοι, Ζαχαρία πανόλβιε.

Ἁγίων τὸν βίον σου, παμμάκαρ διετέλεσας· ὅθεν τοῖς Ἁγίοις ἠριθμήθης, τοῖς ἀπ’ αἰῶνος Θεῷ δουλεύσασι, πάντων ἁγιάζων τὰς ψυχάς, τῶν ἀνευφημούντων σου, τὰ σεπτὰ κατορθώματα.

Μακάριος γέγονας, τῷ ὄντι ἀξιάγαστε· σὺ γὰρ ἐν ὁδῷ δικαιωμάτων, τοῦ παντεπόπτου Θεοῦ πεπόρευσαι, ἄκακος καὶ πρᾶος γεγονώς, καὶ ταῖς ἀναβάσεσι, ταῖς καλαῖς σεμνυνόμενος.

Θεοτοκίον.

Μακρὰν τὸ ἀνθρώπινον, Θεοῦ Παρθένε γέγονε, ἀνερμηνεύτως θεοχαρίτωτε, πάλιν εἰς Παράδεισον μολεῖ, πίστει μακαρίζον Σε, Θεοτόκε πανύμνητε.

 

 

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην καὶ πάντιμον.

Ἁγνῶς βιῶσαι ἑλόμενος, ἐγκράτειαν ὡς ἄσαρκος ἤσκησας, στάσιν παννύχιον, εὐχὴν σοφὲ ἀδιάλειπτον, πίστιν  ἀληθεστάτην, θείαν ταπείνωσιν.

Καλῶν ἰδέαις κοσμούμενος, ὡς ἄγγελος ὡράθης ἐν σώματι, πολιτευόμενος, καὶ μεταστὰς κατεσκήνωσας, μετὰ Ἀγγέλων Πάτερ, θεομακάριστε.

Ἀγγέλους ἔχων συλλήπτορας, δαιμόνων ἀπεκρούσω φαντάσματα, καὶ πανουργεύματα, καὶ ἀπροσκόπτως διώδευσας, ὦ Ζαχαρία τρίβον, πρὸς ζωὴν φέρουσαν.

Θεοτοκίον.

Ῥημάτων Κόρη πανάμωμε, τοῦ θείου Γαβριὴλ ὡς ἀκήκοας, Λόγον συνέλαβες, ἐν τῇ ἀσπόρῳ νηδύϊ Σου, καὶ ὑπὲρ λόγον τοῦτον, Παρθένε τέτοκας.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες.

Παραδόξοις ἐπιδείξεσι πανόλβιε, θαυμάτων πάντων ψυχάς, τῶν προστρεχόντων σοι, φωτίζεις τῇ χάριτι, τοῦ Παντοκράτορος, τοῦ φωτίσαντος, τὴν σὴν ψυχὴν καὶ δείξαντος, τοῦ ἡλίου λαμπροτέραν.

Ἀγαπήσας τελεώτατα τὸν Κύριον, νοὸς εὐθύτητι, πρὸς τούτου πάνσοφε, τελείως ἠγάπησαι, καὶ χάριν εἴληφας, πονηρότατα, ἀποδιώκειν πνεύματα, καὶ ἰᾶσθαι πᾶσαν νόσον.

Τῶν δακρύων σου τὰ ῥεύματα δεξάμενος, ὁ παντεπόπτης Θεός, τῆς παρακλήσεως, Ζαχαρία μέτοχόν σε, ἀπειργάσατο, ἧς ἐπέτυχον, οἱ τῷ Θεῷ δουλεύσαντες, ἐν εὐθύτητι καρδίας.

Θεοτοκίον.

Ἐπιστάς σοι ὁ ἀσώματος πανάμωμε, χαῖρε προσφθέγγεται, πύλη τοῦ θείου φωτός, βάθος δυσθεώρητον, ὕψος ἀμέτρητον, θρόνε πύρινε, τοῦ Βασιλέως Δέσποινα, ἱλαστήριον τοῦ κόσμου.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῷ καμίνῳ.

Ῥώμῃ θεϊκῇ τὰς παρατάξεις, δαιμόνων τὰς ὀλεθρίους ἐξηφάνισας, χάριν τε ἀπείληφας, παύειν ἀῤῥωστήματα, καὶ ἐκδιώκειν πνεύματα, βοῶν ἀκάθαρτα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Βιώσας παμμάκαρ θεαρέστως, δικαίοις σαφῶς τὸν ὀφειλόμενον, ὕπνον νῦν κεκοίμησαι, καὶ πρὸς ἀτελεύτητον, μετεβιβάσθης Ὅσιε, βοῶν ἀνάπαυσιν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἰάσεις ἐκβλύζει παραδόξως, ἡ θήκη σου Πάτερ τοῖς προστρέχουσι, πλύνουσα νοσήματα, πάθη τε ξηραίνουσα, ἣν προσκυνοῦντες μέλψωμεν, τὴν πολιτείαν σου, τοὺς πόνους σου τοὺς ἐνθέους ἀγῶνας, μάκαρ Ζαχαρία, φωστὴρ τῶν μοναζόντων.

Οἶκος τῆς Τριάδος Πάτερ ὤφθης, οἰκῶν κατὰ μόνας ἐπὶ ἔτεσιν, πλείστοις παναοίδιμε, καὶ καύσωνι τηκόμενος, καὶ ταῖς ἁλύσεσι, συντρίβων τὸ σαρκίον καὶ τρίβον, τὴν τῆς ἀπαθείας, ὁδεύων Ζαχαρία.

Θεοτοκίον.

Ναμάτων με πλήρωσον Παρθένε, ἐνθέων ἡ τὴν πηγὴν κυοφορήσασα· λύτρωσαι τοῦ καύσωνος, τῶν ἁμαρτημάτων με, καὶ πρὸς ζωὴν ὁδήγησον, πύλη τῆς ὄντως ζωῆς, τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἴσχυσας Θεοῦ, δυνάμει καὶ χάριτι, Πάτερ τροπώσασθαι, δράκοντα καυχώμενον, ἐν ἀφροσύνῃ καὶ τὴν ὀλέθριον, κάραν αὐτοῦ συνέθλσας, καὶ κατεπάτησας, τοῖς ποσί σου· ὅθεν συνελθόντες σέ, κατανύξει ψυχῆς μακαρίζομεν.

Ὤφθης οὐρανός, ὕψει πολιτείας σου, καλλωπιζόμενος, θαύμασι πανόλβιε, ὡς θείοις ἄστροις καὶ καταυγάζων ψυχάς, τῶν εὐσεβῶς ἑκάστοτε, προσπελαζόντων σοι, καὶ τιμώντων, πίστει τοὺς ἀγῶνάς σου, Ζαχαρία φωστὴρ διαυγέστατε.

Στήσας τῶν παθῶν, τὰ ῥεύματα  Ὅσιε, ὄμβροις δακρύων σου, ῥεῖθρα τοῖς προστρέχουσι, θαυμάτων βρύεις θεομακάριστε, καὶ ὑπεξαίρεις καύσωνα, παθῶν ἑκάστοτε, Ζαχαρία, πανιερώτατε, Ἐκκλησίας σεπτὸν ἐγκαλλώπισμα.

Ἤνθησας σαφῶς, ὡς ῥόδον ἡδύπνοον, ἐν Ἐκκλησίᾳ Χριστοῦ, καὶ κατευωδίασας, ὀδμαῖς θαυμάτων κόσμου τὰ πέρατα· ὅθεν τὴν θείαν μνήμην σου, πανηγυρίζομεν, ἐν ᾗ πᾶσιν, αἴτησαι συγχώρησιν, Ζαχαρία πολλῶν παραπτώσεων.

Θεοτοκίον.

Φῶς τὸ ἐκ φωτός, ἐκλάμψας ἀνέτειλεν, ἐκ τῆς νηδύος Σου, Μῆτερ ἀειπάρθενε, καὶ τὸ τῆς πλάνης σκότος ἀπήλασε, καὶ τὰ τῆς γῆς πληρώματα, πάντα ἐφώτισεν· ὅθεν πίστει, χαῖρέ Σοι κράζομεν, Θεοτόκε Ὁσίων τὸ καύχημα

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου