Παρασκευή 24 Φεβρουαρίου 2023

ΜΑΡΤΙΟΣ 7. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΒΑΣΙΛΕΑΣ ΧΕΡΣΩΝΑΣ ΚΑΝΩΝ

 

ΜΑΡΤΙΟΣ Ζ΄.

ΒΑΣΙΛΕΑΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΕΡΣΩΝΑΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών.

ᾨδὴ α’. Ἦχος δ΄. ᾌσωμεν τῷ Κυρίῳ.

Τὸν πάνσοφον Ἱεράρχην, καὶ φερωνύμως γενόμενον, ἀρετῶν βασιλέα, τιμήσωμεν ἅπαντες, ὕμνοις καὶ ἀπαύστοις ᾠδαῖς.

Ὡς τίμιον μαργαρίτην, ἐν τῇ θαλάσσῃ κρυπτόμενον, τὸν ἑαυτοῦ Ἱεράρχην, Χριστὸς ἐφανέρωσεν, εἰς δόξαν τῶν θαυμάτων αὐτοῦ.

Ἰσάγγελον πολιτείαν, ἐπὶ τῆς γῆς ἐνδειξάμενος, τρισμακάριε Πάτερ, ἀξίως ἀπέλαβες, οὐράνιον κατοίκησιν.

Θεοτοκίον.

Σὲ τὴν χαρὰν τῶν Ἀγγέλων, τῶν Ἀποστόλων τὸ καύχημα, καὶ τῶν Ἁγίων Μαρτύρων, στερέωμα ἄσειστον, Παρθένον μακαρίζομεν.

 

ᾨδὴ γ΄. Ἐν Κυρίῳ Θεῷ μου.

Ἀναλαβὼν τὴν πανοπλίαν, τὴν τοῦ πνεύματος μακάριε, κατήσχυνας ἀνδρείας, τὰ τοῦ ἐχθροῦ μηχανήματα.

Τυραννικὴν μὴ καταπτήξας, παμμακάριστε θρασύτητα, τῆς πίστεως προέστης, τυραννικῶς μέχρις αἵματος.

Ὡς πιστὸν οἰκονόμον, τῶν μυστηρίων τοῦ Σωτῆρος Χριστοῦ, ἐν ᾄσμασιν ἀξίως, τὸν Ἱεράρχην τιμήσωμεν.

Θεοτοκίον.

Τὴν Θεομήτορα Παρθένον, ὀρθοδόξως ἀνυμνήσωμεν· πρεσβεύει γὰρ ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

 

ᾨδὴ δ΄. Εἰσακήκοα.

Ἐπανήγαγες, ἐκ τοῦ βυθοῦ τῆς πλάνης θεόφρον, τῇ σαγήνῃ τῶν δογμάτων σου, τῆς Ἐκκλησίας τὸ ποίμνιον.

Κυβερνώμενος, τῇ ἐπιπνοίᾳ τῆς εὐσεβείας, πρὸς τὸν ὅρμον τὸν οὐράνιον, τῆς θείας δόξης κατηύγασας.

Ἀνεδείχθης, ὦ Μάρτυς δοχεῖον καθαρώτατον, τῆς τοῦ Πνεύματος ἐλλάμψεως, καὶ προφητείας ἠξίωσαι.

Θεοτοκίον.

Μῆτερ ἄχραντε, εὐλογημένη ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς Σε περίσῳζε, ἀπὸ πάσης περιστάσεως.

 

 

 

ᾨδὴ ε᾿. Ὁ ἀνατείλας τὸ φῶς.

Ὁ καταισχύνας Χριστέ, τῆς ἀσεβείας τὴν ζάλην, διὰ τοῦ Ἱεράρχου, δόξα Σοι δόξα Σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

Ὁ ἀναδείξας Χριστέ, τὸν Ἱεράρχην φωστῆρα, ἐν λόγῳ ἀληθείας, δόξα Σοι δόξα Σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

Ὁ ἰαμάτων πηγήν, τὸν ἱεράρχην Σου δείξας, βυθίσαντα τὴν πλάνην, δόξα Σοι δόξα Σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

Θεοτοκίον.

Τὴν τοῦ Ἀγγέλου φωνήν, ἀσιγήτως ἡ κτίσις, προσφέρει Σοι Παρθένε· χαῖρε Μήτηρ ἄχραντε, Ἰησοῦ Υἱοῦ τοῦ Θεοῦ.

 

ᾨδὴ στ΄. Ὡς Ἰωνᾶν τὸν Προφήτην.

Ἀντὶ τῶν ἄθλων βραβεῖα, τῶν θαυμάτων τὴν χάριν δεξάμενος, τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, τῶν πίστει ἀνευφημούντων σε.

Ὁ τὴν μνήμην τοῦ Ἱεράρχου, ἐπὶ τῆς γῆς μεγαλύνας Χριστὲ ὁ Θεός, αὐτὸς τοὺς πολλούς Σου οἰκτιρμοὺς κατάπεμψον, τῷ κόσμῳ μόνε φιλάνθρωπε.

Θεοτοκίον.

Ἡ ἀφράστως τεκοῦσα, τὸν Σωτῆρα τῶν ὅλων Χριστὸν τὸν Θεόν, Αὐτὸν δυσωποῦσα, μὴ παύσῃ τὸ γένος ἅπαν, σῶσαι τῶν ἀνυμνούντων Σε.

 

ᾨδὴ ζ΄. Ὁ  ἐν τῷ ὄρει.

Θαυμαστώσας, διὰ τοῦ μαρτυρίου τὸν πάνσοφον, Ἱεράρχην καὶ Ἀθλοφόρον, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κατὰ τῆς πλάνης, ἀριστεύσας νομίμως στεφάνους, ἐκομίσω τοὺς ἀκηράτους, θαυμάτων χάριν ἅπασιν, τοῖς πιστοῖς παρεχόμενος.

Θεοτοκίον.

Ὁ ἐν μήτρᾳ, τῆς Παρθένου οἰκήσας καὶ ταύτην, οὐρανῶν πλατυτέραν δείξας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα Χριστόν.

Τὸν Βασιλέα Χριστόν, Ὃν ὡμολόγησε, Βασιλεὺς ὁ θεόφρων, τῆς εὐσεβείας κῆρυξ, καὶ ὑπέρμαχος φανείς, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ταῖς τῶν δογμάτων τῶν σῶν, ἅπαν τὸ ποίμνιον, ἀστραπαῖς καταυγάσας, Ἱερομάρτυς ἔπεισας, βοᾶν εὐσεβῶς· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀκαταπλήκτῳ ψυχῆς, Μάρτυς φρονήματι, ἐναντίον ἐθνῶν τε, καὶ βασιλέων ἔστης, ἐκβοῶν εὐσεβῶς· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὸν Βασιλέα Χριστόν, Ὃν ἡμῖν ἔτεκεν, ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε, Παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Μεγαλύνομεν πάντες.

Εὐφημήσωμεν πάντες, τὴν ἐτήσιον μνήμην, τοῦ Ἱερομάρτυρος, αὐτοῦ ταῖς δεήσεσι, τὸν μεγαλύναντα Αὐτόν, ἐλεηθῆναι Χριστὸν ἱκετεύοντες.

Ἐν τῇ γῇ τῶν πραέων, αὐλιζόμενος Πάτερ, καὶ συνευφραινόμενος, ταῖς ἄνω Δυνάμεσι, μνείαν ποιούμενος, Ἱερομάρτυς μὴ παύσῃ πρὸς τὸν Κύριον.

Θεοτοκίον.

Χαῖρε πάνσεμνε ἁγνή, παρθενίας καύχημα, μητέρων τὸ στήριγμα, ἀνθρώπων βοήθεια, καὶ τοῦ κόσμου ἡ χαρά, Μαρία μήτηρ καὶ δούλη τοῦ Θεοῦ.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου