Παρασκευή 10 Φεβρουαρίου 2023

ΦΕΒΡΟΥΑΡΙΟΣ 6. ΑΓΙΑ ΜΑΡΤΥΣ ΦΑΥΣΤΑ ΚΑΝΩΝ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΣΤ΄

ΦΑΥΣΤΑ ΜΑΡΤΥΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Φαύστας γεραίρω τῆς παρθένου τοὺς ἄθλους. Θεοφάνους.

ᾨδὴ α΄. Ἦχος α΄. Δεῦτε λαοί, ᾄσωμεν.

Φωταγωγέ, Λόγε Θεέ μου καὶ Κύριε, ἐν τῷ φωτὶ τῆς γνώσεως, φώτισον δέομαι, τὴν ψυχήν μου τοῦ μέλψαι, ἀξίως τῆς παρθένου, Φαύστας τὴν ἄθλησιν.

Ἀθλητικῶς, τὴν παρθενίαν ποθήσασα, καὶ ἁρμοσθεῖσα ἔνδοξε, Φαῦστα ἐκ πίστεως, τῷ ἀφθάρτῳ Νυμφίῳ, Χριστῷ συμβασιλεύεις, ᾯ καὶ δεδόξασαι.

Ὑμνητικῶς, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, Παρθενομάρτυς φύλαττε, καὶ πάσης λύτρωσαι, ἀσθενείας καὶ λώβης, πρεσβείαν ποιουμένη, ὑπὲρ ἡμῶν πρὸς Θεόν.

Θεοτοκίον.

Σῶσον ἡμᾶς, τοὺς πεποιθότας τῇ σκέπῃ Σου, ἐκ πειρασμῶν καὶ θλίψεων· τὸ ἀγαλλίαμα, Σὺ γὰρ εἶ Θεοτόκε, τῶν πίστει προσκυνούντων, τὸν θεῖον Τόκον Σου.

 

ᾨδὴ β΄. Ἴδετε, ἴδετε.

Τὸν ἀπατεῶνα, ὄφιν ἐνέκρωσας, εὐσεβοφρόνως κόρη, διὰ τῆς σῆς καρτερίας, Φαῦστα φερώνυμε, Εὐϊλάσιον τούτου, τὸν λάτριν δυσμενῆ, καταπατήσασα ποσί, σὺν εἰδώλοις ξοάνοις· διό σου ᾀσματικῶς, τὴν μνήμην γεραίρομεν.

Ἀλεξιτήριον, τῶν ἀλγηδόνων σε, ἠγλαϊσμένη νύμφη, Χριστοῦ θηλέων ἡ φύσις, Φαῦστα πανόλβιε, δεδεγμένη γινώσκει, φοιτῶσά σοι φαιδρῶς, ἐν τῷ πανσέπτῳ σου ναῷ, ἰατρείῳ ὡς ὄντι, μεγαλοφώνως δὲ σοῦ, τὴν χάριν κηρύττουσα.

Στεφανηφόρον σε, ἔδειξε Κύριος, Παρθενομάρτυς Φαῦστα, Ἀγγέλοις τε καὶ ἀνθρώποις, ὁ ἀκατάληπτος, ἐν ὑψίστοις ἐν δόξῃ, παρέχων δωρεάν, ἀνταμοιβὴν τῆς πρὸς αὐτόν, παρακλήσεως χάριν, θαυμάτων ξένων ἀεί, ῥωννύειν τοὺς πάσχοντας.

Θεοτοκίον.

Γεύσεως ἄλγημα, ψυχοβλαβέστατον, ἰὸν θανατηφόρον, βροτείου γένους Παρθένε, διασκεδάσασα, τῷ σεπτῷ τοκετῷ Σου, ἀντείσηξας ζωήν, καὶ νῦν ἐκ θλίψεως χαράν, τῷ λαῷ σου παράσχου, καὶ σῶσον εἰρηνικῶς, τοὺς δούλους Σου ἄχραντε.

 

 

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Εὐθαρσῶς ἡ ἀμνάς, Χριστοῦ καὶ πάνσεπτος, παρέστη, πρὸ βήματος θηροτρόπων, ἐν ξυρῷ ἠκονημένῳ σφοδρῶς, τὸ σαρκίον τεμνομένη δι’ εὐσέβειαν.

Ῥανίσι σου σεπτῶν, αἱμάτων ἔνδοξε, ὠνήσω, τὴν ἀγήρω Βασιλείαν, τοῦ Νυμφίου σου Χριστοῦ τοῦ Θεοῦ· μεθ’ οὗ πάντες ἀξίως ἀνυμνοῦμέν σε.

Αἱμόῤῥοιαν λυγράν, μασθῶν τε ἄλγημα, σκαιῶς γάρ, γυναίοις πέφυκε τέμνειν, καὶ ἴασαι προσιοῦσί σοι, ἐν τῷ θείῳ ναῷ σου Φαῦστα ἔνδοξε.

Θεοτοκίον.

Ἱλάσθητι ἡμῖν, Δέσποτα Κύριε, πρεσβείαις, ἀπαύστοις τῆς Σὲ τεκούσης, καὶ κυβέρνησον ἡμῶν τὴν ζωήν, ἐν εἰρήνῃ βαθείᾳ δυσωποῦμέν Σε.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε, τὴν ἀκοήν.

Ῥωμαλέῳ φρονήματι, ἡ θαυμαστή, τὸν τύραννον καθεῖλεν, Φαῦστα καὶ ἀπείληφεν, νίκης στέφανον.

Ὡς ὡραίαν τῷ κάλλει σε, ἀθλοπρεπῶς, Χριστὸς ὁ ἐραστής σου, Φαῦστα τοῦ νυμφῶνος, Αὐτοῦ ἠξίωσεν.

Τὴν νοσοῦσάν μου ἴασαι, Μάρτυς ψυχήν, τῷ πλήθει τῶν πταισμάτων, ταῖς πρὸς τὸν Θεόν σου, Φαῦστα ἐντεύξεσιν.

Θεοτοκίον.

Ἡ τῆς Εὔας ἀνόρθωσις, τῶν δυσχερῶν, ἡμᾶς παραπτωμάτων, Θεοτόκε ῥῦσαι, ταῖς ἱκεσίαις σου.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Σταυρὸς ἐμοὶ βοηθός, τῷ δικαστῇ ἡ παγκαλλὴς ἔκραζε, τὰς τῶν ξιφῶν, ὁρῶσα εἰδέας· διὸ καὶ ἀῤῥαγής, ἐν ταῖς σαῖς βασάνοις, ὑπάρχω καὶ ἄτρωτος.

Πεπληρωμένος θυμοῦ, ὁ ἀπηνέστατος βοᾷ τέμνεσθαι, τὴν τοῦ Χριστοῦ, ἄσπιλον ἀμνάδα, τῷ ξίφει ἀφειδῶς, ἡ δὲ ὡς ἀδάμας, τοὺς πόνους ὑπέφερεν.

Ἀξιωθεῖσα χαρᾶς, τῆς αἰωνίου πρὸς Θεὸν πρέσβευε, Φαῦστα σεμνή, τοὺς ἐπιτελοῦντας, τὴν μνήμην σου πιστῶς, ῥυσθῆναι ἐκ πάσης, ὀργῆς καὶ κακώσεως.

Θεοτοκίον.

Ῥῦσαι ἡμᾶς ὁρατῶν, καὶ ἀοράτων δυσμενῶν Δέσποινα, τὴν κραταιάν, ὀρέγουσα χεῖρα, ἡμῖν τοῖς ταπεινοῖς· εἰσάκουσον Μήτηρ, Θεοῦ τῆς κραυγῆς ἡμῶν.

 

 

 

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Θαυμαστῶς ἐναθλοῦσα τῷ πρίονι, τοὺς ὑπασπιστὰς τῶν εἰδώλων ἐνέκρωσας, Φαῦστα· διὸ ἀπήμαντος, τοῦ Χριστοῦ τῇ δυνάμει ἑώρασο.

Εὐσεβείας ὑπέρμαχος δέδεικται, ὁ τῆς ἀθυμίας τὸ πρὶν καταθύμιος, Φαῦστα τοῖς θείοις ἔργοις σου· διὸ σοῦ φωτισθεὶς Εὐϊλάσιος.

Θεοτοκίον.

Νεκρωθέντας ἡμᾶς ἐξανέστησας, τῇ παρακοῇ Θεοτόκε τῷ Τόκῳ Σου, καὶ νῦν δεινῶς ἐν θλίψεσι, συσχεθέντας ταχὺ χαροποίησον.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῇ ἀγάπῃ τρωθεῖσα τοῦ Ἰησοῦ, καὶ ἀστράψασα ὅλη ταῖς ἀρεταῖς, ὡς Θέκλα ἡ ἔνδοξος, Τούτῳ ἐξηκολούθησας, καὶ βασάνων στρεβλώσεις, οὐδόλως κατέπτηξας, καὶ θηρῶν ὀδόντας, καὶ πῦρ οὐκ ἐνάρκησας· ὅθεν τῶν τυράννων, τὸν ὑψάχευνα τῦφον, εἰς γῆν κατεάξασα, τὸν Βελίαρ ἐνέκρωσας, Μάρτυς Φαῦστα πανένδοξε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Ὁ πρὶν μανικῶς, ἐποτρύνας τὰς βασάνους τῇ ἁγίᾳ, τῇ ταύτης πίστει νῦν συνδέεται, καὶ συναθλεῖ Εὐϊλάσιος, σκεῦος ἐκλογῆς χρηματίσας,  καὶ ἐκβοῶν χαριστήρια· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὑψοῦτε Θεόν, καθὼς ψάλλει ὁ Δαυΐδ καὶ προσκυνεῖτε, ἐβόας Μάρτυς δι’ εὐσέβειαν, ὡς Δανιὴλ ἐμβληθεὶς θηρσί, πρὸς τοὺς ἀπειθεῖς οὗ τῇ ῥώμῃ, διασώζομαι ψάλλουσα· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τηγάνῳ πυρί, ἐκβρασθέντι ἐμβληθεῖσα Φαῦστα Μάρτυς, σὺν τῷ συνάθλῳ καὶ ἐν πνεύματι, Εὐϊλασίῳ σεπτῷ σουυἱῷ, ὑπὲρ οὗ ὁ τοῦτο προστάξας, τὰ θαυμάσια βλέπων σου, πεπιστευκὼς καὶ συναθλεῖ, καὶ συνδοξάζεται.

Θεοτοκίον.

Ὁ μέγας Δαυΐδ, κιβωτόν σε προσφωνεῖ τοῦ ἁγιάσματος, καὶ ἀλατόμητον καὶ κατάσκιον, ὁ Ἀββακοὺμ ὄρος ἔφασκεν, ἄχραντε ὁ εἷς τῆς Τριάδος, ἐξ οὗ Λόγος σεσάρκωται, εἰς σωτηρίαν τῶν βροτῶν, Θεογεννήτρια.

 

 

 

 

 

 

 

 

ᾨδὴ η’. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ὑπὸ τῆς ἄνωθεν ῥοπῆς, Μαξιμῖνος ἐλλαμθεὶς Εὐϊλασίῳ, συναρίθμιος πίστει, ἀθλήσας δέδεικται, τῇ Φαύστᾳ, μητρὶ ὡς ἐν πνεύματι, ἑπόμενοι ἅμα, ἀδελφοφρόνῳ πίστει.

Σεσοφισμένος τηλαυγῶς, τοὺς πρὶν θῆρας ἡμεροῖς ὥσπερ ἀρνία, καὶ δι’ ἄθλων προσφέρεις, Θεῷ θυσίαν δεκτήν, παρθένε, Φαῦστα Μάρτυς ἔνδοξε· μεθ’ ὧν σε ὑμνοῦμεν, ἀξιοχρεώς πάντες.

Ἀναγεννήσει μυστικῇ, οὓς ὠδίνησας υἱοὺς παρθενομάρτυς, δι’ ἀθλήσεως φέρεις, ὡς δύο θείου φωτός, φωστῆρας, τὸν κόσμον φωτίζοντας, σὺν σοὶ ταῖς ἀκτῖσιν, ἀστράπτοντας ἐνθέως.

Θεοτοκίον.

Θαῦμα πῶς τίκτεις ἀπαθῶς, Ὃν οὐκ ἔσπειρε πατὴρ καὶ μένεις σώα, μετὰ τόκον παρθένος; Θεὸς ὁ παῖς γὰρ ὁ Σός, Μαρία, Ὃν πάντες δοξάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Λελαμπρυσμένη παρέστης, τῷ Νυμφίῳ σου Φαῦστα, τοῖς μώλωψι ἀθλήσεως τῆς σῆς, καὶ τῆς φαιδρᾶς παρθενίας σου· διὰ τοῦτο τὰ γέρα, ἀπείληφας ἀντάξια σεμνή, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν ἀσθενούντων πάντοτε.

Οἱ ἐν ποικίλαις νοσοῦντες, ἀσθενείαις τῷ θείῳ, ναῷ σου προσιόντες ἐκ ψυχῆς, αἴρουσιν ἴασιν ἄφθονον, ὡραιόψυχε Φαῦστα, καὶ οἴκαδε ἀπίουσιν ἐκ Σοῦ, ἐῤῥώμενοι ὑμνοῦντες, τὸν ἐραστήν σου Κύριον.

Ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, δυσωποῦσα μὴ παύσῃ, σὺν Μαξιμίνῳ τῷ χριστοπρεπεῖ, Εὐϊλασίῳ τῷ θεοφιλεῖ, παρθενοάθλε Φαῦστα, τὴν μνήμην τῶν τελούντων σου πιστῶς, τοὺς θεόθεν ταῖς θείαις, κατευοδοῦσθαι πράξεσιν.

Θεοτοκίον.

Σὺ τοὺς ἡμᾶς πολεμοῦντας, καταπόντισον τάχος, καὶ σῶσόν Σου τὴν πόλιν καὶ λαόν, ὑπερμαχοῦσα τῷ ἄνακτι, Ἐκκλησίας τὸ κέρας, τοῖς ὅροις ἀνυψοῦσα πατρικοῖς, Θεοτόκε καὶ κόσμον, λιταῖς Σου εἰρηνεύουσα.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου