ΜΑΡΤΙΟΣ Β΄.
ΚΌΪΝΤΟΣ ΜΑΡΤΥΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Κλέος μέγιστον εὗρες ἀθλήσας μάκαρ. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος α΄. ᾌσομαί Σοι Κύριε ὁ Θεός μου.
Κροτήσωμεν σήμερον ἐν αἰνέσει, τὸν Ἀθλοφόρον τοῦ Χριστοῦ, γεραίροντες Κόϊντον, νομίμως ἐναθλήσαντα, καὶ τὸν ἐχθρὸν νικήσαντα.
Λαμπρῶς ἐστηλίτευσας τῶν ἀθέων, τὴν ἀλογίαν παραστάς, ἀνόμῳ δικάζοντι, Χριστοῦ δὲ ὡμολόγησας, τὴν σάρκωσιν πανεύφημε.
Ἔτλης τὸ μαρτύριον εὐτολμίᾳ, τὸ τῶν εἰδώλων ἀσθενές, μάκαρ θριαμβεύσας, καὶ θῦμα εὐωδέστατον, Κυρίῳ προσενήνεξαι.
Θεοτοκίον.
Ὁ Κύριος ἄχραντε ἐν γαστρί Σου, κατασκηνώσας ὑπὲρ νοῦν, πάσης ἀνωτέραν, τῆς κτίσεώς Σε ἔδειξεν, Μαρτύρων ἐγκαλλώπισμα.
ᾨδὴ γ΄. Τόξον, δυνατῶν ἠσθένησε.
Στήσας, ἐπὶ πέτραν πίστεως, Κόϊντε τὰς βάσεις, στεῤῥῶς τῆς καρδίας σου, ἐπιπνεύσεσιν ἐναντίαις, ἀπερίτρεπτος διέμεινας.
Μέλη, ἀφειδῶς συντρίβεσθαι, Μάρτυς τοῦ Κυρίου, σοφὲ παραδέδωκας, τοὺς στεφάνους τῆς ἀφθαρσίας, ἀναδήσασθαι γλιχόμενος.
Ἔχων, τοῦ Ἁγίου Πνεύματος, Μάρτυς ἐνοικοῦσαν, τὴν χάριν τὴν ἄφθονον, ἐπιθέσει σεπτῶν χειρῶν σου, πᾶσαν νόσον ἐθεράπευσας.
Θεοτοκίον.
Γνόντες, εὐσεβῶς δοξάζομεν, τὸ τῆς Σῆς λοχείας, ἁγνὴ Παρθένε μυστήριον· τὸν Θεὸν γὰρ ἀνερμηνεύτως, σαρκωθέντα ἀπεκύησας.
ᾨδὴ δ΄. Δι’ ἀγάπησιν οἰκτίρμον τῆς Σῆς εἰκόνος.
Ἰατρεύων τῶν σωμάτων τὰς ἀῤῥωστίας, τῶν πονηρῶν πνευμάτων, ἐλατὴρ ἀνεδείχθης, ζῶν καὶ μετὰ θάνατον, ἀοίδιμε Κόϊντε.
Στρατιώτης ἀνεδείχθης τοῦ Βασιλέως, τοῦ οὐρανίου Μάρτυς, καὶ ἐχθρῶν μυριάδας, ξίφει καρτερίας σου, σαφῶς ἐθανάτωσας.
Τὸν δι’ οἶκτον ἀνατείλαντα ἐκ Παρθένου, ὁμολογῶν τυράννων, κατενώπιον Μάρτυς, τούτου ἐξεικόνισας, τὰ θεῖα διδάγματα.
Ὀπτασίας ἠξιώθης ἐπουρανίου, θείων Ἀγγέλων Μάρτυς, σὲ παραθαῤῥυνόντων, ἐπαγωνιζόμενον, ἐν μέσῳ τοῦ σκάμματος.
Θεοτοκίον.
Νυσταγμῷ με ῥαθυμίας κεκρατημένον, πρὸς μετανοίας ὄρθρον, διανάστησον Κόρη, πίστει Σε δοξάζοντα, τὴν μόνην πανάμωμον.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Ἐνθέοις προσευχαῖς, τοὺς ναοὺς κατηδάφισας, πανόλβιε τῶν εἰδώλων, καὶ ναὸς Θεοῦ ζῶντος, ἀθλήσας ἐχρημάτισας.
Ὑπέφερες στεῤῥῶς, τῶν σκελῶν τὴν κατέαξιν, οὐράνιον πρὸς πορείαν, βηματίζων εὐθέτως, παμμάκαρ ἀξιάγαστε.
Ῥηγνύμενος πληγαῖς, καὶ ὀστᾶ συντιβόμενος, ἀήττητος ἀπεφάνθης, τῇ δυνάμει τοῦ θείου, παναοίδιμε Πνεύματος.
Θεοτοκίον.
Ἐκύησας Θεόν, χρηματίσαντα ἄνθρωπον, δι’ ἄφατον εὐσπλαγχνίαν, Θεοτόκε· διό Σε, ἀξίως μακαρίζομεν.
ᾨδὴ στ΄. Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον.
Συνέτριψας, ἀπωλείας τὰ ἄψυχα ξόανα, συντριβείς σου, Ἀθλοφόρε τὰ σκέλη πανεύφημε, καὶ ἐχθρῶν πορείας, ὑπεσκέλισας θείῳ ἐν πνεύματι.
Ἁγίως σου, διανύων τὸν βίον ἐτέλεσας, καὶ πρὸ τέλους, καὶ θανὼν ἀναρίθμητα θαύματα, εἰς Κυρίου δόξαν, τοῦ μεγάλως σε Μάρτυς δοξάσαντος.
Θαυμάτων σου, τὴν πληθὺν καθορῶντες οἱ ἄνθρωποι, Ἀθλοφόρε, διὰ σοῦ τὸν τελοῦντα παράδοξα, εὐσεβῶς ἀνύμνουν, ὡς Θεὸν παναοίδιμε Κόϊντε.
Θεοτοκίον.
Λαμπρύνεται, εὐσεβούντων ψυχὴ μεγαλύνουσα, Σὲ τὴν μόνην, μεγαλύνουσα πάντας πανάχραντε, τῷ μεγίστῳ τόκῳ, τοῦ ἐκ Σοῦ ὑπὲρ νοῦν ἀνατείλαντος.
ᾨδὴ ζ΄. Ἀβραμιαῖοι ποτέ.
Ἡγιασμένος ὤφθης, καὶ πρὸ θανῆς παμμάκαρ, καὶ μετὰ τέλος βρύεις θαύματα, καὶ παύεις νοσήματα, καὶ πονηρὰ διώκεις, πνεύματα Ἀθλοφόρε.
Σὲ τὸν ὕψει Μάρτυς, τῆς Ἐκκλησίας μέγαν, ἀναφανέντα πάντες ἥλιον, ταῖς σαῖς φωτιζόμενοι, θαυματουργίαις πίστει, ἐνθέως εὐφημοῦμεν.
Ἀγωνοθέτης μέγας, τὸν εὐκλεῆ ἀγῶνα, τελέσαντά σε ἐστεφάνωσεν, καὶ πᾶσι συνέταξεν, τοῖς τῶν Μαρτύρων δήμοις, Κυρίου στρατιῶτα.
Θεοτοκίον.
Σὲ Παναγία Κόρη, προεικονίζει βάτος, μὴ φλεγομένην ἐν τῷ καίεσθαι· τὸ πῦρ γὰρ ἐβάστασας, μὴ φιλογισθεῖσα ὅλως· διό Σε ἀνυμνούμεν.
ᾨδὴ η΄. Τὸν ἐν τῷ Σταυρῷ.
Μάρτυς γεγονώς, τῶν παθημάτων, τοῦ σταυρωθέντος δι’ ἡμᾶς, παμμάκαρ ἀναμέλπεις· Παῖδες ὑπερυψοῦτε Χριστόν, τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.
Ἅγιον Θεόν, ἀνακηρύξας, καὶ ἐναθλήσας δι’ αὐτόν, Ἁγίοις ἠριθμήθης, τὸν ἁγιασμὸν πᾶσιν ἡμῖν, τοῖς τιμῶσί σε πηγάζων Μάρτυς.
Κόσμος ἀθλητῶν, γεγενημένος, πρὸς ὑπερκόσμιον ζωήν, γηθόμενος μετέβης· ὅθεν οἱ ἐν κόσμῳ σε ἀεί, μακαρίζομεν γενναῖε Μάρτυς.
Τριαδικόν.
Ἄναρχον ἀρχήν, Θεὸν Πατέρα, Υἱὸν συνάναρχον Πατρί, καὶ Πνεύματι ὑμνοῦμεν, ἄκτιστον τρισήλιον αὐγήν, ὁμοούσιον εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαί με πυρός, τοῦ αἰωνίου, καὶ τῶν παθῶν τῶν ἀφειδῶς, κυκλούντων τὴν ψυχήν μου, ἡ τῆς ἀπαθείας τὴν ζωήν, σωματώσασα Παρθενομῆτορ.
ᾨδὴ θ΄. Ὁ τόκος ἄφθορος ἐδείχθη.
Ἰδεῖν ἠξιώθης τὸν ἀγῶνα, τὸν θεῖον τελέσας Ἀθλοφόρε, τὴν ἀνέκφραστον δόξαν, τοῦ Θεοῦ καὶ τὰς σκηνώσεις τὰς οὐρανίους, γέρα τῶν πόνων, ἐπαξίως κομισάμενος.
Ὡραίως τὰς τρίβους βηματίζων, Κόϊντε τὰς θείας κατεάγης, ὡμοτάτως τὰ σκέλη, καὶ καλῶς τὸν σὸν ἀγῶνα διατελέσας, βρύεις νοσοῦσιν, ἀενάως τὰ ἰάματα.
Στρατὸς ἐπεκρότησεν Ἀγγέλων, τοὺς σοὺς θεασάμενος ἀγῶνας, τῶν ἀνθρώπων δὲ πᾶσαι, αἱ φυλαὶ τὴν σὴν πανήγυριν ἐκτελοῦσι, μεγαλοφρόνως, Ἀθλοφόρε εὐφημοῦσαί σε.
Ἡ μνήμη σου πᾶσιν ἐπιλάμψει, τοῦ Πνεύματος Μάρτυς Ἀθλοφόρε, ὥσπερ ἥλιος φαίνει, ἣν πιστῶς τοὺς ἐκτελοῦντας φώτισον Μάρτυς, σκότους πταισμάτων, ταῖς πρεσβείαις σου λυτρούμενος.
Θεοτοκίον.
Φιλάγαθε μόνη Θεομῆτορ, τὴν κεκακωμένην μου καρδίαν, ἐπηρείαις τοῦ πλάνου, τὸν Χριστὸν τοῦ ἀγαθῦναι ἀεὶ δυσώπει, ὅπως ἐν πίστει, καταχρέως μακαρίζω Σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου