Δευτέρα 27 Φεβρουαρίου 2023

ΜΑΡΤΙΟΣ 14. ΑΓΙΟΣ ΕΥΣΧΗΜΩΝ ΛΑΜΨΑΚΟΥ ΚΑΝΩΝ

ΜΑΡΤΙΟΣ ΙΔ!!

ΕΥΣΧΗΜΩΝ ΛΑΜΨΑΚΟΥ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.

Τῆς ἐγκρατείας τὴν τρυφὴν ἐθήλασας, ἐκ βρέφους Ὅσιε, καὶ αὐξηνθεὶς θείᾳ, χάριτι Πατὴρ ἡμῶν, εἰς ἄνδρα τελειότητος, ἀγγελόμορφος ὤφθης, ναὸν Θεοῦ τὴν καρδίαν σου, δείξας τῇ μελέτῃ τοῦ Πνεύματος.

Ἐν τῷ πυρὶ τῆς ἀληθείας ἔφλεξας, τῶν ἡδονῶν τὰς ὁρμάς, καὶ τὴν ψυχὴν ἄρτον, θεῖον ἐργασάμενος, ὀπτώμενον τῷ πνεύματι, οὐρανίῳ τραπέζῃ, ἀνέθου ταύτην μακάριε, ἐν εὐσχημοσύνῃ Πατὴρ ἡμῶν.

Ἐπὶ τὸν ὦμον τὸν σταυρὸν ἀράμενος, τοῦ Βασιλέως Χριστοῦ, καὶ ταῖς Αὐτοῦ θείαις, ἐντολαῖς ἑπόμενος, κόσμου καταλέλοιπας, τὰ τερπνὰ ὡς μὴ ὄντα, Εὐσχῆμον Πάτερ ἀοίδιμε, ὅλον πρὸς Θεὸν ἀνυψώσας τὸν νοῦν.

Θεοτοκίον.

Ἐν γαστρί Σου χωρηθεὶς πανάμωμε, ὁ μηδαμοῦ χωρητός, καὶ σαρκωθεὶς ἀσπόρως, εἷς ἐν δύο φύσεσιν, Θεοῦ ὁμοῦ καὶ ἄνθρωπος, ἀσυγχύτως προῆλθεν, τὰ σήμαντρα τῆς ἁγνείας Σου, ἄχραντε φυλάξας ἀλώβητα.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Τῆς σαρκὸς τὰς φροντίδας, καταλιπὼν Ὅσιε, τὸν ἀγγελικὸν ᾑρετίσω, βίον τρεφόμενος, θείᾳ μελέτῃ τὸν νοῦν· ὅθεν σαυτὸν ἀπειργάσω, Ἱεράρχα δοχεῖον, τοῦ Τρισηλίου φωτός.

Ἐγκρατείας δρεπάνῃ, τὴν τῆς ψυχῆς ἔτεμες, μέθην καὶ κραιπάλην ὡς οὖσαν, παθῶν λοχεύτριαν, καὶ ἐν ἁγνείᾳ Πάτερ, καὶ σωφροσύνῃ βιώσας, ἐπεσπάσω τὴν χάριν, τοῦ θείου Πνεύματος.

Ἀναβάσεις παμμάκαρ, προφητικῶς θέμενος, ἐν τῇ σῇ καρδίᾳ ἐδείχθης, ὄχημα θείου φωτός, καὶ πρὸς ἐπίβασιν, θεωριῶν ἀνυψώθης, ἀπὸ δόξης εἰς δόξαν, μεταβαλλόμενος.

Μιμητὴς Ἰωάννου, καὶ Ἠλιοὺ γέγονας, τῆς πλεονεξίας τὴν λύτταν, ἀποκρουσάμενος, καὶ ζήλῳ θείῳ τρωθείς, τοὺς ἱερεῖς τῆς αἰσχύνης, ὡς φιλάργυρον γνώμην, Πάτερ ἐδίωξας.

Θεοτοκίον.

Οὐρανὸς ἀνεδείχθης, ὑπερφυῶς λάμψασα, τῆς δικαιοσύνης Παρθένε, Χριστὸν τὸν ἥλιον, δι’ οὗ ἠλάθη σκότος, τῆς ἀγνωσίας καὶ πᾶσιν, τοῖς πιστοῖς ἐπέφανε, φῶς ἐπιγνώσεως.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Τῇ τῶν λόγων σου σύριγγι, ἐπὶ ζωηρὰς νομὰς τὸ αἰπόλιον, καὶ ἐφ’ ὕδωρ ἀναπαύσεως, διατρέφων Πάτερ ἐξεπλήθυνας.

Ἀποστόλων συμμέτοχος, καὶ τῶν Προφητῶν ἰσότιμος γέγονας, Ἱεράρχα παμμακάριστε, πλουτισθεὶς θαυμάτων τὴν ἐνέργειαν.

Ἱερέων καλλώπισμα, καὶ ἀρχιερέων Πάτερ εὐπρέπεια, ἀσκητῶν ὑπογραμμὸς καὶ κανών, Ὀρθοδόξων κλέος ἐχρημάτισας.

Τῶν παθῶν ἐνδυσάμενος, καὶ πρὸ τοῦ θανάτου Πάτερ τὴν νέκρωσιν, ζωηφόρος ὤφθης ἄγγελος, ἐν ὑψίστοις ἔχων τὸ πολίτευμα.

Θεοτοκίον.

Χαῖρε θρόνε πυρίμορφε· χαῖρε τοῦ Θεοῦ Παρθένε παλάτιον· χαῖρε γέφυρα μετάγουσα, τοὺς θνητοὺς πρὸς ὕψος ἐπουράνιον.

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Μητρικαῖς ἐν ἀγκάλαις, ἄπνουν βασταζόμενον, βρέφος ταῖς σαῖς προσευχαῖς, πρὸς ζωὴν μετῆλθε, καὶ θανάτου ἐῤῥύσθη πανόλβιε· Ἠλιοὺ γὰρ ἔσχες, Πάτερ σοφὲ τὴν πολιτείαν, καὶ τὴν χάριν Εὐσχῆμον μακάριε.

Τῆς εἰκόνος τὸ κάλλος, Πάτερ ἀπαράτρωτον, διατηρήσας φωτός, ἐπληρώθης θείου, φοβερὸς τοῖς θηρίοις γενόμενος· ὅθεν λόγῳ ταῦτα, προστακτικῷ ἀποδιώκεις, τῶν λαχάνων τὴν χλόην θερίζοντα.

Εἰκονίζων τὸν Παῦλον, Πάτερ φρουρηθεὶς σοῦ, τοὺς φύλακας ἤγρευσας, καὶ προσῆξας θῦμα, τῷ Δεσπότῃ Θεῷ διὰ πίστεως, προσκυνεῖν ἀξίως, τὴν τοῦ Χριστοῦ σεπτὴν εἰκόνα, ὀρθοδόξοις στηρίξας διδάγμασιν.

Θεοτοκίον.

Ὁρατὸν ὑπὲρ λόγον, ἔτεκες Παρθένε, Θεὸν τὸν ἀόρατον· διὸ εὐσεβοῦντες, προσκυνοῦμεν Αὐτοῦ τῆς σαρκώσεως, τὴν σεπτὴν εἰκόνα, ἅμα τῇ Σῇ Θεοκυῆτορ, ἵλασμον τῶν πταισμάτων αἰτούμενοι.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Τῷ ἄνθρακι, πυρωθεὶς θεοφόρε, τῆς Τριάδος πᾶσαν ἔφλεξας Πάτερ, αἱρετικὴν ἀκανθώδη μανίαν, καὶ τὴν εἰκόνα Χριστοῦ ἐδογμάτισας, σεβάζεσθαι θεοπρεπῶς, καὶ πιστῶς προσκυνεῖσθαι τοῖς πέρασιν.

Διέλαμψας ὡς φωστὴρ ἡμερινός, ταῖς ἀκτῖσι τῶν δογμάτων φαιδρύνας, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας τὸ κάλλος, στηλογραφούμενον θείοις ἀγάλμασιν· καὶ πᾶσαν ἐδίωξαν ἀχλύν, ἀσεβείας Εὐσχῆμον μακάριε.

Ὡς ἄριστος τοῦ Δεσπότου μιμητής, τῆς Αὐτοῦ ὑπερμαχῶν Ἐκκλησίας, Δαυϊτικῶς τὸ ἀλλόφυλον δόγμα, λίθοις τῶν λόγων σου Πάτερ απέκτεινας, καὶ ἧρας νίκην κατ’ ἐχθρῶν, Βασιλείαν Χριστοῦ κληρωσάμενος.

Θεοτοκίον.

Εἰργάσατο τὴν ἐμὴν σωτηρίαν, ἐν γαστρί Σου ὑπὲρ φύσιν Παρθένε, ὁ τοῦ Θεοῦ ὢν Υἱὸς κατὰ φύσιν, ἐνανθρωπήσας ως οἶδε καὶ μείνας Θεός· διό Σε γένος τῶν βροτῶν, ανυμνεῖ καταχρέως ὡς Δέσποινα.

 

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Τετράπυργον ὄχημα, καὶ φλογοφόρον ἅρμα τοῦ πνεύματος, ἀρεταῖς συ συνεστήσω, ἐν ᾧ τὸν νοῦν σου διαβιβάσας σοφέ, συνανυψώθης ταῖς αὔραις τῆς χάριτος, διφρηλατήσας ἐκ γῆς, πρὸς τὰ οὐράνια.

Φωτὸς ἐνδιαίτημα, τοῦ τρισηλίου Πάτερ γενόμενος, θεαυγεῖς θεωρίας, κατεπλουτίσθης λάμψας πανόλβιε, δι’ ἐγκρατείας ἐν κόσμῳ τοῖς θαύμασιν, μελῳδικῶς ἀνυμνῶν, τὸν τῶν Πατέρων Θεόν.

Θυσίαν αἰνέσεως, τὰς προσευχάς σου εἰλικρινῶς πρὸς Θεόν, Ἱεράρχα προσφέρων, ὡλοκαυτώθης ὅλος τῷ θείῳ πυρί, σὺν Ἀσωμάτοις βοῶν παμμακάριστε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ἡ βάτος προέγραψεν, τῷ νομοθέτῃ Μωσῇ τὸν τόκον Σου, καιομένη ἀφλέκτως· Σὺ γὰρ τεκοῦσα τὸ πῦρ τὸ ἄφλεκτον, οὐ κατεφλέχθης τὴν μήτραν πανάμωμε, οὐδὲ συλήθης ἁγνή, τὴν παρθενίαν Σου.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Σὺ τὴν ζωήν σου θέμενος, τοῦ θανάτου μελέτημα, καὶ πρὸ τοῦ θανάτου νεκρωθεὶς τῷ σώματι, μετέστης τῷ πνεύματι, πρὸς τὴν ζωὴν τὴν ἄληκτον, διὰ τοῦ θανάτου μελῳδῶν ἱεράρχα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν πρὸς ἐχθροὺς ἀράμενος, ἀσωμάτους πανεύφημε, πάλιν ἠγωνίσω ἀνδρικῶς κτησάμενος, ἁγνείαν ἐγκράτειαν, ὡς θυρεὸν σωτήριον· ὅθεν κατεστέφθης οὐρανόθεν τροπαίοις, τῆς νίκης ἱεράρχα, μελῳδῶν σὺν Ἀγγέλοις· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κατὰ δαιμόνων εἴληφας, ἐξουσίαν καὶ δύναμιν· ὅθεν δεσμευθεῖσαν ὑπ’ αὐτῶν λελύτρωσαι, τὴν κόρην θεσπέσιε, ταῖς πρὸς Θεὸν ἐντεύξεσιν, καὶ σωφρονισθεῖσαν μελῳδεῖς εὐχαρίστως· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἀντὶ κατάρας εὕρομεν, εὐλογίαν τῷ τόκῳ Σου, οἱ κατακριθέντες διὰ ξύλου βρώσεως, θανάτῳ Θεόνυμφε, καὶ πρὸς ζωὴν ἀνήχθημεν, διὰ τοῦ θανέντος δι’ ἡμᾶς ἑκουσίως, ᾧ πάντες μελῳδοῦμεν· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

 

 

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

Ὡς θώρακα καὶ δόρυ καὶ θυρεόν, καὶ περικεφαλαίαν καὶ μάχαιραν, πίστιν ὀρθὴν βίον καθαρὸν θείαν προσευχήν, ὑπομονὴν ἐγκράτειαν, Πάτερ καθωπλίσω πνευματικῶς· διὸ καὶ ἀοράτους, ἐχθροὺς κατετροπώσω, ὡς στρατιώτης περιδέξιος.

Γευσάμενος τοῦ ὕδατος τῆς ζωῆς, ἐκ γραφῶν θεοπνεύστων ἀνέβλυσας, ὡς ποταμὸς δογμάτων βυθίζων αἱρετικῶν, τὰ ἀσεβῆ διδάγματα, καὶ τὴν τοῦ Θεοῦ Πάτερ εὐσεβῶς, εὐφραίνων Ἐκκλησίαν· διό σε ἱεράρχα, ἀνευφημοῦντες μακαρίζομεν.

Ἱκέτευε ἀπαύστως ὑπὲρ ἡμῶν, ἱεράρχα Εὐσχῆμον πανόλβιε, τῶν ἐπὶ γῆς πόθῳ σε τιμώντων εἰλικρινῶς, ῥυσθῆναι περιστάσεων, καὶ τῆς τῶν ἀθεών αἱρετικῶν, ἀνόμου κακουργίας, ἐστηριγμένους περισώζεσθαι.

Θεοτοκίον.

Ἐξέστη πᾶσα κτίσις ἐπὶ τῇ Σῇ, ὑπὲρ λόγον κυήσει Παρθένε ἁγνή, ὅτι Θεὸν φέρεις ἐν ἀγκάλαις σωματικῶς, καὶ ἐκ μαζῶν τὸν τρέφοντα, γάλακτι ἐκτρέφεις πᾶσαν πνοήν· διό Σε καταχρέως, Ἀγγέλων καὶ ἀνθρώπων, Ταξιαρχίαι μεγαλύνουσιν.

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου