ΜΑΡΤΙΟΣ ΚΑ΄
ΘΩΜΑΣ ΚΩΝ.
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών.
ᾨδὴ α’. Ἦχος βαρύς. ᾨδὴ α . Τῷ συνεργήσαντι Θεῷ.
Ὡς στήλην ἔμψυχον σαφῶς, ἀρετῶν δεδεγμένον, τὸν Ἱεράρχην τοῦ Χριστοῦ, ἀξίως ἐν ᾄσμασιν, θεοπνεύστοις ὑμνήσωμεν.
Τῷ ἀναδείξαντι ἡμῖν, τοῦ σοφοῦ ἱεράρχου, τὸ μνημόσυνον, Χριστῷ μόνῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον.
Ἡ διὰ λόγου ἐν γαστρί, ὑπὲρ λόγον τεκοῦσα, τὸν ἀρχηγὸν τῆς ζωῆς, ἀπαύστως ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ γ΄. Ὁ Εἱρμός
Ἐστερεώθη, ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη, ἐπ’ ἐχθρούς μου τὸ στόμα μου.
Ἐν προσευχαῖς τε, καὶ νηστείαις καὶ ψαλμῳδίαις, τὴν ζωήν σου διανύσας παμμακάριστε, εἰς τὴν ἄνω κατήντησας, ἀγαλλίασιν ἔνδοξε.
Τῶν πενήτων, τὴν κατήφειαν διαλύων, χηρῶν τε καὶ ὀρφανῶν προέστης Ὅσιε, ἑκατέροις τὰ πρόσφορα, διανέμων Πατὴρ ἡμῶν.
Ἐτέχθης, ἐκ Παρθένου ἀνερμηνεύτως, ἐφάνης ὡς ηὐδόκησας Σωτὴρ ἡμῶν, καὶ τὸν κόσμον ἀνεκαίνισας, Ἰησοῦ ἐν τῷ πάθει Σου.
ᾨδὴ δ΄. Ὁ Εἱρμός.
Εἰσακήκοα, τὴν ἀκοήν Σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα Σου, καὶ ἐξέστην Κύριε.
Ὑπεράνθρωπον, διαπρέψας τῇ ἐγκρατείᾳ, ἠξιώθης παμμακάριστε, τῶν χαρισμάτων τοῦ Πνεύματος.
Βίον ἔνθεον, καὶ λόγον πάνσοφον κεκτημένος, ἀμφοτέρωθεν μακάριε, τὴν Ἐκκλησίαν ἐκόσμησας.
Ὡς ἰσάγγελον, ἐπιδειξάμενος πολιτείαν, σὺν Ἀγγέλοις ἀγαλλόμενος, τῇ Τριάδι παρίστασαι.
Θεοτοκίον.
Ἀνυμνοῦμέν Σε, τὴν μετὰ τόκον πάλιν Παρθένον, καὶ δοξάζομέν Σε ἄχραντε, ὅτι σώζεις τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ ε΄. Ὁ Εἱρμός.
Ὀρθρίζει τὸ πνεῦμά μου πρὸς Σὲ ὁ Θεός, διότι φῶς καὶ τὰ Σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις Σου φιλάνθρωπε.
Εὐφράνθη ἡ γῆ τοῖς κατορθώμασί σου· διό σου Πάτερ τὴν ἐτήσιον μνήμην, πιστῶς πανηγυρίζουσα, δοξάζει τὸν δοξάσαντά σε.
Σωφρόνως καὶ πάσῃ καθαρότητι, βιώσας Πάτερ ἀνεδείχθης ἐπὶ γῆς, ὡς ἄσαρκος μακάριε, καὶ ζῶν ἐν θνητῷ σώματι.
Θεοτοκίον.
Παρθένε μὴ παύσῃ ἱκετεύουσα, Θεὸν τὸν ἐκ Σοῦ γεννηθέντα ἐν σαρκί, λυτρώσασθαι τοὺς δούλους Σου, ἐκ πάσης περιστάσεως.
ᾨδὴ στ΄. Ὁ Ἰωνᾶς
Ἰσάγγελον, ἀληθῶς πολιτείαν, Πατὴρ ἡμῶν, ἐπὶ γῆς ἐπεδείξω· διὸ καὶ μετ’ Ἀγγέλων, χορεύεις ἐν οὐρανοῖς, πρὸ προσώπου τοῦ Θεοῦ.
Ἐλάλησεν, ἀληθῶς ἱεράρχα, τὸ στόμα σου, δόγματα εὐσεβείας· ἡ μελέτη γὰρ ὄντως, τῆς καρδίας σου σοφέ, ἐν μελέτῃ Θεοῦ.
Θεοτοκίον.
Ὃν ἔτεκες, Θεοτόκε ἀνερμηνεύτως, Θεὸν ἡμῶν, δυσωποῦσα μὴ παύσῃ, ῥυσθῆναι ἐκ κινδύνων, τοὺς ὑμνοῦντάς Σε ἁγνή, ἀειπάρθενε.
ᾨδὴ ζ΄. Ὁ Εἱρμός.
Ὁ τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.
Τῆς Ἐκκλησίας στῦλος ἀσφαλής, ἐδείχθης Πάτερ ἐνθέοις λόγοις.
Οἱ φωτισθέντες τοῖς δόγμασί σου, σὲ καταχρέως ὑμνοῦσι Πάτερ.
Τῇ ἐγκρατείᾳ Πάτερ ἐντρυφῶν, ποιμὴν ἐδείχθης τῇ Ἐκκλησίᾳ.
Θεοτοκίον.
Παρθένε Μήτηρ Θεοῦ τοῦ Λόγου, Αὐτὸν δυσώπει ὑπὲρ τοῦ κόσμου.
ᾨδὴ η΄. Ὁ Εἱρμός.
Τοὺς ἐν καμίνῳ παῖδας μιμούμενοι, οἱ τοῦ πνεύματος τὴν δρόσον δεόμενοι· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὡς ἐντρυφῶν τοῖς λόγοις τοῦ πνεύματος, καὶ ἐκτρέφων πάντας τοῖς δόγμασιν, ἐβόας μακάριε· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ποιμαντικῇ τοῦ λόγου σου σάλπιγγι, τοῦ Χριστοῦ τὴν ποίμνην διέθρεψας, κραυγάζων θεσπέσιε· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Πρὸς τὰς ἀρχὰς καὶ τοὺς κοσμοκράτορας, ἀντικαταστὰς Πάτερ Ὅσιε, καὶ νικήσας ἔψαλλες· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Τὸν πρὸ αἰώνων Λόγον ἀμήτορα, ἐν σαρκὶ τεχθέντα ἀπάτορα, ὑμνήσωμεν λέγοντες· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
ᾨδὴ θ΄. Τὴν ὑπὲρ φύσιν Μητέρα.
Τοῦ προστάτου ποιμένος, καὶ τῶν πενήτων προστάτου, ἐπιτελοῦντες πιστῶς, τὴν θείαν μνήμην, δοξάσωμεν Χριστόν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ.
Οἱ τῶν δογμάτων σου λόγοι, τῇ Ἐκκλησίᾳ θεόφρον, ἡδύνθησαν ἀληθῶς, ὑπὲρ κηρίον, καὶ μέλι πνευματικήν, ἀποστάζοντες γλυκύτητα.
Τοὺς ἐκτελοῦντας ἐν πίστει, τὴν παναγίαν σου μνήμην, ἱκέτευε ἐκτενῶς, Χριστοῦ θεράπον, ἐκ πάσης τῆς τοῦ ἐχθροῦ, λυτρωθῆναι περιστάσεως.
Θεοτοκίον.
Τὴν ἐν γαστρὶ συλλαβοῦσαν, τὸν ἀπερίληπτον Λόγον, καὶ τοῦτον ἄνευ σπορᾶς, σαρκὶ τεκοῦσαν, τὴν ἄχραντον οἱ πιστοί, Θεοτόκον μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου