Δευτέρα 13 Φεβρουαρίου 2023

ΦΕΒΡΟΥΑΡΙΟΣ 28. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΡΟΤΕΡΙΟΣ ΚΑΝΩΝ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΗ΄

ΠΡΟΤΕΡΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: ᾌσματα Φιλοθέου εἰς τὸν Ἱερομάρτυρα Προτέριον.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἅρματα Φαραώ

ρματι νοητῷ, τετραπώλῳ ἐπιβάς, πίστεως ἀσκήσεως, ἱερωσύνης καὶ ἄθλων, δρόμον μαρτυρίου ἤνυσας, ἱερομύστα Προτέριε.

Στέψας ταῖς ἀρεταῖς, τῆς ψυχῆς σου τὴν στολήν, ἔβαψας τῷ αἵματι, τοῦ μαρτυρίου σου ταύτην, ἣν βασιλικῶς ἐνδέδυσαι, συμβασιλεύων ἀεὶ τῷ Χριστῷ.

Μύστης ἱερουργός, ἱεράρχης καὶ ποιμήν, πέφηνας πανεύφημε, Ἀλεξανδρέων καὶ πάντων, τεῖχος ὀρθοδόξων ἄσειστον, ἱεροφάντα Προτέριε.

σμασιν εὐαγῶν, ἐξ ἀνθέων τῆς ψυχῆς, στέφανον προσοίσωμεν, τῷ Ἱεράρχῃ Κυρίου, ἐν τῇ πανευσήμῳ μνήμῃ αὐτοῦ, πνευματικῶς ἀγαλλόμενοι.

Θεοτοκίον.

Τέτοκας τὸν πρὸ Σοῦ, γεννηθέντα ἐκ Πατρός, Λόγον Θεονύμφευτε, Ὃν ἐν δυσὶ ταῖς οὐσίαις, ὁ πανευκλεὴς Προτέριος, ἀνακηρύττων ἐνήθλησεν.

 

ᾨδὴ γ΄. Τόξον δυνατῶν ἠσθένησε.

δων Ὀρθοδόξοις ᾄσμασιν, ἐν τῇ Ἐκκλησίᾳ, τῷ σαρκωθέντι Θεῷ ἡμῶν, ἐλογχεύθης ὑπὸ τροφίμων, τῶν τοῦ Μάνεντος μακάριε.

Φύρας οὐδαμῶς εἰς ἄλληλα, τὰς τῶν δύο φύσεων, ἰδιότητας ἔλεγες· εἷς νοεῖται υἱὸς ὁ Χριστός, ὡς Θεὸς ὁμοῦ καὶ ἄνθρωπος.

σον τῷ Πατρὶ καὶ Πνεύματι, Ὀρθοδόξῳ πίστει, τὸν Υἱὸν ἐδογμάτιζες, ἴσον πάλιν βροτὸν τῇ φύσει, τῇ μητρὶ τὸν Αὐτὸν ἔλεγες.

Λύθρον τῶν ἁγνῶν αἱμάτων σου, τῆς ἱερωσύνης, ἐπεκέρασας τῷ χρίσματι, ἀνεδείχθης Ἱερομάρτυς, παμμακάριστε Προτέριε.

Θεοτοκίον.

ρος ἡ Παρθένος λίθον Σε, ἀκρογωνιαῖον, ἄνευ ἀνδρὸς Σῶτερ ἔτεκεν, ἕνα ὄντα τῇ ὑποστάσει, ἐν δυσὶ τελείαις φύσεσιν.

 

ᾨδὴ δ΄. Δι’ ἀγάπησιν Οἰκτίρμον.

Θαυμαστή σου τῆς ἀνδρείας, ἡ εὐτολμία, τοῖς ἀναιρεῖν σε ὅπως, ἐκζητοῦσι παρέσχες, σεαυτὸν ἑκούσιον, Προτέριε σφάγιον.

ν Προφήταις σε συντάττων, ὁ σὸς Δεσπότης, τὸν Ἡσαΐαν Πάτερ, σοὶ ὀφθῆναι κελεύει, σπεῦσον περιμένω σε, Προτέριε, λέγοντα.

Ὁ ἰσάγγελός σου βίος, πρὸς ὑπερτάτην, ἱεραρχίας δόξαν, ἀνεβίβασε μάκαρ, ἡ δὲ πίστις Μάρτυρα, γενναῖον ἀνέδειξεν.

Ὑπερβάλλεις ἱεράρχας, τῷ εἶναι Μάρτυς, τοὺς ἀθλητὰς δὲ πάλιν, ὡς ἱερομύστης, Μάρτυς ἱερώτατε, Προτέριε ἔνδοξε.

Θεοτοκίον.

Ἐν τρισὶ μὲν τοῖς προσώποις, τὴν θείαν φύσιν, ἐν δὲ δυσὶν οὐσίαις, τὸν Χριστὸν καὶ Υἱόν Σου, λέγων ὁ Προτέριος, ἐνήθλησε Δέσποινα.

 

ᾨδὴ ε’. Ἀσεβεῖς οὐκ ὄψονται.

ωσὴφ διέσωσε, τὴν Αἴγυπτο λιμοῦ, αἰσθητοῦ σὺ δὲ νοητοῦ, ἀπαλλάξας ταύτην δεινῆς αἱρέσεως, Ὀρθοδόξοις δόγμασιν, ὡς ἐν σπέρμασι Προτέριε.

Σταυρωθῆναι λέγοντες, τὴν φύσιν τοῦ Θεοῦ, οἱ δεινοὶ Αἰλουριανοί, σὲ τὸν ταύτης πρόμαχον ἀνεῖλον ξίφεσι, καὶ πυρὶ τεφρώσαντες, τῷ ἀέρι διεσκέδασαν.

Τὸ διπλοῦν τῶν φύσεων, καὶ τῶν ἐνεργειῶν, καὶ θελήσεων τοῦ Χριστοῦ, δογματίζων Ὅσιε Ἀπολινάριον, Εὐτυχῆ καὶ Μάνεντα, σὺ καθεῖλες τοῦ ἀλάστορος.

Οἱ ψιλὸν τὸν Κύριον, δοξάζοντες βροτόν, ταῖς σοφαῖς ὦ Πάτερ νευραῖς, τῶν ἐνθέων λόγων σου ἀπηγχονίσθησαν, ὁ δεινὸς Νεστόριος, σὺν τῷ Παύλῳ καὶ Θεόδωρος.

Θεοτοκίον.

Νεουργὸν τῆς φύσεως, γεγέννηκας ἁγνή, τὸν Χριστὸν Ὃν θεολογῶν, ὁ σοφὸς Προτέριος διπλοῦν ταῖς φύσεσιν, ἐναθλήσας Δέσποινα, τὸ τῆς νίκης στέφος εἴληφεν.

 

ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.

άτρευσας, ἀπιστίαν νοσοῦσαν τὴν Αἴγυπτον, ἐπῳδαῖς σου, τῶν εὐχῶν καὶ δογμάτων Προτέριε, καὶ πρὸς εὐρωστίαν, αἰωνίζουσαν ταύτην μετέβαλες.

πόρθησας, Εὐτυχοῦς καὶ Σεβήρου τὰ φρούρια, τῶν δογμάτων, μηχαναῖς σου τῶν λόγων θεσπέσιε, καὶ ἠφάνισας, εἰς αἰῶνας αὐτῶν τὸ μνημόσυνον.

ομφαίᾳ σου, τῶν ἐνθέων ῥημάτων ἐξέτεμες, τὰς ἐκφύλους, κεφαλὰς τῶν ἀθέων αἱρέσεων, καὶ τῇ Ἐκκλησίᾳ, εἰρηναίαν παρέσχες κατάστασιν.

βίος σου, τοῦ Θεοῦ ἱεράρχην ἀνέδειξεν, ἡ δὲ πίστις, ἀνδρειότατον Μάρτυρα πάνσοφε, ἡ φιλανθρωπία, χριστομίμητον δὲ Πάτερ σφάγιον.

Θεοτοκίον.

Μερίζεται, ὡς διπλοῦς ἐνεργείαις καὶ φύσεσιν, ὁ Υἱός Σου, τῷ παθεῖν καὶ μὴ πάσχειν πανάχραντε, ἀληθῆ δεικνύων, τὰ τοῦ Προτερίου θεῖα δόγματα.

 

ᾨδὴ ζ΄. Ὁ διασώσας τῷ πυρί.

ποζευχθεῖσα τῆς σαρκός, σοῦ θεοχαρίτωτε Μάρτυς, ἡ παμμακάριστος ψυχή, καὶ πρὸς λῆξιν οὐράνιον φθάσασα, τῆς ἐφέσεως ἔληξεν, ἀπολαύουσαν τῆς δόξης τῆς ἀνωτάτω.

Ῥυθμίσας δόγμασιν ὀρθοῖς, τὴν καθολικὴν Ἐκκλησίαν, καὶ ὑπὲρ ταύτης τὴν ψυχήν, ὡς ποιμὴν θεοπρόβλητος θέμενος, πρὸς Χριστὸν ἐξεδήμησας, σὺν Ἀγγέλοις ἀπολαύων τῆς τούτου δόξης.

Τὴν Ἀλεξάνδρειαν λιπών, τῇ σωματικῇ παρουσίᾳ, τῆς Ἐκκλησίας πρὸς Χριστοῦ, τῆς ἐν ὅλῳ τῷ κόσμῳ τῷ πνεύματι, προστατεύειν ἠξίωσαι, ἣν ἰθύνοις καὶ φυλάττοις ὀρθοδοξοῦσαν.

Ὑπασπισταί σε τοῦ σατάν, ἄπειρον τῇ νεύσει τὸ πλῆθος, τῶν θεομάχων ἐπελθόν, τοῦ ναοῦ ἐν τῷ μέσῳ ἀπέκτεινε, τὸν Χριστὸν ἐκμιμούμενον, καὶ συγχώρησιν Κυρίῳ αὐτοῖς αἰτοῦντα.

Θεοτοκίον.

Ῥάβδος ἡ πάλαι Ἀαρών, ἄνευθεν βλαστήσασα ῥίζης, τὴν ἐκ Παρθένου Σου Χριστέ, προεδήλου ἀλόχευτον γέννησιν, ἣν ἐν δύο ταῖς φύσεσιν, ὁ Προτέριος κηρύττων ἐτράνου πᾶσιν.

 

ᾨδὴ η΄. Εὐφράνθητι Ἱερουσαλήμ

νέδραμες, ἀπὸ τῶν ἐν γῇ πρὸς τὰ οὐράνια, Θεοῦ Βασίλεια, ἱεραρχίας τε καὶ μαρτυρίου, δόξαις ἠγλαϊσμένος τρισμάκαρ, καὶ τῷ θρόνῳ τῷ τοῦ Δεσπότου παρίστασαι, ἀναμέλπων· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Παρίστασαι, τῷ παμβασιλεῖ σὺν Πέτρῳ πάνσοφε, τῷ ὁμοτρόπῳ σου, καὶ ὁμογνώμονι καὶ ὁμοθρόνῳ, καὶ συνιερομάρτυρι ἄμφω, Ἐκκλησίας Ἀλεξανδρέων ὡς πρόεδροι, τὰς πρεσβείας, ὑπὲρ τῆς οἰκουμένης προσάγοντες.

Ῥυθμίζονται, πᾶσαι τῶν πιστῶν χορεῖαι ἔνδοξε, τοῖς σοῖς διδάγμασιν· ἐν δύο φύσεσι καὶ γὰρ τὸν ἕνα, Υἱὸν σεσαρκωμένον μαθόντες, Ὀρθοδόξως θεολογοῦντες συμψάλλομεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ νεῶν σε, τὰ ἐκ τῆς Ἐδὲμ κομίζων ὕδατα, ποτίσας ἔνδοξε, ἐκεῖ παρέπεμψε τελειωθέντα, πρὸς τὴν αὐτοῦ πηγήν τε καὶ ἀρχήν, Προτέριε· ἔνθα τοῦ ξύλου τοῦ τῆς γνώσεως, ἀπολαύεις, τῆς τρυφῆς τε ὅθεν πάλαι Ἀδὰμ ἐκβέβληται.

Θεοτοκίον.

Τὴν τριάδα, ἄκτιστον οὐσίαν ὁμοούσιον, ἐθεολόγησας, τὸν Τριάδος δὲ σεσαρκωμένον, ἕνα ἐκ τῆς ἁγνῆς Θεοτόκου, ἐν οὐσίαις δύο λαμπρῶς ἀνεκήρυξας, ᾯ πρέσβευε, σὺν Αὐτῇ τοῦ σωθῆναι τοὺς δούλους Σου.

ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.

σφράγισται αἵματι τῷ σῷ, Προτέριε, Ὀρθοδόξων τὰ συστήματα, ἔστη αἱρέσεων τὸ θράσος, ἐσβέσθη τῶν εἰδώλων προσκύνησις, ἐπαύθη ἱερέων ἀναίρεσις, πλάνη δαιμόνων ἐξηφάνισται.

ομφαίας καὶ τόξα τῶν ἐχθρῶν, ἀπόστρεψον, κινουμένων παμμακάριστε, κατὰ τῶν σὲ ἀνευφημούντων, καὶ λέπτυον αὐτῶν τὴν ὀφρύωσιν, καὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν σύντριψον, νίκας βραβεύων τοῖς ἱκέταις σου.

λεων γενέσθαι τὸν Κριτήν, τοῖς δούλοις σου, ἱεράρχα ἐκδυσώπησον, παῦσον πολέμων τοὺς θορύβους, ἐνίσχυσον πιστῶν τοὺς βραχίονας, καὶ νίκας τῷ λαῷ σου χορήγησον, τοῖς βασιλεῦσι πολέμησον.

Μάρκου σε θρόνος ἐσχηκώς, οὐκ ἔλαττον, ἐκοσμήθη σοῖς διδάγμασι· τὰ γὰρ ἐκείνου σὺ κρατύνας, ἐπέδωκας Ὀρθόδοξα δόγματα, ἁπάσαις Ἐκκλησίαις Προτέριε· ὅθεν σὺν τούτῳ σε γεραίρομεν.

Θεοτοκίον.

Ναόν σε Θεοῦ καὶ κιβωτόν, καὶ τράπεζαν, καὶ λυχνίαν ῥάβδον στάμνον τε, πλάκας καὶ ὄρος οἱ Προφῆται, ὀνόμαζον Παρθένε Θεόνυμφε, ἡμεῖς δὲ Θεοτόκον κηρύττομεν, τῷ Προτερίῳ συνεπόμενοι.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου