Κυριακή 26 Φεβρουαρίου 2023

ΜΑΡΤΙΟΣ 6. ΑΓΙΟΙ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΔΥΟ ΜΑΡΤΥΡΕΣ ΕΝ ΑΜΟΡΙῼ ΚΑΝΩΝ ΕΤΕΡΟΣ

 

ΜΑΡΤΙΟΣ ΣΤ΄.

ΜΑΡΤΥΡΕΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΔΥΟ ΕΝ ΑΜΟΡΙῼ

ΚΑΝΩΝ

 

Ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Βυθῷ με πεσόντα ἁμαρτιῶν, καὶ Σοῦ τῷ πελάγει, προσφυγόντα τῶν οἰκτιρμῶν, πρεσβείαις Χριστὲ τῶν Ἀθλοφόρων, πρὸς σωτηρίας λιμένα οδήγησον.

Ἀστράπτων τῷ κάλλει τῶν ἀρετῶν, φορῶν προφυρίδα, ἐκ αἱμάτων μαρτυρικῶν, ὡς σκῆπτρον κατέχων τὸν σταυρόν σου, συμβασιλεύεις Κυρίῳ Θεόδωρε.

Παρθένον τὸ σῶμα καὶ τὴν ψυχήν, τηρήσας ἐκ βρέφους, ἐμμελείᾳ τῶν ἀρετῶν, τοῦ Πνεύματος ὤφθης τοῦ Ἁγίου, κατοικητήριον ἔνδοξε Κάλλιστε.

Εν ὕμνοις Θεόδωρον οἱ πιστοί, Κάλλιστον Βασόην, καὶ Θεόφιλον σὺν αὐτοῖς, ἅμα Κωνσταντίνῳ τῷ γενναίῳ, καὶ τοῖς λοιποῖς εὐφημήσωμεν Μάρτυσιν.

Θεοτοκίον.

Ἐξήμεσεν Εὔας ταῖς ἀκοαῖς, ἰὸν ψυχοφθόρον, ὁ ἀλάστωρ καὶ δυσμενής, Χριστὸν δὲ τεκοῦσα Θεομῆτορ, τὴν τούτου βλάβην εὐθὺς ἐθεράπευσας.

 

Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Λαμπρυνόμενος αἴγλῃ, ὡς ἀληθῶς ἔνδοξε, τῆς θεοσεβείας καὶ κάλλει, ὡραϊζόμενος, ἐνθέων πράξεων, βαρβαρικῆς ἀθεΐας, τὴν ζοφώδη ἔλυσας, μάκαρ δυσσέβειαν.

Τῷ Δαυΐδ καθ’ ἑκάστην, προσομιλῶν γέγονας, ξύλον φυτευθὲν διεξόδοις, θείας ζωῆς ἐν Ἐδέμ, καὶ προβαλλόμενος, μαρτυρικὴν εὐκαρπίαν, ἐν καιρῷ τῶν ἄθλων σου, ἔνδοξε Κάλλιστε.

Τῶν αἱμάτων τὰ ῥεῖθρα, ποταμηδὸν ῥεύσαντα, ἐκ τῶν παναγίων σωμάτων, τῶν Ἀθλοφόρων Σου, τὴν Βασιλείαν Σου, καὶ τῆς τρυφῆς τὸν χειμάῤῥουν, τούτοις προεξένησαν, εὔσπλαγχνε Κύριε.

Ἀπλανεῖς ὡς ἀστέρες, οἱ Ἀθληταὶ λάμψαντες, τῷ τῆς Ἐκκλησίας ἀΰλῳ, νῦν στερεώματι, πᾶσαν κατηύγασαν, τὴν οἰκουμένην ἀκτῖσι, τῆς αὐτῶν ἀθλήσεως, οἱ γενναιότατοι.

Θεοτοκίον.

Σαρκωθεὶς ἐκ γαστρός Σου, καὶ γεγονὼς ἄνθρωπος, ὁ διαφερόντως ὑπάρχων, μόνος φιλάνθρωπος, σώζει τὸν ἄνθρωπον, ἐκ τῶν πυλῶν τοῦ θανάτου, Θεομῆτορ ἄμωμε, μόνη πανύμνητε.

 

 

ᾨδὴ δ΄. Σύ μου Χριστέ.

Ὡραιωθείς, ταῖς καλλοναῖς τῶν ἀγώνων σου, ἐστολίσω, χλαῖναν ἐξ αἱμάτων σου, ἐρυθρωμένην μαρτυρικῶν, καὶ κατεκοσμήθης, τῆς νίκης τῷ διαδήματι· διὸ μετὰ Μαρτύρων, πρὸ προσώπου Κυρίου, συγχορεύεις παμμάκαρ Θεόδωρε.

Εν φυλακῇ, πεπεδημένος τοὺς πόδας σου, τῷ σιδήρῳ, Κάλλιστε ἀήττητε, τοῦ μαρτυρίου τὴν ἀπλανῆ, τρίβον διοδεῦσαι, ἀνεμποδίστως ἱκέτευες· λυθεὶς δὲ διὰ ξίφους, ἐκ τοῦ σώματος αὖθις, τῇ στοργῇ συνεδέθης τοῦ Κτίσαντος.

Ἐπὶ τὴν σήν, πέτραν τῆς πίστεως χείμαῤῥοι, ἀνομίας, Μάρτυς ἐπικλύσαντες, οὐ παρεσάλευσαν τὸν στερῥόν, σοῦ τῆς διανοίας· καὶ γὰρ αὐτοὺς κατηξήρανας, τοῖς ῥείθροις τῶν αἱμάτων, Κωνσταντῖνε κραυγάζων· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

Φίλος Θεοῦ, κλήσει καὶ πράξει σὺ γέγονας· τοὺς ἀθέους, βέλεσι κατέτρωσας, ὑπομονῆς τέλειον αὐτούς, ὡς ἐχθροὺς Κυρίου, μισήσας Μάρτυς Θεόφιλε· διό σε τῇ τοῦ ξίφους, κατεδίκασαν δίκῃ, τοῖς δικαίοις ἀεὶ συγχορεύοντα.

Θεῖος στρατός, θεοσυνάθροιστον σύστημα, ἐκ πλειόνων, τόπων τε καὶ πόλεων, δυὰς ἁπλῆ ἡ τῶν Ἀθλητῶν, σὺν τῇ τετραρίθμῳ, δεκάδι νῦν ἀνατέταλκε, νομίμως ἐναθλοῦντες, καὶ τεμνόμενοι κάρας, ὑπὲρ τῆς κεφαλῆς τῶν ἁπάντων Χριστοῦ.

Θεοτοκίον.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, Σὺ προστάτις, Σὺ καὶ καταφύγιον, χριστιανῶν τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν Σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν Σε γινώσκοντας.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Προορῶν τοὺς στεφάνους, καὶ τὴν ἀναμένουσαν, δόξαν τοῖς Μάρτυσι, θαρσαλέᾳ γνώμῃ, τοῖς συνάθλοις ἐβόας· τὸν θάνατον, μηδαμῶς πτοῆσθε, ὃν μετ’ ὀλίγον εὐφροσύνη, καὶ τιμὴ διαδέχεται ἄφθαρτος.

Τετρωμένος τῷ πόθῳ, μάκαρ τοῦ Δεσπότου σου, καὶ πυρπολούμενος, τῇ Αὐτοῦ ἀγάπῃ, μαρτυρίου ποτήριον ἔπιες, μολυσμοῖς δευτέροις, ὃ οὐδαμῶς κατάῤῥυποῦται, Ἀθλητὰ παναοίδιμε Κάλλιστε.

Καρτερόφρονι γνώμῃ, πρῶτος πρὸς τὴν ἄθλησιν, ἐθελοδρόμησας, προτροπὴ ἀνδρείας, τοῖς συνάθλοις ὑπῆρξας Θεόδωρε· μεθ’ ὧν ἐκληρώσω, τὰς οὐρανίους ἀπολάυσεις, καὶ τρυφὴν τὴν ἀεὶ διαμένουσαν.

Θεοτοκίον.

Λύσιν ἁμαρτημάτων, ταῖς Σαῖς ἱκεσίαις, παράσχου τοῖς δούλοις Σου, ῥυομένη τούτους, πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων, καὶ τῆς τῶν βλασφήμων, Θεοτόκε Παρθένε πανάμωμε.

 

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Αἱμάτων σου αἱ ῥοαί, ποταμηδὸν ἐκχεόμεναι, τῆς πλάνης τοὺς θολερούς, χειμάῤῥους ἐξήραναν, πιστῶν καταρδεύουσαι, πάντως τὰς καρδίας, ἀξιάγαστε Θεόδωρε.

Ταλαιπωρίας βυθοῦ, ἀναγαγών Σου τοὺς Μάρτυρας, ἐν πέτρᾳ ὑπομονῆς, αὐτοὺς ἐστερέωσας, ἐχθρῶν διαβήματα, σκολιὰς ὁδούς τε, ὑπεκκλίνοντας φιλάνθρωπε.

Ὡραῖος ὡς ποταμός, ἐκ τῆς Ἐδὲμ ἐξορμώμενος, τὴν πόλιν τὴν τοῦ Θεοῦ, οἰκείοις ἐν αἵμασιν, ἐκπλύνετε Ἅγιοι, ἀσεβείας ῥύπον, εὐσεβῶς ἀποκαθάραντες.

Θεοτοκίον.

Ὡς ἔμψυχος κιβωτός, τὸν νομοδότην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν ἅγιον, γενόμενον ἄνθρωπον, ἐπ’ εὐεργεσίᾳ, τῶν ἀνθρώπων Θεοτόκε ἁγνή.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὡς νομίμως  ἀθλήσας, τοὺς τῆς δικαιοσύνης, στεφάνους εἴληφας, ἐκ μόνου τοῦ Δεσπότου, καὶ νῦν τοῦ θείου κάλλους, ἐντρυφᾷς ὦ Θεόδωρε, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Πρὸς σφαγὴν ἑκουσίως, ὡς ἀμνὸς εἰς θυσίαν, Μάρτυς ἀγόμενος, τῆς ἄνω ἀνεδείχθης, τραπέζης ἱερεῖον, μελῳδῶν ἐν τῷ θύεσθαι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τῆς ἀγάπης Σου Λόγε, τῷ πυρὶ τὴν καρδίαν, καταφλεγόμενος, ἀκάνθας δυσφημίας, κατέφλεξεν ὁ Μάρτυς, ἀναμέλπων Σοι Κάλλιστος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰσμαὴλ ὁ παράφρων, τοὺς θεόφρονας πείθειν, Χριστὸν ἀρνήσασθαι, οἰόμενος ᾐσχύνθη· αὐτοὶ γὰρ ἐν τῷ θνήσκειν, εὐσεβῶς ἀνεκραύγαζον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἡ τῆς Εὔας τὴν λύπην, εἰς χαρὰν τρεψαμένη, Μῆτερ τῷ τόκῳ Σου, ἀνύψωσον τὸ κέρας, ἁγνὴ τῶν Ὀρθοδόξων, καὶ κατέβαλε σύστημα, αἱρετιζόντων εἰς Σέ, ἁγνὴ Θεοκυῆτορ.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Τῶν Ἀθλητῶν προσθήκην σε, ὁ χορὸς ὑπεδέξατο, ταῖς τοῦ μαρτυρίου καλλοναῖς, ἀὴρ καθηγίασται, ἐν τῇ ἀνόδῳ Μάρτυς τῇ Σῇ, καὶ τὰ τῶν Ἀγγέλων ἐπεκρότησαν πλήθη, ἡ γῆ καθηγιάσθη, ἔνθα κεῖται τὸ σῶμα, τὸ σὸν ὦ καρτερόφρον, Θεόδωρε τρισμάκαρ.

Κληρονομίας σχοίνισμα, τοῦ Κυρίου γενόμενος, καὶ πρὸς τὴν σφαγὴν αὐτοθελῶς ἑλκόμενος, σχοινίῳ δεθῆναί σου, οὐ κατεδέξω Κάλλιστε, ἀποτεμνομένην κεφαλὴν τὴν ἁγίαν· διὸ στεφανηφόρος, ἀνελθὼν συγχορεύεις, ταῖς ἄνω στρατηγίαις, εἰς πάντας τοὺς αἰῶνας.

Ἐν ποταμῷ οἱ Μάρτυρες, ἐμβληθέντες οἱ ἔνδοξοι, μετὰ τὴν τοῦ ξίφους τιμωρίαν ἤγοντο, λιμένα πρὸς εὔδιον, τῆς ἐν Χριστῷ ἀνέσεως, ὕδατα τῆς πλάνης τοῖς κρουνοῖς τῶν αἱμάτων, ξηράναντες τῷ ψάλλειν· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μακαριζέσθω Κάλλιστος, εὐφημείσθω Θεόδωρος, ἅμα Κωνσταντῖνος ὁ κλεινὸς Θεόφιλος, Βασόης ὁ κράτιστος, καὶ ὁ λοιπὸς Μαρτύρων χορός, ταῖς ἀγγελικαῖς περιχορεύων χορείαις, καὶ ψάλλων ἀσιγήτως· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἀντὶ κατάρας εὕρομεν, εὐλογίαν τῷ τόκῳ Σου, οἱ κατακριθέντες διὰ ξύλου βρώσεως, θανάτῳ Θεόνυμφε, καὶ πρὸς ζωὴν ἀνήχθημεν, διὰ τοῦ θανέντος δι’ ἡμᾶς ἑκουσίως, Ὃν παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Τῶν πάλαι τὴν ἀνδρείαν ἐζηλωκώς, Ἀθλοφόρων αὐτῶν καὶ τῆς κλήσεως, καὶ τῆς χαρᾶς, ἔτυχες Θεόδωρε Ἀθλητά· ἀλλὰ ἡμῶν μνημόνευε, τῶν ἐπιτελούντων σου εὐσεβῶς, τὴν μνήμην τὴν ἁγίαν, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Δεσπότην τοῦ σωθῆναι ἡμᾶς.

Ἐγκράτειαν, ἐλπίδα καὶ προσευχήν, παρθενίαν ὁμοῦ και ταπείνωσιν, ὑπομονήν, καὶ πίστιν καὶ ἀγάπην εἰλικρινῆ, πρὸς τὸν Χριστὸν κτησάμενος, ἐλεημοσύνης ταῖς καλλοναῖς, Μαρτύρων ἐπὶ τέλει, Κάλλιστε δόξης ἐστεφάνωσεν.

Ἐν ῥείθροις Ἰορδάνου ὁ βαπτισθείς, βαπτισθέντας οἰκείοις ἐν αἵμασι, καὶ τὸν Αὐτοῦ, θάνατον ζηλώσαντες εὐσεβῶς, ἐν ποταμῷ τοὺς Μάρτυρας, ἥνωσε ῥιφέντας τὰς κεφαλάς, τοῖς σῶμασι συνάψας, καὶ τούτους εἰς λιμένα, καθοδηγήσας τὸ ἀπέραντον.

Θεοτοκίον.

Νηδὺν Χριστὲ Σωτήρ μου παρθενικήν, ἐνοικήσας ἐφάνης τῷ κόσμῳ σου, θεανδρικῶς, ἄτρεπτος ἀσύγχυτος ἀληθῶς, καὶ καθυπέσχου πάντοτε, μετὰ τῶν σῶν δούλων εἶναι σαφῶς· διὸ τῆς σὲ τεκούσης, πρεσβείαις τὴν εἰρήνην, πάσῃ τῇ ποίμνῃ σου πρυτάνευσον.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου