Παρασκευή 24 Φεβρουαρίου 2023

ΜΑΡΤΙΟΣ 3. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΚΛΕΟΝΙΚΟΣ, ΕΥΤΡΟΠΙΟΣ ΚΑΙ ΒΑΣΙΛΙΣΚΟΣ ΜΑΡΤΥΡΕΣ ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ

ΜΑΡΤΙΟΣ Γ΄.

ΚΛΕΟΝΙΚΟΣ, ΕΥΤΡΟΠΙΟΣ & ΒΑΣΙΛΙΣΚΟΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΟΝΕΣ

 

Ὁ α’ Κανών.

ᾨδὴ α΄. Ἦχος γ΄. ᾌσωμεν τῷ Κυρίῳ.

Ἄσωμεν τῷ Κυρίῳ, τῷ δοξάσαντι, τὴν φωτοφόρον σήμερον, τῶν Ἀθλοφόρων μνήμην, καὶ ταύτην φαιδρύναντι, εἰς αἰῶνα αἰῶνος, τοῖς θαύμασιν ἐκλάμπουσαν, καὶ τῷ κάλλει τῶν ἄθλων, τὰς ψυχὰς καταυγάζουσαν.

Οἱ ἀπλανεῖς ἀστέρες, τοῦ νοητοῦ ἡλίου, οἱ θεοφόροι Μάρτυρες, τὴν Χριστοῦ Ἐκκλησίαν, ὡς ἄλλο στερέωμα, μυστικῶς διδαχοῦσιν· ἐν ταύτῃ γὰρ πεπήγασιν, καὶ στηριγμὸς θαυμάτων, νοητῶς ἀπαυγάζουσιν.

Ἐξαφθέντες πόθῳ, τῆς ὡραιότητος, τοῦ Χριστοῦ οἱ Μάρτυρες, οἱ τρεῖς ἐν τῷ σταδίῳ, τὸν ἐχθρὸν κατήργησαν, τῇ πίστει τῆς Τριάδος, στεῤῥῶς ἀγωνισάμενοι, Κλεόνικος Εὐτρόπιος, Βασιλίσκος ὁ ἔνδοξος.

Θεοτοκίον.

Ὑμνοῦμέν Σε Παρθένε, Θεοτόκε ἁγνή, χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· Σὺ γὰρ μόνη γέγονας, πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ’ ἧς οἱ ἀρυόμενοι, ἰάματα λαμβάνομεν.

 

ᾨδὴ β΄. Πρόσεχε, οὐρανὲ καὶ λαλήσω.

Εὐτρόπιον, σὺν Κλεονίκῳ τιμῶμεν, καὶ Βασιλίσκον, τοὺς Μάρτυρας Κυρίου.

Κατήργησας, τῶν εἰδώλων τὴν πλάνην, Εὐτρόπιε Μάρτυς, τῇ πίστει τῆς Τριάδος.

Τὸ ἔνθεον, Βασιλίσκε ὁρῶντες, τῶν σῶν ἀγώνων, ὑμνοῦμεν τὸν Σωτῆρα.

Εἰρήνευσον, πᾶσαν τὴν οἰκουμένη, ταῖς ἱκεσίαις, Χριστὲ τῶν Ἀθλοφόρων.

Θεοτοκίον.

Ἄχραντε Θεοτόκε Παρθένε, ὑπὲρ τοῦ κόσμου, ἱκέτευε ἀπαύστως.

 

ᾨδὴ γ΄. Στερέωσον Κύριε.

Ἀθλητικὸν φρόνημα, ἐνδυσάμενος Εὐτρόπιε, καὶ χάριτος πλησθείς, δι’ ἀμφοτέρων τοὺς ἐχθρούς, ἐτροπώσω τοῦ Σταυροῦ.

Θεοπρεπῶς ἐξύφανας, τὴν χλαμύδα σου μαρτυρικοῖς, ἐμβαφεῖσαν αἵμασιν, καὶ ἐκοσμήθης εὐσεβῶς, Βασιλίσκε θεόφρον.

Πρεσβείαις ὁ Θεὸς ἡμῶν, τῶν Ἀθλοφόρων Σου εἰρήνευσον, πᾶσαν τὴν οἰκουμένην, καὶ κατάπεμψον ἡμῖν, τοὺς πολλοὺς οἰκτιρμούς Σου.

Θεοτοκίον.

Ὑμνήσωμεν τὴν ἄχραντον, ὡς Μητέρα Θεοῦ ὅτι ἐβλάστησεν, ἐξ αὐτῆς ὁ λυτρωτής, Ὃν ὑμνεῖ τὰ Χερουβίμ, καὶ δοξάζει Σεραφίμ.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Ζέσει πίστεως, φαεινοτάτης, διέλυσατε, κρυμὸν  ἀπάτης, καὶ πεῖραν πολλῶν βασάνων ἐνέγκαντες, πρὸς ἀναψύξεως ὕδωρ ἐφθάσατε, θαυματουργίαις τὸν κόσμον δροσίζοντες, θεῖοι Μάρτυρες· Χριστὸν τὸν Θεὸν αἰτήσασθε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

ᾨδὴ δ΄. Τὴν ἀκοήν Σου Κύριε.

Ἀξιεπαίνοις ᾄσμασιν, ἀνυμνήσωμεν τοὺς Ἀθλοφγόρους, Κλεόνικον, σὺν Εὐτροπίῳ καὶ Βασιλίσκῳ, ἵνα πρεσβεύουσιν ἀκαταπαύστως, πρὸς Χριστὸν τὸν Σωτῆρα, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Κραταιωθέντες Μάρτυρες, ἐν πίστει τῆς ὁμολογίας, κατηργήσατε, τοῦ τυράννου τὰς παρατάξεις, τὰς πολυτρόπους πλοκὰς τῶν βασάνων, διαλύσαντες ὅπλοις, τῆς πίστεως ἔνδοξοι.

Κόσμον καὶ κοσμοκράτορα, τὰς ἀρχάς τε καὶ τὰς ἐξουσίας, τοῦ ἄρχοντος, τοῦ ἀέρος καταβαλόντες, μαρτυρικῶς ἐν σταδίῳ τῇ πίστει, Ἀθλοφόροι Κυρίου, τῆς δόξης ἐτύχετε.

Θεοτοκίον.

Ὡς λιμένα εὔδιον, καὶ ἐλπίδα ἡμῶν Σε ὑμνοῦμεν, πανάχραντε, Θεοτόκε Μήτηρ ἁγία, τοῦ κατὰ σάρκα ἐκ Σοῦ γεννηθέντος, Βασιλέως τῆς δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

 

ᾨδὴ ε΄. Τὴν Σὴν εἰρήνην δὸς ἡμῖν.

Οἱ Ἀθλοφόροι Κύριε, ἐνεκαρτέρησαν, ἐν τοῖς βασάνοις στεῤῥῶς, ἀνδρειωθέντες ἐν Σοί, τῷ ἀγωνοθέτῃ καὶ Σωτῆρι, καὶ τοῖς ἄθλοις ἐνισχύοντι.

Χωρισθέντες ἔνδοξοι, τῇ τελειώσει ὑμῶν, μαρτυρικῶς δὲ τῇ πίστει, ἑνωθέντες ὁμοῦ, ἐσπεύσατε οἰκῆσαι τὴν οὐράνιον, μητρόπολιν ἀχώριστον.

Ὡς δυνατοὶ γενόμενοι, Μάρτυρες Ἅγιοι, ἠκονημένα τὰ βέλη, τῶν ῥημάτων ὑμῶν, ἐπήξατε ἀνδρείως ἐν καρδίαις, τῶν ἐχθρῶν τοῦ Βασιλέως Χριστοῦ.

Θεοτοκίον.

Οἱ ἐξ ἐθνῶν ὑμνοῦμέν Σε, Θεοτόκε ἁγνή, ὅτι Χριστὸν τὸν Θεόν,  ἡμῖν ἔτεκες, τὸν ἐκ τῆς κατάρας τοὺς ἀνθρώπους, διὰ Σοῦ ἐλευθερώσαντα.

 

 

 

 

 

ᾨδὴ στ΄. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.

Τὴν Κλεονίκου γενναιότητα, Εὐτροπίου τὴν στεῤῥότητα, καὶ Βασιλίσκου τὴν θερμήν, παῤῥησίαν μιμησώμεθα, βοῶντες τῷ Σωτῆρι· σῶσον ἡμᾶς, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.

Τὰς τῶν βασάνων τρικυμίας, ἀχειμάστως ἐπεράσατε, τῷ πηδαλίῳ εὐσεβῶς, κυβερνώμενοι τῆς πίστεως, βοῶντες εὐχαρίστως· σῶσον ἡμᾶς, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.

Ἱερονίκους τοὺς στεφάνους, ἀνεπλέξαντο οἱ Μάρτυρες, ὧν ταῖς πρεσβείαις ὁ Θεός, τὴν εἰρήνην Σου παράσχου ἡμῖν, καὶ φεῖσαι τοῦ λαοῦ Σου, πάσης ὀργῆς, ῥυόμενος καὶ φθορᾶς καὶ κινδύνων.

Θεοτοκίον.

Τὸν εἰς τὸ πλήρωμα τοῦ χρόνου, γεννηθέντα ἐκ παρθένου μητρός, καὶ ἐκ δουλείας καὶ φθορᾶς, λυτρωσάμενον τὸ γένος ἡμῶν, ὑμνοῦμεν καὶ βοῶμεν· σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.

 

ᾨδὴ ζ΄. Τοὺς τρεῖς Παῖδες ἐν καμίνῳ.

Πανένδοξοι ὁπλῖται, οὐρανόφρονες Μάρτυρες, καρτερόψυχε Εὐτρόπιε Κλεόνικε, σὺν Βασιλίσκῳ βοᾶτε· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τίμιος ἐναντίον, τοῦ Κυρίου ὁ θάνατος, τῶν Μαρτύρων τῶν πιόντων τὸ ποτήριον, ὡς σωτήριον πόμα, προσκαλουμένων εὐσεβῶς, αὐτοῦ τὸ ὄνομα.

Οἱ Μάρτυρες τὴν πλάνην, τοῦ ἐχθροῦ κατεπάτησαν, καὶ στεφάνους οὐρανόθεν ἐκομίσαντο, μετ’ Ἀγγέλων βοῶντες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ἡ μήτρα Σου Παρθένε, Θεὸν Λόγον ἐχώρησε, τὸν ἀχώρητον παντὶ καὶ ἀδιάστατον Πατρί, καὶ ὀφθέντα τοῖς βροτοῖς, δι’ ἀγαθότητα πολλήν, ἐκ Σοῦ τῆς πάντων χαρᾶς.

 

ᾨδὴ η΄. Τὸν ἐν φλογί.

Ἀθλητικήν, ἐνδυσάμενοι τόλμαν, πρὸς τοὺς τυράννους, τὰς πικρὰς ἀλγηδόνας, οἱ Χριστοῦ ἀδάμαντες, ἐκαρτέρουν γενναίως, σὲ ὁμολογοῦντες, Χριστὲ εἰς τοὺς αἰῶνας.

Εἰδωλικήν, κατησχύνατε πλάνην, Μάρτυρες ἔνδοξοι, καὶ τὴν πρόσκαιρον δόξαν, καὶ τρυφὴν μισήσαντες, ἀδαπάνητον πλοῦτον, καὶ ἀΐδιον δόξαν, ἐκληρώσασθε ἅμα.

Σῶσον ἡμᾶς, ταῖς εὐχαῖς τῶν Ἁγίων, Σοῦ Ἀθλοφόρου, Κλεονίκου Εὐτροπίου, Βασιλίσκου Κύριε, καὶ ἀξίωσον πάντας, διὰ μετανοίας, τῆς Σῆς φιλανθρωπίας.

Θεοτοκίον.

Χαῖρε σεμνή, δυσανάβατο ὕψος, τοῖς τῶν βροτῶν ὀφθαλμοῖς· χαῖρε ὄμμασι νόων, βάθος δυσθεώρητον· χαῖρε Μῆτερ Παρθένε, καὶ Θεοκυῆτορ, εὐλογημένη Μαρία.

 

ᾨδὴ θ΄. Σὲ τὴν ἀκατάφλεκτον βάτον.

Πίστις καὶ ἐλπὶς καὶ ἀγάπη, μυστικῇ πανοπλίᾳ, θωρακίσασα ποτέ, τοὺς Ἀθλοφόρους, ἀπροσίτους αὐτούς, τοῖς ἐχθροῖς ἀπειργάσατο.

Πύργοι ἀσφαλεῖς καὶ λιμένες, καὶ ἀσάλευτοι στῦλοι, τῶν τοῦ Κυρίου ἐντολῶν, οἱ Ἀθλοφόροι, γεγονότες ἡμᾶς, ταῖς εὐχαῖς διασώζουσιν.

Πρόβολοι τῆς πάντων ἐλπίδος, καὶ τῆς πίστεως στῦλοι, καὶ θεμέλιοι στεῤῥοί, ἀναδειχθέντες, τῆς ἀγάπης Χριστοῦ, ἐδοξάσθητε Ἅγιοι.

Θεοτοκίον.

Χαῖρε τῶν εἰς Σὲ προστρεχόντων, τὸ ἀπόρθητον τεῖχος· χαῖρε εὔδιε λιμήν, τῶν Σὲ σεβόντων· χαῖρε Μήτηρ Χριστοῦ, τοῦ Θεοῦ ἀειπάρθενε.

***

 

Ἕτερος (β΄) Κανών, οὗ ἡ ἀκροστιχίς: Τριῶν μεγίστων ἆθλα τιμῶ Μαρτύρων. Ἰωσήφ.

ᾨδὴ α΄ Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Ταῖς ὑπερκοσμίοις ἀστραπαῖς, τῆς τρισηλίου αὐγῆς αὐγαζόμενοι, Μάρτυρες πανεύφημοι, τοὺς εὐσεβῶς ὑμᾶς νῦν μακαρίζοντας, ἐν τῇ φωτοφόρῳ, ὑμῶν ἀθλήσει ἐφωτίσατε.

Ῥήμασιν ὡς βέλεσι σοφοί, τῶν παρανόμων καρδίας ἐτρώσατε· ὅθεν ὑπεμείνατε, καρτερικῶς τὰς τρώσεις καὶ τὰς μάστιγας, καθομολογοῦντες, Θεοῦ τὸ ἅγιον ὄνομα.

Ἱερολογίαις ἱεραῖς, τυραννικῶν πρὸ βημάτων κηρύξαντες, Μάρτυρες ἀοίδιμοι, τὸν δι’ ἡμᾶς παθεῖν καταδεξάμενον, τὰς ἐπαγομένας, στεῤῥῶς βασάνους ἠνέγκατε.

Θεοτοκίον.

Ὤφθης πλατυτέρα οὐρανῶν, τοῦ μηδαμοῦ χωρητὸν σωματώσασα· τοῦτον οὖν ἱκέτευε, πάσης ἡμᾶς στενοχωρίας ῥύσασθαι, καὶ αἰωνιζούσης, Παρθενομῆτορ κολάσεως.

 

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.

Νοὸς καθαραῖς ἐπιβολαῖς, τὰ θεῖα φανταζόμενοι, ἀνδρειοτάτῃ γνώμῃ μακάριοι, πρὸς τὰς βασάνους ηὐτομολήσατε, δυσμενῆ ἀσώματον, Ἀθληταὶ τροπαιούμενοι, μετὰ σώματος· ὅθεν δοξάζεσθε.

Μελῶν ἐκτομὰς διὰ Χριστόν, σοφοὶ ἐγκαρτερήσαντες, ταῖς τῶν αἱμάτων θείαις προσχύσεσι, τὴν γῆν ὁσίως καθηγιάσατε, καὶ τὰ ἐπιβώμια, δαίμοσι φερόμενα, κατεπαύσατε Μάρτυρες αἵματα.

Ἐτέθητε ὥσπερ φωταυγεῖς, ἐν ὕψει τῆς ἀθλήσεως, ὡς ἀληθῶς ἀστέρες πυρσεύοντες, τὴν οἰκουμένην ἀδύτοις λάμψεσι, καὶ τὸ σκότος λύοντες, τὸ τῆς πλάνης Ἅγιοι· διὰ τοῦτο πιστῶς μακαρίζεσθε.

Θεοτοκίον.

Γαστρὶ ὑποδέδεξαι Χριστόν, γαστέρα τὸν κενώσαντα, παντουργικῷ τοῦ ᾍδου βουλήματι· Αὐτὸν δυσώπει θεοχαρίτωτε, ἐκ δουλείας ῥύσασθαι, ἁμαρτίας ἅπαντας, τοὺς πιστῶς Σε ἀεὶ μακαρίζοντας.

 

ᾨδὴ δ΄. Ὄρος Σε τῇ χάριτι τῇ θείᾳ κατάσκιον.

Ἵσταντο οἱ τρεῖς ἐν τῷ σταδίῳ κηρύττοντες, ἕνα τρισήλιον Θεόν, καὶ τῶν μαστίγων τὴν πυράν, στεῤῥῶς ὑπομείναντες, στῦλοι πυρός, τῆς Ἐκκλησίας ἐδείχθησαν, τῶν εὐσεβῶν ἐν Χριστῷ προηγούμενοι.

Στήσαντες τοὺς πόδας ἐπὶ πέτραν τῆς πίστεως, οὐκ ἐσαλεύθητε πολλῶν, πειρατηρίων μηχαναῖς, ἀλλ’ ὤφθητε ἄσειστοι, τοὺς δυσμενεῖς, ὑποσκελίζοντες Μάρτυρες, καὶ παντελῶς ἐκμειοῦντες ἐν χάριτι.

Τίμιοι ὡς λίθοι ἐπὶ γῆς κυλιόμενοι, οἰκοδομίαν πονηράν, πολυθεΐας ἀληθῶς, σοφοὶ κατεστρέψατε, καὶ ἑαυτούς, Θεοῦ ναοὺς ἐδομήσατε, καὶ πρὸς ναὸν ἐπουράνιον ἤρθητε.

Θεοτοκίον.

Ὤφθη Σου ἡ μήτρα θεοφόρον παλάτιον, ἐν ᾧ ὁ πάντων Βασιλεύς, ἐπανεπαύσατο Χριστός, ναοὺς ἐργαζόμενος, Μῆτερ ἁγνή, καὶ φωταυγῆ οἰκητήρια, τοὺς εὐσεβεῖς ἀπροσίτου θεότητος.

 

ᾨδὴ ε΄. Ὁ φωτίσας.

Νόμον θεῖον, συντηροῦντες καλλίνικοι Μάρτυρες, τοῖς ἀνόμοις, ἀνδρειότητι γνώμης ἀντέστητε, καὶ καταικιζόμενοι, καὶ σπαραττόμενοι τὰς σάρκας, νίκην αἰώνιον ἤρασθε.

Αἰνέσωμεν, Βασιλίσκον καὶ πίστει τιμήσωμεν, Κλεόνικον, καὶ Εὐτρόπιον τοὺς μεγαλόφρονας, πίστει ἐναθλήσαντας, ὑπὲρ Τριάδος παναγίας, καὶ ὑπὲρ ἥλιον λάμψαντας.

Θαυμάσια, ἐκτελοῦντες εἰς δόξαν Θεοῦ ἡμῶν, εἱλκύσατε, τοὺς ὁρῶντας πρὸς πίστιν οὐράνιον, Ἀθληταὶ πολύαθλοι, ἄνθη τερπνὰ τοῦ Παραδείσου, τῆς Ἐκκλησίας ἐρείσματα.

Θεοτοκίον.

Λαμπρότησι, τοῦ ἐκ Σοῦ ὑπὲρ νοῦν ἀνατείλαντος, καταύγασον, τὰς ἡμῶν διανοίας πανάμωμε, καὶ τὸ σκότος μείωσον, τῶν λογισμῶν τῶν ψυχοφθόρων, ὅπως ὑμνῶμέν Σε Δέσποινα.

 

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος.

Ἀγάλλεται ἡ γῆ καὶ τὰ οὐράνια, χορεύουσιν οἱ ἄνθρωποι, τὴν ἐτήσιον τελοῦντες ἑορτήν, τῶν διὰ Χριστὸν ἆθλα μακάριοι, καρτερικῶς, ὑπομεινάντων νοὸς στεῤῥότητι.

Τιμήσας τοῖς καλοῖς σου τρόποις Εὐτρόπιε, Θεὸν τὸν ὑπεράγιον, ἐτροπώσω μηχανήματα ἐχθροῦ· ὅθεν σε τιμῶσι πάντες ἄνθρωποι, οἱ διὰ σοῦ, πταισμάτων λύσιν λαβεῖν ελπίζοντες.

Ἰάσεων πηγὰς ἐποχετεύοντες, τῶν καύσωνα διώκετε, νοσημάτων τε καὶ θλίψεων σοφοί, πᾶσιν εὐρωστίαν ἐπιπέμποντες, τοῖς εὐσεβῶς, ὑμῶν τῇ σκέπῃ ἀεὶ προστρέχουσιν.

Θεοτοκίον.

Μαράνασα τῷ Σῷ βλαστῷ πανάμωμε, τὴν πάλαι ἐκβλαστήσασα, παραβάσεσι κακίαν τοῦ ἐχθροῦ, τοὺς ἐν τῇ ψυχῇ μου ἐκβλαστάνοντας, φθοροποιούς, καὶ ἀκανθώδεις λογισμοὺς ἔκτιλον.

 

ᾨδὴ ζ΄. Σὲ νοητήν.

Ὥσπερ τρυφήν, θείαν λογιζόμενοι, τὰς τῶν μελῶν ἀποκοπάς, τὰ ῥαπίσματα τοὺς ξεσμούς, θάνατον τὸν βίαιον, Μάρτυρες ἠγάλλεσθε, καὶ τῷ Θεῷ προθύμως ἐμέλπετε· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Μετὰ πολλάς, τιμωρίας σώματος, σταυρὸν ὑπέστητε στεῤῥῶς, ἐν μιμήσει τοῦ Λυτρωτοῦ, ἔνδοξε Εὐτρόπιε, μέγιστε Κλεόνικε, καὶ μακαρίου τέλους ἐτύχετε, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ἀποσκοπεῖν, ὑμῖν προτρεπόμενος, πρὸς ἀθανάτους ἀμοιβάς, φρουρουμένοις ὤφθη Χριστός, Ὅνπερ θεασάμενοι, θάρσους ἐπληρώθητε, ἀναβοῶντες Μάρτυρες ἔνδοξοι· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον.

Ῥῦσαι ἡμᾶς, Παναγία Δέσποινα, ἐξ ἐθνικῆς ἐπιδρομῆς, συναντήματος πονηροῦ, πάσης περιστάσεως, καὶ τῆς κατακρίσεως, τῆς αἰωνίου πίστει κραυγάζοντας· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

ᾨδὴ η΄. Ἐν καμίνῳ.

Τεταμένον, ἔχοντες τὸν νοῦν, πρὸς μόνον τὸν Δεσπότην, ἐτάθητε μαστιζόμενοι, πανεύφημοι σφοδρῶς, καὶ καταικιζόμενοι, ἐβοᾶτε· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὑψωθέντες, ἐπὶ τοῦ σταυροῦ, ὡς πάλαι ὁ Δεσπότης, μεγάλης κατηξιώθητε, εὐκλείας Ἀθληταί, βοῶντες καὶ λέγοντες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ῥώμῃ θείᾳ, οἱ πανευκλεεῖς, ῥωσθέντες Ἀθλοφόροι, ἀνόμων τὰς παρατάξεις, ἐτροπώσαντο στεῤῥῶς, βοῶντες καὶ λέγοντες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τριαδικόν.

Ὡς Μονάδα, φύσει Σε ὑμνῶ, θεότης παναγία, τρισὶ δὲ ταῖς ὑποστάσεσιν, ἀτμήτως διαιρῶν, κραυγάζω γηθόμενος· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ναὸς ὤφθης, τοῦ Ἐμμανουήλ, καὶ πύλη δι’ ἧς μόνος, εἰσῆλθέ τε καὶ ἐξῆλθε, ὡς ἐπίσταται ἁγνή, σώζων τοὺς κραυγάζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τύπον, τῆς ἁγνῆς λοχείας Σου.

Ἵνα, Ἰησοῦν κερδήσητε, τὰ τοῦ παρόντος βίου πάντα ἡγήσασθε, σκύβαλα καθὼς Παῦλος ὁ θεῖος ἐδίδαξε· διὰ τοῦτο καλῶς ἐναθλήσαντες, τοὺς οὐρανοὺς οἰκεῖτε, στεφανηφόροι μεγαλώνυμοι.

Ὤφθη, ὥσπερ πύργος τρίγωνος, τῶν ἱερῶν Μαρτύρων τὸ θεῖον σύστημα, τείχη πονηρὰ κατεδάφισαν ἐν χάριτι, ἀθεΐας καὶ νῦν πολιτεύεται, ἐν πόλει Θεοῦ ζῶντος, τῶν πρωτοτόκων ἐν σκηνώμασιν.

Στέφος, ἀφθαρσίας Ἅγιοι, παρὰ Χριστοῦ λαβόντες χλαῖνάν τε βάψαντες, ἐκ μαρτυρικῶν ὑμῶν αἱμάτων παρίστασθε, Βασιλεῖ τῶν αἰώνων λαμπόμενοι, λαμπραῖς φωτοχυσίαις, καὶ πανολβίαις διαδόσεσιν.

Ἤδη, τῷ Θεῷ ἐγγίζοντες, καὶ Ἀσωμάτων δήμοις συνεορτάζοντες, τοὺς ἐπὶ τῆς γῆς ὑμᾶς ἀεὶ μακαρίζοντας, καὶ τὴν μνήμην ὑμῶν ἑορτάζοντας, Μάρτυρες οὐρανίου, τυχεῖν λαμπρότητος αἰτήσασθε.

Θεοτοκίον.

Φρίττει, τῶν Ἀγγέλων τάγματα, τὸν ἐκ τῶν Σῶν λαγόνων ἐξανατείλαντα, Ὃν ὑπὲρ ἡμῶν Παρθενομῆτορ ἱκέτευε, τῆς φρικτῆς ὅπως πάντας λυτρώσηται, κολάσεως καὶ σκότους, τοῦ ἐξωτέρου τοὺς ὑμνοῦντάς Σε.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου