Τρίτη 28 Φεβρουαρίου 2023

ΜΑΡΤΙΟΣ 15. ΑΓΑΠΙΟΣ & ΣΥΝ ΑΥΤῼ ΜΑΡΤΥΡΕΣ ΚΑΝΩΝ

ΜΑΡΤΙΟΣ ΙΕ΄

ΑΓΑΠΙΟΣ & ΣΥΝ ΑΥΤῼ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανών, οὖ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Ὁ πάντα τὰ καθ’ ἡμᾶς ὡς εὔσπλαγχνος, δι’ ἀγαθότητα, πρὸς τὸ συμφέρον Δέσποτα Χριστέ, διεξάγων εὐπρόσδεκτον, τὸν τῆς νηστείας δώρησαι, δρόμον ἡμῖν καὶ εὐεπίβατον.

Ἡ σάλπιγξ ἡ θεϊκὴ ἠχήσασα, ἐν γῇ συνήθροισεν, τῶν Ἀθλοφόρων θείαν στρατιάν, καὶ εἰς μάχην παρέστησεν, τῆς ἀθεΐας ἔχουσαν, παρὰ Χριστοῦ τὰ νικητήρια.

Ὁ πόθος ὁ τοῦ Κυρίου γέγονεν, ῥομφαία δίστομος, ἐν τοῖς Ἁγίοις Μάρτυσι Αὐτοῦ, τὴν προσπάθειαν τέμνουσα, τῶν ἐπικήρων ἅπασαν, καὶ τυραννίδα τὴν τῆς φύσεως.

Θεοτοκίον.

Γαλήνης τῆς νοούμενος πλήρωσον, τὸν τῆς νηστείας καιρόν, ταῖς μητρικαῖς πρεσβείαις Σου ἁγνή, καὶ ἡμᾶς χειραγώγησον, εἰς λιμένα σωτήριον, τῆς τοῦ Υἱοῦ Σου Ἀναστάσεως.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Κοσμήσας δι’ ἀρετῆς, καὶ ἐγκρατείας τοὺς πιστῶς Δέσποτα, Σὲ ἀνυμνοῦντας ἐντός, θείας σου παστάδος εἰσάγαγε.

Ἀλέξανδρος κραταιούς, συνασπιστὰς τοὺς εὐκλεεῖς Μάρτυρας, ἔχων δυνάμεις ἐχθρῶν, καὶ τὰς παρατάξεις ἐνίκησεν.

Ἐν ὔψει τῆς τοῦ Χριστοῦ, ἀναδραμόντες νοητῆς γνώσεως, τούτῳ σοφοὶ Μάρτυρες, δι’ ὁμολογίας ἠγγίσατε.

Θεοτοκίον.

Ἐν ὕψει τῆς τοῦ Χριστοῦ, θεοχαρίτωτε ἡμᾶς ἕλκυσον, θείας ἀγάπης πτεροῖς, τοῖς τῆς ἐγκρατείας κουφίζουσα.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Ὁ τῆς χάριτος τοῦ Κτίστου ἄφθονος πλοῦτος, δι ἐγκρατείας ἅπασι, καὶ πόνων ἐνθέων, τοῖς πιστοῖς παρέχεται· οὗ νῦν ἐντρυφήσωμεν, προθυμίᾳ θείᾳ νευρούμενοι.

Ἐκ περάτων τῆς οἰκουμένης συναθροισθέντες, εἰς τὴν Χριστοῦ ἐπίγνωσιν, Μάρτυρες γενναῖοι, γνώμην τὴν ὁμότροπον, ἀθλοῦντες ἐδείξατε· διὸ καὶ νομίμως ἐστέφθητε.

Ἡ διπλὴ τῶν Ἀλεξάνδρων ὁμολογία, διπλῆν Διονυσίων, καὶ πλῆθος Μαρτύρων, ἤγειρεν εἰς ζῆλον Θεοῦ, ὐφ΄ οὗ κραταιούμενι, πάντες τὸν ἐχθρὸν ἐτροπώσαντο.

Τὴν πολύπλοκον τῆς πλάνης οἱ Ἀθλοφόροι, ἀπάτην καρτερίας, ξίφει ἐκτέμοντες, ἑαυτοὺς τῇ πίστει Χριστοῦ, ἀλύτως συνέδησαν, καὶ Αὐτὸν ἀθλοῦντες ἐκήρυττον.

Θεοτοκίον.

Ὡς τῆς φύσεως γινώσκουσα τῶν ἀνθρώπων, τὸ ἀσθενὲς καὶ ῥάθυμον, μόνη Παναγία, ὄρεξον βοήθεια, ἡμῖν τοῖς ὑμνοῦσί Σε, ἐν καιρῷ νηστείας καὶ νήψεως.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς εἰς τὸν κόσμον.

Ἀφάτων ἀγαθῶν, αἴτιός τε καὶ πρόξενος, ἐγγίνεται ἡ νηστεία· καὶ γὰρ καθαίρει πάθη, καὶ ψυχὰς ἁγιάζει βροτῶν.

Σὺ Κύριε ἰσχύν, τοὺς ἀθλοῦντας ἐνέδυσας· τῷ κράτει καὶ θείῳ σθένει, δυναμούμενοι οὗτοι, τὴν πλάνην ἐτροπώσαντο.

Σαλπίσαντες τρανῶς, παναοίδιμοι Μάρτυρες, τὴν πίστιν τὴν τοῦ Κυρίου, τὰς φωνὰς τῶν ἀπίστων, ἐνθεώς ἐσκεδάσατε.

Θεοτοκίον.

Ῥυσθείημεν ἁγνή, παγίδων τοῦ θηρεύοντος, πρεσβείαις Σου τῇ νηστείᾳ, δυναμούμενοι πάντες, οἱ πόθῳ Σε δοξάζοντες.

 

ᾨδὴ στ΄. Θύσω Σοι.

Οἱ πόνοι, τῆς ἐγκρατείας καὶ τὰ παλαίσματα, μετὰ δακρύων σπαρέντα, καρποὺς συγκομίζουσιν εὐφροσύνης, αἰωνίου, καὶ χαρᾶς ἀκηράτου ἐντρύφημα.

Τὰ πάθη, τὰ τοῦ Χριστοῦ ποθοῦντες ἀοίδιμοι, συνεσταυρώθητε τούτῳ, ἐν καιρῷ νηστείας καὶ διὰ τοῦτο, τῆς ἐκείνου, Ἀναστάσεως μέτοχοι ὤφθητε.

Σώματος, τὸ ἀσθενὲς ῥωννύντες οἱ Μάρτυρες, τῇ τοῦ Κυρίου ἀγάπῃ, καὶ στεῤῥᾷ ἐλπίδι τὴν δυναστείαν, κατέβαλον, καὶ τὸ κράτος ἐχθροῦ τὸ ἀντίθεον.

Θεοτοκίον.

Γέγονε, τῶν ἀνθρώπων ἡ φύσις πανάχραντε, διὰ τοῦ θείου Σου τόκου, ζωῆς ἀθανάτου ἐν μετουσίᾳ, ἐγκρατείᾳ, νερουμένη καὶ πόνοις ἀσκήσεως.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Ὕλην γεώδη, καὶ ἡδονὰς ἀφέντες τὰς τῆς σαρκός, θείαις, τῆς νηστείαις πτέρυξι πρὸς Χριστόν, τὸν Δεσπότην ἀναδράμωμεν, εὐλογημένος εἶ, πρὸς Αὐτὸν ἀσιγήτως κραυγάζοντας.

Ἐν τῇ καμίνῳ, τῇ τῶν πολλῶν βασάνων οἱ Ἀθληταί, δρόσον, ἐκ Θεοῦ ἐδέχοντο νοητῶς, καὶ χορεύοντες ἐκραύγαζον· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ἀποῤῥαγέντες, τῶν ἐπικήρων πάντων οἱ Ἀθληταί, μόνῳ, τῷ Δεσπότῃ πόθῳ εἰλικρινεῖ, συνεδέθησαν κραυγάζοντες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Θεοτοκίον.

Ἰσχὺν ἡ πάλαι, ἐξασθενοῦσα φύσις τῶν γηγενῶν, μόνη, Παναγία ζώννυται Σαῖς λιταῖς· διὰ τοῦτο τὸν πολέμιον, νηστείᾳ τέρπεται, καὶ βραβεῖα τῆς νίκης κομίζεται.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Μύστας ἡ νηστεία τοὺς βροτούς, ἁγνοὺς ἐργάζεται, Θεοῦ ἐμφάσεων, καὶ θείας χάριτος ἅπαντας, κοινωνοὺς ἀποτελεῖ αὐτήν, τοὺς δεχομένους καὶ Χριστῷ, πόθῳ κραυγάζοντας· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θηρῶν νοουμένων Ἀθληταί, δυνάμει κρείττονι, καὶ θείᾳ χάριτι, στόματα φράξαντες ἅπαυστα, τῷ Θεῷ πάντων τὴν αἴνεσιν, ἐγκαρτεροῦντες ἐκτενῶς, πίστει ἐκράζετε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἤρθησαν εἰς ὕψος νοητόν, Χριστοῦ τῆς χάριτος, οἱ θεῖοι Μάρτυρες· κλίμακα θέμενοι ἄσειστον, τῶν ἀγώνων τὴν ἀνάβασιν, καὶ προσεγγίσαντες Αὐτῷ, ἀπαύστως ψάλλουσιν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Ὅπλισον ἡμᾶς κατὰ παθῶν, καὶ ἡδονῶν φθαρτικῶν, νηστείᾳ ἄχραντε, καὶ κατοχύρωσον πράξεσι, τοὺς ἐνθέοις Σε δοξάζοντας, καὶ ἐκβοῶντας τῷ ἐκ Σοῦ, τεχθέντι Λόγῳ Θεοῦ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Ὅπλον κραταιὸν τὴν νηστείαν, κατὰ ἐχθρῶν τῶν νοουμένων, ἔχοντες αὐτῶν τὰς δυνάμεις, καὶ παρατάξεις ἐκπολεμήσωμεν, ἵνα Χριστοῦ τὴν ἔγερσιν, στεφηφοροῦντες ἐποψώμεθα.

Ἔχων θεοσύλλεκτον δῆμον, καὶ συμπολίτην ἐν πολέμῳ, τοὺς τῆς ἀθεότητος πάντας, ἐχθροὺς ἐτρέψω Μάρτυς Ἀλέξανδρε, μεθ’ ὧν βραβεῖα εἴληφας, τὸν στεφοδότην μεγαλύνω Χριστόν.

Ἐκ τῆς ἀενάου καὶ θείας, πηγῆς τοῦ Πνεύματος ἀντλοῦντες, ἄφθονα χαρίσματα πᾶσι, τῶν ἰαμάτων Ἅγιοι Μάρτυρες, νάματα ἐπομβρίζετε, καὶ τῶν παθῶν φλόγα σβεννύετε.

Ὁ ἐνδοξαζόμενος μόνος, ἐν τοῖς Ἁγίοις Ἀθλοφόροις, τούτων εὐπροσδέκτοις πρεσβείαις, Χριστὲ οἰκτίρμον ἡμᾶς ἀξίωσον, ἀκαταγνώστους Δέσποτα, τὴν Σὴν ὑμνῆσαι ἐξανάστασιν.

Θεοτοκίον.

Ὕπνον ἀποσόβησον πάντα, ἐκ τῶν ψυχῶν θεογεννῆτορ, τῶν Σὲ ἀνυμνούντων ἀπαύστως, καὶ ἐν ἀγρύπνῳ στάσει παράστησον, τοὺς τὸν Χριστὸν δοξάζοντας, καὶ ἀσιγήτως μεγαλύνοντας.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου