Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 8. ΑΓΙΑ ΚΥΡΑΝΝΑ ΝΕΟΜΑΡΤΥΣ ΟΣΣΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


᾽Ιανουαρίου η'.
Ἁγίας Κυράννης τῆς ἀπὸ ῎Οσσης τῆς Θεσσαλονίκης.
ᾈκολουθία
Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

᾽Εν τῷ ῾Εσπερινῷ.
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ· Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν β' τῆς Ἑορτῆς καὶ δ΄τῆς Ἁγίας. Τῆς ῾Εορτῆς. ῏Ηχος β'.
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν ᾽Ισραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δοξα σοι.

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι ᾽Αγγέλων στρατιαί· φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Τῆς ῾Αγίας. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς παρθένος ἀκήρατος, τῷ Σωτῆρι νενύμφευσαι, τῇ λαμπρᾷ ἐνστάσει σου καλλιπάρθενε, καὶ μαρτυρίου τοῖς σκάμμασιν, ἐχθρὸν καταβέβληκας, ἐν ἀνδρείῳ λογισμῷ, γυναικείῳ δὲ σώματι, ἐναθλἡσασα· διὰ τοῦτο τιμῶμέν σε Κυράννα, ὡς Χριστοῦ ἄμωμον νύμφην, καὶ ᾽Αθληφόρον περίδοξον.

Οὐ νεότης τοῦ σώματος, οὐ βασάνων ἡ ἔφοδος, τῆς Χριστοῦ ἀγάπης σε ἠδυνήθησαν, ἀποχωρίσαι πανεύφημε, ἀλλ' ἔστης ἀπτόητος, πρὸς τυράννων ἀπειλάς, καὶ εἱρκτῆς τὴν κατάκλεισιν, στεῤῥρῶς ἤνεγκας, καὶ μαστίγων πολλῶν λαβοῦσα πεῖραν, νικηφόρος ἀνεδείχθης, Μάρτυς Κυράννα τῇ χάριτι.

Ἀπειλαῖς οὐκ ἐπτόησαι, καὶ σκληρῶν μαστιγώσεων, ἐν εἱρκτῇ ὑπέμεινας τὸ ἐπώδυνον, δυναμουμένη τῷ ἔρωτι, Χριστοῦ τοῦ νυμφίου σου· σιδηροῖς γὰρ ἐν κλοιοῖς, δεσμουμένη, ὡς ἄσαρκος, καὶ εἰς ὕψος δέ, ὦ Κυράννα δεινῶς αἰωρουμένη, ἐθριάμβευσας εἰς τέλος, τὴν τῶν τυράννων ὠμότητα.

Φῶς οὐράνιον ἔλαμψεν, ἐν εἱρκτῇ καλλιπάρθενε, καὶ τὸ θεῖον σῶμά σου κατεκάλυψεν, ὅτε εἰς χεῖρας τοῦ κτίστου σου, ἀπέδως τὸ πνεῦμά σου, τῇ ἀθλήσει λαμπρυνθέν, καὶ οἱ ταῦτα θεώμενοι ἐξεπλάγησαν, καὶ ἀνύμνουν Χριστὸν Μεγαλομάρτυς, τὸν δοξάσαντα Κυράννα, ἀθλητικοῖς σου χαρίσμασι.

Δόξα. Ἦχος πλ.β΄.
Σήμερον τῆς ἀθληφόρου Κυράννης, μνήμη, τῇ Ἐκκλησίᾳ ἀνέτειλε, τὸ τῆς ἐπιφανείας τοῦ Χριστοῦ φῶς ἐπιφέρουσα· δεῦτε οὖν ἀθλητικῶν λαμπηδόνων μετάσωμεν, πιστῶς ἑορτάζοντες, καὶ βοῶντες τῇ Μάρτυρι· χαίροις τὴν παρθενίαν λαμπροτέραν τελέσασα, τοῖς ὑπὲρ Χριστοῦ ἀγωνίσμασιν, ὡς τῶν πάλαι Μαρτύρων, τὴν ἀρετὴν ζηλώσασα· χαίροις τὴν κλῆσιν τῇ πράξει σφραγίσασα, καὶ ἀθλητικῷ τέλει ὡς ἄμωμον ἱερεῖον, προσενεχθεῖσα Κυρίῳ· χαίροις Νεομαρτύρων κλέος, καὶ τῆς ἐνεγκαμένης σε Ὄσσης, ἐγκαλλώπισμα καὶ γέρας, καὶ θερμὴ ἀντίληψις· ἣν ἀεὶ περίεπε, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Καὶ νῦν. αὐτός. Τῆς Ἑορτῆς.
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.

Προφητείας ῾Ησαΐου τὸ ᾽Ανάγνωσμα. (Κεφ. μγ'. 9)
Τάδε, λέγει Κύριος · Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθησονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; ᾽Αγαγέτωσαν τοὺς μάρτυρας, αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μαρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. ῎Εμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται. ᾽Εγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σώζων. ᾽Εγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισμα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ΄ ἀρχῆς ἐγώ εἰμι, και οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ἡμᾶς, ὁ ῞Αγιος ᾽Ισραήλ.







Παροιμιῶν τὸ ᾽Ανάγνωσμα. (Κεφ. λα' 10, 26)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. ᾽Εγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. ᾽Αναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. ᾽Εγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ· ᾽Ισχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.














Εἰς τὴν Λιτήν, ᾽Ιδιόμελα. Ἦχος α'.
Χαίρει ἐν Κυρίῳ, ῎Οσσα ἡ πατρίς σου, λαμπρυνομένη τῇ ἀθλήσει σου, καλλιμάρτυς Κυράννα· τὸν γὰρ Κύριον τῶν κυρίων, ὁλικῶς Χριστὸν ἀγαπήσασα, αὐτῷ μόνῳ μεμνήστευσαι, ὡς παρθένος φρονίμη· καὶ ὡς προῖκα πολύτιμον, τούτῳ προσήγαγες, τοὺς στεῤῥοὺς ἀγῶνάς σου· ὅθεν λαμπρῶς δοξασθεῖσα, πᾶσι παρέχεις τὰ ἰάματα, καὶ τῆς σῆς προστασίας, τὰς ἐναργεῖς ἀντιλήψεις, ἀπαύστως πρεσβεύουσα, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β'.
Παρθενικῇ κοσμουμένη χάριτι, σεμνῶν ἠθῶν ταμεῖον πέφηνας, καὶ βίου ἀμέμπτου, ἀκηλίδωτον ἔσοπτρον· ἔνθεν βασκάνῳ ὄμματι, ἐπελθών σοι ὁ ἐχθρός, τὸν τῆς ψυχῆς σου πλοῦτον, ἐπειρᾶτο συλᾶν, Κυράννα θεόνυμφε· σὺ δὲ Χριστῷ ἀτενίζουσα, ὄμμασι νοός, οὐδαμῶς σεσάλευσαι, τῆς κρείττονος στάσεως, καὶ ἀνδρείᾳ γνώμῃ, τὸ τῶν Μαρτύρων ὑπῆλθες στάδιον. ᾽Αλλ' ὡς ἔχουσα παῤῥησίαν, Παρθενομάρτυς ἔνδοξε, ἱκέτευε πρὸς Κύριον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος γ'.
Τίς ἐπαξίως ὑμνήσει, τὸ ἀκατάπληκτόν σου σθένος, καὶ ἀρετῆς τὴν στεῤῥότητα, Μεγαλομάρτυς ἀήττητε; τὸ γὰρ τοῦ θήλεος ὑπεριδοῦσα χαῦνον, πρὸς ἀθλητικοὺς καμάτους, ἀνδρικῶς ἐχώρησας, ἀρνησαμένη σεαυτὴν καὶ ἀπειλὰς τυράννων μὴ πτήξασα, καὶ δωρεῶν ἐπαγγελίας σκυβαλίσασα, ὡς τρυφὰς ἡγήσω, τὰς τῶν μαστίγων ἐπιφοράς· δι' ὧν ὡς χρυσὸς λαμπρυνθεῖσα, καὶ ὑπὲρ ἥλιον λάμψασα, λαμπαδοφόρος ἀνῆλθες, εἰς τὸν οὐράνιον θάλαμον. ᾽Αλλ' ὦ Κυράννα πανεύφημε, τῷ ἀθανάτῳ νυμφίῳ σου πρέσβευε, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.

Δόξα. Ἦχος δ'.
Ἀθλητικῇ εὐσθενείᾳ, καὶ ψυχικῇ φαιδρότητι, τὰς τῆς εἱρκτῆς κακώσεις καρτεροῦσα, θείας ἀντελάβου ἐπισκέψεως κρείττονος, Κυράννα καλλιπάρθενε· καὶ ταῖς ἐκ μαστίγων πληγαῖς, ὡς ἐν μαργάροις λαμπροῖς ὡραϊσθεῖσα, πρὸς τὸν οὐράνιον νυμφῶνα ἀνέδραμες, καλῶς τὸν δρόμον ἀνύσασα· ὅθεν οὐρανίῳ φωτί, τὸ σὸν σκῆνος δεδόξασται, εὐωδίας ἀῤῥήτου, ἁγιασμὸν πηγάζον· διὸ τὴν σὴν γεραίροντες μνήμην, τὴν σὴν ἐπιβιώμεθα βοήθειαν, ἐν εὐκαιρίαις καὶ θλίψεσιν, οἱ τῷ ναῷ σου πιστῶς προστρέχοντες.





Καὶ νῦν.Ὁ αὐτός. Τῆς ῾Εορτῆς.
Σὲ τὸν ἐν Πνεύματι καὶ πυρί, καθαίροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καθορῶν ὁ Βαπτιστής, ἐρχόμενον πρὸς αὐτόν, δειλιῶν καὶ τρέμων ἐβόα λέγων· οὐ τολμῶ κρατῆσαι τὴν κορυφήν σου τἠν ἄχραντον· σύ με ἁγίασον Δέσποτα τῇ ἐπιφανείᾳ σου, μόνε Φιλάνθρωπε.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. ῏Ηχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις Παρθενομάρτυς Χριστοῦ, τῆς παρθενίας τὸ εὐῶδες κειμήλιον, ἀγάπης θείας τὸ ἄνθος, βίου σεμνοῦ λαμπηδών, εὐσεβείας σκεῦος πολυτίμητον. Μαρτύρων στεῤῥότητος, θαυμαστὸν ἀπεικόνισμα σεμνἠ Κυράννα, ἡ τῇ κλήσει δηλώσασα, τὰς ἐσύστερον, εὐκλεεῖς ἀριστείας σου· γνώμῃ ἀνδρειοτάτῃ γάρ, νομίμως ἐνήθλησας, μὴ πτοηθεῖσα τυράννων, τὰς ἀπειλὰς καὶ τὰς μάστιγας. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Ὑπομένων ὑπέμεινα τὀν Κύριον καὶ προσέσχε μοι.
Χαίροις Παρθενομάρτυς Χριστοῦ, ἡ τοῦ Σωτῆρος πτερωθεῖσα τῷ ἔρωτι, καὶ πάντων ὑπεριδοῦσα, τῶν ἐν τῷ βίῳ τερπνῶν, οἷα οὐρανόφρων καὶ θεόληπτος· ἐντεῦθεν ὑπέμεινας τὰς πηγὰς καὶ τὰς μάστιγας, τὰς αἰωρήσεις, χαλεπῇ ἰταμότητι, καὶ τὴν κάθειρξιν, καὶ δεσμὰ καὶ τὸν θάνατον· ὅθεν πρὸς τὴν ἀθάνατον, μετέβης λαμπρότητα, πεποικιλμένη Κυράννα, τοῦ μαρτυρίου τοῖς στίγμασι, Χριστὸν δυσωποῦσα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις Παρθενομάρτυς Χριστοῦ, παρθένων δόξα καὶ Μαρτύρων ὡράϊσμα, καὶ ῎Οσσης τῆς σῆς πατρίδος, τῆς καυχωμένης ἐν σοί, θερμοτάτη πρέσβις πρὸς τὸν Κύριον, καὶ σκέπη καὶ ἔφορος, καὶ ταχεῖα ἀντίληψις, καὶ πολιοῦχος, εἰσαεὶ ταύτῃ νέμουσα, τῆς πρεσβείας σου, δαψιλῶς τὰ δωρήματα· ὅθεν καὶ τὴν ἁγίαν σου, γεραίρουσα ἄθλησιν, ἐν τῷ ναῷ σου Κυράννα, πίστει προστρέχει ἑκάστοτε, ἐξ οὗ ἀναβλύζει, ἰαμάτων θεῖα ῥεῖθρα, καὶ μέγα ἔλεος.

Δόξα. ῏Ηχος πλ. δ'.
Τῆς θείας ἀγάπης, ἐν τῇ ψυχῇ τὸ πῦρ πλουτήσασα, ὃ βαλεῖν ἐπὶ τῆς γῆς, ἐλήλυθε Χριστός, ἄνθραξιν ἀθλητικοῖς, ὡς ὕλην κατέφλεξας, τῆς ἀσεβείας τὴν ἔνστασιν· ἔνθεν ὁ σὸς νυμφίος, οὐρανίῳ φωτὶ ἐδόξασε, τὴν πρὸς αὐτὸν μαρτυρικὴν ἐκδημίαν σου, Μεγαλομάρτυς κυριώνυμε. Καὶ νῦν τῆς ἄνω λαμπρότητος, ἀμέσως τρυφῶσα, Κυράννα θεόφρον, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς
Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια, ἅμα καὶ τὰ ἐπίγεια. ῎Αγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν ᾽Ιορδάνην· ἴδωμεν πάντες τὸν ᾽Ιωάννην, πῶς βαπτίζει κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ ᾽Αποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα, πιστοῖς τὸ μέγα ἔλεος,

Ἀπολυτίκια. Τὸν συνάναρχον Λόγον. ῏Ηχος πλ. α.
Χαῖρε Ὄσσης ὁ γόνος καὶ θεῖον βλάστημα, Παρθενομάρτυς Κυράννα νύμφη Χριστοῦ τοῦ Θεοῦ, ἡ ἀθλήσασα στεῤῥῶς ὑστέροις ἔτεσι, καὶ καθελοῦσα τὸν ἐχθρόν, καρτερίᾳ σταθηρᾷ. Καὶ νῦν ἀπαύστως δυσώπει, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.
῞Ετερον. Δόξα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Τῆς ῎Οσσης ἀγλάϊσμα, καὶ πολιοῦχος λαμπρά, Κυράννα πανεύφημε, Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ἐδείχθης ἀθλήσασα. ῞Οθεν τὴν σὴν πατρίδα, πάσης λύτρωσαι βλάβης, πίστει ἐγκαυχωμένην, τῇ στεῤῥᾷ σου ἀθλήσει, πρεσβεύουσα τῷ Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ἦχος α'. Τῆς ῾Εορτῆς.
᾽Εν ᾽Ιορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.













ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ
Ὡς ἔαρ νοητόν, ἐν τῇ ὥρᾳ χειμῶνος, ἀνέτειλεν ἡμῖν, ἡ ἁγία σου μνήμη, χειμῶνα διαλύουσα, τῶν παθῶν ταῖς πρεσβείαις σου, καὶ παρέχουσα, τοῦ Παρακλήτου τὴν θάλψιν, τοῖς γεραίρουσι, Μεγαλομάρτυς Κυράννα, τὴν θείαν σου ἄθλησιν.
Τῆς ῾Εορτῆς, ὅμοιον.
Ἐν ῥείθροις ποταμοῦ, ἐπιστὰς ἐβαπτίσθης, χερσὶ τοῦ Βαπτιστοῦ, εὐσπλαγχνίᾳ ἀφάτῳ, καθαίρων τοῦ Προπάτορος τὸ παράπτωμα Κύριε. Οθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμπομεν, τοῖς οἰκτιρμοῖς σου Σωτήρ μου, δι' ὧν ἡμᾶς ἔσωσας.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. ῏Ηχος δ'. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς παρθενίας σου τὸν πλοῦτον συλῆσαι, ἐπιχειρήσας ὁ ἀρχέκακος ὄφις, τῇ καρτερᾷ ἐνστάσει σου συντέτριπται· πέτρᾳ γὰρ τῆς πίστεως, ἀκλινῶς ἱδρυμένη, ἔστης ἀκατάπληκτος, ταῖς μεθόδοις τῆς πλάνης, καὶ μαρτυρίου ἄθλοις ἱεροῖς, ΙΙαρθενομάρτυς, Κυράννα δεδόξασαι.
Τῆς ῾Εορτῆς, ὅμοιον.
Ἐν Ιορδάνῃ ποταμῷ Ζωοδότα, ὡς ἐβαπτίσθης ἑκουσίῳ πτωχείᾳ, τὴν τῶν βροτῶν οὐσίαν ἀπεκάθηρας· ὅθεν τὴν ἁγίαν σου, ἐπιφάνειαν Σῶτερ, δι' ἧς κατεφώτισας, ἐπιγνώσει τὸν κόσμον, ὑμνολογοῦμεν κράζοντες πιστῶς· Ηλθες ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. ῏Ηχος γ'. Θείας πίστεως.
Θείῳ ἔρωτι, κραταιουμένη, ἔστης ἄσειστος ἐν ταῖς αἰκίαις, καὶ ἀπειλαῖς καὶ πικραῖς μαστιγώσεσι· καὶ ἐν εἱρκτῇ τὸν ἀγῶνα τελέσασα, φωτὶ ἀΰλῳ Κυράννα δεδόξασαι· Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Τῆς Ἑορτῆς, Ὅμοιον.
Ὕδωρ ἄϋλον, ἀθανασίας, καὶ χρηστότητος, γλυκὺν χειμάῤῥουν, ἡ πηγὴ τῆς ζωῆς ὁ Σωτὴρ ἡμῶν, ἀναπηγάζων ἐν ῥείθροις βαπτίζεται, τοῦ ᾽Ιορδάνου σαρκὸς ὁμοιώματι. Ὅθεν ἅπαντες, οἱ θείας τυχόντες χάριτος, ὑμνήσωμεν τὴν τούτου συγκατάβασιν.






Τὸ α'. ἀντίφωνον τοῦ δ'. ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Εὐαγγἐλιον τῶν Δέκα Παρθένων. Ζήτει τοῦτο τῷ Δεκάτῳ ῾Εβδόμω Σαββάτῳ Ματθαίου.
῾Ο Ν'.
Δόξα. Ταῖς τῆς ᾽Αθληφόρου.
Καί νῦν. Ταῖς τῆς Θεοτόκου.
᾽Ιδιόμελον. ῏Ηχος πλ. β'. Στίχ. ᾽Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.
Τὴν παρθενικήν σου λαμπάδα, μαρτυρικῷ ἐλαίῳ ἄσβεστον τηρήσασα, καὶ ταύτην ταῖς χερσὶ κρατοῦσα, σὺν ταῖς φρονίμοις συνεισῆλθες παρθένοις, εἰς τὸν οὐράνιον νυμφῶνα, Κυράννα μεγαλώνυμε· ἐν ἀνδρείᾳ γὰρ φρενί, ἀντικαταστᾶσα τοῖς τυράννοις, ἐπάξιον ἐδέξω, τὸ βραβεῖον τῶν ἄθλων σου. ᾽Αλλ' ὡς ἔχουσα παῤῥησίαν πρέσβευε, σώζεσθαι ἡμᾶς πάσης θλίψεως.

Εἶτα οἱ κανόνες τῆς Ἑορτῆς καὶ τῆς ῾Αγίας.
Κανὼν τῆς ῾Εορτῆς οὗ ἀκροστιχίς· «Βάπτισμα ρύψις γηγενῶν ἁμαρτάδος. Κοσμᾶ».
ᾨδὴ α΄. ῏Ηχος β΄ Εἱρμός.
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, κραταιὸς ἐν πολέμοις Κύριος· ὅτι δεδόξασται.
Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις ᾽Ιορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, Βασιλεὺς τῶν αἰώνων Κύριος· ὅτι δεδόξασται.
Πυρὶ τῆς, Θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, σαρκωθεὶς ἐκ Παρθένου Κύριος ὅτι δεδόξασται.
Τὸν ῥύπον σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν ᾽Ιορδάνῃ, οἷς θελήσας ὡμοιώθη ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος· ὅτι δεδόξασται.

Κανὼν τῆς Ἁγίας οὗ ἀκροστιχίς. ῎Οσσης Κυράννα κλέος ὡράθης. Γερασίμου.
Ἦχος δ'. ᾽Ανοίξω τὸ στόμα μου.
Ὁλόφωτον σκήνωμα καὶ φωταυγὲς ἐνδιαίτημα, Κυράννα κεκλήρωσαι, ἀντὶ ζοφώδους εἱρκτῆς, ἐκτελέσασα, τὸν δρόμον σου Ἁγία· διὸ κἀμὲ λάμπρυνον, ὑμνολογοῦντά σε.
Σεμνότητι τρόπων σου, καὶ πολιτείας χρηστότητι, παρθένος ἀκήρατος, Κυράννα πέφηνας· ἔνθεν πάνσεμνε, ὥσπερ οἰκείαν νύμφην, Χριστός σε προσήκατο, πόνοις ἀθλήσεως.
Συλῆσαι πειρώμενος, τὸν θησαυρὸν τῆς ἁγνείας σου, ὁ θὴρ ὁ δυσώνυμος, τοῦ δυσσεβοῦς τῇ φορᾷ, καταβέβληται, τῇ σῇ στεῤῥᾷ ἐνστάσει, Κυράννα καὶ ἤθλησας, πόθῳ τοῦ Κτίστου σου.
Θεοτοκίον.
Ἡ φύσις ἡ ἄστεκτος, Πατρὸς ὁ Λόγος ὁ σύνθρονος, ἐν σοὶ κατεσκήνωσε, σάρκα λαβὼν ἐκ τῶν σῶν, ὑπὲρ ἔννοιαν, αἱμάτων Θεοτόκε, καὶ κόσμον διέσωσε, τὸν ἀπολλύμενον,
Καταβασία.
Στείβει, θαλάσσης, κυματούμενον σάλον
῎Ηπειρον αὗθις, ᾽Ισραὴλ δεδειγμένον
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων
῎Εκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος
Ῥώμῃ κραταιᾷ δεξιᾶς τοῦ ῾Τψίστου.

ᾨδὴ γ'. ῾Ο Εἱρμός.
Ἰσχὺν ὁ διδούς, τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν ῞Αγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ ᾽Εκκλησία· δι' ὕδατος καὶ Πνεύματος, υἱοὶ γάρ σοι γεγέννηται, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος· Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας, ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεος ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.


Τῆς Ἁγίας. Τοὺς σοὺς ὑμνολόγους.
Στεῤῥῶς ἀντετάξω τοῖς ἀνόμοις, καὶ ἤνεγκας κάθειρξιν δεινήν, Κυράννα παμμακάριστε, Χριστὸν θερμῶς δοξάζουσα, τὸν δόντα σοι τὴν δύναμιν καταβαλεῖν τὸν ἀλάστορα.
Κυρίων τὸν Κύριον ποθοῦσα, Χριστὸν τὸν νυμφίον τῶν ψυχῶν, Κυράννα παναοίδιμε, τούτῳ πιστῶς νενύμφευσαι, οἶα παρθένος ἄμωμος, τῇ μακαρίᾳ ἀθλήσει σου.
Ὑπῆλθες Μαρτύρων τοὺς ἀγῶνας, ὑστέροις ἐν ἔτεσι σεμνή, ἐν ἀσθενείᾳ φύσεως, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα, Κυράννα ὡμολόγησας, ἀθλητικῷ παραστήματι.
Θεοτοκίον.
Ῥωσθεῖσα Κυράννα ἡ παρθένος, Παρθένε τῇ χάριτι τῇ σῇ, ὑπέμεινεν ὡς ἄσαρκος, βασάνων τὸ ἐπίπονον, καὶ τὸν Υἱόν σου Ἄχραντε, ἐπὶ ἀπίστων ἐδόξασε.
Καταβασια.
Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων
Βορῶν λεόντων, συντεθλασμένων μύλας
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν
Ὧ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.

Κάθισμα. ῏Ηχος δ'. Ταχὺ προκατάλαβε.
Ἁγνείᾳ ἐκλάμπουσα, οἷα παρθένος σεμνή, ἀθλήσει ἠρίστευσας, ἐν τοῖς ὑστέροις καιροῖς, Κυράννα θεόνυμφε· χαίρουσα γὰρ ὑπέστης, ῥαβδισμοὺς καὶ κακώσεις· ὅθεν καὶ μετετέθης, πρὸς ἀὒλους σκηνώσεις, πρεσβεύουσα τῷ Σωτῆρι, δοῦναι ἡμῖν ἔλεος.
Τῆς ῾Εορτῆς, ὅμοιον.
Χριστὸς παραγέγονεν, ἐν ᾽Ιορδάνου ῥοαῖς, καὶ βάπτισμα ἔλαβε, ταῖς τοῦ Προδρόμου χερσίν, ὁ μόνος ἀνέυθυνος· ἔπλυνε γὰρ ἐν τούτῳ τῶν ἀνθρώπων τὸν ῥύπον, λύτρωσιν αἰωνίαν, τῷ ᾽Αδάμ πρυτανεύσας· διὸ δοξολογήσωμεν, αὐτοῦ τὴν ἀγαθότητα.

ᾨδὴ δ'. Ὁ Εἱρμός.
Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχών σοι· ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τὰς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.


Τῆς ῾Αγίας. ῾Ο καθήμενος ἐν δόξῃ.
Ἀπερίτρεπτον καρδίαν, καὶ ἀήττητον φρόνημα, ἔχουσα Κυράννα, ὥσπερ τῶν παθῶν κυριεύουσα, οὐ παρετράπης ἐχθρῶν τοῖς μηχανήμασιν, οὐκ ἐπτόησαι, ταῖς ἀπειλαῖς καὶ ταῖς μάστιξι.
Νόμῳ θείῳ πεφραγμένη, τῶν ἀνόμων ἐξέκλινας, πάσας τὰς θωπείας, καὶ τὰς δωρεὰς νοῒ σώφρονι, πρὸς τὸν Σωτῆρα Χριστὸν ἐνατενίζουσα, τὸν δωρούμενον, ἀθανασίας δωρήματα.
Νύμφη ὤφθης τοῦ Σωτῆρος, εὐκλεὴς καὶ περίδοξος, καὶ ὡς προῖκα τούτῳ ἔνδοξε Κυράννα προσήγαγες, τῶν ἀρετῶν σου τὸν πλοῦτον καὶ τὰ σκάμματα, τῆς ἀθλήσεως, τῆς ἱερᾶς σου πανεύφημε.
Θεοτοκίον.
Ἀποῤῥήτως συλλαβοῦσα, καὶ ἀφθόρως κυήσασα, Κόρη Παναγία, τὸν Δημιουργὸν πάσης κτίσεως, ἐκ σοῦ λαβόντα Παρθένε τὸ ἀνθρώπινον, καὶ πρὸς ἄφθαρτον, ἡμᾶς ζωὴν ἐπανάγοντα.
Καταβασία.
Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
ᾯ τῶν δυναστῶν, τὰ κράτη συνετρίβη

ᾨδἠ ε'. ῾Ο Εἱρμός.
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι· Τίς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε· παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.
Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὁ εἷς ἁπάντων, καρδίας ἐμβατεύει· καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.

Τῆς ῾Αγίας. ᾽Εξέστη τὰ σύμπαντα.
Καυχᾶται τοῖς ἄθλοις σου, ῎Οσσα ἡ σὲ βλαστήσασα, καὶ τὴν σὴν κηρύττει προστασίαν, Μεγαλομάρτυς Κυράννα νύμφη Χριστοῦ· τῇ σῇ γὰρ πρεσβείᾳ πρὸς Θεόν, ῥύεται ἑκάστοτε, χαλεπῶν περιστάσεων.
Λαμπρῶς ἠνδραγάθησας, ἐν ἀσθενείᾳ φύσεως, ἔνδοξε Κυράννα θείῳ πόθῳ αἰωρουμένη· ἐν τῇ εἱρκτῇ γὰρ σεμνή, ἔφερες ῥαβδίσματα δεινά, δι' ὧν ἀπεῤῥάπισας, τὴν ἰσχὺν τοῦ ἀλάστορος.
Εἱρκτῆς τὴν κατάκλεισιν, καὶ τῶν δεσμῶν τὴν κάκωσιν, καὶ τὰς χαλεπὰς ἄλλας ὀδύνας, προσαγομένας τῷ σώματί σου σεμνή, καὶ τὰς ἀπειλὰς τῶν δυσσεβῶν, ὡς οὐδὲν λελόγισαι, τῇ ἰσχύϊ τῇ ἄνωθεν.
Θεοτοκίον.
Ὁ οἷκος πάμφωτος, τὸ ἔμψυχον παλάτιον, τοῦ παμβασιλέως καὶ Σωτῆρος, Θεογεννῆτορ Κόρη Πανύμνητε, ῥῦσαί με προλήψεων δεινῶν, καὶ τὸν νοῦν μου πλήρωσον, φωτισμοῦ θείας χάριτος.
Καταβασία.
Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.

ᾨδὴ ς᾽. Ὁ Εἱρμὸς.
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Γεννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός· οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον, διδάσκει ὁ Πρόδρομος, γηγενεῖς ἐκ πλάνης λυτρούμενος.
Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.

Τῆς ῾Αγίας. Τὴν θείαν ταύτην.
Σαρκὸς τοὺς πόνους ὑπήνεγκας, νοῒ ἀποσκοποῦσα τὴν ἄπονον, ζωήν καὶ ἄληκτον, Μάρτυς Κυράννα πανεύφημε, ἦς κληρονόμος ὤφθης, καλῶς ἀθλήσασα.
Ὡράθη φῶς μέγα ἄνωθεν, καλύψαν σου τὸ σῶμα τὸ ἅγιον, Κυράννα ἔνδοξε, καὶ τοὺς ὁρῶντας κατέπληξε, ὅτε τὴν σὴν ἀπέδως, ψυχὴν τῷ Κτίστῃ σου.
Ῥώμῃ τῶν σῶν ἀντιλήψεων, ἡ ῎Οσσα ἡ πατρίς σου προσφεύγουσα, Κυράννα ἔνδοξε, πάσης λυτροῦται κακώσεως, καὶ πόθῳ ἑορτάζει, τὴν θείαν μνήμην σου.
Θεοτοκίον.
Ἀνερμηνεύτως κυήσασα, μορφῇ τῇ καθ' ἡμᾶς ᾽Αειπάρθενε, τὸν πάντων Κύριον, τῆς τῶν παθῶν με ἀπάλλαξον, πικρᾶς κυριαρχίας, τῇ ἀντιλήψει σου.
Καταβασία.
Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.
Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

Κοντάκιον.Ἦχος γ'. ῾Η Παρθένος σήμερον.
Μαρτυρίου στίγματι, τῆς παρθενίας τὴν χλαῖναν, λαμπροτέρα ἔδειξας, τῇ καρτερᾷ σου ἀθλήσει· ᾔσχυνας, τῶν παρανόμων τὰς μεθοδείας· ἔδραμες, λαμπαδηφόρος τῷ σῷ νυμφίῳ· διὰ τοῦτό σε τιμῶμεν, Παρθενομάρτυς Κυράννα ἔνδοξε.
Ὁ Οἶκος.
Πολιτείᾳ σεμνῇ, καὶ ἁγνείας καλλονῇ, διαπρέπουσα πιστῶς, ὡς νεᾶνις ἐκλεκτή, κάλλος ἀπόθετον πέφηνας, καὶ ἠθῶν ἀμέμπτων λειμὼν εὐθαλής, πάντα τὰ σά, τῷ νυμφίῳ σου Χριστῷ, ἀναθεμένη ἐκ ψυχῆς· ἀλλ' ὁ βασκαίνων τοῖς καλοῖς ἐχθρός, τῶν ἐν σοὶ καλῶν, τὸν θησαυρὸν ἀφαρπάσαι βουληθείς, δυσσεβῆ κατὰ σοῦ, ἀκολάστῳ διαθέσει ἐπήγειρε· σὺ δὲ μακαρία παρθένε, ὅλῳ τῷ νοΐ ἀτενίζουσα Χριστῷ τοῦτον μὲν ἀνδρείᾳ ἀπώσω γνώμῃ, τὴν δὲ καλὴν ὁμολογίαν εὐσθενῶς ὡμολόγησας· καὶ θωπείας καὶ ἀπειλάς, καὶ εἱρκτὴν καὶ δεσμά, καὶ αἰωρήσεις καὶ μαστιγώσεις ὀδυνηρὰς καρτερῶς ὑπομείνασα, νομίμως τὸν δρόμον ἐτέλεσας, καὶ ἀθλητικῇ δόξῃ δεδόξασαι· διὰ τοῦτό σε τιμῶμεν, Παρθενομάρτυς Κυράννα ἔνδοξε.














Συναξάριον.
Τῇ η'. τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ῾Αγίας ἐνδόξου Μεγαλομάρτυρος Κυράννης, τῆς ἐξ ῎Οσσης τῆς Θεσσαλονίκης καταγομένης, ἀθλησάσης δὲ ἐν ἔτει 1751.
Κυράννα παθῶν καὶ βασάνων κυρία
Φανεῖσ' ἀπῆλθε πρὸς Κύριον κυρίων
᾽Ογδοάτῃ δέχθη Κυράννης σῶμα ἄρουρα ἀγαστῆς.
Αὕτη ἡ πάγκαλος τοῦ Σωτῆρος νύμφη, ἡ κυριώνυμος φερωνύμως Κυράννα, κατήγετο ἔκ τινος χωρίου, ὅ πάλαι μὲν ἐκέκλητο ᾽Αββυσώκα, νῦν δὲ ὠνόμασται ῎Οσσα, ἐγγύς που τῆς Θεσσαλονικέων πόλεως κειμένου. Προῆλθεν ἐξ εὐσεβῶν καὶ φοβουμένων τὸν Κύριον γονέων, καὶ ἦν ἐν ἔτει, αψνα' (1751), οὗσα πάνυ κατὰ τὴν ὄψιν ὡραία, πολλῷ δὲ μᾶλλον ὡραιοτέρα κατὰ ψυχήν, παρθενίᾳ φαιδρυνομένη καὶ καταλλήλῳ βίῳ ἐν ἤθεσι καὶ τρόποις σεμνοῖς, διαπρέπουσα. Οὕτω διῆγεν ἡ κόρη· ἀλλ' ὁ ἀεὶ φθονῶν τοῖς καλοῖς ἀρχέκακος ὄφις, βασκάνῳ ὀφθαλμῷ καὶ ὀλεθρίῳ ροπῇ ἐπῆλθεν αὐτῇ· ἀμηχάνως γὰρ ἔχων πρὸς τὸ μολύνειν αὐτὴν ἐκτόποις ἐννοίαις, καὶ φθοροποιοῖς λογισμοῖς ἀφορῶσαν ἀτενῶς τῇ καθαρότητι τῆς οὐρανίου κοινωνίας, ὑποδὺς ᾽Αγαρηνόν τινα, ὅς τῇ ἰδίᾳ διαλέκτῳ Γενίτσαρος κέκληται, (οὗτος γὰρ ἐξισωτὴς ἐτύγχανεν ἐν τῇ πατρίδι τῆς ἁγίας), καὶ ὅς ἐμπαθεῖ ἁλοὺς ἔρωτι, ἐπειρᾶτο ποικίλοις τρόποις ὑπαγαγεῖν τήν παρθένον τῇ ἑαυτοῦ ἐπιθυμίᾳ· ἀλλ' ἡ μακαρία οὐδόλως προσέχουσα τοῖς τοῦ δυσσεβοῦς λόγοις, ἵστατο ἀτρέμα καὶ ἀκλόνητος, παρ᾽ οὐδὲν ἡγουμένη ἐπαγγελίας καὶ ἀπειλὰς καὶ κολακείας, τῆς μεστῆς θανατηφόρου ἰοῦ γλώσσης τοῦ ἀντικειμένου καταφρονοῦσα βασάνων καὶ ἐπαπειλουμένου θανάτου. ᾽Αποτυχὼν τοῦ σκοποῦ ὁ μιαρός, ὑπερζέσας τῷ θυμῷ σὺν ἑτέροις ὁμοφύλοις Γενιτσάροις ὡς θῆρες ἁρπάσαντες τὴν μακαρίαν παρθένον, ἤγαγον τῷ τῆς Θεσσαλονίκης κριτῇ, ψευδῶς καταμαρτυροῦντες ὡς ὅτι ὑπέσχετο ἀρνηθῆναι τὴν ἑαυτῆς εἰς Χριστὸν πίστιν, καὶ ἐλθεῖν μετ' αὐτοῦ εἰς γάμου κοινωνίαν· οἱ δὲ τεκόντες ἠκολούθουν τῇ κόρῃ, ἀλλ' ἐσύστερον δειλίᾳ ληφθέντες, ἐκρύβησαν ἐκεῖ που. Τότε δὴ τότε πάντες οἱ ὧδε ᾽Αγαρηνοὶ παντοίας μηχανὰς καὶ τρόπους μετῆλθον, καὶ δαψιλεῖς ἐπαγγελίας καὶ δωρεὰς ἐπηγγείλαντο τῇ κόρῃ· ᾽Αλλ' ἡ μακαρία Κυράννα ἵστατο ἀπτόητος καὶ ἀπερίτρεπτος, ἐν οὐρανίῳ φρονήματι καὶ ἑδραίᾳ ψυχικῇ παραστάσει, μηδὲν ὑφορωμένη, ἕνα δὲ μόνον λόγον ἀναφωνοῦσα: χριστιανή εἰμι καὶ ἔσομαι, γνῶτε ὦ παράνομοι, καὶ νυμφίον κέκτημαι τὸν ἐμὸν Κύριον καὶ Θεὸν ἡμῶν ᾽Ιησοῦν Χριστόν, ᾧ καὶ ὡς προῖκα καὶ φερνὴν προσφέρω τὴν παρθενίαν μου· αὐτὸν ἐκ νεότητος ἐπόθησα καὶ ποθῶ, οὗ δι' ἀγάπην ἑτοίμως ἔχω καὶ τὸν ἐμὸν ἐκχέαι αἷμα, ὡς ἄν τούτου ἐν μεθέξει καθαρώτερον καὶ τελειώτερον γένωμαι. Εἶπον οὗν ὑμῖν, τί ἔτι μέλλετε; ἐγὼ γὰρ αὐτὴ εἰμι καὶ ἔσομαι ἐσαεὶ ἐν τῇ χάριτι τοῦ ἐμοῦ νυμφίου καὶ Σωτῆρος Χριστοῦ.
Ταῦτα εἰποῦσα ἵστατο ἐφεξῆς σιωπῶσα, καὶ μηδεμίαν ἀπόκρισιν τοῖς δυσσεβέσι διδοῦσα, ἀλλ' ἐν πολλῇ εὐσχημοσύνῃ καὶ σεμνότητι κλίνουσα τὴν κεφαλὴν προσηύχετο νοερῶς τῷ ἑαυτῆς νυμφίῳ Χριστῷ· ἵνα ταύτην κραταιώσῃ ἐν τῷ προκειμένῳ ἀγῶνι ἄχρι τέλους. ᾽Εν ἐκείνη τῇ ὥρᾳ πεπλήρωται ἡ καρδία αὐτῆς θείας ἀγαλλιάσεως, ἀῤῥήτῳ ἐνεργείᾳ τοῦ ῾Αγίου Πνεύματος, καὶ χαρᾶς οὐρανίου, καὶ φανταζομένη νοερῶς τὸν ὡραῖον κάλλει παρὰ πάντας γλυκύτατον Σωτῆρα Χριστόν, ἐφαίνετο ὡς ἐν Παραδείσῳ περινοστοῦσα, καὶ ἐν λήθῃ θεμένη τὰ τῆς παρούσης σφαλλομένης ζωῆς, ἐν πολλῇ ἐφέσει ἐπεθύμει διὰ τάχους ὑπὲρ Χριστοῦ θανεῖν, ἵνα σὺν αὐτῷ ζήσῃ αἰώνια. Γνόντες οὖν οἱ ᾽Αγαρηνοὶ τὴν ἐν τῷ προσώπῳ αὐτῆς ἐπιλάμπουσαν φαιδρότητα, ἐκχυθεῖσαν ἐκ τῶν ταμείων τῆς ψυχῆς τῆς μακαρίας, ἔτι δὲ, καὶ τὸ ἀμετάθετον τῆς γνώμης, ἔθεντο ἐν εἱρκτῇ, περισχόντες αὐτὴν τιμωρητικοῖς σιδήροις καὶ κλοιοῖς· ὁ δὲ δυσσεβὴς ἐκεῖνος Γενίτσαρος, ἐπὶ πλεῖον τοῦ σατανικοῦ φίλτρου τιτρωσκόμενος βέλεσιν, ἀδεοῦς εἰσόδου τυχών, χορηγίᾳ ὁμοφύλου αὐτοῦ ἐξέχοντος, εἰσήρχετο ὁσῶραι ἐλευθέρως τῷ δεσμωτηρίῳ καὶ πλείστας θλίψεις καὶ κακώσεις ἐπέφερε τῇ ἀθληφόρῳ, ἔσθ' ὅτε καὶ ἑτέρους ἐπαγόμενος σύμφρονας, πρὸς πλείονα ταλαιπωρίαν τῆς μάρτυρος.
Ἀλλ΄ αὕτη τῷ θείῳ κάλλει νοερῶς ἐνατενίζουσα, οὐδόλως προσεῖχε τοῖς τούτων ψυχοφθόροις ῥήμασι, κάτω νεύουσα τὴν κεφαλήν, καὶ ἐν σιῳπῆ ἐπικαλουμένη τὸ ὄνομα Κυρίου. Οἱ δὲ ἀσεβεῖς τύραννοι πρῶτον ταῖς κολακείαις ἐθώπευον τὴν μάρτυρα, εἶτα ἀπειλαῖς καὶ τιμωρίαις καὶ θυμῷ ἔβαλλον καὶ ὁ μὲν ἔπαιε ξύλῳ ὁ δὲ μαχαίρᾳ, ἕτερος λακτίσμασι, καὶ ἄλλος πυγμαῖς καὶ οὕτως ἀπεχώρουν, ἡμιθανῆ καταλείποντες αὐτήν. Καὶ ταῦτα διεπράττοντο ἐν ἡμέραις· ταῖς νυξὶν ὁ δεσμοφύλαξ ἐκ τῶν μασχαλῶν αἰώρει ταύτην, ἁλύσεσι σιδηραῖς τὰς χεῖρας ἔχουσαν δεδεμένας, καὶ ἐν πολλῇ ἀπηνείᾳ ἔτυπτε καὶ ἔδερεν αὐτήν, ἕως οὗ ἔκαμνε τύπτων, οὕτω δὲ ἀνηρτημένην, καὶ τῷ κρύει καὶ ψύχει, ἐν χειμερίῳ ὥρᾳ ἐκτεθειμένην, ἐγκαταλείπων ἀπεχώρει.
Εἷς δέ τις Χριστιανός, ὁρῶν ταῦτα, καὶ ἐν ἠρέμῳ ἤδη καταστάσει τελοῦντι τῷ τὰ τοιαῦτα κακουργοῦντι δεσμοφύλακι, προσήρχετο τούτῳ καὶ ῥήμασι παρακλητικοῖς, ἐπιτροπῆς τυγχάνων, ἔλυε τὴν ἁγίαν τῶν δεσμῶν, ἥτις ἐν ἀτρέπτῳ ὑπομονῇ καὶ ἡσυχίᾳ καὶ σιωπῇ, ἐφαίνετο ὑπεράνω τῶν δεινῶν, ὡς ἄλλη πάσχουσα, καὶ ὅλῳ τῷ νῷ προσεῖχε ταῖς οὐρανίαις ἀπολαύσεσι.
Τῷ τότε καιρῷ ἦσαν τῷ δεσμωτηρίῳ συγκάθειρκτοι Χριστιανοί τινες σὺν ῾Εβραίοις καὶ ᾽Οθωμανοῖς, ἐκτίοντες ποινὰς δι' ἐπιμέμπτους πράξεις, οἵτινες θεώμενοι ταῦτα, οἴκτῳ πολλῷ κινούμενοι, ἤλεγχον τὸν δεσμοφύλακα ὡς ἀπηνῆ καὶ ἀλιτήριον, τιμωροῦντα οὕτω σκληρῶς ἀθώαν γυναῖκα. Σὺν τούτοις καὶ ὁ ῥηθεὶς Χριστιανὸς οὐκ ἐπαύσατο ἐν πολλῇ πραΰτητι καὶ λόγοις συμπαθείας, ὑπομιμνήσκων τούτῳ,τὰ τῆς ἀδεκάτου κρίσεως τοῦ Θεοῦ, ὡς ἂν ἀποστῇ τῆς πρὸς τὴν μάρτυρα θηριωδίας. ᾽Αλλ' οὗτος Προφητικῶς φάναι, ὡσεὶ ἀσπὶς κωφή, καὶ βύουσα τὰ ὦτα αὐτῆς μηδόλως προσέχων, ἐπὶ πλεῖον ἐσκληρύνετο, καὶ πλείοσι τιμωρίαις ἠκίζετο τὴν παρθένον· ἣ θείῳ δυναμουμένη ἔρωτι, καὶ πόθῳ τρεφομένη θεϊκῷ, οὔτε Γενιτσάρων θυμὸν ἐπτοεῖτο, οὔτε ὁμοπίστων Χριστιανῶν παρακλήσεσιν ἐκάμπτετο, παρακαλούντων ταύτην ἵνα γεύσηται βρώσεως, ἐπεὶ ἡμέρας πλείους διῆγε, μηδόλως τροφῆς γευομένη.
Καὶ δὴ τῇ ἑβδόμῃ ἡμέρᾳ, τυραννηθείσης καὶ αὖθις σφοδρῶς τῆς ἁγίας χερσὶ τοῦ ῥηθέντος ὠμοτάτου Γενιτσάρου, οἱ ἐν τῇ εἱρκτῇ σὺν τῷ καλῷ ἐκείνῳ Χριστιανῷ, ἀπειλαῖς καὶ ἐλέγχοις ἔβαλον τὸν δεσμοφύλακα, διδόντα εἴσοδον τοῖς πᾶσι πρὸς πλείονα ταλαιπωρίαν τῆς μάρτυρος· ὅς ἀνανήψας συνῆκε, καὶ ἀπέτρεψε τοὺς καὶ πάλιν προσελθόντας Γενιτσάρους εἰσελθεῖν· οἵτινες χολωθέντες πάνυ, δυσμενεῖ ἐνεργείᾳ τοῖς προὔχοσιν αὐτῶν κατὰ τοῦ δεσμοφύλακος ἐχώρησαν.
Τοῦτο τὰ μάλα ἠρέθισεν αὐτόν· καὶ τῷ θυμῷ αὖθις καταληφθείς, ἁρπάσας ὡς θὴρ μαινόμενος τὴν πολύαθλον μάρτυρα ἀνήρτησε, καὶ λαβὼν σχίδακα ξύλου ἀμφοτέραις ταῖς χερσὶν ἔτυπτεν ἀπηνέστατα ὁ δυσμενὴς ἐν ὅλῳ τῷ σώματι αὐτήν, μηδενὸς μέλους φεισάμενος. Τὴν τοιαύτην ἀπανθρωπίαν ὁρῶντες οἱ συγκάθειρκτοι, ἐπῆραν φωνὴν αὐτῶν· ὁ δὲ ἀφῆκε αὐτὴν οὕτω κρεμαμένην ἡμίθνητον, καὶ ἀπελθὼν ἔν τινι ἐκεῖ δωματίῳ πρηνὴς πεσών, ἤρξατο κλαίειν ἠρέμα, βληθεὶς τοῖς κέντροις τῶν ἐλέγχων τοῦ ῥηθέντος Χριστιανοῦ. Κρεμαμένης ἔτι τῆς ἁγίας, ὤ τοῦ θαύματος· ἐξαίφνης φῶς μέγα ἔλαμψεν ἐν τῇ φυλακῇ, κατελθὸν ἄνωθεν τοῦ στέγους ὡς ἀστραπή, ὅ καὶ περικυκλῶσαν τὸ σῶμα τῆς μάρτυρος, ἐξεχύθη ἐν ὅλῳ τῷ δεσμωτηρίῳ καὶ ἐφώτιζεν αὐτό, δίκην λαμπροῦ ἡλίου, ἡ δὲ ὥρα ἦν τετάρτη ἢ καὶ πέμπτη τῆς νυκτός. Θάμβος συνέσχε τοὺς ἐκεῖ Χριστιανοὺς ἐπὶ τῷ θεάματι τούτῳ κράζοντας μεγαλοφώνως τὸ Κύριε ἐλέησον, οἱ δὲ ῾Εβραῖοι ἔπεσον χαμαί, μὴ δυνάμενοι ἀτενίσαι τῷ ὁραθέντι φωτί, καὶ οἱ ᾽Οθωμανοὶ φόβῳ μεγάλῳ ληφθέντες ἐδόκουν φλεχθῆναι, οὐρανίῳ πυρί, ἐνδίκῳ κρίσει τῆς ἀδίκως πασχούσης Χριστιανῆς. Τότε ὁ εὐσεβὴς Χριστιανός, εἴκων ρήμασι τοῦ τρόμῳ πολλῷ συνεχομένου δεσμοφύλακος, προσῆλθε τῇ ἁγίᾳ καὶ εὗρεν αὐτὴν ἤδη τετελειωμένην· καὶ τὸ μὲν θεῖον φῶς ἀπέπτη, ἄῤῥητος δὲ εὐωδία περιεχύθη, ἐνεργείᾳ τοῦ θείου Πνεύματος καὶ καθελὼν τὸ κατάστικτον τοῖς μαρτυρικοῖς στίγμασι σῶμα τῆς μακαρίας ἐν πολλῇ εὐλαβείᾳ, καὶ φῶτα ἀνάψας, καὶ θυμιάσας ὡς ἔδει, παρεκάθητο τούτῳ δοξάζων τὸν Χριστὸν τὸν ἀξιώσαντα αὐτὸν τοιαύτης διακονίας καὶ ὑπουργίας. ᾽Επιφαυσάσης δὲ τῆς ἡμέρας, ἀνηγγέλθη ταῦτα πάντα τῇ πόλει Θεσσαλονικέων, καὶ οἱ μὲν εὐσεβεῖς ἔχαιρον ἐπὶ τοῖς τροπαίοις τῆς μάρτυρος, οἱ δὲ ἀσεβεῖς κατῃσχύνοντο. Προσελθόντες δὲ ἄνδρες εὐλαβεῖς, ἔλαβον ὁσίαις χερσὶ τὸ λείψανον τῆς ἁγίας, καὶ παρέδωκαν αὐτό, δάκρυσιν ἀγαλλιάσεως καὶ κατανύξεως, πρεπούσῃ ταφῇ, τὰ δὲ ἱμάτια τῆς μακαρίας διεμερίσαντο οἱ πιστοὶ πρὸς ἁγιασμόν, εἰς δόξαν Χριστοῦ τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος, ἡμῶν.
Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ Εἱρμὸς
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τῆς ῾Αγίας. Οὐκ ἐλάτρευσαν.
Θείῳ ἔρωτι, ἐπτερωμένη ἔνδοξε, γενναίως ἔφερες, ἀπαιωρήσεις δεινάς, καὶ πᾶσαν τὴν ἔφοδον, των μαινομενων ἐχθρῶν· δι΄ ὧν ἔλυσας, τὴν τούτων ἀθεότητα, κυριώνυμε Κυράννα.
Ἡ καλλίνικος, Κυράννα καὶ θεόνυμφος, ῎Οσσης τὸ βλάστημα, εὐσεβῶν ἡ χαρά, ἡμᾶς πρὸς ἑόρτιον, καλεῖ πανήγυριν· δεῦτε ἅπαντες, ὑμνήσωμεν γηθόμενοι, τοὺς λαμπροὺς αὐτῆς ἀγῶνας.
Σῶμα ἄσπιλον, διατηροῦσα πάνσεμνε, καὶ ψυχὴν ἄμωμον, οἷα παρθένος ἁγνή, δεκτὸν ὁλοκάρπωμα, θῦμα εὐπρόσδεκτον, προσενήνεξαι, Κυράννα τῷ νυμφίῳ σου, ἄνθραξι τοῦ μαρτυρίου.
Θεοτοκίον.
Γνῶσιν κρείττονα, καὶ φόβον μοι σωτήριον, δίδου Πανάμωμε, καὶ μετανοίας αὐγήν, ὡς ἂν τοῖς προστάγμασι τοῦ ἐκ σοῦ λάμψαντος, τὸ ὑπόλοιπον, τελέσω τὸ τοῦ βίου μου, ὁ προσφεύγων σου τῇ σκέπῃ.
Καταβασία.
Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,
Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.


ᾨδὴ η'. Ὁ Εἱρμός.
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε· τοῦτο γὰρ φύσει πέφυκα· ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα· Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὕτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς ῾Αγίας. ΙΙαῖδας εὐαγεῖς.
Ἔχει σε Ὄσσα ἡ πατρίς σου, προστάτιν καὶ βοηθὸν καὶ ἀγαλλίαμα, μέγα καταφύγιον, καὶ στεῤῥὸν προπύργιον· διὸ καὶ καταφεύγουσα ἐν τῷ ναῷ σου ἀεί, λαμβάνει ἐξ αὐτοῦ ὦ Κυράννα, τῆς σῆς βοηθείας, τὰς θείας χορηγίας.
Ῥᾷον καθυπέστης μακαρία, θυμὸν τῶν παρανομούντων ἀλογώτατον, φυλακῆς τὴν κάθειρξιν, καὶ πικρὰ ῥαβδίσματα, κλοιὰ καὶ τὰ λακτίσματα στεῤῥῷ φρονήματι, καὶ σύμμορφος τῶν πάλαι Μαρτύρων, τῇ σῇ καρτερίᾳ, Κυράννα ἀνεδείχθης.
Ἄνωθεν φῶς μέγα ἐπιλάμψαν, κατηύγασε, δαψιλῶς τὸ δεσμωτήριον, και τὸ θεῖον σῶμά σου, παμφαῶς ἐκάλυψεν, ἡνίκα τὴν ἁγίαν σου ψυχὴν καὶ ἄμωμον, εἰς χεῖρας ἐναπέθου Κυρίου, ἔνδοξε Κυράννα, τελέσασα τὸν δρόμον.
Θεοτοκίον.
Στήριγμα καὶ θείαν θυμηδίαν, Παρθένε Θεοχαρίτωτε τὴν χάριν, σου, ἡ Κυράννα, ἔχουσα, χαίρουσα διήνυσε, τοὺς πόνους τῆς ἀθλήσεως καὶ κατεσκήνωσεν ἐν δόξῃ τῆς ζωῆς τῆς ἀγήρω, τὴν σὴν ἀνυμνοῦσα, μεγαλωσύνην Κόρη.
Καταβασία.
Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.

ᾨδὴ θ'. Ὁ εἱρμός.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις· Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε· οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει· καὶ γὰρ αὐτοῦ εἰσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει· τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου· οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε· ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.

Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγίδι· ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται· ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.

Τῆς ῾Αγίας. ῞Απας γηγενής.
Ἴσχυσας σεμνή ἰσχὺν τὴν ὀλέθριον τοῦ κοσμοκράτορος, ἀσθενείᾳ φύσεως, καταπαλαῖσαι ἰσχύϊ κρείττονι, Κυράννα καὶ ἀνέλαμψας πόνοις ἀθλήσεως· διὰ τοῦτο, ἀθανάτῳ δόξῃ σε, ὁ νυμφίος Χριστὸς ἐμεγάλυνε.
Μάστιξι πικραῖς, ἡμέραις ἐν πλείοσι καταξαινόμενον, τὸ σεπτὸν σαρκίον σου, τὴν τῆς ἀπάτης ὀφρὺν κατέξανε· καὶ κρεμαμένη πάνσεμνε πρὸς τὰ οὐράνια, ὦ Κυράννα, λαμπαδοῦχος ἔδραμες, ὡς παρθένος καὶ μάρτυς ἀήττητος.
Ὅρμον γαληνόν, ἡ Ὄσσα κατέχουσα ἡ σὲ βλαστήσασα, τὸν ναόν σου ἔνδοξε, τῶν ἐν τῷ βίῳ κυμάτων ῥύεται, καὶ πάσης περιστάσεως τούτῳ προστρέχουσα, καὶ βοᾷ σοι· χαίροις ἐμὸν καύχημα, ὦ Κυράννα καὶ θεῖον διάδημα.
Θεοτοκίον.
Ὕδωρ τῆς ζωῆς, ὡς κρήνη ζωήῤῥυτος κόσμῳ πηγάσασα, Κόρη Παντευλόγητε, παθῶν μου σβέσον τὰ ὑπεκκαύματα, καὶ τὴν ψυχήν μου ἄρδευσον ἀΰλοις νάμασιν, ἵνα θείων, ἀρετῶν βλαστήματα, γεωργήσῃ ζωὴν εἰς αἰώνιον.
Καταβασία.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη·
Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Παρθενικῇ λαμπρότητι, κοσμουμένη Κυράννα, νύμφη Χριστοῦ περίδοξος, ἀληθῶς ἀνεδείχθης, καὶ μαρτυρίου ἀγῶσι, τὸν ἐχθρὸν καθελοῦσα, λαμπαδηφόρος ἔδραμες, πρὸς νυμφῶνα τῆς δόξης τῆς θεϊκῆς, καὶ συνήφθης τάξεσιν οὐρανίαις· μεθ' ὧν ἀεὶ ἱκέτευε, ὑπὲρ τῶν σὲ τιμώντων.
Τῆς ῾Εορτῆς, ὅμοιον.
Ὁ Ποιητὴς τῆς κτίσεως, ἐν μορφῇ ἀνθρωπίνῃ, ἐν ᾽Ιορδάνου νάμασιν, ἐκκαθαίρων τὸν κόσμον, ὑπὸ χειρῶν τοῦ Προδρόμου, εὐσπλαγχνίᾳ ἀῤῥήτῳ τὸ βάπτισμα ἐδέξατο, καὶ κατηύγασε πάντας θείῳ φωτί, τοὺς τὴν ἐπιφάνειαν ἀνυμνοῦντας, αὐτοῦ καὶ τὴν χρηστότητα, τὴν πολλὴν προσκυνοῦντας.

Εἰς τοὺς Αἴνους. ῾Ιστῶμεν στίχους δ', καὶ ψάλλομεν τὰ ἑξῆς ΙΙροσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τῆς ᾽Αθληφόρου Κυράννης δεῦτε τιμήσωμεν, τὴν φωτοφόρον μνήμην, φιλομάρτυρες πάντες· αὕτη γὰρ ὑστέροις ἐν τοῖς καιροῖς, τὸν ἀρχέκακον δράκοντα, καταβαλοῦσα ἀγῶσιν ἀθλητικοῖς, τὸν Χριστὸν λαμπρῶς ἐδόξασε.

Τῆς σῆς ἁγνείας τὸν πλοῦτον καὶ τὴν λαμπρότητα, συλῆσαι ὁ ἀλάστωρ, βουληθεὶς κατῃσχύνθη· σὺ γὰρ πρὸς ἀγῶνας μαρτυρικούς, ἀπεδύσω στεῤῥότατα, Μεγαλομάρτυς Κυράννα καὶ ἐν Χριστῷ ὑπὲρ φύσιν ἠνδραγάθησας.

Τὴν ἐκδημίαν σου Μάρτυς τὴν πρὸς αὐτὸν ὁ Χριστός, δοξάζων παραδόξως, Ἀθληφόρε Κυράννα, φωτὶ ἐπουρανίῳ τὸ εὐκλεές, ἐθαυμάστωσε σῶμά σου, δείξας ἐν τούτῳ ἣν εὗρες ἐν οὐρανῷ, ἀληθῶς δόξαν αἰώνιον.
Χαῖρε και σκίρτα η ῎Οσσα ἐν θείῳ Πνεύματι· ἐκ σοῦ γὰρ ὡς εὐῶδες, ἀνεβλάστησε κρίνον, Κυράννα ἡ ἐν Μάρτυσι θαυμαστή, τοὺς πιστοὺς κατευφραίνουσα, καὶ τὴν σεπτὴν αὐτῆς μνήμην ἄγε λαμπρῶς, τὸν Σωτῆρα μεγαλύνουσα.




Δόξα. Ἦχος β'.
Σήμερον ἡ καλλιπάρθενος Κυράννα, τὸ τῆς ἁγνείας εὐῶδες κειμήλιον, τὴν τῶν Μαρτύρων ἀρετὴν ζηλώσασα, μαρτυρικῶς τὸν δρόμον τετέλεκε, ῥωσθεῖσα θείῳ Πνεύματι· ταῖς τοῦ ἐχθροῦ γὰρ μεθοδείαις, ἐν συνέσει πολλῇ, καὶ ἀνδρείᾳ φρενῶν ἀντικατέστη, νομίμως ἀνδρισαμένη, κατὰ πάσης δυσσεβείας· καὶ τοῦ Χριστοῦ τὰ στίγματα, ἐν τῷ σώματι βαστάσασα, τῆς ἄνω βασιλείας, τὸ δηνάριον ἔλαβεν· ἐν ᾗ Αγγέλοις συνοῦσα, πρεσβεύει ἀπαύστως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. ῾Ο αὐτός. Τῆς ῾Εορτῆς.
Σήμερον ὁ Χριστός, ἐν ᾽Ιορδάνῃ ἦλθε βαπτισΘῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ ᾽Ιορδάνης ἰδὼν ἀνεστρέφετο. ῾Ημεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.


Μεγαλυνάριον.
Χαίροις ὁ τῆς ῎Οσσης θεῖος βλαστός, καὶ θερμὴ προστάτις, καὶ μεσῖτις πρὸς τὸν Θεόν· χαίροις καλλιμάρτυς, Κυράννα ᾽Αθληφόρε, Χριστοῦ ἄφθορε νύμφη, Μαρτύρων σύσκηνε.

















ΠΑΡΑΚΛΗΣΙΣ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναθλήσασα πολλῇ καρτερίᾳ, Παρθενομάρτυς Ἀθληφόρε Κυράννα, τὴν τῶν θαυμάτων ἔλαβες ἐνέργειαν, ὅθεν τοὺς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, καὶ νοσημάτων ῥῦσαι χαλεπῶν, τοὺς τὴν θερμήν σου, αἰτοῦντας ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...

Ὁ Ν΄ ψαλμός, καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Σοῖς βοήθει ἱκέταις Κυράννα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνοῦσα Μαρτύρων θείοις χοροῖς, ὡς Μάρτυς Κυρίου, καὶ παρθένος πανευκλεής, δυσώπει Κυράννα μακαρία, ὑπὲρ τῶν πίστει θερμῇ προσιόντων σοι.
Ὁ νύμφην οἰκείαν σε ἐκλεκτήν, Χριστὸς ἀναδείξας, προστασίαν σε ἀσφαλῆ, παρέσχεν ἡμῖν Μάρτυς Κυράννα, διὸ θερμῶς τῇ πρεσβείᾳ σου σπεύδομεν.
Ἰάματα βλύζει παντοδαπά, ὁ θεῖος ναός σου, χορηγίᾳ τῇ θεϊκῇ, καὶ λύει Κυράννα Ἀθληφόρε, πολυειδῶν νοσημάτων ἐπήρειαν.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ὁ Σωτήρ, ἐκ Σοῦ ὤφθη κόσμῳ, καὶ ἀνέπλασε τὸν Ἀδάμ, διὸ τῆς σαρκός μου Θεοτόκε, καὶ τῆς ψυχῆς τὰς ὀδύνας θεράπευσον.














ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Βασιλέως θυγάτηρ, τῶν οὐρανῶν πέφηνας, τοῖς μαρτυρικοῖς σου ἀγῶσι, Κυράννα πάνσεμνε, Ὃν καθικέτευε, των τοῦ Βελίαρ παγίδων, ῥύεσθαι ἑκάστοτε, τοὺς σὲ γεραίροντας.
Ὀδυνώμενοι σφόδρα, ταῖς πολλαπλαῖς θλίψεσι, τῇ σῇ καταφεύγομεν σκέπῃ, καὶ πίστει κράζομεν· τῆς συνεχούσης ἡμᾶς, ῥῦσαι ἀνάγκης Κυράννα, ἴασιν καὶ λύτρωσιν, ἡμῖν βραβεύουσα.
Ἡ θερμή σου πρεσβεία, τεῖχος ἡμῖν γένοιτο, πᾶσαν ἀποτρέπουσα βλάβην, τοῦ πολεμήτορος, Κυράννα ἔνδοξε, ὅτι τῇ σῇ προστασίᾳ, χαρμονῆς πληρούμεθα, καὶ παρακλήσεως.
Θεοτοκίον.
Θεὸν Λόγον τεκοῦσα, σωματικῶς Ἄχραντε, ἔλυσας Ἀδὰμ τὴν κατάραν, καὶ πάντας ἔσωσας, τοὺς Θεοτόκον Σε, ὁμολογοῦντας Παρθένε, διὸ κἀμὲ Δέσποινα, σῶσον τὸν δείλαιον.
Διάσωσον, Παρθενομάρτυς Κυράννα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, προστρέχουσα ἑκάστοτε, Κυράννα σεμνή, λαμβάνει τὰ αἰτήματα, Ὄσσα ἡ σὲ βλαστήσασα, καὶ βοᾷ σοι ἀεὶ μετὰ πίστεως· ἐκ συμφορῶν με ἐν βίῳ πικρῶν, ἀπήμαντον Μάρτυς διαφύλαττε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπιβλέψασα ἄνωθεν, ἐπὶ τῶν Μητέρων Μάρτυς τὰ δάκρυα, πᾶσαν βλάβην ἐξαφάνισον, ἐκ τῶν τέκνων τούτων τῇ σῇ χάριτι.
Ἰατρεύουσα πάνσεμνε, πᾶσαν καχεξίαν τῶν προσιόντων σοι, ἀθυμίας καὶ κακώσεως, λῦσον ὦ Κυράννα τὴν κατήφειαν.
Ἰησοῦν τὸν Νυμφίον σου, ἐκτενῶς δυσώπει Κυράννα ἔνδοξε, ἱλασμὸν ἡμῖν δωρήσασθαι, καὶ πλημμελημάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Καθαρὸν οἰκητήριον, Κόρη ἐπιπνοίας τοῦ θείου Πνεύματος, τὴν καρδίαν μου ἀνάδειξον, ἀρετῶν Παρθένε τῇ λαμπρότητι.






ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔφερες στεῤῥῶς, μαστιγώσεις ὥσπερ ἄσαρκος, διὰ τοῦτο τῶν ἀσάκρων δυσμενῶν, καθ’ ἡμῶν Μάρτυς ἐκνεύρισον τὴν δύναμιν.
Τίς σου τῷ ναῷ, προσφυγὼν Μάρτυς οὐκ ἔτυχε, τῶν πολλῶν σου ὦ Κυράννα δωρεῶν; Σὺ γὰρ πᾶσι βοηθεῖς τοῖς πικρῶς πάσχουσι.
Ἄλυπον ζωήν, καὶ εἰρήνην ἀστασίαστον, εὐκαρπίαν καὶ πᾶν ἄλλον ἀγαθόν, τῇ πατρίδι σου τῇ Ὄσσῃ δίδου πάνσεμνε.
Θεοτοκίον.
Ἴνα τὴν πολλήν, μεγαλύνω Σου χρηστότητα, δυναστείας τῆς πικρᾶς με τοῦ ἐχθροῦ, Θεοτόκε ὡς φιλάγαθος ἀπάλλαξον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σαρκός σου, τάς ἀφορήτους ὀδύνας, ὡς ὑπέμεινας ἀθλοῦσα Κυράννα, οὕτως ἡμῶν, τοὺς τοῦ σώματος πόνους, καὶ τῆς καρδίας τὴν θλῖψιν θεράπευσον, καὶ λύπην πᾶσαν ἀφ’ ἡμῶν, τῇ σῇ χάριτι Μάρτυς διάλυσον.
Κυρίῳ, τῷ Βασιλεῖ τῶν αἰώνων, νυμφευθεῖσα Ἀθληφόρε Κυράννα, ταῖς πρὸς Αὐτόν, ἱκεσίαις σου Μάρτυς, τοῦ οὐρανίου νυμφῶνος ἀξίωσον, τους μεγαλύνοντας σεμνή, τοὺς στεῤῥοὺς καὶ ἁγίους ἀγῶνάς σου.
Ὑψόθεν, μὴ διαλίπῃς Κυράννα, ἐποπτεύουσα τοὺς πίστει τελείᾳ, τῷ σῷ ἁγίῳ ναῷ προσιόντας, καὶ πλήρου τούτων ἀεὶ τὰ συστήματα, ὡς δεδεγμένη εκ Θεοῦ, τῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.
Θεοτοκίον.
Ῥυσθῆναι, τῶν πονηρῶν βουλευμάτων, καὶ ποικίλων συστροφῶν τοῦ Βελίαρ, ενίσχυσόν με τῇ Σῇ δυναστείᾳ, Θεογεννῆτορ Παρθένε Πανάμωμε, καὶ δίδου μοι ἰσχὺν πατεῖν, τῆς αὐτοῦ πανουργίας τὰ ἔνεδρα.
Διάσωσον, Παρθενομάρτυς Κυράννα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε...

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Παρθενομάρτυς Κυράννα πανάθλιε, νύμφη Χριστοῦ ἀληθῶς καλλιπάρθενε, τοὺς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχοντας, παντοίων νόσων καὶ θλίψεων λύτρωσαι, καὶ δίδου ἡμῖν χαρὰν ἄληκτον.






Προκείμενον: Ὑπομένω ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον. Κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν δέκα παρθένοι, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί· αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, ουκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον. Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτός, κραυγὴ γέγονε· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε, ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραί, ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ υμῖν, πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ, εἰς τους γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ αποκριθείς, εἶπεν· Ἀμὴν λέγω υμῖν, ουκ οἶδας ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἥνυσας στεῤῥότατα, τὸ τῆς ἀθλήσεως σκάμμα, καὶ ὡς θῦμα ἄμωμον, προσηνέχθης πάνσεμνε τῷ νυμφίῳ σου, ᾧ ἀεὶ πρέσβευε, Κυράννα θεόφρον, τῶν ἐν βίῳ περιστάσεων, ἀτρώτους σώζεσθαι, τοὺς εἰλικρινῶς σὲ γεραίροντας, ὑγείαν τε καὶ ἴασιν, πᾶσι τοῖς παισὶ καὶ νηπίοις τε, ἅμα καὶ ἐφήβοις, διδόναι καὶ μητράσι ταῖς αὐτῶν, χαρὰν ὁρᾷν τῇ σῇ χάριτι, ταῦτα ἀναθάλλοντα.










ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Αἰωρήσεις ὑπέστης, καὶ πικρὰς ἀλγηδόνας Χριστοῦ τῷ ἔρωτι, διὸ ἡμῶν τὰς θλίψεις, καὶ τὰς πικρὰς ὀδύνας, εἰς χαρὰν ἀναφαίρετον, Κυράννα θαυματουργέ, μετάβαλε λιταῖς σου.
Ναὸν θεῖον ἡ Ὄσσα, ἡ πατρίς σου Ἁγία σοὶ ἐδομήσατο, ἐν ᾧ ὡς ἐν λιμένι, ἀκλύστῳ προσιόντες, τῆς γαλήνης τῆς κρείττονος, ἐπισκιάσει τῇ σῇ, πληρούμεθα Κυράννα.
Νέους παῖδας Ἁγία, πάσης βλάβης λυτροῦσαι ἅμα καὶ νήπια, καὶ νέμεις εὐρωστίαν, εἰς πᾶσαν ἡλικίαν, καὶ ζωῆς ἀνθηρότητα, διὸ τὴν χάριν τὴν σήν, κηρύττομεν εὐσήμως.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, θεράπευσον τὸ ἄλγος, ψυχῆς μου τῆς ἀθλίας, καὶ φωτί με καταύγασον, τοῦ προελθόντος ἐκ σοῦ, βροτῶν εἰς σωτηρίαν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γαλήνην δίδου, καὶ ἀληθῆ εὐπραγίαν, τῇ πατρίδι σου Κυράννα μακαρία, τῇ σὲ κτησαμένη, θεόθεν πολιοῦχον.
Ἔχοντες Μάρτυς, τὴν σὴν ἁγίαν Εἰκόνα, ἀναβλύζουσαν τὴν θεϊκήν σου χάριν, ταύτῃ πάσῃ θλίψει, προσφεύγομεν Κυράννα.
Ῥείθροις ἀΰλοις, τῶν πρεσβειῶν σου Ἁγία, τῶν παθῶν ἡμῶν τὴν πικρὰν σβέσον φλόγα, εὐφροσύνης δρόσον, παρέχουσα τῆς θείας.

Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ σωτηρία ἀνθρώπων, Ἀειπάρθενε δεδοξασμένη Κόρη, ῥῦσαι τὴν ψυχήν μου, παθῶν τῆς ἀδοξίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, καθωραϊσμένη, φθοροποιῶν παθημάτων ἀπάλλαξον, τοὺς σὲ τιμῶντας Κυράννα καὶ μεγαλύνοντας.
Ἰάτρευσον Ἁγία, τοὺς ἀλγυνομένους, ἐν ἀλγηδόσι καὶ πόνοις καὶ πάθεσιν, ὡς ἐκ Θεοῦ δεδεγμένη χάριν ἐξαίρετον.
Μαρτύρων τῇ εὐκλείᾳ, ἀγλαϊζομένη, τὰς καθ’ ἡμῶν ἐπιθέσεις του δράκοντος, μαρτυρικῇ σου πρεσβείᾳ Μάρτυς ἀπότρεπε.
Ὁλόφωτον παστάδα, Μάρτυς κατοικοῦσα, φωτιστικαῖς σου πρεσβείαις διάλυσον, τὴν ἐπελθοῦσαν ὀμίχλην ἐν τῇ καρδίᾳ μου.
Θεοτοκίον.
Ὑψίστου ὤφθης θρόνος, Κεχαριτωμένη, τοῦτον κρατοῦσα ἀγκάλαις ὡς νήπιον, ω τὴν ζωήν μου κατεύθυνον ἱκετεύω Σε.

Ἄξιόν ἐστι... καὶ τὰ μεγαλυνάρια.
Χαίροις Ὄσσης βλάστημα ἱερόν, Κυράννα θεόφρον, νύμφη ἄμωμε τοῦ Χριστοῦ, ᾧ καὶ προσαχθεῖσα, ἀγῶσι μαρτυρίου, μαρτυρικῆς εὐκλείας ὤφθης συμμέτοχος.
Ἔχουσα ἁγνείας τὸν θησαυρόν, ἐν τῇ σῇ καρδίᾳ, τοῦτον ἄσυλον τῷ Χριστῷ, ἤγαγες Ἁγία, καὶ ἤσχυνας εἰς τέλος, ἐχθροῦ τοῦ παλαιμναίου δεινὰ βουλεύματα.
Ἔστης ἐν τῇ πέτρᾳ τῇ ἀῤῥαγεῖ, ἀκλόνητος Μάρτυς, ἐν τῇ πνεύσει τῶν δυσχερῶν, τῆς ὁμολογίας, Χριστοῦ τῆς παναγίας, καὶ ἤθλησας Κυράννα στεῤῥῷ φρονήματι.
Ἤνεγκας ῥαβδίσματα χαλεπά, εἱρκτῆς τὰς κακώσεις, αἰωρήσεις τε τὰς πικράς, καὶ Χριστὸν ἐν ἄθλοις, δοξάσασα αγίοις, λαμπρῶς ἐμεγαλύνθης, Κυράννα ἔνδοξε.
Φέγγει οὐρανίῳ καταλαμφέν, τὸ σῶμά σου Μάρτυς, μετὰ τέλος τὸ ἱερόν, θείᾳ εὐωδίᾳ, ἐξεπληξε Κυράννα, πιστούς τε καὶ ἀπίστους, τοὺς ταῦτα βλέποντας.
Σκέπε τὴν πατρίδα σου ὦ σεμνή, ἐκ πάσης ἀνάγκης, τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, καὶ τοῖς σὲ τιμῶσι, δίδου ἀεὶ Κυράννα, τας δωρεὰς τῆς θείας σου Μάρτυς χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μάρτυς, καλλιπάρθενε Χριστοῦ, Παρθενομαρτύρων τὸ κλέος, Κυράννα ἔνδοξε, πάῤῥησίαν ἔχουσα, πρὸς τὸν Νυμφίον σου, ἐκτενῶς καθικέτευε, ῥυσθῆναι κινδύνων, καὶ παντοίων θλίψεων, καὶ πειρασμῶν χαλεπῶν, πάντας, τοὺς πιστῶς προσιόντας, τῷ σεπτῷ καὶ θείῳ ναῷ σου, καὶ τὴν ἄθλησίν σου μακαρίζοντας.
Τὴν πᾶσαν ἐλπίδα μου...
Δέσποινα πρόσδεξαι...
Δι’ εὐχῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου