Δευτέρα 20 Μαρτίου 2023

ΑΠΡΙΛΙΟΣ 12. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΔΗΜΉΣ ΚΑΙ ΠΡΩΤΊΩΝ ΚΑΝΩΝ

ΑΠΡΙΛΙΟΣ ΙΒ΄

ΔΗΜΉΣ & ΠΡΩΤΙΩΝ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σεπτοὺς ἀνυμνῶ θαυματουργοὺς προφρόνως. Ἰωσήφ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾎσμα, ἀναπέμψωμεν λαοί.

Σῶτερ, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ θησαυρὸς τῆς γνώσεως, Λόγος ὁ ζῶν τοῦ Πατρός, κατάπεμψόν μοι λόγον, ἐξ ὕψους ἁγίου Σου, ὅπως τοὺς Σοὺς ἁγίους, εὐφημήσω, θείαις μελῳδίαις.

Ἔχων, πρὸς Θεὸν διηνεκῶς, τὸ ὄμμα τῆς καρδίας σου, Δημὴ Χριστοῦ ἐραστά, ἐμίσησας τὴν σάρκα, ὡς φθείρεσθαι μέλλουσαν, καὶ τὰ πρὸς ἀφθαρσίαν, ὁδηγοῦντα, σαφῶς διεπράξω.

Πίστιν, καὶ ἐλπίδα ἀῤῥαγῆ, ἀγάπην καὶ πραότητα, καὶ τὴν συμπάθειαν, σαφῶς ἐστολισμένος, Δημὴ σὺν Πρωτίωνι, δόξης τῆς ἀϊδίου, κληρονόμοι, ἐδείχθητε ἅμα.

Τέλος, δεδεγμένοι ἀγαθόν, τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν, θεῖοι θεράποντες, ἰᾶσθε πᾶσαν νόσον, διώκετε πνεύματα, ἅπασι τοῖς ἐν πίστει, μετὰ πόθου, ὑμῶν δεομένοις.

Θεοτοκίον.

Ὅλον, ἑαυτὸν ὁ πλαστουργός, κενώσας ὡς ηὐδόκησεν, ἐν τῇ νηδύϊ Σου, προῆλθε σαρκοφόρος, πανάμωμε Δέσποινα, ὅπως ἀθανασίαν, τοῖς ἀνθρώποις, πλουσίαν πηγάσῃ.

 

ᾨδὴ β΄. Πρόσεχε, οὐρανὲ καὶ λαλήσω.

Ὑψώσαντες, πρὸς Θεὸν τὰς καρδίας, ὑμῶν μακάριοι, ἐταπεινώσατε πᾶσαν, κακίαν τοῦ πολεμήτορος.

Στήσαντες, καρτερίας ἐν πέτρᾳ, τοὺς πόδας Ἅγιοι, ταῖς μεθοδείαις τοῦ πλάνου, ἀσάλευτοι διεμείνατε.

Ἀντλήσατε, οἱ πιστοὶ σωτηρίαν, ῥῶσιν καὶ ἔλεος, ἐκ τῆς σοροῦ τῶν Ἁγίων· πηγάζει γὰρ θεῖα νάματα.

Νέκρωσιν, ζωηφόρον ὁσίως, ἀμφιασάμενοι, πρὸς τὴν ζωὴν τὴν ἀγήρω, μετέβητε εὐφραινόμενοι.

Θεοτοκίον.

Ὑμνοῦμέν Σε, Παναγία Παρθένε, ὅτι ἐκύησας, τὸν ὑπὸ πάσης ἀπαύστως, τῆς φύσεως ἀνυμνούμενον.

 

 

 

 

ᾨδὴ γ΄. Στερέωσον ἡμῶν.

Μόνα τὰ ἐκεῖ, μακάριοι ποθοῦντες, πᾶσαν ἀρετήν, ἐκτήσασθε προθύμως, καταφρονήσαντες πλούτου καὶ δυναστείας, διὰ τὴν μέλλουσαν ἀνάπαυσιν.

Νόμοις τοῦ Χριστοῦ, πληρούμενοι πανσόφως, ὁ πανευκλεής, Δημής τε καὶ Πρωτίων, τὰς ἀρετὰς ἠμφιάσαντο ὥσπερ κόσμον, καὶ οὐρανίου δόξης ἔτυχον.

Ὤφθητε δυάς, ἀεὶ εὐλογημένη, ἔνδοξε Δημή, πανεύφημε Πρωτίων, παντοδαπῆς ἐξαιρούμενοι πάντας νόσου, τοὺς καταφεύγοντας τῇ σκέπῃ ὑμῶν.

Θεοτοκίον.

Θρόνος τοῦ Θεοῦ, πανάμωμε ἐδείχθης, καὶ περιφανές, παλάτιον καὶ κλίνη, ἐν ᾖ ὁ πάντων Δεσπότης προανεκλίθη, ἐπανακλήσει τοῦ Προπάτορος.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πρωτίων ὁ ἔνδοξος καὶ ὁ θεόφρων Δημής, πρὸς φῶς τὸ ἀνέσπερον, μετατεθέντες ἡμᾶς, φωτίζουσι πάντοτε, θείαις φωταγωγίαις, παραδόξων θαυμάτων, λύοντες νοσημάτων, πολυώδυνον σκότος· αὐτοὺς ἐν εὐφροσύνῃ ψυχῆς, πίστει δοξάσωμεν.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε,

Ἀκηλίδωτον ἔσοπτρον, Πνεύματος Ἁγίου Δήμη γεγένησαι· διὰ τοῦτο συνελθόντες σε, οἱ πιστοὶ συμφώνως, μακαρίζομεν.

Ὑπερήφανον δράκοντα, μάκαρ ταπεινούμενος ἐταπείνωσας, καὶ ὑψώθης θείῳ Πνεύματι, πρὸς Χριστὸν Πρωτίων, τὸν Θεὸν ἡμῶν.

Μεγαλύνοντες ἔνδοξοι, τὸν ἀγαθοδότην μόνον Θεὸν ἡμῶν, παρ’ Αὐτοῦ ἐμεγαλύνθητε, ἐνεργείας ἀεί, εῤγαζόμενοι.

Ἀρυσώμεθα ἄνθρωποι, χάριν ἀδαπάνητον ἀναβλύζουσαν, ἐκ τῆς θήκης τῶν Χριστοῦ ἐραστῶν, καταχρέως τούτους μακαρίζοντες.

Θεοτοκίον.

Τὴν ἑτοίμην βοήθειαν, τῶν καταπιπτόντων τὴν ἐπανόρθωσιν, τὴν μητέρα τοῦ Θεοῦ ἡμῶν, ἀσιγήτοις ὕμνοις, μεγαλύνομεν.

 

ᾨδὴ ε᾿. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.

Ὀρθρίσας πρὸς τὸν πάντων Δεσπότην, Δημὴ θεόφρον, πάσας τοῦ ἀλάστορος, τὰς προσβολὰς κατεπάτησας.

Ὑπέρτιμος ὡς λίθος Πρωτίων, ἐθησαυρίσθης, θησαυροῖς μακάριε, ἐπουρανίοις γηθόμενος.

Ῥωσθέντες θείῳ σθένει πανεύφημοι, Ἀθλοφόροι, ἰάσεις πηγάζετε· τοῖς πρὸς ὑμᾶς καταφεύγουσιν.

Θεοτοκίον.

Γαστρὸς πρὸ ἑωσφόρου ἐξέλαμψας, τῆς πατρώσας, ὁ μήτραν πανάμωμον, καθυποδὺς σωματούμενος.

 

ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου φωτεινόν.

Ὁ μέγιστος Δημὴς ὥσπερ ἀστήρ, ἐκλάμψας ἐφώτισε, πιστῶν τὰ συστήματα, καὶ δαιμόνων τὴν ἀχλὺν ἀπεδίωξεν.

Ὑμνοῦμεν τοὺς ἀγῶνάς σου Δημή, τιμῶμεν τὴν μνήμην σου, τὴν κόνιν τοῦ σώματος, προσκυνοῦντες εὐσεβῶς παναοίδιμε.

Συνέσεως καὶ χάριτος πλησθείς, Πρωτίων μακάριε, Θεῷ εὐηρέστησας, τῷ δοξάσαντι τὴν σὴν μνήμην ἔνδοξε.

Θεοτοκίον.

Παρθένε ἀπειρόγαμε ἁγνή, ἀπαύστως ἱκέτευε, Χριστὸν Ὃν ἐκύησας, δωρηθῆναι ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.

 

ᾨδὴ ζ΄. Τῶν Χαλδαίων ὁ τύραννος.

Ῥωμαλέῳ φρονήματι, τὴν πλάνην ἐκμειοῦντες, ἀπλανεῖς ἀνεδείχθησαν, οἱ Ἅγιοι φωστῆρες, ἐν τῷ στερεώματι, τῆς Ἐκκλησίας Χριστοῦ, φωταγωγοῦντες ἡμᾶς.

Οἱ μαζοὶ οἱ προχέοντες, ἰαμάτων σταγόνας, καὶ νοσήματα παύοντες, ἀνίατα ἀνθρώπων, Πρωτίων ὁ ἔνδοξος, καὶ ὁ θεόφρον Δημής, μακαριζέσθωσαν.

Φωτισμὸν καὶ συγχώρησιν, ἀμέτρων ἐγκλημάτων, τοῖς ὑμῶν τὴν πανίερον, ἐπιτελοῦσι μνήμην, αἰτήσασθε Ἅγιοι, ἀπαλλαγὴν τῶν παθῶν, καὶ νοσημάτων δεινῶν.

Θεοτοκίον.

Ῥαντισμῷ θείου αἵματος, Παρθένε λυτρωθέντες, τοῦ ἀσπόρως ἐκ μήτρας Σου, Θεοῦ ἡμῶν τεχθέντος, βοῶμεν τὸ χαῖρέ Σοι, σὺν τῷ σεπτῷ Γαβριήλ, θεοχαρίτωτε.

 

ᾨδὴ η΄. Τὸν ἄναρχον, Βασιλέα τῆς δόξης.

Οἱ εὔδιοι, τῶν ἐν ζάλῃ λιμένες, οἱ πρόβολοι, τῆς Χριστοῦ Ἐκκλησίας, Πρωτίων ὁ κλεινός, Δημὴς ὁ θεοφόρος, τιμάσθωσαν ἀξίως.

Νεκρώσαντες, ἐγκρατείᾳ τὴν σάρκα, πηγάζετε, ζωηφόρων θαυμάτων, ἐνέργειαν σοφοί, σταγόνας ἰαμάτων, προχέοντες ἀπαύστως.

Ὡς κλήματα, τῆς ἀμπέλου τῆς θείας, ὑπάρχοντες, βότρυας ἐναρέτους, ἠνέγκατε σοφοί, καὶ πάθη ψυχοφθόρα, καθαίρετε ἀπαύστως.

Θεοτοκίον.

Συνέλαβες, ὑπὲρ λόγον τὸν Λόγον· ἐκύησας, καὶ παρθένος ὡράθης, ἀκήρατος ἁγνή· διό Σε καταχρέως, ὑμνοῦμεν ἀσιγήτως.

 

 

 

 

ᾨδὴ θ΄. Τὸν προδηλωθέντα.

Ἴδε φωταυγὴς σήμερον, ἐξέλαμψε μνήμη, τῶν θεραπευτῶν τοῦ Χριστοῦ, φωτίζουσα τὸν κόσμον· συνελθόντες καταυγασθῶμεν ἀξίως, καὶ θείας ὑμνῳδίαις μακαρίσωμεν.

Ὥσπερ ποταμὸς Ἅγιοι, Δημὴ καὶ Πρωτίων, ἱερῶν ναμάτων ἀεί, πληρούμενοι ἀξίως, καταρδεύετε τῶν πιστῶν τὰς καρδίας, πάθη ψυχοφθόρα κατακλύζοντες.

Στέφος εὐπρεπὲς Ἅγιοι, τῆς δικαιοσύνης, περικείμενοι ὡραῖοι, παρίστασθε Κυρίῳ, ἐξαιτούμενοι φωτισμὸν καὶ εἰρήνην, τοῖς πανευσεβῶς ὑμᾶς γεραίρουσιν.

Ἡ περικαλλὴς καὶ σεπτή, δυὰς τῶν Ἁγίων, βρύει καθαρὰ νάματα, ἰάσεων τοῖς πίστει, προσπελάζουσι τῇ σεπτῇ αὐτῶν θήκῃ, εἰς δόξαν τοῦ Θεοῦ ἡμῶν καὶ αἴνεσιν.

Θεοτοκίον.

Φέγγος ἀστραπῆς ἔλαμψεν, ἐκ Σοῦ Θεοτόκε, καὶ τὴν κτίσιν πᾶσαν φωτός, ἐπλήρωσε τοῦ θείου, καὶ ἀπήλασεν ἀθεΐας τὴν νύκτα· ὅθεν Σε συμφώνως μεγαλύνομεν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου