Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 8. ΟΣΙΑ ΔΟΜΝΙΚΑ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ Η!!
ΔΟΜΝΙΚΑ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν
Τῆς ψυχῆς τὴν ἀκρόπολιν, λογισμῶν οὐ κατέσεισαν, προσβολαὶ Μακάριε· σὺ γὰρ ἔπαλξιν, ὥσπερ τὴν σὴν προβαλλόμενος, στερέμνιον ἄσκησιν, διετήρησας σαυτόν, τοῦ δεινοῦ πολεμήτορος, ἀπαράτρωτον, ἀπήμαντον ὅλως, καὶ παρέστης, τῷ Δεσπότῃ τῶν ἁπάντων, νικητικῶς στεφανούμενος.

Οὐχ ὁδοῦ μῆκος ἴσχυσεν, οὐδὲ τόπων δυσχέρεια, παραλῦσαι Ὅσιε τὸ διάπυρον, τῆς πρὸς Θεὸν ἐκδημίας σου· κἀκεῖ γὰρ γενόμενος, καὶ τοῖς τόποις εὐφρανθείς, οὗ οἱ πόδες ἐπάτησαν, τοῦ Θεοῦ ἡμῶν, οὐκ ἠμέλησας ὅλως. Εἰ μὴ φθάσῃς, δι' ἀσκήσεως καὶ πόνων, καὶ πρὸς Σιὼν τὴν οὐράνιον.

Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνων τοῖς δάκρυσι, κατανύξει Ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέματτες, Χριστοῦ ὑποπόδιον· ἐννοῶν τε καὶ αὐτόν, ὡς παρόντα καὶ βλέποντα, ὃν ἐπόθησας· καὶ ἰχνῶν ἐπελάβου διανοίας, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν αὐγαζόμενος.

Ἕτερα τῆς Ἁγίας. Ἔδωκας Σημείωσιν
Ἐκ Δυσμῶν ἀνέτειλας, πρὸς τὴν Ἑῴαν πανόλβιε, ὡς ἀστὴρ φαεινότατος, ἀκτῖσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων Ὁσία, καὶ κατεφώτισας πιστῶν, τάς διανοίας φέγγει θαυμάτων σου· διό σε μακαρίζομεν, καὶ τὴν σὴν μνήμην γεραίρομεν, τὸν Χριστὸν μεγαλύνοντες, τὸν σεπτῶς σε δοξάσαντα.

Τρωθεῖσα τῷ ἔρωτι, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, ὦ Δομνίκα πανεύφημε, αὐτῷ ἠκολούθησας ἀπαρνησαμένη, ἐπίκηρον δόξαν, καὶ τῆς σαρκὸς τάς ἡδονάς, καὶ πᾶσαν βίου ἄλλην ἀπόλαυσιν· διὸ σε εἰσῳκίσατο, εἰς φωτεινότατον θάλαμον, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Πάθη τοῦ Κυρίου σου, καὶ Ποιητοῦ ἀναπλάττουσα, ἐν αὐτῇ ἀναδέδειξαι, τοῦ Λόγου ὡς ποίημα, λογικὸν Παρθένε, καὶ διὰ τοῦ Λόγου, ἐπαιδαγώγησας παθῶν, τῆς ἀλογίας τὰ παρεκκλίματα· διὸ καὶ καθ' ὁμοίωσιν, εὐθυποροῦσα ἀοίδιμε, ἀληθὲς καὶ ἀκίβδηλον, τοῦ Θεοῦ ὤφθης ἄγαλμα.

Δόξα. Ἦχος πλ. Β΄. Τῆς Ὁσίας.
Σήμερον, τῶν παρθένων οἱ χοροί, ἐπὶ τῇ μνήμῃ ἀθροισθέντες τῆς θεοφόρου Μητρός, ἐν καιναῖς ᾀσμάτων μελωδίαις ἀνευφημήσωμεν ταύτην λέγοντες· Χαίροις, ἡ τὴν ἱεράν σου στολήν, τῇ συντονωτάτῃ ἀσκήσει ἐκλαμπρύνασα, καὶ δῶρον ἐκλεκτὸν τῷ σῷ Νυμφίῳ προσάξασα. Χαίροις, ἡ τὸν πόθον σου πρὸς Αὐτόν, νυκτός τε καὶ ἡμέρας ἀνατείνασα, παρ’ Οὗ καὶ ἀπήλειφας ὡς θείαν ἀντίδοσιν, τῶν θαυμάτων τὴν ἐνέργειαν. Ἀλλ’ ὦ Δομνίκα πανθαύμαστε, τοῦ Βασιλέως Χριστοῦ, νύμφη πανακήρατε, ἱκέτευε Αὐτὸν ἐκτενῶς, εἰρήνην δωρήσασθαι, ἡμῖν τοῖς λαμπρῶς ἐπιτελούσι, τὴν πανέορτον μνήμην σου.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Νάματα Ἰορδάνεια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε΄ 15-23, στ΄ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.








Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Ὅλην σαυτήν, τῶν παθῶν ἐκκαθάρασα, δοχεῖον ὤφθης ἐκλεκτόν, μυρεψικὴν ἀποστάζον εὐωδίαν, Δομνίκα θεόνυμφε, καὶ ταῖς μυστικαῖς φρυκτωρίαις θεουργικῶς ἐλλαμφθεῖσα, ὅλη μετάρσιος γέγονας. Διὸ καὶ ἠξίωσαι προλέγειν τὰ ἐσόμενα, διὰ τῆς χάριτος τοῦ ἐνοικοῦντός σοι παντουργοῦ Πνεύματος, καὶ θαυμάτων ἐπιτελεῖν τὰ παράδοξα, ἃ συνελθόντες χρεωστικῶς ἐν θάμβει μεγαλύνομεν.

Ἦχος β΄.
Ὁ προειδώς σου τῆς ψυχῆς τὴν εὐγένειαν, καὶ τὴν μέλλουσαν ἁγιότητα, δι’ ὁπτασίας ἐνθέου, τῷ θείῳ Ἀρχιποίμενι Νεκταρίῳ φανεροῖ σε, ἠνίκα τὴν Βασιλεύουσαν, σὺν ταῖς τεσσαράκοντα παρθένοις κατελάμβανες, ὅθεν τοῦ θείου λουτροῦ, παρ’ αὐτοῦ ἀξιωθεῖσα, καὶ τὸ ἱερὸν σχῆμα περιβληθεῖσα, εἰς ἀγῶνας ἐχώρισας, πόθῳ ζέοντι θεϊκῷ, καὶ Χριστῷ εὐηρέστησας. Ὃν καὶ ἱκέτευε, ὡς Αὐτῷ παρισταμένη, τοῦ ῥυσθῆναι ἡμᾶς τοὺς σὲ δοξάζοντας, ἀπὸ πάσης περιστάσεως.

Ἦχος γ΄.
Τῷ νόμῳ Κυρίου διὰ παντὸς ἐμμελετῶσα, καὶ ἀπαύστως σχολάζουσα, νηστείαις καὶ δεήσεσι, οἶκος φωτοειδὴς γεγένησαι, τοῦ Φωτοδότου καὶ Λυτρωτοῦ. Ὃς ταῖς εὐχαῖς σου ὑπείκων, τόπον ἱερόν, ἐν ᾧ ψυχῶν φροντιστήριον ἀνήγειρας, ἐνδεικνύει σοι Δομνίκα θεόσοφε. Διὸ σοῦ δεόμεθα, πρέσβευε Αὐτῷ, καὶ ἡμᾶς ἀπεργάσασθαι, οἴκους τοῦ Πνεύματος.

Ἦχος δ΄.
Ἐπειγομένη φθᾶσαι ὀρεκτῶν τὸ ἔσχατον, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς κροτάφοις σου ἀνάπαυσιν, ἕως οὗ τὰ πάθη παντελῶς ἐθανάτωσας Δομνίκα ἀξιΰμνητε, ἔχουσα καθ’ ἑκάστην ἐν τῷ νοΐ, ὅτι Χριστὸς ἐποπτάνεται τοῖς δι’ ἀπαθείας κεκοσμημένοις. ᾯ καὶ ἐβόας ἐκτενῶς· ὁπίσω Σου ἀσκητικῶς ἔδραμον, ἀξίωσόν με Ὑπεράγαθε, τῆς χαρᾶς τοῦ προσώπου Σου.

Δόξα. Ἦχος β΄.
Δεῦτε τῶν πιστῶν νῦν τὰ πλήθη, καὶ ἀσκουσῶν ἡ ἱερὰ ὁμήγυρις, χαρμονικῶς ἑορτάσωμεν, τὴν φαιδρὰν πανήγυριν τῆς Ὁσίας τοῦ Χριστοῦ, καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν· Χαίροις, τῶν ἀρετῶν στήλη ἔμψυχος, καὶ ἀσκήσεως κανὼν ἀκριβέστατος, θαυμάτων αὐτουργός, Δομνίκα πανσεβάσμιε. Πρέσβευε δεόμεθα τῷ Σωτῆρι καὶ Θεῷ, τῷ σὲ μεγαλύναντι, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδών Σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον, ἔλεγε Χριστὲ ὁ Θεός· Τί πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; Εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν σεαυτῷ Υἱοῦ; ἀλλ’ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς Πνεύματος Ἁγίου; Καὶ τοῦτο οἶδας διδόναι, τοὺς πιστοῦς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.

Ἀπόστιχα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ὅτε, κατετρώθης τῷ γλυκεῖ, ἔρωτι Χριστοῦ ὦ Δομνίκα, κόσμου κατέλιπες, πᾶσαν τὴν τερπνότητα καὶ ματαιότητα, καὶ σαυτὴν δοῦσα πάνσεμνε, ἀσκήσεως πόνοις, ψυχὴν καὶ διάνοιαν Θεῷ ἀνέθηκας, ὅθεν, καὶ θαυμάτων τὴν χάριν, ἐκ Θεοῦ ὡς ἔπαθλον Μῆτερ, εἴληφας ἀξίως τῶν καμάτων σου.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Δεῦτε, ἐν ᾠδαῖς πνευματικαῖς, τῶν μοναζουσῶν αἱ χορεῖαι πανηγυρίσωμεν, μνήμην τὴν πανίερον τῆς θεοφόρου Μητρός, πρὸς αὐτὴν πόθῳ κράζομεν· Ὁσία Δομνίκα, ὥσπερ ἐκπετάσασα πρὸς οὐρανίους σκηνάς, πρέσβευε Χριστῷ τῷ Σωτῆρι, ἵνα καὶ ἡμῶν καρδίας γῆθεν, ἀνυψώσῃ πρὸς οὐράνια.

Στ.: Μῦρον ἐκκενωθὲν ὄνομά Σου, διὰ τοῦτο νεανίδας ἠγάπησάν Σε.
Ἄστρον, ἀνατέταλκεν ἡμῖν, ἐκ τῆς Καρχηδόνος φωσφόρον ἡ τοῦ Κυρίου ἁγνή, καὶ ψυχὰς κατηύγασε τῶν ἀνυμνοῦντων αὐτήν, καὶ φαιδρῶς τὴν πανέορτον, αὐτῆς ἐκτελούντων, μνήμην μελωδοῦσιν ἐν ᾗ παρέθετο Κτίστῃ καὶ Νυμφίῳ τὸ πνεῦμα, ᾯ καὶ γηθομένη ἐβόας· ἐν σκηναῖς Σου Λόγε εἰσελεύσομαι.

Δόξα. Ἦχος πλ. Δ΄.
Ἐκ νεότητος σοφή, τὸν τοῦ Κυρίου ἀραμένη σταυρόν, προθύμῳ τούτῳ καρδίᾳ κατηκολούθησας, ὅθεν ἐν τοῖς παθήμασιν Αὐτοῦ, νυκτός τε καὶ ἡμέρας ἀδολεσχοῦσα, σάρκα μὲν ἐνέκρωσας, τὴν δὲ θεόφρονα ψυχήν σου ἐζωοποίησας, καὶ ναὸν Αὐτοῦ ἀπετέλεσας. Διὸ καὶ τὴν τοῦ θήλεως φύσιν, διαφερόντως ἐτίμησας, ἀνδρικῶς ἀγωνισαμένη καὶ κατατροπώσασα τοῦ δολίου σατᾶν τὰς μεθοδείας καὶ ἔνεδρα. Καὶ νῦν ἐν τῷ ἀφθάρτῳ νυμφῶνι περιπολεύουσα, μέμνησο καὶ ἡμῶν, τῶν ἐν πόθῳ καὶ χαρᾷ ἐπιτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.


Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς Αὐτόν· Σύ με ἁγίασον Δέσποτα τῇ θείᾳ ἐπιφανείᾳ Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῆς Ὁσίας. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου τὸν ἐλαφρότατον, ἐν καρδίᾳ ζεούσῃ ἀναλαβοῦσα σεμνή, τῶν προσκαίρων καὶ τερπνῶν κατεφρόνησας, καὶ ἀσκήσει τὴν ζωήν, διανύσασα καλῶς, χοροῖς Ὁσίων συνήφθης, μεθ’ ὧν Δομνίκα Ὁσία, Χριστὸν ἱκέτευε σωθῆναι ἡμᾶς.
Δόξα. Τοῦ Ὁσίου. Ὁ αὐτός.
Γεωργῆσας τὸν λόγον Πάτερ τῆς χάριτος, δικαιοσύνης ἐδρέψω καρποφορίαν λαμπράν, ὡς τὴν ἔνθεον ζωὴν αἰρετισάμενος, ὅθεν τῆς δόξης κοινωνός, ἀνεδείχθης τοῦ Χριστοῦ, Γεώργιε θεοφόρε· ὦ καὶ πρεσβεύεις ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.


















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα. Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Ὡς ἁγνὴν περιστεράν, καὶ ὡς τρυγόνα παγκαλῆ, εὐφημοῦμέν σε πιστῶς, ὅτι τὸν ἄναρχον ἐν γῇ, ἀρχὴν λαβόντα δι’ ἔλεον ὦ Δομνίκα, ἠγάπησας θερμῶς, πάσῃ ἰσχύει σου, καρδίᾳ καὶ ψυχῇ καὶ διανοίᾳ σου, καὶ βαπτισθέντι ἐν τοῖς ῥείθροις Ἰορδάνου, ἐν εὐφροσύνῃ ἐκραύγαζες· εὐλογημένος εἶ Παντοκράτορ, ὁ φανεὶς εἰς τὸ σῶσαι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, διαβιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν· εἰκόνα γὰρ ἡμῖν ἀναμορφώσεως, καὶ τύπον ἀψευδῆ ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύω, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα Ἦχος πλ. δ' Αὐλῶν ποιμενικῶν.
Τιμήσωμεν φαιδρῶς, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, τὴν ἄμωμον Χριστοῦ, καὶ Ὁσίαν ἀμνάδα, χαίροις αὐτῇ βοῶντες· Μῆτερ πανένδοξε, Δομνίκα πάνσεμνε, σκεῦος τοῦ Παρακλήτου, παρθένων καύχημα καὶ ἀγαλλίαμα, ἡ εἰς νυμφῶνα νῦν τὸν φωτεινόν, Χριστοῦ ἀγαλλομένη.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Βαπτίζεται Χριστός, ὁ τὸν κόσμον φωτίζων, ἐξ ὕψους ὁ Πατήρ, ἐμαρτύρησε λέγων. Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Οὗτός ἐστιν ὁ φωτίζων τὴν οἰκουμένην, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὁ βαπτισθεὶς καὶ σώσας ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Εὐφραίνονται λαμπρῶς, τῶν παρθένων τὰ στίφη, ἐπὶ τῇ ἱερᾷ, καὶ ὁσίᾳ σου μνήμῃ, Δομνίκα θεοτίμητε, ἀσκουσῶν τὸ ἀγλάϊσμα, ἃς ἐνίσχυσον, τῇ ἐκτενεῖ σου πρεσβείᾳ, τῆς ἀσκήσεως, τρίβον στενὴν διανῦσαι, εἰς αἶνον τοῦ Κτίσαντος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὀ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, ἐπέφανε σαρκί, βαπτισθῆναι θελήσας, πρὸς Ὃν ὁ θεῖος Πρόδρομος, ἐκπληττόμενος ἔλεγε· πῶς βαπτίσω Σε, ῥύπον μὴ ἔχοντα ὅλως; Πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα.




Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῆς Γ΄ Κυριακῆς τῶν Νηστειῶν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὰς τοῦ ἀρχεκάκου ἐχθροῦ μηχανάς, τῇ συντόνῳ σου ἀσκήσει καθελοῦσα, ἐν ἀσθενείᾳ φύσεως, τρόπαιον ἤγειρας λαμπρόν, σθένει ῥωσθεῖσα τοῦ Ἁγίου Πνεύματος, ὅθεν καὶ ἀπήλειφας, τῶν καμάτων σου τὰ γέρα, ἐν τῇ ἀλήκτῳ ζωῇ, Δομνίκα ἰσάγγελε, διὸ μὴ παύσῃ ἱκετεύουσα τὴν Ἁγίαν Τριάδα, τοῦ φωτῖσαι καὶ σῶσαι τὰς ψυχὰς ἠμῶν.

Ὁ Κανὼν τῆς Ἑορτῆς
 ᾨδὴ α΄. Ἦχος β΄. Ὁ Εἱρμός
«Στείβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»

Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,
Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου
Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,
Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,
Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.

Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,
Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ ,
Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,
Ὄπα κρατίστην• Οὗτος ἠγαπημένος,
Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.

Τοῦ Ὁσίου ᾨδὴ α' Ἦχος δ' Ἀνοίξω τὸ στόμα μου
Ἀνοίξει τοῦ στόματος, δοῦναί μοι χάριν ἱκέτευσον, σοφίας Γεώργιε, τὴν ἀπαρχὴν Ἰησοῦ, ὅπως ᾄσω σου, τὴν μνήμην κατ’ ἀξίαν, ὁ ἄμουσος ᾄσμασι, θείοις γηθόμενος.
Ἐν γῇ πεπολίτευσαι, ὥς περ ἀσώματος Μέγιστε, συνήφθης ἐντεῦθεν δέ, τῶν Ἀσωμάτων χοροῖς, τῷ ποιήσαντι, ᾠδαῖς ἐν τρισαγίοις, μέλπων καὶ δεχόμενος, τούτου τὴν ἔλλαμψιν.
Τοῦ κόσμου ἠλόγησας, ὑπερκοσμίοις ἐννοίαις σου· ἀσκήσας ἐν κόσμῳ δέ, ὅπου ἐστράφη Χριστός, ἐξεδήμησας, ἀκήρατον πρὸς κόσμον, χοροῖς συναπτόμενος, τῶν πρωτοτόκων Σοφέ.
Θεοτοκίον
Ἀνοίξας τὸ στόμα μου, Ἁγνὴ προῄρημαι μέλψαι σε, Σοφίαν τὴν τέξασαν, τὴν ἐνυπόστατον, ἀλλ' ὡς ἄναγνος, τὴν Πάναγνον ὡς θέμις, ὑμνῆσαι μὴ σθένων σε, αἰτῶ βοήθειαν.

Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς. Τὴν καλλίπαιδα νῦν γεραίρω Δομνίκαν. Ἰωσὴφ
ᾨδὴ α' Ἦχος β' Ἐν βυθῷ κατέστρωσέ ποτε
Τῷ ἐνθέῳ πόθῳ τὴν ψυχήν, Ἔνδοξε πτερώσασα, τῶν σαρκικῶν θηράτρων ὑπερίπτασο· διὸ ἱκετεύω σε, θηρευθέντα με, ταῖς παγίσι τοῦ ὄφεως, σοῦ ταῖς ἱκεσίαις, πάνσεμνε Δομνίκα ἀπολύτρωσαι.
Ἠκολούθεις χαίρουσα Χριστῷ, τούτου ἀνιχνεύουσα, τὴν Ἱερὰν νομοθεσίαν Πάνσεμνε, καὶ Παρθένων τάγμασι, συνηρίθμησαι, ὡς παρθένος καὶ ἄμωμος· ὅθεν σε τιμῶμεν, πίστει συνελθόντες Ἀξιάγαστε.
Νυσταγμὸν κακίας οὐδαμῶς, Ἔνδοξε νυστάζουσα, ἐπαγρυπνεῖς ταῖς φωταυγέσι πράξεσι, καὶ πρὸς φῶς ἀνέσπερον, ἐξεδήμησας, ταῖς ἐκεῖθεν λαμπρότησι, περιχεομένη, καὶ φωταγωγοῦσα τοὺς ὑμνοῦντας σε.
Θεοτοκίον
Καὶ πρὸ τόκου ἄφθορος ἁγνή, καὶ μετὰ τὴν κύησιν Μήτηρ Θεοῦ, ὑπερφυῶς διέμεινας· ὅθεν σε ποθήσασα, θείῳ Πνεύματι, ἡ Δομνίκα ὀπίσω σου, ἄφθορος προσήχθη, τῷ Παμβασιλεῖ Υἱῷ σου, Ἄχραντε.

ᾨδὴ γ΄. Ἰαμβικός Ὁ Εἱρμός
«Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,
ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.»

Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,
Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,
Ἐπισκοπεῖται, σαρκικῇ παρουσίᾳ·
Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,
Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.

Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,
Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.
Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,
Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.
Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.

Τοῦ Ὁσίου. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε
Λουόμενος δάκρυσιν οἰκείοις, ἰλύος τὴν σάρκα κοσμικῆς, ἐκάθηρας καὶ ῥεύμασιν, ὡς ποταμίοις τούτοις δέ, τὴν τῶν δαιμόνων σύῤῥοιαν, ἀσκητικῶς κατεπόντισας.
Ὁσίως ἀμέμπτως καὶ δικαίως, τὸν βίον διέπρεψας σοφέ, πρὸς δὲ καὶ πόνοις χρώμενος, ἀσκητικοῖς τὴν ἄπονον, διαγωγὴν κεκλήρωσαι, θεομακάριστε Γεώργιε.
Ἁλοὺς θείῳ ἔρωτι Παμμάκαρ, τῶν τόπων ἁγίων τῆς Σιών, πρὸς τούτους ἐπεδήμησας, κἀκεῖ διαμεμένηκας, ἕως θανάτου πάνσοφε πιέζων πόνοις τὴν σάρκα σου.
Θεοτοκίον
Τὸν σὸν ὑμνολόγον ἐπταικότα, ἀσύγγνωστα Κόρη πρὸς ὁδόν, τῆς μετανοίας ἴθυνον, τὸν Λόγον ἡ κυήσασα, τοῦ κόσμου τὸν καθαίροντα, τάς ἁμαρτίας Θεόνυμφε.

Τῆς Ὁσίας. Ἐξήνθησεν ἡ ἔρημος
Πλωτῆρας θαλαττεύοντας, διεσώσω ἔλαιον, μετ' εὐλογίας πέμπουσα, τῇ θαλάσσῃ καὶ μεταβάλλουσα, εἰς γαλήνην Δομνίκα τὸ κλυδώνιον.
Ἀΰλοις λαμπομένην σε, φρυκτωρίαις, Ἄγγελος, φωτοειδὴς ἐμήνυσεν, Ἱεράρχῃ ἐπιδημήσασαν, Βασιλίδα πρὸς πόλιν θείῳ νεύματι.
Ἱστίῳ πτερουμένη, τῆς ἐγκρατείας ἔφθασας, τῆς ἀπαθείας Ἔνδοξε, τοὺς λιμένας· λιμήν τε γέγονας, τοῖς εἰς βάθη κακίας ὀλισθήσασι.
Θεοτοκίον
Δυνάμωσον Πανάχραντε, τὸ ἀσθενές μου δύναμιν, ἡ τοῦ Ὑψίστου τέξασα, τὴν τὸ εἶναι πᾶσι παρέχουσαν, καὶ Δομνίκης τὴν μνήμην μεγαλύνασαν.







Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε• Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

Κάθισμα τῆς Ὁσίας Ἦχος δ' Ταχὺ προκατάλαβε
Τὴν σάρκα ἐσταύρωσας, σὺν τοῖς παθήμασι, καὶ πᾶσαν τὴν ἔφεσιν, πρὸς Χριστὸν ἔσχηκας, Δομνίκα Νυμφίον τὸν σόν· ἄφθαρτον διὰ τοῦτο, ἐκομίσω τὸ στέφος, καὶ Ἀγγέλων χορείαις, ἠριθμήθης Ὁσία, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια· τὸ κράτος συνέτριψας τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διὸ σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.

ᾨδὴ δ΄. Ἰαμβικός Ὁ Εἱρμός
«Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη».

Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,
Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,
Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,
Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,
Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.

Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,
Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,
Οὗτος προών μου, δεύτερος τῷ
σαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,
Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.

Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,
Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.
Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,
Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,
Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.

Τοῦ Ὁσίου Ὁ καθήμενος ἐν δόξῃ
Ταῖς νηστείαις ὡς σιτίοις, φιλοτίμως τρεφόμενος, τὴν ψυχήν σου Μάκαρ, νῦν εὐφραινομένην παρέστησας, τῷ Ποιητῇ τῶν ἁπάντων συγκαλέσαντι, πρὸς τὴν ἄνω σε, θείαν τρυφὴν ἀγαλλόμενον.
Οὐρανός τις ἀνεφάνης, τοῖς πρακτέοις ὡς ἄστρασι, κατηγλαΐσμένος, φέρων ὡς φωσφόρον τὸν Κύριον, τὴν σὴν ψυχὴν ὡς σελήνην καταυγάζοντα, καὶ δεικνύοντα, τῆς παρ' αὐτῷ δόξης μέτοχον.
Ὁ Δεσπότης οὐρανόθεν, δι' ἡμᾶς κατερχόμενος, τὴν Σιὼν εὑρίσκει, θεῖον ἀληθῶς εὐναστήριον· ᾗ ἐνσκηνώσας σὺ πόθῳ, ὥσπερ κλίμακι, πρὸς τὴν ἄνω ἀνῆλθες, Σιὼν ταύτῃ χρώμενος.

Θεοτοκίον
Ὁ καθήμενος ἐν κόλποις, ἀϊδίως τοῦ φύσαντος, σαῖς ὠλέναις ὤφθη, νῦν ἀπεριγράπτως καθήμενος, τὴν τετοκυῖαν σε δείξας μετὰ γέννησιν, ἀειπάρθενον, καὶ ἀληθῶς ἀδιάφθορον.

Τῆς Ὁσίας. Ἐλήλυθας, ἐκ Παρθένου
Ἀπήστραψας, φωτισμὸν ἰαμάτων διώκουσα, παθῶν τὴν σκοτόμαιναν, καὶ τῶν δαιμόνων τάς φάλαγγας, πάντας δὲ ἐφώτισας, τοὺς εὐσεβῶς σοι Δομνίκα προσπελάζοντας.
Νυμφίος σε, Βασιλεὺς ἐπουράνιος Ἔνδοξε, δοξάζει ἐνώπιον, τοῦ ἐπὶ γῆς βασιλεύοντος, καταπληττομένου σου, τὸν ἀκηλίδωτον βίον καὶ τὰ θαύματα.
Ὑπήκοος, τῶν εὐχῶν σου ὑπάρχων ὁ Κύριος, σαφῶς προσημαίνει σοι, τόπον ἐν ᾧ φροντιστήριον, ἤγειρας, τὰ πνεύματα, τῆς πονηρίας Δομνίκα ἀπελάσασα.
Θεοτοκίον
Νεκρώσεως, τοὺς χιτῶνας Ἀδὰμ ἐξεδύσατο, τῇ θείᾳ γεννήσει σου, καὶ τὴν στολὴν ἠμφιάσατο, μόνος ἣν ἐξύφανεν, ἐν τῇ γαστρί σου ὁ Λόγος σωματούμενος

ᾨδὴ ε΄. Ἰαμβικός Ὁ Εἱρμός
«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».

Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,
Σειραῖς ἀφύκτοις, ὂν διαρθροῖ δακτύλοις,
Ἵστησιν ἀμφ’ ὤμοισιν ἐξάρας ἄνω,
Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων,
Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.

Μετ’ εὐσεβείας προσδράμωμεν εὐτόνως,
Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,
Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,
Ἄντλημα προσφέροντα δίψης ἐνθέου,
Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.

Τοῦ Ὁσίου. Ἐξέστη τὰ σύμπαντα
Ἐξέστησαν Ἄγγελοι, καὶ πᾶς Ὁσίων σύλλογος, ὄντως τὸ ἀνένδοτον τῶν πόνων, τῶν σῶν ὁρῶντες, καὶ τὸ τοῦ βίου σκληρόν· σὺ γὰρ ὥσπερ ἄψυχος πονῶν, λίθος διετέλεσας, ἀρετῶν, πρὸς κατόρθωσιν.
Εἰς πᾶσαν ἐξέλαμψεν, ἰδοὺ ψυχὴν ὁ Μέγιστος, πάντας ἐμπιπλῶν φωτοχυσίας, καὶ σκοτομήνης ἐλευθερῶν τῶν παθῶν, ὥσπερ καθαρώτατος καὶ νῦν, ἥλιος κινούμενος, τὴν σωτήριον κίνησιν.
Πατρίδος ἐξένωσαι, τῆς σῆς σοφὲ Γεώργιε, ὑπὲρ τοὺς προσήκοντας τῷ βίῳ, Χριστὸν φιλήσας, τὸν ξενωθέντα βροτοῖς· ὅθεν ἐχρημάτισας αὐτοῦ, ἄξιος τῆς ἄνωθεν, ἀξιούμενος χάριτος.
Θεοτοκίον
Ὡραίωσας ἄχραντε, σὺ τῶν βροτῶν τὸ πλήρωμα· σὺ γὰρ ἀνεδείχθης πλατυτέρα, τοῦ οὐρανίου, κύτους τεκοῦσα Θεόν, Λόγον ὡσεὶ δέῤῥιν οὐρανούς, Κόρη τὸν ἐκτείναντα, καὶ βροτοὺς διαπλάσαντα.

Τῆς Ὁσίας. Ὁ τοῦ φωτὸς Χορηγός
Γεωπονήσασα, καὶ τῷ ἀρότρῳ τῶν εὐχῶν τέμνουσα, τὴν ψυχικήν, αὔλακα πολύχουν, ἐδρέψω τὸν καρπόν, θείαις ἀποθήκαις, Ἁγνὴ συντηρούμενον.
Ἐπιφωτίζουσα, τὸν καθαρόν σου λογισμὸν ἔβλεπες, τοῦ παντουργοῦ, Πνεύματος δυνάμει, τὰ πόῤῥω ὡς ἐγγύς, καὶ τῶν ἐσομένων, προλέγεις τὴν ἔκβασιν.
Ῥώμῃ τοῦ Πνεύματος, ἱερουργός σε τελειοῖ χρίσματι, θεουργικῷ, τῆς διακονίας, ποιμαίνειν ἱεράς, ψυχὰς ἐγκελεύων, Δομνίκα θεόσοφε.
Θεοτοκίον
Ἅγιον Κύριον, Κυριοτόκε τοῦ παντὸς τέτοκας, ὃν ἐκ ψυχῆς, Δομνίκα ποθοῦσα, παθῶν φθοροποιῶν, κατακυριεύει, Παρθένε ὑμνοῦσα σε.




ᾨδὴ στ΄. Ἰαμβικός Ὁ Εἱρμός
«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.
Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,
Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,
Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,
Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,
Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ’ ἐσχάτων.

Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν,
Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,
Μένον τε Πνεῦμα τῷ παναχράντῳ
Λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,
Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.

Τοῦ Ὁσίου. Ἐβόησε, προτυπῶν
Ἐβόησας, πρὸς Θεὸν ἀενάοις σὺν δάκρυσι, καὶ τοῦ βίου, ὡς ἐκ κήτους δεινοῦ σε διέσωσε, πρὸς τάς ἀκυμάντους, καὶ ἀείρους πηγὰς τῆς θεώσεως.
Τετράγωνον, ἀρετῶν ὁ χορός σε, κατέστησε, τεῖχος Μάκαρ, νοουμένων ἐχθρῶν μὴ πτοούμενον, τάς ἀκροβολίσεις· ὡς στεῤῥὸς γὰρ νικᾷς τὸν πειράζοντα.
Ὡς πρόβατον, Χοζεβᾶ τῷ σεμνείῳ προσέδραμες· τῇ δὲ πράξει, βακτηρίᾳ καθάπερ χρησάμενος, πρός, Ἐδὲμ ἰθύνεις, τὰ αὐτῷ ἐνοικούμενα πρόβατα.
Θεοτοκίον
Ἐσκήνωσεν, ὡς βροτὸς ἐν νυδύϊ σου Κύριος, τὸν βροτόν με, τῶν ἀφθίτων σκηνῶν ἀξιούμενος, παρορῶν μου πράξεις, τάς ἀθέσμους Ἁγνὴ καὶ τὰ πταίσματα.

Τῆς Ὁσίας Ἐν ἀβύσσῳ πταισμάτων
Ἱερὸν προφητεῖον ἀνήγειρας, θείου Ζαχαρίου Προφήτου θεόφρονος, μεθ' οὗ ναὸν εἰς ἅγιον, συγχορεύεις Δομνίκα θεόσοφε.
Ῥεῖθρον ὤφθης ἰάσεων ἄφθονον, πλυνοῦσα φλογμὸν παθημάτων καὶ βρύουσα, ἁγιασμὸν σωτήριον, κυριώνυμε Κόρη Θεόνυμφε.
Ὡς καλήν, ὡς ὡραίαν, ὡς ἔντιμον, ὡς τῆς παρθενίας αὐγαῖς διαλάμπουσαν, σὲ ὁ νυμφίος Κύριος, ἑαυτῷ συνεισάγει Ἀοίδιμε.


Θεοτοκίον
Δι' ἐμὲ κατ’ ἐμὲ ἐχρημάτισε, βρέφος ὁ παντέλειος ἀνακαινίζων με, καὶ παλαιωθέντα πάθεσι, διὰ σοῦ Παναγία Θεόνυμφε.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἐν πολλοῖς τὸ σῶμα κατατήξασα, τὸν νοῦν πρὸς Θεὸν τελείως ἀνεπτέρωσας, διὸ γέγονας ἐνδιαίτημα θεῖον τοῦ Πνεύματος, λαβοῦσα θαυμάτων τὴν ἰσχύν, Δομνίκα Ὁσίων ἐγκαλλώπισμα.
Ὁ Οἶκος.
Ἀπὸ νεότητος τὴν θείαν ἐβάδισας ὁδὸν τὴν στενὴν καὶ τεθλιμμένην, ἀκούσασα τοῦ Ἱεροῦ Εὐαγγελίου, ὅτι αὕτη ἀπάγει εἰς ζωήν, καὶ ὄντως ἀξιωθεῖσα φθᾶσαι τὴν ὄντως ζωὴν τὸν Χριστόν, ἐν τῇ προσκαίρῳ ταύτῃ παροικίᾳ σου, διὰ πολλῶν ἰδρώτων καὶ ἀγώνων, μετέστης σήμερον πρὸς τὴν ἄπονον καὶ ἄμοχθον διαγωγήν, ἐν ᾗ διπλοῦν τὸ στέφος εἴληφας παρὰ τοῦ ἀθανάτου σου Νυμφίου ὡς παρθένος καὶ Ὁσία. ᾯ μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ τῶν βοώντων σοι· Χαίροις Δομνίκα Ὁσίων ἐγκαλλώπισμα.

Συναξάριον
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.
Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα,
Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα.
Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή.
 Αὕτη ἦν ἐπὶ Θεοδοσίου τοῦ μεγάλου βασιλέως. Παρέτεινε δὲ ἕως Λέοντος καὶ Ζήνωνος. Ὑπῆρχε δὲ ἐκ πόλεως Καρθαγένης τῆς πρὸς Καρχηδόνα. Κατά τινα δὲ οἰκονομίαν, μεθ’ ἑτέρων τεσσάρων παρθένων, ἐν Κωνσταντινουπόλει παρεγένετο. Νεκτάριος δέ, ὁ τηνικαῦτα Ἀρχιεπίσκοπος, ἐξ ἀποκαλύψεως θείας, αὐτὰς ἐδέξατο, καὶ τοῦ Ἁγίου Βαπτίσματος κατηξίωσεν. Ὑπελθοῦσα δὲ τὸν μονήρη βίον ἡ Ὁσία, καὶ ἀνδρικοῖς πόνοις ἐγγυμνασμένη, εἰς ἄκρον προελθοῦσα ἀσκήσεως, καὶ θαύματα ἐνεργεῖν καταξιωθεῖσα, καὶ περὶ τῶν ἐσομένων πολλοῖς προθεσπίσασα, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Χοζεβίτου.
Σὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ,
Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ.
Οὗτος, ἀφήσας πατρίδα καὶ γένος καὶ ὄλην τὴν τοῦ κόσμου προσπάθειαν, ὑπῆγεν εἰς τὰ Ἱεροσόλυμα, διὰ νὰ προσκυνήσῃ τὸν Ζωοδόχον Τάφον τοῦ Σωτῆρος ἠμῶν Ἰησοῦ Χριστοῦ. Ἀφ’ οὗ δὲ ἐπροσκύνησεν ὅλους τοὺς πέριξ τῆς Ἱερουσαλὴμ ἱεροὺς καὶ ἁγίους, καὶ πολλοῦ θαύματος γέμοντας τόπους, καὶ ἀφ’ οὗ ἀπήλαυσε τὴν τούτων ἁγιότητα καὶ χάριν, ὕστερον φέρων ἔδωκε τὸν ἑαυτόν του εἰς τὸ μοναστήριον τὸ οὕτως ὀνομαζόμενον τοῦ Χοζεβᾶ, ἀπὸ τὸ ὁποῖον ὠνομάσθη καὶ Χοζεβίτης, καὶ γενόμενος μοναχός, συνηριθμήθη μὲ τοὺς ἐκεῖ πατέρας καὶ ἀδελφούς. Τόσον δὲ ἀνδρεῖος καὶ πρόθυμος ἐφάνη ἀπὸ τὴν ἀρχὴν ὁ ἀοίδιμος εἰς πάντα πόνον καὶ σκληραγωγίαν ἀσκητικήν, ὥστε ἐμιμεῖτο τὸν δι’ ἡμᾶς κατὰ σάρκα νεκρωθέντα Χριστὸν τὸν Θεόν, καὶ ἐσπούδαζε νὰ συννεκρωθῇ μὲ αὐτὸν καὶ συσταυρωθῇ διὰ τῆς ἀπαθείας ὡς ἂν ἦτο ἄσαρκος, ὅθεν ἐξέπληττεν ὅλους καὶ παρεκίνει αὐτοὺς πρὸς τὸν ζῆλον καὶ μίμησιν τῆς ὑπερφυσικῆς αὐτοῦ ἀνδρείας καὶ γενναιότητος. Φθάσας λοιπὸν εἰς τὸ ἄκρον τῆς ἀπαθείας, ἐφάνη γεμάτος ἀπὸ τὴν χάριν τοῦ παναγίου Πνεύματος, ὅθεν ἔβαλε τὸν ἑαυτόν του ὡς στήλην ἔμψυχον καὶ εἰκόνα πάσης ἀρετῆς ἔμπροσθεν εἰς τοὺς ἀδελφοὺς τοῦ μοναστηρίου του καὶ εἰς ὅλους τοὺς ἄλλους, καὶ μέχρι τέλους δὲν συγκατέβη ὁ τρισόλβιος ἀπὸ τὴν ἀκρίβειαν τῆς ἀσκήσεως. Διὰ τοῦτο καὶ εὗρεν ἀνάπαυσιν ἀπὸ τοὺς πολλούς του ἀγῶνας καὶ κόπους, ἐκδημήσας πρὸς τὸν ποθούμενον Θεόν, διὰ νὰ ἀπολαμβάνῃ καθαρώτερον καὶ ἐναργέστερον σὺν τοῖς Ἀγγέλοις τὴν ἐκ τῆς Ἁγίας Τριάδος ἐπεμπομένην ἔλλαμψιν καὶ μακαριότητα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης καὶ τῶν σὺν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου.
Ἰουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ,
Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους.
Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου,
Καὶ σὺν κεφαλῇ τῇ δε τὴν Ἀντωνίου.
Ὁ Ἅγιος Μάρτυς Ἰουλιανός, κατὰ τοὺς χρόνους ἦν Διοκλητιανοῦ καὶ Μαρκιανοῦ ἡγεμόνος ἐν Ἀντινόου πόλει τῆς Αἰγύπτου. Ὃς τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα, Βασίλισσαν ὀνόματι, ἔπεισεν ἐν ἁγνείᾳ διαμένειν· ἧν ἐν Μοναστηρίῳ γυναικῶν ἀποκείρας, καὶ αὐτὸς ἐν ἑτέρῳ ἐμόνασε, καὶ ἡγεῖτο ἀνδρῶν ὡσεὶ χιλιάδων δώδεκα. Κατασχεθεὶς δέ, καὶ τὸν Χριστὸν μὴ ἀρνησάμενος, ἀλλὰ μυκτηρίσας τὰ εἴδωλα, εἰς θυμὸν καὶ ὀργὴν τὸν ἡγεμόνα κινεῖ, ὃς παραυτίκα τὸ Μοναστήριον πυρπολεῖ, ἐν ᾧ καὶ ἐνεπρήσθησαν πάντες οἱ ἐκεῖσε προσφυγόντες ἐπίσκοποι καὶ ἱερεῖς καὶ λοιποὶ κληρικοὶ τῆς χώρας. Καὶ οὕτως ἐπληρώθη αὐτῶν ἡ μαρτυρία.
Ὁ δὲ Ἅγιος Ἰουλιανός, ἁπλωθεὶς ἐπ’ ἐδάφους, τύπτεται. Καὶ σιδηροῖς δεσμοῖς ἐνειληθείς, συντρίβεται τὰ ὀστᾶ, ὅτε καὶ εἷς τῶν ὑπηρετῶν ἐκκοπεὶς τὸν ὀφθαλμόν, πιστεύσας, καὶ ἰαθεὶς παρὰ τοῦ Μάρτυρος, τὴν κεφαλὴν ἀφαιρείται. Καὶ Κέλσιος, ὁ τοῦ ἡγεμόνος παῖς, μετὰ εἴκοσι στρατιωτῶν, ἐπίστευσεν εἰς τὸν Χριστόν, ἐπειδὴ νεκρὸν ἀναστάντα εἶδον διὰ προσευχῆς τοῦ Ἁγίου. Διὰ τοῦτο, κελεύσει τοῦ ἡγεμόνος, πρῶτον μὲν φρουρεῖται, εἶτα ἐν λέβησι πεπυρωμένοις ῥίπτεται, ἅμα καὶ τοῖς ἑπτὰ υἱοῖς τοῦ ἄρχοντος, ἤδη πιστεύσασι, καὶ τῷ πρεσβυτέρῳ Ἀντωνίῳ καὶ τῷ ἐκ νεκρῶν ἀναστάντι, Ἀναστασίῳ. Ἐπεὶ δὲ ἀβλαβεῖς ἐξῆλθον χάριτι Χριστοῦ, πολλοὶ ἐπίστευσαν ἅμα σὺν τῇ μητρὶ Κελσίου.
Παραστάντων δὲ τῶν Ἁγίων ἐνώπιον τοῦ ἡγεμόνος, αὐτίκα διὰ προσευχῆς αὐτῶν, τὰ ἐν τῷ ναῷ εἴδωλα συνετρίβησαν, καὶ ὀ ναὸς ὑποβρύχιος γέγονεν. Ἀχθέντες δὲ οἱ Ἅγιοι, φακέλοις παπύρων, διαβρόχων ἐλαίῳ, τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν προσδεθέντες, ἀνήφθησαν. Ἐπεὶ δὲ οὐκ ἐλυμήνατο αὐτοὺς τὸ πῦρ, τοῦ μὲν Ἁγίου Ἰουλιανοῦ, καὶ τοῦ παιδὸς Κελσίου, τὸ δέρμα τῆς κεφαλῆς ἀπέσυραν. Τοὺς δὲ ὀφθαλμοὺς τοῦ πρεσβυτέρου Ἀντωνίου ὀγκίνοις ἐξώρυξαν. Τὴν δὲ μητέρα Κελσίου ἀπῃώρησαν. Μετὰ δὲ ταῦτα, θηρίοις τοὺς Ἁγίους παρέδωκαν, ἀφ’ ὧν οἱ μακάριοι ἀπήμαντοι διαφυλαχθέντες, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν μαρτυρίῳ, τῷ ὄντι πλησίον τοῦ Φόρου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ διὰ τοῦ Ἁγίου Ἰουλιανοῦ πιστεύσαντες τῷ Χριστῷ ἄνδρες, ξίφει τελειοῦνται.
Χρισσοῦ συνέντες ἄνδρες ἀληθὲς σέβας,
Προὔδωκαν εἰς θάνατον αὐτοὺς ἐμφρόνως.



Τῇ αὐτῇ ἡμέρᾳ, ἡ διὰ τοῦ Ἁγίου Ἰουλιανοῦ πιστεύσασα γυνὴ τοῦ ἡγεμόνος, ξίφει τελειοῦται.
Χριστοῦ πόθῳ τρωθεῖσα μήτηρ Κελσίου,
ἀνδρὸς κατεφρόνησε καὶ τῶν βασάνων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κύρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας, καὶ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ ἐν ἡμέρᾳ Κυριακῇ.
Ὁ σὴν μελίζων σάρκα Κῦρος Χριστέ μου,
Σαρκὸς διαστάς, σῷ παρίσταται θρόνῳ.
Ὁ Κῦρος οὗτος ἦτον ἐπὶ Κωνσταντίνου τοῦ Κοπρωνύμου καὶ εἰκονομάχου, τοῦ βασιλεύσαντος ἐν ἔτει ψμα΄ (741)· ἐπατριάρχευσε δὲ χρόνους ἕξ, κατὰ τὸν Μελέτιον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Καρτερίου.
Πάλαιε Καρτέριε πρὸς πῦρ καὶ δόρυ,
Τὸ καρτερόν σου πρὸς πάλας δεικνὺς δύω.
Οὗτος ὑπῆρχεν ἐπὶ Διοκλητιανοῦ καὶ Οὐρβανοῦ ἡγεμόνος Καισαρείας τῆς Καππαδοκίας, ἱερεὺς καὶ διδάσκαλος τῶν χριστιανῶν. Οἶκον δὲ εὐκτήριον δειμάμενος, καὶ πολλὰ πλήθη τῶν χριστιανῶν συναγαγών, ἐδίδασκε μόνον σέβεσθαι τὸν Χριστόν, Θεὸν ὄντα ἀληθινόν, καὶ πλὴν αὐτοῦ μὴ εἰδέναι ἕτερον. Διαβληθεὶς οὖν ἐπὶ τοῦ ἡγεμόνος ἀπέκρυψεν ἑαυτόν· ὁ δὲ Κύριος ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἄπελθε Καρτέριε, καὶ ἐμφάνισον σεαυτὸν τοῖς ζητοῦσί σε, ἐγὼ δὲ ἔσομαι μετὰ σοῦ· δεῖ γάρ σε πολλὰ παθεῖν ὑπὲρ τοῦ ὀνόματός μου, καὶ πολλοὶ διὰ σοῦ πιστεύσαντες σωθήσονται. Ὁ δὲ Ἅγιος χαρᾶς πλησθείς, καὶ εὐχαριστίαν τῷ Θεῷ ἀναπέμψας, ἑαυτὸν κατεμήνυσε.
Καὶ πρῶτον μὲν τῇ εἱρκτῇ ἐγκλείεται, ἔπειτα παραστὰς τῷ ἡγεμόνι, ἐκελεύετο ἐπιθύειν τῷ Σαράπιδι. Ὁ δὲ δι’ εὐχῆς τοῦτον καταβαλών, ὑπὸ ἑκκαίδεκα στρατιωτῶν βάκλοις τύπτεται, ἑτέρων τεσσάρων δημίων ἐπικειμένων αὐτῷ. Εἶτα κρεμᾶται ἐπὶ ξύλου, καὶ ξύρῳ τοὺς ὄνυχας τῶν χειρῶν καὶ τῶν ποδῶν ἀφαιρεῖται, καὶ σιδηροῖς ὄνυξιν ἅπαν καταξαίνεται τὸ σῶμα. Αὐτὸς δέ, δι’ ἐπιφανείας Ἀγγέλου, ὑπεράνω τῶν βασάνων γενόμενος, ὑγιὴς ἀποκατέστη. Ἀλλὰ καὶ πάλιν, κελεύσει τοῦ ἡγεμόνος κατενεχθείς, τρυπᾶται σιδήρῳ τοὺς ἀστραγάλους, καὶ ὕννιν πεπυρωμένην δέχεται κατὰ τοῦ στήθους. Μετὰ τοῦτο κελεύεται καθεσθῆναι ἐν τηγάνῳ σιδηρῷ, λίαν ἐκπυρωθέντι, καὶ σούβλαις πεπυρωμέναις τοὺς πόδας διατρυπηθῆναι, καὶ τῇ εἱρκτῇ ἐναποῤῥιφῆναι.
Ὀψίας δὲ γενομένης, φανεὶς πάλιν ὁ Σωτήρ, ἀπαλλάττει αὐτὸν τῶν δεσμῶν, καὶ ἀνακτᾶται, καὶ τῶν θυρῶν τῆς φυλακῆς ἔξωθεν ἀγαγών, ἵστησι. Διὸ καὶ πολλοὶ τῶν θεασαμένων αὐτὸν ὑγιῆ, φοιτῶντες πρὸς αὐτὸν, ἐβαπτίζοντο, καὶ νοσημάτων ὧν εἶχον, ἀπηλάττοντο.
Μετὰ ταῦτα πάλιν ἐξαρτᾶται λίθοις μεγίστοις τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τὴν γαστέρα τύπτεται βάκλοις, καὶ λαμπάσι κατακαίεται, ἐπιῤῥαινομένοις τέαφον καὶ πίσσαν, κατὰ τὰς πληγὰς διερχόμενα. Καὶ αὖθις μόλυβδον καχλάζοντα κατὰ τοῦ στόματος δέχεται. Καὶ κασίδα σφοδρῶς πυρωθεῖσαν, τῇ κεφαλῇ ἐπιδέχεται. Τὸ δὲ τελευταῖον, πυρὶ ἐμβάλλεται, ὕμνοις εὐχαριστίας τῷ Θεῷ ἀναπέμπων, ἐξ οὗ καὶ ἀλώβητος διέμεινεν.
Ἰουδαῖος δέ τις τῶν παρεστώτων, λίαν μανείς, καὶ δόρυ σπασάμενος καὶ κατὰ τῆς τοῦ Ἁγίου πλευρᾶς διελάσας, τὸν θάνατον αὐτῷ ἐπηνέγκατο. Καὶ πρῶτον μέν, ἐξῆλθεν ὕδωρ πολύ, ὡς καὶ αὐτὴν σβεσθῆναι τὴν κάμινον, ὕστερον δέ, αἵματος ἐξελθόντος, τὴν ψυχὴν ἀφῆκεν εἰς χεῖρας ζῶντος Θεοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀττικός, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Ὅλην ὑπερβὰς τὴν ὕλην τοῦ σαρκίου,
Ἥκεις ὅλος νοῦς Ἀττικὲ πρὸς τοὺς Νόας.
Οὗτος ἔγινε Πατριάρχης Κωνσταντινουπόλεως κατὰ τοὺς χρόνους Ἀρκαδίου τοῦ βασιλέως ἐν ἔτει τυε΄ (395) μετὰ τὸν Ἀρσάκιον, κατήγετο δὲ ἀπὸ τὴν Σεβάστειαν τῆς Ἀρμενίας, ἄνθρωπος εὐλαβής, καὶ τὸν βίον ἀσκητικός, καὶ μετρίως πεπαιδευμένος· ἐκυβέρνησε δὲ αὐτὸς τὴν Ἐκκλησίαν χρόνους εἴκοσι. Σημείωσαι, ὅτι Κελεστῖνος ὁ Πάπας, ἐν τῇ πρὸς τοὺς Κωνσταντινουπολίτας ἐπιστολῇ τὸν Ἀττικὸν τοῦτον ὀνομάζει διδάσκαλον τῆς καθολικῆς πίστεως

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοφίλου Διακόνου καὶ Ἐλλαδίου λαϊκοῦ.
Πῦρ ζεῦγος ἀνδρῶν ἐν μεταφρένοις φέρει,
Ἐπισκιωθὲν τοῦ Θεοῦ μεταφρένοις.
Οὗτοι ὑπῆρχον Λίβυες. Διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν συσχεθέντες, ἤχθησαν τῷ ἀνθυπάτῳ. Καὶ ἐπιμείναντες τῇ πίστει, ξέονται σφοδρῶς. Εἶτα δεθέντες χεῖρας καὶ πόδας, πυρὶ καὶ σιδήρῳ κατὰ τῶν μεταφρένων κατακαίονται, καὶ ὀστράκοις ὀξέσι κατακεντοῦνται. Ἐπὶ πολὺ δὲ τῆς βασάνου παραταθείσης, ἀπέδωκαν τὰς ψυχὰς τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Προφήτης Σαμέας ὁ Ἐλαμίτης, ἐν εἰρήνῃ τελειοῦται.
Ἐν γῇ τὸ μέλλον οὐκ ἔτι χρᾷ Σαμέας,
Ἄνω γὰρ οὗτος ὁ προφητικὸς τρίπους.
Οὗτος, εἶχε καὶ βιβλίον προφητικόν· ἀλλὰ τώρα οὐχ εὑρίσκεται, καὶ μαρτυρεῖ τοῦτο ἡ θεία Γραφή, λέγουσα περὶ τοῦ βασιλέως Ῥοβοάμ: Καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ ἔσχατοι, οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμέου τοῦ προφήτου, καὶ Ἀδδὼ τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ; (Β΄ Παραλειπομένων, κβ΄ 15.)
Οὗτος ὁ προφήτης ἐμπόδισε τὸν Ῥοβοὰμ υἱὸν Σολομῶντος ὅτε ἡτοιμάζετο νὰ συγκροτήσῃ πόλεμον κατὰ τῶν δέκα φυλῶν τοῦ Ἰσραήλ, διότι ἀπεστάτησαν μὲν ἀπὸ αὐτόν, ὑπῆγον δὲ μὲ τὸν Ἱεροβοὰμ τὸν δοῦλον τοῦ Σολομῶντος εἰς τὴν Σαμάρειαν· ὅθεν καὶ κατέπαυσε τὸν κατ’ ἐκείνων πόλεμον, καθὼς εἶναι γεγραμμένον εἰς τὴν Γ΄ τῶν Βασιλειῶν, ἐν κεφαλαίῳ ΙΒ΄.










Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀγάθων ἐν εἰρήνῃ τελειοῦται.
Ὡς ἠγαθύνθην Ἀγάθων τὴν Καρδίαν,
Εἰρηνικοῦ σοῦ καὶ μόνου μνησθεὶς τέλους.
Περὶ τοῦ Ὁσίου τούτου γράφεται ἐν τῷ Γεροντικῷ, ὅτι ἀκούοντες τινές, ὅτι ἔχει μεγάλην διάκρισιν, ἠθέλησαν νὰ τὸν δοκιμάσωσιν ἐὰν ὀργίζεται. Ὅθεν εἶπον αὐτῷ: Σὺ εἶσαι ὁ Ἀγάθων; ἀκούομεν ὅτι εἶσαι πόρνος καὶ ὑπερήφανος. Ὁ δὲ Ὅσιος εἶπε: Ναί, οὕτως ἔχει ἡ άλήθεια. Πάλιν εἶπον: Σὺ εἶσαι ὁ Ἀγάθων ὁ φλύαρος καὶ κατάλαλος; Ὁ Ὅσιος ἀπεκρίθη: Ναί, ἐγὼ εἶμαι. Οἱ δέ, πάλιν εἶπον: Σὺ εἶ Ἀγάθων ὁ αἱρετικός; Ὁ Ὅσιος ἀπεκρίθη: Οὐκ εἰμὶ αἱρετικός. Ἐκεῖνοι δὲ παρεκάλεσαν αὐτὸν λέγοντες: Διατί τὰ μὲν ἄλλας ὕβρεις ἐδέχθης, ταύτην δὲ οὐκ ἐβάστασας; Ἀπεκρίθη ὁ γέρων: Ἐκείνας μὲν ἐδέχθη, διότι εἶναι ὄφελος εἰς τὴν ψυχήν μου, τὸ δὲ αἱρετικὸς χωρισμός ἐστιν ἀπὸ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο δὲν τὸ ἐδέχθην. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν τὴν διάκρισίν του. 
Οὗτος ὁ Ὅσιος ἔφθασεν εἰς τὴν τελείαν ἀγάπην, καὶ διὰ τοῦτο εἶπε τὸ ἀξιομνημόνευτον τοῦτο λόγιον: Ἤθελον νὰ εὕρω ἕνα λώβον, καὶ ἐγὼ μὲν νὰ λάβω τὸ λωβὸν σῶμά του, εἰς αὐτὸν δὲ νὰ δώσω τὸ ἰδικόν μου ὑγιεινόν.
Ὁ Ὅσιος οὗτος εὗρεν εἰς τὴν ἀγορὰν ἕνα ξένον ἐῤῥιμένον ἀσθενῆ καὶ ἀνεπιμέλητον. Ὅθεν ἐνοικίασεν οἰκίαν καὶ ἐπεσκέφθη τὸν ἀσθενῆ ἕξ μῆνας, ἕως οὗ ἔγινεν ὑγιῆς.
Ἐρωτηθεὶς ὁ Ἀγάθων παρά τινος θέλοντος οἰκῆσαι μετὰ ἀδελφῶν, ἀπεκρίθη: Ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ, ἐν ᾗ εἰσῆλθες κατοικῆσαι μετ’ αὐτῶν, οὕτω φύλαξον τὴν ξενιτείαν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μὴ παῤῥησιάσῃ μετ’ αὐτῶν. Ἡ γὰρ παῤῥησία ἔοικε καύσωνι μεγάλῳ, ὃς ὅταν γέννηται, πάντες φεύγουσιν ἀπὸ προσώπου αὐτοῦ, καὶ τῶν δένδρων τὸν καρπὸν διαφθείρει. Ἠρώτησε δὲ αὐτὸν ὁ Ἀββᾶς Μακάριος: Τόσον κακὴ εἶναι ἡ παῤῥησία; Ἀπεκρίθη ὁ Ἀγάθων: Οὐκ ἔστιν ἕτερον πάθος χαλεπώτερον τῆς παῤῥησίας, γεννήτρια γάρ ἔστι πάντων τῶν παθῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεβερίνου, φωτιστοῦ τῆς Αὐστρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου Μακρῆ τοῦ Βατοπεδινοῦ, ἡγουμένου τῆς Μονῆς Παντοκράτορος ἐν Κωνσταντινουπόλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου, κτήτορος καὶ ἡγουμένου τῆς Μονῆς τῆς Χώρας ἐν Κωνσταντινουπόλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσαΐα τοῦ ἐν Βάλαμῳ Φιλανδίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παϊσίου τοῦ Οὔγκλιχ ἐν Ῥωσσίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ Ἐγκλείστου, τῆς Μονῆς τοῦ Ὁσίου Θεοδοσίου τῆς Μεγάλης Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.





Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Κυράννης, τῆς ἐξ Ὄσσης τῆς Θεσσαλονίκης καταγομένης, ἀθλησάσης δὲ ἐν ἔτει 1751.
Κυράννα παθῶν καὶ βασάνων κυρία
Φανεῖσ' ἀπῆλθε πρὸς Κύριον κυρίων
Αὕτη ἡ πάγκαλος τοῦ Σωτῆρος νύμφη, ἡ κυριώνυμος φερωνύμως Κυράννα, κατήγετο ἔκ τινος χωρίου, ὅ πάλαι μὲν ἐκέκλητο Ἀββυσώκα, νῦν δὲ ὠνόμασται Ὄσσα, ἐγγύς που τῆς Θεσσαλονικέων πόλεως κειμένου. Προῆλθεν ἐξ εὐσεβῶν καὶ φοβουμένων τὸν Κύριον γονέων, καὶ ἦν ἐν ἔτει, αψνα΄ (1751), οὗσα πάνυ κατὰ τὴν ὄψιν ὡραία, πολλῷ δὲ μᾶλλον ὡραιοτέρα κατὰ ψυχήν, παρθενίᾳ φαιδρυνομένη καὶ καταλλήλῳ βίῳ ἐν ἤθεσι καὶ τρόποις σεμνοῖς, διαπρέπουσα. Οὕτω διῆγεν ἡ κόρη· ἀλλ' ὁ ἀεὶ φθονῶν τοῖς καλοῖς ἀρχέκακος ὄφις, βασκάνῳ ὀφθαλμῷ καὶ ὀλεθρίῳ ροπῇ ἐπῆλθεν αὐτῇ· ἀμηχάνως γὰρ ἔχων πρὸς τὸ μολύνειν αὐτὴν ἐκτόποις ἐννοίαις, καὶ φθοροποιοῖς λογισμοῖς ἀφορῶσαν ἀτενῶς τῇ καθαρότητι τῆς οὐρανίου κοινωνίας, ὑποδὺς Ἀγαρηνόν τινα, ὅς τῇ ἰδίᾳ διαλέκτῳ Γενίτσαρος κέκληται, (οὗτος γὰρ ἐξισωτὴς ἐτύγχανεν ἐν τῇ πατρίδι τῆς ἁγίας), καὶ ὅς ἐμπαθεῖ ἁλοὺς ἔρωτι, ἐπειρᾶτο ποικίλοις τρόποις ὑπαγαγεῖν τήν παρθένον τῇ ἑαυτοῦ ἐπιθυμίᾳ· ἀλλ' ἡ μακαρία οὐδόλως προσέχουσα τοῖς τοῦ δυσσεβοῦς λόγοις, ἵστατο ἀτρέμα καὶ ἀκλόνητος, παρ᾽ οὐδὲν ἡγουμένη ἐπαγγελίας καὶ ἀπειλὰς καὶ κολακείας, τῆς μεστῆς θανατηφόρου ἰοῦ γλώσσης τοῦ ἀντικειμένου καταφρονοῦσα βασάνων καὶ ἐπαπειλουμένου θανάτου. Ἀποτυχὼν τοῦ σκοποῦ ὁ μιαρός, ὑπερζέσας τῷ θυμῷ σὺν ἑτέροις ὁμοφύλοις Γενιτσάροις ὡς θῆρες ἁρπάσαντες τὴν μακαρίαν παρθένον, ἤγαγον τῷ τῆς Θεσσαλονίκης κριτῇ, ψευδῶς καταμαρτυροῦντες ὡς ὅτι ὑπέσχετο ἀρνηθῆναι τὴν ἑαυτῆς εἰς Χριστὸν πίστιν, καὶ ἐλθεῖν μετ' αὐτοῦ εἰς γάμου κοινωνίαν· οἱ δὲ τεκόντες ἠκολούθουν τῇ κόρῃ, ἀλλ' ἐσύστερον δειλίᾳ ληφθέντες, ἐκρύβησαν ἐκεῖ που. Τότε δὴ τότε πάντες οἱ ὧδε Ἀγαρηνοὶ παντοίας μηχανὰς καὶ τρόπους μετῆλθον, καὶ δαψιλεῖς ἐπαγγελίας καὶ δωρεὰς ἐπηγγείλαντο τῇ κόρῃ· Ἀλλ' ἡ μακαρία Κυράννα ἵστατο ἀπτόητος καὶ ἀπερίτρεπτος, ἐν οὐρανίῳ φρονήματι καὶ ἑδραίᾳ ψυχικῇ παραστάσει, μηδὲν ὑφορωμένη, ἕνα δὲ μόνον λόγον ἀναφωνοῦσα: χριστιανή εἰμι καὶ ἔσομαι, γνῶτε ὦ παράνομοι, καὶ νυμφίον κέκτημαι τὸν ἐμὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστόν, ᾧ καὶ ὡς προῖκα καὶ φερνὴν προσφέρω τὴν παρθενίαν μου· αὐτὸν ἐκ νεότητος ἐπόθησα καὶ ποθῶ, οὗ δι' ἀγάπην ἑτοίμως ἔχω καὶ τὸν ἐμὸν ἐκχέαι αἷμα, ὡς ἄν τούτου ἐν μεθέξει καθαρώτερον καὶ τελειώτερον γένωμαι. Εἶπον οὗν ὑμῖν, τί ἔτι μέλλετε; ἐγὼ γὰρ αὐτὴ εἰμι καὶ ἔσομαι ἐσαεὶ ἐν τῇ χάριτι τοῦ ἐμοῦ νυμφίου καὶ Σωτῆρος Χριστοῦ.
Ταῦτα εἰποῦσα ἵστατο ἐφεξῆς σιωπῶσα, καὶ μηδεμίαν ἀπόκρισιν τοῖς δυσσεβέσι διδοῦσα, ἀλλ' ἐν πολλῇ εὐσχημοσύνῃ καὶ σεμνότητι κλίνουσα τὴν κεφαλὴν προσηύχετο νοερῶς τῷ ἑαυτῆς νυμφίῳ Χριστῷ· ἵνα ταύτην κραταιώσῃ ἐν τῷ προκειμένῳ ἀγῶνι ἄχρι τέλους. Ἐν ἐκείνη τῇ ὥρᾳ πεπλήρωται ἡ καρδία αὐτῆς θείας ἀγαλλιάσεως, ἀρρήτῳ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, καὶ χαρᾶς οὐρανίου, καὶ φανταζομένη νοερῶς τὸν ὡραῖον κάλλει παρὰ πάντας γλυκύτατον Σωτῆρα Χριστόν, ἐφαίνετο ὡς ἐν Παραδείσῳ περινοστοῦσα, καὶ ἐν λήθῃ θεμένη τὰ τῆς παρούσης σφαλλομένης ζωῆς, ἐν πολλῇ ἐφέσει ἐπεθύμει διὰ τάχους ὑπὲρ Χριστοῦ θανεῖν, ἵνα σὺν αὐτῷ ζήσῃ αἰώνια. Γνόντες οὖν οἱ Ἀγαρηνοὶ τὴν ἐν τῷ προσώπῳ αὐτῆς ἐπιλάμπουσαν φαιδρότητα, ἐκχυθεῖσαν ἐκ τῶν ταμείων τῆς ψυχῆς τῆς μακαρίας, ἔτι δὲ, καὶ τὸ ἀμετάθετον τῆς γνώμης, ἔθεντο ἐν εἱρκτῇ, περισχόντες αὐτὴν τιμωρητικοῖς σιδήροις καὶ κλοιοῖς· ὁ δὲ δυσσεβὴς ἐκεῖνος Γενίτσαρος, ἐπὶ πλεῖον τοῦ σατανικοῦ φίλτρου τιτρωσκόμενος βέλεσιν, ἀδεοῦς εἰσόδου τυχών, χορηγίᾳ ὁμοφύλου αὐτοῦ ἐξέχοντος, εἰσήρχετο ὁσῶραι ἐλευθέρως τῷ δεσμωτηρίῳ καὶ πλείστας θλίψεις καὶ κακώσεις ἐπέφερε τῇ ἀθληφόρῳ, ἔσθ' ὅτε καὶ ἑτέρους ἐπαγόμενος σύμφρονας, πρὸς πλείονα ταλαιπωρίαν τῆς μάρτυρος.
Ἀλλ’ αὕτη τῷ θείῳ κάλλει νοερῶς ἐνατενίζουσα, οὐδόλως προσεῖχε τοῖς τούτων ψυχοφθόροις ῥήμασι, κάτω νεύουσα τὴν κεφαλήν, καὶ ἐν σιῳπῆ ἐπικαλουμένη τὸ ὄνομα Κυρίου. Οἱ δὲ ἀσεβεῖς τύραννοι πρῶτον ταῖς κολακείαις ἐθώπευον τὴν μάρτυρα, εἶτα ἀπειλαῖς καὶ τιμωρίαις καὶ θυμῷ ἔβαλλον καὶ ὁ μὲν ἔπαιε ξύλῳ ὁ δὲ μαχαίρᾳ, ἕτερος λακτίσμασι, καὶ ἄλλος πυγμαῖς καὶ οὕτως ἀπεχώρουν, ἡμιθανῆ καταλείποντες αὐτήν. Καὶ ταῦτα διεπράττοντο ἐν ἡμέραις· ταῖς νυξὶν ὁ δεσμοφύλαξ ἐκ τῶν μασχαλῶν αἰώρει ταύτην, ἁλύσεσι σιδηραῖς τὰς χεῖρας ἔχουσαν δεδεμένας, καὶ ἐν πολλῇ ἀπηνείᾳ ἔτυπτε καὶ ἔδερεν αὐτήν, ἕως οὗ ἔκαμνε τύπτων, οὕτω δὲ ἀνηρτημένην, καὶ τῷ κρύει καὶ ψύχει, ἐν χειμερίῳ ὥρᾳ ἐκτεθειμένην, ἐγκαταλείπων ἀπεχώρει.
Εἷς δέ τις Χριστιανός, ὁρῶν ταῦτα, καὶ ἐν ἠρέμῳ ἤδη καταστάσει τελοῦντι τῷ τὰ τοιαῦτα κακουργοῦντι δεσμοφύλακι, προσήρχετο τούτῳ καὶ ῥήμασι παρακλητικοῖς, ἐπιτροπῆς τυγχάνων, ἔλυε τὴν ἁγίαν τῶν δεσμῶν, ἥτις ἐν ἀτρέπτῳ ὑπομονῇ καὶ ἡσυχίᾳ καὶ σιωπῇ, ἐφαίνετο ὑπεράνω τῶν δεινῶν, ὡς ἄλλη πάσχουσα, καὶ ὅλῳ τῷ νῷ προσεῖχε ταῖς οὐρανίαις ἀπολαύσεσι.
Τῷ τότε καιρῷ ἦσαν τῷ δεσμωτηρίῳ συγκάθειρκτοι Χριστιανοί τινες σὺν Ἑβραίοις καὶ Ὀθωμανοῖς, ἐκτίοντες ποινὰς δι' ἐπιμέμπτους πράξεις, οἵτινες θεώμενοι ταῦτα, οἴκτῳ πολλῷ κινούμενοι, ἤλεγχον τὸν δεσμοφύλακα ὡς ἀπηνῆ καὶ ἀλιτήριον, τιμωροῦντα οὕτω σκληρῶς ἀθώαν γυναῖκα. Σὺν τούτοις καὶ ὁ ῥηθεὶς Χριστιανὸς οὐκ ἐπαύσατο ἐν πολλῇ πραΰτητι καὶ λόγοις συμπαθείας, ὑπομιμνήσκων τούτῳ,τὰ τῆς ἀδεκάτου κρίσεως τοῦ Θεοῦ, ὡς ἂν ἀποστῇ τῆς πρὸς τὴν μάρτυρα θηριωδίας. Ἀλλ' οὗτος Προφητικῶς φάναι, ὡσεὶ ἀσπὶς κωφή, καὶ βύουσα τὰ ὦτα αὐτῆς μηδόλως προσέχων, ἐπὶ πλεῖον ἐσκληρύνετο, καὶ πλείοσι τιμωρίαις ἠκίζετο τὴν παρθένον· ἣ θείῳ δυναμουμένη ἔρωτι, καὶ πόθῳ τρεφομένη θεϊκῷ, οὔτε Γενιτσάρων θυμὸν ἐπτοεῖτο, οὔτε ὁμοπίστων Χριστιανῶν παρακλήσεσιν ἐκάμπτετο, παρακαλούντων ταύτην ἵνα γεύσηται βρώσεως, ἐπεὶ ἡμέρας πλείους διῆγε, μηδόλως τροφῆς γευομένη.
Καὶ δὴ τῇ ἑβδόμῃ ἡμέρᾳ, τυραννηθείσης καὶ αὖθις σφοδρῶς τῆς ἁγίας χερσὶ τοῦ ῥηθέντος ὠμοτάτου Γενιτσάρου, οἱ ἐν τῇ εἱρκτῇ σὺν τῷ καλῷ ἐκείνῳ Χριστιανῷ, ἀπειλαῖς καὶ ἐλέγχοις ἔβαλον τὸν δεσμοφύλακα, διδόντα εἴσοδον τοῖς πᾶσι πρὸς πλείονα ταλαιπωρίαν τῆς μάρτυρος· ὅς ἀνανήψας συνῆκε, καὶ ἀπέτρεψε τοὺς καὶ πάλιν προσελθόντας Γενιτσάρους εἰσελθεῖν· οἵτινες χολωθέντες πάνυ, δυσμενεῖ ἐνεργείᾳ τοῖς προὔχοσιν αὐτῶν κατὰ τοῦ δεσμοφύλακος ἐχώρησαν.
Τοῦτο τὰ μάλα ἠρέθισεν αὐτόν· καὶ τῷ θυμῷ αὖθις καταληφθείς, ἁρπάσας ὡς θὴρ μαινόμενος τὴν πολύαθλον μάρτυρα ἀνήρτησε, καὶ λαβὼν σχίδακα ξύλου ἀμφοτέραις ταῖς χερσὶν ἔτυπτεν ἀπηνέστατα ὁ δυσμενὴς ἐν ὅλῳ τῷ σώματι αὐτήν, μηδενὸς μέλους φεισάμενος. Τὴν τοιαύτην ἀπανθρωπίαν ὁρῶντες οἱ συγκάθειρκτοι, ἐπῆραν φωνὴν αὐτῶν· ὁ δὲ ἀφῆκε αὐτὴν οὕτω κρεμαμένην ἡμίθνητον, καὶ ἀπελθὼν ἔν τινι ἐκεῖ δωματίῳ πρηνὴς πεσών, ἤρξατο κλαίειν ἠρέμα, βληθεὶς τοῖς κέντροις τῶν ἐλέγχων τοῦ ῥηθέντος Χριστιανοῦ. Κρεμαμένης ἔτι τῆς ἁγίας, ὤ τοῦ θαύματος· ἐξαίφνης φῶς μέγα ἔλαμψεν ἐν τῇ φυλακῇ, κατελθὸν ἄνωθεν τοῦ στέγους ὡς ἀστραπή, ὅ καὶ περικυκλῶσαν τὸ σῶμα τῆς μάρτυρος, ἐξεχύθη ἐν ὅλῳ τῷ δεσμωτηρίῳ καὶ ἐφώτιζεν αὐτό, δίκην λαμπροῦ ἡλίου, ἡ δὲ ὥρα ἦν τετάρτη ἢ καὶ πέμπτη τῆς νυκτός. Θάμβος συνέσχε τοὺς ἐκεῖ Χριστιανοὺς ἐπὶ τῷ θεάματι τούτῳ κράζοντας μεγαλοφώνως τὸ Κύριε ἐλέησον, οἱ δὲ Ἑβραῖοι ἔπεσον χαμαί, μὴ δυνάμενοι ἀτενίσαι τῷ ὁραθέντι φωτί, καὶ οἱ ᾽Οθωμανοὶ φόβῳ μεγάλῳ ληφθέντες ἐδόκουν φλεχθῆναι, οὐρανίῳ πυρί, ἐνδίκῳ κρίσει τῆς ἀδίκως πασχούσης Χριστιανῆς. Τότε ὁ εὐσεβὴς Χριστιανός, εἴκων ῥήμασι τοῦ τρόμῳ πολλῷ συνεχομένου δεσμοφύλακος, προσῆλθε τῇ ἁγίᾳ καὶ εὗρεν αὐτὴν ἤδη τετελειωμένην· καὶ τὸ μὲν θεῖον φῶς ἀπέπτη, ἄρρητος δὲ εὐωδία περιεχύθη, ἐνεργείᾳ τοῦ θείου Πνεύματος καὶ καθελὼν τὸ κατάστικτον τοῖς μαρτυρικοῖς στίγμασι σῶμα τῆς μακαρίας ἐν πολλῇ εὐλαβείᾳ, καὶ φῶτα ἀνάψας, καὶ θυμιάσας ὡς ἔδει, παρεκάθητο τούτῳ δοξάζων τὸν Χριστὸν τὸν ἀξιώσαντα αὐτὸν τοιαύτης διακονίας καὶ ὑπουργίας. Ἐπιφαυσάσης δὲ τῆς ἡμέρας, ἀνηγγέλθη ταῦτα πάντα τῇ πόλει Θεσσαλονικέων, καὶ οἱ μὲν εὐσεβεῖς ἔχαιρον ἐπὶ τοῖς τροπαίοις τῆς μάρτυρος, οἱ δὲ ἀσεβεῖς κατῃσχύνοντο. Προσελθόντες δὲ ἄνδρες εὐλαβεῖς, ἔλαβον ὁσίαις χερσὶ τὸ λείψανον τῆς ἁγίας, καὶ παρέδωκαν αὐτό, δάκρυσιν ἀγαλλιάσεως καὶ κατανύξεως, πρεπούσῃ ταφῇ, τὰ δὲ ἱμάτια τῆς μακαρίας διεμερίσαντο οἱ πιστοὶ πρὸς ἁγιασμόν, εἰς δόξαν Χριστοῦ τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος, ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Γρηγορίου τοῦ θαυματουργοῦ, τῆς Μονῆς τοῦ Ὁσίου Θεοδοσίου τῆς Μεγάλης Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.   

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβώ, τοῦ ἀπὸ Μουσουλμάνων, ἐκ Βαγδάτης καὶ ἐν Τυφλίδᾳ Γεωργίας μαρτυρήσαντος, ἐν ἔτει 786 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος ἐπίσκοπος Μοισίας, ἐν εἰρήνη τελειοῦται ἐν ἔτει 1012 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἰσίδωρος ὁ πρεσβύτερος, καὶ οἱ σὺν αὐτῷ 72 Μάρτυρες ἐν Γιούρεβ τῆς Ἐσθονίας, ὑπὸ τῶν Λατίνων τελειοῦνται ἐν ἔτει 1472.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ἰαμβικός Ὁ Εἱρμός
«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,
Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».

Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,
Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.
Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,
Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,
Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.

Ἀποῤῥαγέντος τοῦ Ἰορδάνου πάλαι,
Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,
Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,
Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,
Πρὸς τὴν ἄῤῥευστον καὶ ἀμείνονα τρίβον.

Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν,
Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,
Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.
Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,
Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.




Τοῦ Ὁσίου. Οὐκ ἐλάτρευσαν
Οὐκ ἐνέδωκας τοῖς πόνοις πιεζόμενος, τοῖς τῆς ἀσκήσεως, σατανικοῖς λογισμοῖς· τὸν νοῦν γὰρ ἀῤῥέμβαστον, πρὸς τὸν δυνάμενον, σῴζειν Κύριον, σὺ κεκτημένος ἅπασαν, προσβολὴν ἀπετινάξω.
Χαμευνίαις ἀγρυπνίαις καὶ νηστείαις σου, πάντα ἐνέκρωσας, μέλη σοῦ τὰ ἐπὶ γῆς· καὶ νῦν τὴν ἀκήρατον, καὶ ἄπονον βιοτήν, ζῇς Μακάριε, ὑπὲρ ἡμῶν δεόμενος, τῶν ὑμνούντων σε σὺν πόθῳ.
Τοῦ ἀεὶ Ὄντος τὸν τάφον ἐπεθύμησας, ἄκρως θεάσασθαι, καὶ προσκυνῆσαι Σοφέ, κἂν τούτῳ γενόμενος, ἔκρινας ὅσιον, δι' ἀσκήσεως, συννεκρωθῆναι Ὅσιε, τῷ δι' οἶκτον νεκρωθέντι.
Θεοτοκίον
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ τὸν Κτίστην σε, γνόντες κυήσασαν, ἀλλὰ Θεὸν ἀληθῆ, ἐκ σοῦ τὸν ἐκλάμψαντα, Λόγον γινώσκοντες, Κόρη κράζουσιν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τῆς Ὁσίας Ἀντίθεον πρόσταγμα
Ὁ νοῦς σου ταῖς νεύσεσι ταῖς πρὸς τὸ θεῖον, θεούμενος πάντοτε, φωτοειδὴς γεγένηται, ἐντεῦθεν ἐξέκλινας, τὸ δυσμενὲς τῆς σαρκός, μέλπουσα θεόσοφε· Ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.
Μυστήρια θεῖά σοι ἀποκαλύπτει, Θεὸς ὑπερούσιος, ἐν σοὶ ἀναπαυσάμενος· ὁρᾷς γὰρ φοιτήσαντα ἅγιον Ἄγγελον, καὶ καθαγιάσαντα Σεμνή, τὴν τῶν ὑδάτων φύσιν ἐν Πνεύματι.
Ναὸς θείου Πνεύματος γεγενημένη, ναὸν πρὸς τὸν Ἅγιον, ὑπάρχουσα ἀκήκοας, φωνῆς διδασκούσης σε θεῖα Μυστήρια, καὶ τὴν ἐκ τοῦ σώματος, Σεμνὴ ἀποδημίαν τοῦ Βασιλεύοντος.
Θεοτοκίον
Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, ὑπάρχει ὁ Κύριος, ὁ σὲ Μητέρα πάναγνον, καὶ Νύμφην ἀνύμφευτον προεκλεξάμενος, ὃν ὑπὲρ τῶν δούλων σου ἀεί, μὴ διαλίπῃς πρεσβεύειν Ἄχραντε.

ᾨδὴ η' Ἰαμβικός Ὁ Εἱρμός
«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.

Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,
Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,
Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,
Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,
Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.

Λευχειμονείτω πᾶσα γήϊνος φύσις,
Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένη•
ᾯ γὰρ τὰ πάντα συντετήρηται Λόγῳ
Νάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,
Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.

Τοῦ Ὁσίου Παῖδας εὐαγεῖς
Ὅλως νυσταγμὸν τοῖς σοῖς βλεφάροις, οὐδ’ ὕπνον τοῖς ὀφθαλμοῖς σου Πάτερ ἔδωκας, ἕως ἐπιτήδειον καὶ ὡραῖον Ὅσιε, σαυτὸν εἰργάσω σκήνωμα, τοῦ Παντοκράτορος, ὃν ἅπαντα ὑμνοῦσι τὰ ἔργα, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Εὕρηκας ἀνάπαυσιν τῶν πόνων, Παμμάκαρ τῶν ἀμετρήτων τὸν Παράδεισον, ὅν περ προητοίμασε, τοῖς αὐτὸν ποθήσασιν, ἀπὸ ψυχῆς ὁ Κύριος, κοινὸν βασίλειον, κραυγάζουσιν ἀπαύστως· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εὗρεν ἡ μονὴ τοῦ Χοζεβᾶ σε, κανόνα καὶ ἀκριβέστατον παράδειγμα, ἅπαν μετερχόμενον, ἐναρέτων πράξεων, εἶδος Ὁσίων καύχημα, σοφὲ Γεώργιε· διὸ βεβιωκότες ἐνθέως, μετὰ σοῦ σκιρτῶσιν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὤφθη ὁ ἁπλοῦς τῇ θείᾳ φύσει, ἐκ σοῦ Θεομῆτορ ὄντως σύνθετος, ἔλεος δι' ἄφατον, τῇ αὐτοῦ θεότητι, σάρκα τὴν ἐξ αἱμάτων σου ὑποστησάμενος· διὸ σε Θεοτόκον εἰδότες ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Ὁσίας Τὸν ἐν καμίνῳ
Κεκοσμημένη ἀρεταῖς, καὶ θαυμάτων κροσσωτοῖς πεποικιλμένη, πρὸς ὡραῖον νυμφῶνα, τοῦ Βασιλέως Χριστοῦ, Δομνίκα ἀνέδραμες ψάλλουσα, καὶ ὑπερυψοῦσα, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἀκολουθήσασα Χριστῷ, ὡς ποιμένι καθαρῷ ἀμνὰς Τιμία, πρὸς Οὐράνιον μάνδραν, τῶν ἐπισήμων ἐν ᾧ, προβάτων συναυλία πέφυκεν, ἐν ἀγαλλιάσει, ἐσκήνωσας Ἁγία.
Νεύσει Θεοῦ παντουργικῇ, τὴν ἀπόθεσιν τοῦ σοῦ μαθοῦσα σκήνους, χαριστήριον αἶνον, καθαρωτάτῃ ψυχῇ, τῷ πάντων αἰτίῳ προσέφερες· οὗ τὸ σὸν εἰς χεῖρας, Σεμνὴ παρέθου πνεῦμα.
Θεοτοκίον
Ο ὑπερούσιος Θεός, οὐσιοῦται δι’ ἡμᾶς τῶν σῶν ἐκ σπλάγχνων, τὴν φθαρεῖσαν οὐσίαν, ἀνακαινίσαι ζητῶν, δι’ οἶκτον Παρθένε καὶ ἔλεον, ὁ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
ΜΕΓΑΛΥΝΑΡΙΑ Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ Ἦχος β'
Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα, χειρὶ τῇ τοῦ Προδρόμου.
Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ῥείθροις, Ἰορδάνου.
Σήμερον ὁ Δεσπότης, νάμασιν ἐνθάπτει, βροτῶν τὴν ἁμαρτίαν.
Σήμερον ὁ Δεσπότης, ἄνωθεν μαρτυρεῖται, Υἱὸς ἠγαπημένος.
Σήμερον ὁ Δεσπότης, ἦλθεν ἁγιάσαι, τὴν φύσιν τῶν ὑδάτων.
Σήμερον ὁ Δεσπότης, τὸ βάπτισμα λαμβάνει, ὑπὸ χειρὸς Προδρόμου.
Δόξα...
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
Καὶ νῦν...
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ἰαμβικός Ὁ Εἱρμός
«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη•
Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»

Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,
Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.
Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,
Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,
Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.

Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,
Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,
Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,
Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,
Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.





Τοῦ Ὁσίου. Ἅπας γηγενής
Ἅπασαν τρυφήν, τοῦ βίου κατέπτυσας, Πάτερ θεσπέσιε, διὰ τὴν οὐράνιον, τρυφὴν καὶ δόξαν· σκληραγωγίᾳ γάρ, σὺ τῶν παθῶν ἐσπούδασας, σβέσαι τὴν κάμινον, καὶ πολλοῖς σου, δάκρυσι Γεώργιε, Μοναζόντων σεμνὸν ἐγκαλλώπισμα.
Νῦν ὡς ἀληθῶς, Θεοῦ κατενώπιον, ἵστασαι Πάνσοφε, ᾧ περ δι’ ἀσκήσεως, οἰκειωθῆναι πρότερον ἔσπευσας, καὶ τῶν αὐτοῦ ἐμφάσεων, κατατρυφᾷς ἐμφανῶς· ὅθεν πᾶσι, δίδου τοῖς τιμῶσι σε, φωτισμὸν καὶ τῶν θείων τὴν μέθεξιν.
Ἤρθης πρὸς τὸ φῶς, τὸ ἄδυτον Ἔνδοξε, σκότους τοῦ βίου ῥυσθείς, καὶ τῷ παντοκράτορι, καὶ τρισηλίῳ Φωτὶ παρίστασαι, μετὰ τῶν ἄνω τάξεων, καὶ τῆς ἐκεῖθεν τρυφᾷς, πεμπομένης, λάμψεως Μακάριε, καὶ ἡμᾶς φρυκτωρεῖς τοὺς ὑμνοῦντας σε.
Θεοτοκίον
Ὅλον με Θεός, θεῶσαι βουλόμενος, ὅλος ἑνοῦταί σοι, καὶ τὸ ἀκατάληπτον, καινοτομεῖται πᾶσι Μυστήριον· τίκτεις Παρθένος ἄφθορος, καὶ σὰρξ ὁρᾶται Θεός· ὃν τιμῶντες, σὲ νῦν μακαρίζομεν, Μαριὰμ ὡς αὐτὴ προεφήτευσας.  

Τῆς Ὁσίας Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
Ἱερώταται χορεῖαι, τῇ σεπτῇ σου κοιμήσει, ἐξάρχουσαι τῆς θείας σου ψυχῆς, τοῖς καθορῶσιν ἐφάνησαν, ἱεραῖς μελῳδίαις, εἰς τόπον ὁδηγοῦσαι σε σκηνῆς θαυμαστῆς, ἔνθα ἦχος, ἐορταζόντων Ἔνδοξε.
Ὡς τῆς ἀμπέλου σὺ θεῖον, εὐφορώτατον κλῆμα, φανεῖσα κατανύξεως ἡμῖν, θείους ἐξήνθησας βότρυας, ἀναβλύζοντας οἶνον, ἰάσεων Δομνίκα τῶν ψυχῶν, καὶ καρδίας τῶν πίστει, τιμώντων σε εὐφραίνοντας.
Σωματικῶν παθημάτων, ψυχικῶν τε κηλίδων, καὶ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, ῥῦσαι ἡμᾶς ταῖς πρεσβείαις σου, τοὺς τῇ σκέπῃ σου πόθῳ προσφεύγοντας Δομνίκα καὶ τὴν σήν, Ἑορτὴν ἐκτελοῦντας, τὴν θείαν καὶ σεβάσμιον.
Ἡλιακὴν ὡς ἀκτῖνα καταυγάζουσαν πάντας, ὡς νύμφην τοῦ Χριστοῦ περικαλῆ, καὶ ὡς Τρυγόνα φιλόσεμνον, ὡς Ἐλαίαν ὡς Κέδρον, ὡς οὖσαν ἐκλεκτὴν Περιστεράν, εὐφημοῦμέν σε πάντες, Δομνίκα κυριώνυμε.
Θεοτοκίον
Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρίναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Ὁσίων τάγματα.



Ἐξαποστειλάριον τῆς Ὁσίας. Ἐπεσκέψατο ἡμᾶς
Τῶν γηΐνων καὶ φθαρτῶν, καταφρονήσασα Σεμνή, τῷ διαπύρῳ πρὸς Χριστόν, ζήλῳ σου τῶν ἐν οὐρανοῖς, ἀφθάρτων ἐπεθύμησας· Χριστὸς ὅθεν σὲ στέφει, ἀφθάρτοις ἐν στέμμασι.
Καὶ τῆς Ἑορτῆς Ἐπεσκέψατο ἡμᾶς
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Αἶνοι. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις, Ὁσίων ἀγλάϊσμα, μοναστριῶν καλλονή, καὶ τερπνὸν σεμνολόγημα, ἡμῶν δὲ ἀντίληψις τῶν τελούντων τὴν μνήμην σου, καὶ αἰτουμένων τὴν σὴν βοήθειαν, Μῆτερ Δομνίκα, καὶ ἐν ᾠδαῖς ἱεραῖς, ὑμνολογούντων σε, ὥσπερ πάλαι ᾄσμασι, θεῖος χορός, τῇ σεπτῇ κοιμήσει σου, Ὁσία ἔμελπε.

Μῆτερ, Δομνίκα θεόπνευστε, σὺ ἐν σοφίᾳ πολλῇ, καὶ συνέσει θεόφρονι, κόσμου τὴν προσπάθειαν νουνεχῶς καταλέλιπας, καὶ εἰς ἀγῶνας σεμνὴ ἐχώρησας, ἔχουσα ῥῶσιν Χριστὸν τὸν Κύριον, ἕως εἰς τέλειον, τοῦ ἐχθροῦ ἠφάνισας τὰς μηχανάς, καὶ εἰς τὰ οὐράνια, χαίρουσα ᾤκησας.

Ἀσκητικῶς διανύσασα, τῆς ἐπικήρου ζωῆς, σοῦ Δομνίκα τὸν δίαυλον, σὺν χοροῖς ἠρίθμησαι, τῶν Ὁσίων ἀοίδιμε, λελαμπρυσμένη ἁγνείας κάλλεσι, πεποικιλμένη πόνοις ἀσκήσεως, διὸ βοῶμέν σοι· σὺν αὐτοῖς ἱκέτευε τὸν Λυτρωτήν, τοῦ ῥυσθῆναι ἅπαντας πάσης κακώσεως.

Ποίμνην, τὴν σὲ μεγαλύνουσαν, καὶ συνελθοῦσαν πιστῶς, τῇ λαμπρᾷ πανηγύρει σου, εὐφημῆσαι ἔνδοξε βιοτῆς σου τὰ σκάμματα, πλῆσον ἐνθέου χαρᾶς πανσέβαστε, καὶ πάσης βλάβης ταύτην διάσωσον, καὶ καθικέτευε, ἀσινῇ φυλάττεσθαι ἐκ τοῦ ἐχθροῦ, ὦ Δομνίκα πάντιμε, τὰ πανουργεύματα

Δόξα. Ἦχος πλ. Α΄.
Στησώμεθα χορείαν πνευματικήν, Μοναστριῶν τὰ συστήματα, καὶ μελωδικῶς ἀνυμνήσωμεν τὴν ἀκήρατον νύμφην τοῦ Χριστοῦ, Δομνίκαν τὴν ἀξιάγαστον. Σήμερον γάρ, δαβιτικῶς κατέπαυσεν, πετασθεῖσα εἰς καλιὰς οὐρανίους, ἔνθα καὶ τῶν πόνων αὐτῆς τὰς ἀμοιβὰς ἐκομίσατο, ἔδει γὰρ τὴν ἐν γῇ ἀγωνισαμένην, ἐν οὐρανοῖς δοξασθῆναι. Διὸ πρὸς αὐτήν, ἐν πόθῳ βοήσωμεν· Μῆτερ παμμακάριστε, ἱκέτευε τὸν σὸν Νυμφίον Χριστόν, τοῦ ῥυσθῆναι ἡμᾶς ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁρῶσά Σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἡ θάλασσα ἔφυγεν· ὁ Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτησε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντά Σε καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδύσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις ὦ Δομνίκα νύμφη Χριστοῦ, κάλλος τῶν παρθένων χαρμονὴ τῶν μοναζουσῶν, χαίροις ἡ τῷ θρόνῳ, Κυρίου παρεστῶσα, ᾯ πρέσβευε σωθῆναι τοὺς σὲ γεραίροντας.
Πάντες οἱ τιμῶντές σου τὴν σεπτήν, καὶ ἁγίαν μνήμην ἱκετεύομεν τοῦ λαβεῖν, λύσιν ὀφλημάτων, ταῖς σαῖς θερμαῖς πρεσβείαις, Δομνίκα πανολβία Ὁσίων καύχημα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου