Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 9. ΑΓΙΑ ΝΕΟΜΑΡΤΥΣ ΠΑΡΘΕΝΑ ΕΔΕΣΣΑΙΑ ΑΚΟΛΟΥΘΙΑ


Τῌ Θ΄ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ  ΠΑΡΘΕΝΑΣ ΕΔΕΣΣΑΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΠΟΙΗΘΕΙΣΑ ΥΠΟ ΜΟΝΑΧΟΥ ΓΕΡΑΣΙΜΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

    Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τῆς Ἁγίας. Ἦχος δ'. Ὡς Γενναῖον ἐν Μάρτυσι.
Ὡς παρθένον θεόφρονα, καὶ Μαρτύρων ὁμόζηλον, συνελθόντες σήμερον εὐφημοῦμέν σε, τῶν Ἐδεσσαίων συστήματα, Παρθένα φερώνυμε ὡς γὰρ θῦμα καθαρόν, προσηνέχθης ἀθλήσασα, τῷ Παντάνακτι, καὶ ἡγίασας ἄθλοις σου ἁγίοις, Ἔδεσσαν τὴν σὴν πατρίδα, λαμπρῶς τελοῦσαν τὴν μνήμην σου.

Τὴν ἀγάπην τὴν ἔνθεον, καὶ ψυχῆς τὴν εὐγένειαν, τῇ σῇ ὑπεμφαίνουσα καρτερότητι, τοῖς τοῦ πατρός σου βουλεύμασιν, ἀνδρείως ἀντέταξας, καὶ τὸν τύραννον ἐχθρόν, τῇ ἀτρέπτῳ ἐνστάσει σου, ἐταπείνωσας· διὰ τοῦτο Μαρτύρων τῷ στεφάνῳ, ὡς ἀθλήσασα νομίμως, Μάρτυς, Παρθένα κεκόσμησαι.

Παρθενίας τῇ χάριτι, καὶ τῷ ζήλῳ τῆς πίστεως σθενουμένη πάνσεμνε θείῳ Πνεύματι, τὴν πατρικὴν ἀθεότητα, καὶ γνώμην τὴν βάρβαρον, κατεπάτησας στεῤῥῶς, καὶ βασάνων δριμύτητα, ὡς ἀσώματος, Ἀθληφόρε Παρθένα καθυπέστης, καὶ τὸν θάνατον ἀνδρείως, ὑπὲρ Χριστοῦ τοῦ νυμφίου σου.

Οὐ τυράννων ἡ δύναμις, οὔτε ἄνθος νεότητος, οὐ πεῖρα κολάσεων καλλιπάρθενε, οὔτε τοῦ σώματος γύμνωσις, οὐ βίαιος θάνατος, τῆς ἀγάπης τοῦ Χριστοῦ, ἀποστῆσαί σε ἴσχυσαν, ἀλλ’ ὡς ἄσαρκος, εὐσεβείας ἠγώνισαι τὸ σκάμμα, καὶ ἀξίως ἐδοξάσθης, παρὰ Χριστοῦ Παρθενώνυμε.

Ἐδεσσαίων ἀγλάϊσμα, Ἐκκλησίας ὡράϊσμα, τῶν παρθένων ἔνθεον ἐγκαλλώπισμα, Μαρτύρων ἄνθος πανεύοσμον, ἁγνείας θησαύρισμα, καὶ ἑδραίωμα πιστῶν, ἐξαιρέτως Ἑλλήνων δέ, μέγα καύχημα, ὡς ἀθλήσασα χρόνοις τῆς δουλείας, ἀνεδείχθης ἐν Κυρίῳ, Παρθένα Μάρτυς πολύαθλε.

Τοῖς τιμίοις ἀγῶσί σου, καὶ αἱμάτων τοῖς ῥεύμασιν, ἡ πατρίς σου Ἔδεσσα καλλωπίζεται, καὶ στηριγμόν σε κατέχουσα, οὐδόλως σαλεύεται, ἐχθρικαῖς ἐπιβουλαῖς, καὶ δειναῖς περιστάσεσιν, ἀλλὰ πάντοτε, τῇ θερμῇ σου πρεσβείᾳ καταφεύγει, καὶ λυτροῦται πάσης βλάβης τῇ ἀντιλήψει σου πάνσεμνε.

Δόξα. Ἦχος δ'.
Τῆς εὐσεβείας τὸν θησαυρόν, ἀσφαλῶς φυλάττουσα, τὴν κατὰ σοῦ βουλὴν τοῦ ἀλάστορος, ἠκύρωσας πάνσεμνε, τῇ ψυχικῇ ἀνδρείᾳ, καὶ οὐρανίῳ φρονήματι· τὴν γὰρ ἀσθένειαν τοῦ θήλεος, παρ' οὐδὲν ἡγησαμένη, γνώμην ἔμφρονα ἐπεδείξω, καὶ στάσιν ἄτρεπτον, ἐν τῇ ἐπαγωγῇ τῶν δεινῶν καὶ μαρτυρικὴν ζηλώσασα ἀρετήν, πρὸς τὴν ἁμαρτίαν, μέχρις αἵματος ἀντικατέστης, τὸν κάλλιστον ἀγῶνα, ἀθλητικῶς τελέσασα. Ἀλλ' ὦ Παρθενομάρτυς Παρθένα, ἐν τῷ νυμφῶνι τῆς χαρᾶς χορεύουσα, πρέσβευε Χριστῷ τῷ νυμφίῳ σου, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Ὁ αὐτὸς. Τῆς Ἑορτῆς.
Δεῦτε μιμησώμεθα τὰς φρονίμους, Παρθένους, δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ, ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην. Ὁ Ἰορδάνης ἰδών σε, ἔπτηξε καὶ ἔμεινεν. Ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατῆσαι κορυφῆς ἀθανάτου. Τὸ Πνεῦμα κατήρχετο ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα· καὶ φωνὴ οὐρανόθεν· Οὗτος ἐστὶν ὁ Υἱός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων. Κύριε δόξα σοι.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτός Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.




Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.








Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α'.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πόλις Ἔδεσσα, ὡς μήτηρ καλλίτεκνος, χορεύουσα τῷ πνεύματι· ἐκ σοῦ γὰρ ἀνεβλάστησεν, ἡ φερώνυμος Παρθένος, τῆς παρθενίας τὸ ἄνθος, καὶ τῆς εὐσεβείας τὴν εὐωδίαν, τῇ Ἐκκλησίᾳ διέπνευσεν· ἀθλητικῶς γὰρ ἠγωνίσατο, ὡς παρθένος ἐκλεκτή, καὶ τρόπαιον νίκης ἤγειρε, κατὰ τῶν ἀντιπάλων ἐχθρῶν· ὅθεν τοῦ σοῦ τέκνου συνορῶσα τὴν δόξαν, τῷ Ἀθλοθέτῃ Σωτῆρι βόησον· Κύριε δόξα σοι.

Ἦχος γ'.
Ἐν τῇ πέτρᾳ τῆς πίστεως, τὴν ψυχὴν ἐρείσασα, ἀκλόνητος διέμεινας, τῶν ἐναντίων ταῖς προσβολαῖς· ὅθεν εὐθαρσῶς ἐβόας, τῷ διώκτῃ πατρί· Οὐ πτοοῦμαί σου τὰς ἀπειλάς, οὐ τιμωρίας τὰς σκληράς, οὐδὲ θανάτου τὴν ψῆφον, ἀλλὰ προθύμως ὑπὲρ Χριστοῦ σφαγιάζομαι, τοῦ ἐπαγγειλαμένου διδόναι, τοῖς πειθαρχοῦσιν αὐτῷ, ζωὴν τὴν αἰώνιον. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Παρθενομάρτυς Παρθένα ἔνδοξε.

Ἦχος δ'.
Τοῖς ἀθλητικοῖς σου πόνοις, πολλῷ πλεῖον ἐλάμπρυνας, τῆς παρθενίας τὸ κάλλος, Παρθένα θεόνυμφε· πατρῴαις γὰρ χερσί, πολλῶν βασάνων πεῖραν λαβοῦσα, ὡς χρυσὸς ἐν χωνευτηρίῳ ἐδοκιμάσθης, καὶ ὑπὲρ ἥλιον ἔλαμψεν ἡ καρτερία σου, ἐν καιρῷ τῶν ἀγώνων· καὶ τῶν μὲν ἀπίστων τὰς ὄψεις ἠμαύρωσε, τῶν δὲ πιστῶν τὰς καρδίας ἐθέρμανε, πρὸς θείαν ἀγάπην, καὶ ὑπομονὴν σταθηράν, ἐν τῇ ἐλπίδι τῶν ἀποκειμένων βραβείων· ἃ παρέξει Χριστὸς ὁ Θεός, τοῖς βοῶσιν αὐτῷ· Κύριε δόξα σοι.

Δόξα. Ἦχος β'.
Τὴν τοῦ πατρὸς βδελυξαμένην ἀσέβειαν, τὸ ὑπὲρ, Χριστοῦ μαρτύριον, προθύμως ἀνεδέξω, Παρθένα πανεύφημε· ἐν ἁπαλῷ γὰρ σώματι, ἀθλητικοὺς ἀνύσασα ἀγῶνας, ἀθλητικῶν ἐπάθλων ἠξίωσαι, ὡς φρονίμη παρθένος, καὶ μάρτυς ἀνδρεία, παρὰ τοῦ πάντων Θεοῦ. Ὅθεν Ἐδεσσαίων παῖδες, τοῖς σοῖς σκάμμασι σεμνύνονται, καὶ σὲ προστάτιν ἕτοιμον, ἀεὶ ἐπιγράφονται, οὓς φύλαττε δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων· ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ἐδουλώθη χαλεπῶς, Ἔδεσσα σεμνὴ ἡ πατρίς σου, Ἀγαρηνῶν ταῖς χερσί, τότε ὡς πολύφωτος λαμπὰς ἀνέλαμψας, μαρτυρίου παλαίσμασι, Παρθένα θεόφρον, καὶ λαμπρῶς ἐφαίδρυνας, τὰς των Ἑλλήνων ψυχάς, φέρειν τῆς δουλείας τὴν νύκτα, καὶ Χριστῷ ἀεὶ ἀτενίζειν, τῷ πιστοῖς παρέχοντι τὴν δύναμιν.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Ὅτε ὁ γεννήτωρ σου σεμνή, γνώμῃ θηριώδει σὲ εἷλκε, πρὸς ἀπωλείας βυθόν, τότε τούτου ἤλεγξας τὴν ἀθεότητα, καὶ γενναίως, ὑπέμεινας, σκληρὰς τιμωρίας, καὶ θάνατον ἄδικον, ὑπὲρ τῆς δόξης Χριστοῦ· ὅθεν οὐρανίων θαλάμων, καὶ τῆς τῶν Μαρτύρων εὐκλείας, ἔνδοξε Παρθένα κατηξίωσαι.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Χαίροις Ἐδεσσαίων καλλονή, καὶ καταφυγὴ ἐν ἀνάγκαις, καὶ βοηθὸς ἀληθής· χαῖρε νύμφη ἄφθορε, τοῦ Ζωοδότου Χριστοῦ, Ἀθληφόρων καλλώπισμα, παρθένων ἡ δόξα, Ὀρθοδόξου πίστεως, ἔρεισμα ἄσειστον· χαίροις καλλιμάρτυς Παρθένα, ἡ τὸν πολυμήχανον ὄφιν, ἄθλοις κρατεροῖς σου θριαμβεύσασα.

Δόξα. Ἦχος πλ. δ'.
Μαρτυρικῶς ἀριστεύσασα, τῶν πάλαι Μαρτύρων τοὺς ἄθλους, ἐν σεαυτῇ ἀνεζωγράφησας πάνσεμνε· οὐ γὰρ ἔφριξας τυραννικὴν θρασύτητα, οὐκ ἐφείσω τοῦ ἁπαλοῦ σου σώματος, δαπανωμένου τοῖς αἰκισμοῖς, ἀλλ' ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, πάντων περιεγένου, καὶ δι' αἵματος ἐτέλεσας, τῆς ἀθλήσεως τὸ στάδιον. Καὶ νῦν Μαρτύρων δήμοις συνοῦσα, Παρθενομάρτυς πολύαθλε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Σήμερον ἡ κτίσις φωτίζεται, σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια, Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει Κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.



Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Θεῖον βλάστημα, Ἐδέσσης ὤφθης, καὶ ἰσότιμος, κλεινῶν Μαρτύρων, Ἀθληφόρε Παρθένα φερώνυμε· τοῦ γὰρ πατρὸς τὴν κακίαν ἐλέγξασα, ὑπὲρ Χριστοῦ θεοφρόνως ἐνήθλησας· ὅθεν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε..

































ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α' στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Τὴν μνήμην σου σεμνή, ὁ λαὸς τῆς Ἐδέσσης, γεραίρει εὐλαβῶς, καὶ τιμᾷ τοὺς σοὺς ἄθλους· προστάτιν γάρ σε κέκτηται, ὡς νομίμως ἀθλήσασαν. Ὅθεν πρέσβευε, Παρθενομάρτυς Παρθένα, πάσης ῥύεσθαι, ἡμᾶς ἀνάγκης καὶ βλάβης, ἐχθροῦ πολεμήτορος.
Τῆς Ἑορτῆς, ὅμοιον.
Ἐν ῥείθροις ποταμοῦ, Ἰορδάνου Οἰκτίρμον, θελήσει βαπτισθείς, ὁ ἀμόλυντος φύσει, τὸν ῥύπον ἀπεκάθηρας, τοῦ Ἀδὰμ ὡς φιλάνθρωπος. Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμπομεν, τῇ σῇ χρηστότητι Σῶτερ, δι' ἧς κόσμον ἔσωσας,

Μετὰ τὴν β' στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἀδούλωτος ἔμεινας, κατὰ ψυχὴν ὦ σεμνή, ἡνίκα δεδούλωται, ἡ σὴ πατρὶς τῷ ἐχθρῷ, καὶ χαίρουσα ἤθλησας· ὅθεν τῶν κλονουμένων, στηριγμὸς ἀνεδείχθης, πᾶσιν ἐλευθερίας, ἐντιθεῖσα ἐλπίδα, Παρθένα δεδοξασμένη, τοῖς σὲ μακαρίζουσι.
Τῆς Ἑορτῆς, ὅμοιον.
Ἐν ῥείθροις ἐπέφανας, τοῦ Ἰορδάνου Χριστέ, χειρὶ δὲ βεβάπτισαι, τοῦ Ἰωάννου ἑκών, ἐλέους ἡ ἄβυσσος· ὅθεν τῇ σῇ βαπτίσει, λαμπρυνθέντες Οἰκτίρμον, τῆς πάλαι υἱοθεσίας, ἠξιώθημεν Σῶτερ· διό σου τὴν ἐπιφάνειαν, πίστει δοξάζομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τὴν ἀμώμητον πίστιν στεῤῥῶς φυλάττουσα, τοῦ πατρός σου τὸ ἄθεον ἐστηλίτευσας, καὶ καθεῖλες τῶν ἐχθρῶν σεμνὴ τὸ φρύαγμα· ῥαβδισμοὺς γὰρ χαλεπούς, καὶ στρεβλώσεις τὰς δεινάς, ἐνέγκασα ἀνενδότως, μαρτυρικῶς ἐδοξάσθης, Παρθένα μάρτυς ἀξιάγαστε.
Τῆς Ἑορτῆς, ὅμοιον.
Ἰορδάνου τοῖς ῥείθροις ἐπέστης Κύριε, καὶ σαρκὶ ἐβαπτίσθης ὁ ἀναμάρτητος, καὶ ἀπέπλυνας ἡμᾶς τοῦ πάλαι πτώματος. Ὅθεν μεθέορτον πιστῶς, ὕμνον ᾄδομεν Χριστέ, τῇ θείᾳ σου εὐσπλαγχνίᾳ· Εὐλογητὸς εἶ βοῶντες, ὁ ἀναπλάσας ἡμᾶς Κύριε.






Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου
Προκείμενον. Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Εὐαγγέλιον τοῦ Ὄρθρου τοῦ Ἁγίου Γεωργίου.
Ο Ν'.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου... Ἰδιόμελον. Ἦχος πλ. β'.
Τὸ πῦρ τὸ νοερόν, τῆς τοῦ Κυρίου ἀγάπης, τὴν ψυχήν σου ἀναφλέξαν, λαμπάδα φαεινήν, τοῖς Ἐδεσσηνοῖς σε ἀνέδειξε, Παρθένα θεόφρον· τοῦ γὰρ ἐχθροῦ τὴν ὀφρὺν κατηγωνίσω, καὶ τὴν ζωὴν προθύμως ἔθυσας, ὑπὲρ τῆς πατρῴας πίστεως· ὅθεν ἀεὶ προΐστασο, τῶν τελούντων τὴν μνήμην σου, καὶ τὴν σὴν μακαριζόντων ἄθλησιν.

Εἷτα οἱ Κανόνες, τῆς Ἑορτῆς καὶ τῆς Ἁγίας.
Ο Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Ἐδέσσης δόξα Παρθένα πέλεις. Γερασίμου.
ᾨδὴ α'. Ἦχος β'. Δεῦτε λαοί.
Ἔχεις πολλήν, ὡς ἀθληφόρος ἀήττητος, τὴν παῤῥησίαν πάνσεμνε, πρὸς τὸν νυμφίον σου· διὰ τοῦτο δυσώπει, δοθῆναί μοι Παρθένα, λόγον ὑμνοῦντί σε.
Δῶρον Χριστῷ, τὴν παρθενίαν σου πάνσεμνε, καὶ σεπτήν σου ἄθλησιν, πίστει προσήγαγες, ἀθλήσασα νομίμως, καὶ τὸν ἐχθρὸν Παρθένα, καταπαλαίσασα.
Ἔργοις φωτός, καὶ τρόποις θείοις καὶ ἤθεσιν, ἁγνείας διαπρέπουσα, ὡς καλλιπάρθενος, τὴν ἁγίαν ζωήν σου, ἀθλητικοῖς ἀγῶσι, Μάρτυς ἐσφράγισας.
Θεοτοκίον.
Σάρκα ἐκ σοῦ, ἔννουν καὶ ἔμψυχον Ἄχραντε, δίχα τροπῆς καὶ φύσεως, ὁ Λόγος ἔλαβε, καὶ τῷ κόσμῳ ὡράθη, παρέχων σωτηρίαν, τοῖς σὲ δοξάζουσι.
Καταβασία. Βυθοῦ ἀνεκάλυψε πυθμένα.








ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Συνέσει κοσμουμένη καὶ εὐσεβείᾳ, κατῄσχυνας πατρός σου τὴν ἀλογίαν, καὶ τούτου τὴν ἀσέβειαν ἐβδελύξω. Οὐκ ἔστιν ἅγιος, Χριστῷ κραυγάζουσα, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ἡ Ἔδεσσα καυχᾶται τοῖς σοῖς σπαργάνοις, καὶ χαίρει τοῖς σοῖς ἄθλοις χαρὰν μεγάλην, ὁρῶσά σου τὴν νίκην ὦ Νεομάρτυς, ἥν ἦρας πάνσεμνε, κατὰ τοῦ δράκοντος, ἁπαλῷ ἐν σώματι, ἀριστεύσασα.
Στεῤῥότητι καρδίας καθυπομένεις, μαστίγων τὰς ὀδύνας καὶ τὰς κακώσεις, γυμνὴ δὲ συρομένη χειμῶνος ὥρᾳ, τὸ πῦρ τῆς πίστεως, ὅ ἔνδον ἔφερες, ἅπασιν ὑπέφηνας, παρθενώνυμε.
Θεοτοκίον.
Δοχεῖον τῆς ἀστέκτου θείας οὐσίας, ὡς πάναγνος καὶ μόνη κεκαθαρμένη, ἐγένου, Θεοτόκε, δεδοξασμένη, καὶ κόσμῳ τέτοκας, Χριστὸν τὸν Κύριον, πρὸς τὴν πρώτην εὔκλειαν, ἡμᾶς ἀνάγοντα.
Καταβασία. Ἰσχὺν ὁ διδούς.

Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.
Τῆς σῆς ἀθλήσεως, τὰ κατορθώματα, ἡ πόλις Ἔδεσσα, πάλαι ἐθαύμασε, Παρθενομάρτυς τοῦ Χριστοῦ, Παρθένα ἠγλαϊσμένη· ὤρᾳ γὰρ νεότητος, ἠγωνίσω ὡς ἄσαρκος, καὶ πατρὸς τὸ ἄθεον, καὶ τυράννων ὠμότητα, οὐδόλως ἐπτοήθης θεόφρον· διὸ γεραίρομεν τὴν μνήμην σου.
Τῆς Ἑορτῆς, ὅμοιον.
Σάρκα ἐνδέδυσαι, ὁ Ὑπερούσιος, δι' ἀγαθότητα, μόνε Φιλάνθρωπε, καὶ Ἰωάννου τῇ χειρί, τὸ βάπτισμα κατεδέξω, δι’ οὗ ἀπεκάθηρας, τοῦ Ἀδὰμ τὸ παράπτωμα, καὶ τῆς ζωῆς ἠξίωσας, ἀνωλέθρου καὶ κρείττονος, τοὺς πίστει ἀνυμνοῦντας Οἰκτίρμον, τὴν σὴν ἁγίαν ἐπιφάνειαν.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε, τὴν ἀκοήν.
Οἱ κρουνοὶ τῶν αἱμάτων σου, τῶν ἐκ τῆς Ἄγαρ κατέκλυσαν τὸ θράσος, καὶ πιστῶν Παρθένα, ψυχὰς ἐδρόσισαν.
Ξενωθεῖσα ἐν χάριτι, τῆς δυσσεβοῦς πατρός σου κοινωνίας, Χριστῷ ᾠκειώθης, πίστει ἀθλήσασα.
Ἀνημέρως συγκόπτων σε, ἐν τοῖς δαρμοῖς ὁ δυσσεβὴς πατήρ σου, Χριστοῦ σε χωρίσαι οὐδόλως ἴσχυσε.
Πατρικὴν ἀθεότητα, καὶ τὴν ὀφρὺν Ἀγαρηνῶν Παρθένα, πίστεως ῥώμῃ, καταπεπάτηκας.
Θεοτοκίον.
Ἀποῤῥήτως κυήσασα, τὸν Ποιητὴν τῆς κτίσεως Παρθένε, πάντων ἀνωτέρα, κτισμάτων πέφηνας.
Καταβασία. Ἀκήκοα Κύριε φωνῆς σου.
ᾨδὴ ε'. Τῆς νυκτὸς διελθούσης.
Ῥωμαλέᾳ καρδίᾳ, ἤνεγκας ὡς ἀδάμας, τὰς πικρὰς στρεβλώσεις τοῦ σώματος, καὶ τὰς στρέβλας Παρθένα, ἤμβλυνας τῶν ἀνόμων, τῇ ἀντιτυπίᾳ τῶν πόνων σου.
Θαλπομένη ἀΰλως, θέρμῃ τοῦ Παρακλήτου, ψῦχος τὸ δριμὺ ἐκαρτέρησας, συρομένη Παρθένα, γυμνὴ ὑπ' ἀνόμων, ὥρᾳ χειμερίῳ πανθαύμαστε.
Εν τρισὶ ταῖς ἡμέραις, πεῖραν πικρῶν βασάνων, ἔλαβες Παρθένα τῷ σώματι, ὡς πιστῶς σεβομένη Τριάδα τὴν ἁγίαν, τὴν περιφανῶς σε δοξάσασαν.
Θεοτοκίον.
Νέον ἔτεκες βρέφος, τὸν πρὸ πάντων αἰώνων, ἐπ' ἀνακαινίσει τῆς φύσεως· διό με παλαιωθέντα, πάθεσι κακίας, καινοποίησόν με Πανάχραντε.
Καταβασία. Ἰησοῦς ὁ ζωῆς ἀρχηγός.

ᾨδὴ στ'. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἀσεβήσας πατήρ σου ὁ δείλαιος, σὲ πρὸς πλάνην ἄθεσμον βιαίως ὤτρυνεν, ἀλλὰ τῇ σῇ νενίκηται, ἀηττήτῳ Παρθένα στεῤῥότητι.
Παρθενίας τὸ κάλλος τὸ πάντιμον, τοῖς μαρτυρικοῖς σου φαιδρύνασα στίγμασι, νύμφη Χριστοῦ περίδοξος, ἀνεδείχθης Παρθένα πανθαύμαστε.
Ἐδεσσαίων ἀγλάϊσμα πέφηνας, καὶ τῶν Ἀθλοφόρων τῶν πάλαι ἐκτύπωμα, περιφανῶς ἀθλήσασα, ἐν ὑστέροις καιροῖς καλλιπάρθενε.
Θεοτοκίον.
Λυτρωθέντες ἀρᾶς τοῦ Προπάτορος, ἐν τῇ ὑπὲρ φύσιν σου κυήσει Ἄχραντε, τὸ χαῖρέ σοι κραυγάζομεν, τῇ πρεσβείᾳ σου Κόρη σῳζόμενοι.
Καταβασία. Ἡ φωνὴ τοῦ Λόγου.

Κοντάκιον. Ἦχος γ'. Ἡ παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῶν Ἐδεσσαίων ἡ πόλις, τὴν ἁγίαν μνήμην σου, Παρθενομάρτυς Παρθένα· χαίρει γάρ, πιστῶς σε θρέψασα ἐν Κυρίῳ, μέλπουσα, τοῦ μαρτυρίου σου τοὺς ἀγῶνας, οὓς διήνυσας ἀνδρείως, ὑπὲρ τῆς δόξης Χριστοῦ πανεύφημε.
Ὁ Οἶκος.
Ὅλον τὸν πόθον σου σεμνή ἀνέτεινας Κυρίῳ, καὶ τούτῳ βίον καθαρόν, καρποφορεῖς παρθενικῶς, Παρθένα μακαρία· ὅθεν ἐν τῇ ἐπαγωγῇ τῶν δεινῶν, καὶ τῇ καταιγίδι τῶν πειρασμῶν, ἀκατάπληκτον ἐπεδείξω φρόνημα, καὶ ἀκλόνητος κατὰ ψυχὴν ἔμεινας· τοῦ γὰρ ἐξομόσαντος πατρός σου, τὴν θηριώδη γνώμην οὐκ ἐπτοήθης, ἀλλ' ἐν ἀπτοήτῳ παῤῥησίᾳ, καὶ ἀτρέπτῳ λογισμῷ, μαστιγώσεις ὀδυνηράς, καὶ τῶν Ἀγαρηνῶν τὰς ἀπειλάς, καὶ τιμωρίας καὶ στρεβλώσεις χαλεπάς, ὡς οὐδὲν ἐλογίσω· ἀνδρείως γὰρ διήνυσας τὸ μαρτύριον, ὑπὲρ τῆς δόξης Χριστοῦ πανεύφημε.

Συναξάριον.
Τῇ θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Παρθένας τῆς Ἐδεσσαίας, ἀθλησάσης, ἐν Ἐδέσσῃ κατὰ τὸ ἔτος 1375.
Πατρός σου μὴ πτήξασα θηριωδίαν
Χριστοῦ χάριν ἤθλησας στεῤῥῶς Παρθένα
Ἐνάτῃ μόρον Παρθένα ταληνεγῆ εὐτόλμως φέρει.
Αὕτη ἡ Ἁγία καὶ πολύαθλος Παρθενομάρτυς τοῦ Χριστοῦ Παρθένα, ἡ τῆς παρθενίας ἐπώνυμος, κατάγεται ἐκ τῆς πόλεως Ἐδέσσης, τῆς οὔσης ἐν τῇ Ἑλληνικῇ Μακεδονίᾳ, γεννηθεῖσα κατὰ τὸν δέκατον τέταρτον αἰῶνα. Κατὰ τὸ παρθενικόν της ὄνομα εἶχε καὶ τὴν ζωήν, πολιτευομένη σεμνῶς, ὡς καλλιπάρθενος κόρη, καὶ κοσμουμένη ἐν χρηστότητι χρυσέων ἠθῶν καὶ ἁγίων, καὶ ἀμέμπτοις τρόποις, καὶ καθαρότητι χριστιανικῆς ἀγωγῆς, καὶ τοῖς λοιποῖς προτερήμασι τῆς Ὀρθοδόξου καὶ ἀμωμήτου ἡμῶν πίστεως. Κατὰ τὸ ἔτος 1375 ἐπολιορκήθη ἡ πατρὶς αὐτῆς Ἔδεσσα ὑπὸ τῶν Μωαμεθανῶν Τούρκων, οἱ δὲ κάτοικοι ἀντέταξαν κρατερὰν ἄμυναν, ἐνισχυόμενοι καὶ ἐνθαῤῥυνόμενοι πρὸς τοῦτο ὑπὸ τοῦ ἱερομονάχου Σεραφείμ, ἐφημερίου ὄντος τοῦ μέχρι νῦν σῳζομένου Μητροπολιτικοῦ ναοῦ, τιμωμένου ἐπ' ὀνόματι τῆς Κοιμήσεως τῆς Θεοτόκου. ᾽Επὶ ὀκτὼ καί πλέον μῆνας διήρκει ἡ σθεναρὰ ἅμυνα καὶ ἀντίστασις τῆς πόλεως. Ὁ ἐχθρός, ὅστις ἦτο ἄριστα ἐφωδιασμένος καὶ πολυάριθμος, ἀπέκαμε, καί, ὡς φαίνεται, ἡτοιμάζετο νὰ λύση τὴν πολιορκίαν τῆς πόλεως. Ἀλλὰ κατὰ τὴν τελευταίαν στιγμήν, εἷς ἐκ τῶν προκρίτων τῆς πόλεως, Πέτρος ὀνομαζόμενος, ὅστις εἶναι ὁ πατὴρ τῆς καλλιπαρθένου Παρθένας, (Κὲλλ Πέτρον, ἤτοι Κασιδιάρην Πέτρον διέσωσε τὸ ὄνομά του ἡ παράδοσις), πληρωθεὶς πλουσίως ὑπὸ τοῦ πολιορκητοῦ Πασᾶ τῶν Τούρκων, προέδωκε τὴν πόλιν εἰς χεῖρας αὐτῶν, ἐκ τοῦ νοτιοανατολικοῦ μέρους, ἔνθα αὐτὸς ἐφρούρει, καὶ ὅπου ἐκυριάρχει μία ἐκ τῶν κυριωτέρων ἐπάλξεων τῆς πόλεως. Σήμερον τὸ σημεῖον ἐκεῖνο εἶναι περίπου τὸ σημερινὸν Κιουπρί, κάτωθι τοῦ ὁποίου ρέει ὁ ποταμός, ὁ προερχόμενος ἐκ τῆς Ἄγρας, καὶ διακλαδιζόμενος ἐντὸς τῆς πόλεως κινεῖ τὰ ἐργοστάσια, καὶ σχηματίζει τοὺς περιφήμους καταῤῥάκτας τῆς Ἐδέσσης, καὶ διαχυνόμενος κάτωθι αὐτῆς ποτίζει τοὺς κήπους καὶ τὰ ὀπωροφόρα δένδρα αὐτῆς, τοῦ Ῥιζαρίου, τοῦ Μαυροβουνίου καὶ τῆς Σκύδρας. Οἱ Τοῦρκοι τὴν 26ην Δεκεμβρίου τοῦ 1375 εἰσῆλθον εἰς τὴν πόλιν, καὶ ἐπεδόθησαν εἰς τὴν σφαγὴν καὶ τὸν ἐξανδραποδισμὸν τῶν κατοίκων, καὶ τὴν ποικίλην διαρπαγὴν καὶ τὰς ἀτιμώσεις. Συνέλαβον τὸν ἱερομόναχον Σεραφείμ, καὶ καθυπέβαλον αὐτὸν εἰς φρικώδη βασανιστήρια, πειρώμενοι νὰ πείσουν τοῦτον ἵνα ἀπαρνηθῇ τὸν Χριστόν. Ἀλλ' ὁ λειτουργὸς τοῦ Ὑψίστου, πλήρης θάῤῥους, καθυπέστη τὴν ἐπιφορὰν τῶν δεινῶν, τὸ ὄνομα τοῦ Χριστοῦ ὁμολογῶν, ἀλλὰ καὶ τὸ ὄνομα τῆς Πατρίδος διακηρύττων. Μετὰ σκληρὰ βασανιστήρια, διαρκέσαντα ἐπὶ ὀκταήμερον, ἤχθη ἐνώπιον τοῦ Πασᾶ, παρ' οὗ κατεδικάσθη, νὰ πνιγῇ, ριπτόμενος εἰς τὸν μέγαν καταῤῥάκτην, ὕψους τεσσαράκοντα περίπου μέτρων, ὅπερ καὶ ἐγένετο. Καί οὕτως, ὁ καλὸς οὗτος λειτουργὸς τοῦ Ὑψίστου καὶ ὑπέροχος πρόμαχος τῆς Πατρίδος, ἔλαβε τὸν στέφανον τοῦ διπλοῦ μαρτυρίου. Ἄχρι δὲ νῦν οἱ αὐτόχθονες κάτοικοι τῆς πόλεως, τὸν μέγαν καταῤῥάκτην γνωρίζουν ὑπὸ τὸ ὄνομα «ἰτσερὶ Πασᾶ» ἤτοι «νερὰ τοῦ Πασᾶ». Ὁ δὲ κακουργήσας προδότης Πέτρος, (ὁ Κὲλλ ἤτοι Κασιδιάρης, Πέτρος), μετὰ τὸν φρικώδη προδοσίαν του καὶ τὴν ἅλωσιν τῆς πόλεως, ἐξώμοσε τὴν ἁγίαν ἡμῶν πίστιν, καὶ ἠρνήθη ὁ ἄθλιος τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ γενόμενος Μουσουλμᾶνος, περιετμήθη, καὶ οὕτως ἀπέβη υἱὸς ὀργῆς, καὶ αἰωνίου κατάρας καὶ ἀτελευτήτου κολάσεως. Ἀλλ’ ὁ ἐξομόσας ἄθλιος προδότης καὶ πατήρ, ἠβουλήθη νὰ παραδώσῃ ὡς παλλακίδα εἰς τὸν Πασᾶν τὴν περικαλλεστάτην καὶ σεμνοτάτην κόρην αὐτοῦ Παρθέναν, τὸ πανευῶδες τῆς παρθενίας ἀλάβαστρον, ἀφοῦ προηγουμένως πείσῃ αὐτὴν καὶ ἀπαρνηθῇ τὸν Σωτῆρα ἡμῶν Χριστόν. ῎Εφριξεν εἰς τὸ ἄκουσμα τῶν λόγων τούτων ἡ καλλιπάρθενος κόρη Παρθένα, ἡ καὶ πρᾶγμα καὶ ὂνομα παρθένος, καὶ ὡς ἄλλη Ἁγία Βαρβάρα ἤλεγξεν εὐθαρσῶς τὸν ἄθλιον τοῦτον πατέρα, τόσον διὰ τὴν ἐξώμοσιν τῆς ἁγίας ἡμῶν πίστεως, ὅσον καὶ διὰ τὴν πρωτοφανῆ αὐτοῦ ἀσέβειαν καὶ πώρωσιν, καὶ μετὰ φρονήματος ἀκαταπλήκτου, καὶ ψυχῆς στεῤῥοτάτης ὡμολόγησεν ἑαυτὴν Χριστιανήν, καὶ ὅτι οὐδέποτε θὰ ἀρνηθῇ τὸ γλυκύτατον ὄνομα τοῦ οὐρανίου νυμφίου αὐτῆς Χριστοῦ, κἂν μύρια καὶ φρικώδη ὑποστῇ μαρτύρια, καὶ τὸν θάνατον ἀκόμη. Ἀλλ' οὗτος ὁ δυσσεβής, ἀντὶ νὰ συντριβῇ καὶ μετανοήσῃ ἐκ τῆς ἀτρέπτου ταύτης στάσεως καὶ τῶν λόγων τῆς ἁγίας κόρης του, ἐξεμάνη καὶ ἀπεθηριώθη. Καὶ ἀλογήσας φυσικοῦ νόμου καὶ πατρικοῦ φίλτρου, ἔδειρεν ἀπανθρώπως τὴν θεόφρονα κόρην, μέχρις αἴματος καὶ ἀναισθησίας, ἐπικαλουμένην νοερῶς τὸ σωτήριον ὄνομα τοῦ νυμφίου αὐτῆς Χριστοῦ. Εἶτα ἐξεγύμνωσεν αὐτὴν καὶ ἡμιθανῆ παρέδωκεν εἰς χεῖρας τῶν βαρβάρων Τούρκων στρατιωτῶν. Οὗτοι ἐπὶ τριήμερον καθυπέβαλον αὐτήν, ἐν τῇ διακρινούσῃ αὐτοὺς ἀπηνείᾳ καὶ ἰταμότητι, εἰς φρικτὰς καὶ σκληροτάτας βασάνους καὶ στρεβλώσεις, αἵτινες οὐδόλως ἐκλόνησαν τὸ ἀήττητον φρόνημα τῆς μακαρίας Παρθένας, ἀλλ' ἔδειξαν αὐτὴν στεῤῥοτέραν ἀδάμαντος, ἐν τῇ δυνάμει τῆς πρὸς Χριστὸν πίστεως. Μετὰ πολλὰς βασάνους καὶ τιμωρίας, ἔσυραν αὐτὴν γυμνὴν καὶ ῥιγῶσαν, ἐν μηνὶ Δεκεμβρίῳ τελευτῶντι, εἰς τοὺς πλήρεις χιόνων δρόμους τῆς Ἐδέσσης, καὶ τέλος ὡδήγησαν τὴν ἁγίαν παρθένον Παρθέναν εἰς τὸν νοτιοδυτικόν, ὑπεράνω τῆς Ἐδέσσης, λόφον, ὅπου σήμερον οἱ στρατῶνες, καὶ, ἐκεῖ, θάψαντες ζῶσαν ἀκόμη, ἐθανάτωσαν αὐτήν. Ὁ λόφος οὗτος μέχρι σήμερον φέρει τὴν ὀνομασίαν «Κίς-Τεπέ», ἤτοι «λόφος τῆς Παρθένας». Καὶ, οὕτως ἐτελειώθη ἡ καλλιμάρτυς αὕτη παρθένος Παρθένα, ἡ ὁλοψύχως ἀγαπήσασα τὸν Χριστόν, ᾯ καὶ νοητῶς ἐνυμφεύθη, ὑπὲρ τοῦ Ὁποίου ὑπερφυῶς ἠγωνίσθη, καὶ μαρτυρικῶς ἠνδραγάθησεν ἐν ἁπαλῷ γυναικείῳ σώματι. Ἐμιμήθη τὴν ἀνδρείαν τῶν πάλαι Ἁγίων Μαρτύρων, καὶ ἀνεκεφαλαίωσεν αὐτῶν τοὺς ἀγῶνας, διὰ τοῦτο συνηριθμήθη καὶ ἐπαξίως ἐδοξάσθη μετὰ τῶν Ἁγίων Παρθενομαρτύρων, λαβοῦσα παρὰ Χριστοῦ τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Καὶ ἤδη «ἐν τῷ φωτὶ Κυρίου», «ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων» ἀγαλλομένη πρεσβεύει ὑπὲρ πάντων ἡμῶν, τῆς ἰδιαιτέρας αὐτῆς πατρίδος Ἐδέσσης, καὶ ὑπὲρ πάσης τῆς Ἑλλάδος. Ἔκτοτε μετὰ τὸ μαρτυρικὸν αὐτῆς, τέλος, ὁ εὐσεβὴς λαὸς τῆς Ἐδέσσης τιμᾷ αὐτὴν ὡς μάρτυρα καὶ ἁγίαν, καὶ τὸ ὄνομα αὐτῆς δίδει, κατὰ τὸ θεῖον βάπτισμα, εἰς πλείστας ὅσας κόρας τῆς πόλεως καὶ τῶν περιχώρων. Δυστυχῶς, ὅταν ἐπὶ ἀνταρτοπολέμου ὁ Συνταγματάρχης Λίβας ἀφῄρεσεν ὅλους τοὺς λίθους ἐκ τῶν παλαιῶν φρουρίων καὶ τῶν ἐρειπίων τῆς Ἐδέσσης, μηδένα ἐρωτῶν, καὶ οὐδενὸς τὴν γνώμην λαμβάνων ὑπ' ὄψιν, ἀφῄρεσε καὶ ἐκ τοῦ τόπου τοῦ μαρτυρίου τῆς Ἁγίας Παρθένας, πᾶν ὅ,τι ἐδείκνυε τὸν τόπον τοῦτον, ὡς μὴ γνωρίζων τι, περὶ τοῦ μαρτυρίου τῆς κόρης, ἀλλὰ καὶ οὐδεὶς ἐφρόντισε νὰ διαφωτίσῃ αὐτὸν ὡς ἔδει, καὶ ἔκτισε τὴν μάνδραν τῶν στρατώνων, καὶ οὕτως ἐξηφανίσθη ὁ τάφος τῆς ἁγίας καὶ καλλινίκου Παρθενομάρτυρος.
Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ΄. Ῥήτορες ἀνεδείχθησαν.
Ἔρωτι φλεγομένη Παρθένα, τῷ τοῦ νυμφίου σου Χριστοῦ, ἐν χειμερίῳ τῇ ὥρᾳ, ἐπὶ χιόνος συρομένη ἔμελπες· Ὁ ὑπέρθεος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἴσχυσας σθενουμένη τῷ σθένει, ἐν ἀσθενείᾳ τῆς σαρκός, τοῦ Ἀθλοθέτου Σωτῆρος, καταβαλεῖν ἐχθρὸν τὸν ἀλάστορα, καὶ μιμήσασθαι, τῶν ἀρχαίων Ἀθλητῶν, Παρθένα τοὺς ἀγῶνας.
Σώματος ἁπαλοῦ οὐκ ἐφείσω, μαστιζομένου ἀπηνῶς, ἀλλ’ ἀνενδότῳ ἀνδρείᾳ τῶν αἰκισμῶν τὴν ἔφοδον ἔφερες, ψυχῆς ὄμματι, προορῶσα ὦ σεμνή, τὰς ἀμοιβὰς τῶν πόνων.
Θεοτοκίον.
Γέννησιν ὑπὲρ ἔννοιαν σχοῦσα, Θεὸν γεννήσασα σαρκί, παρθένος ἔμεινας μόνη, ἐν παρθενίᾳ γάλα πηγάζουσα· καὶ γὰρ τέτοκας, τὸν ποιήσαντα ἐν σοί, Παρθένε μεγαλεῖα.
Καταβασία. Νέους εὐσεβεῖς.

ᾨδὴ η'. Τὸν ἐν καμίνῳ.
Ἐρηρεισμένη ἀσφαλῶς, ἐπὶ πέτραν εὐσεβείας καλλιμάρτυς, οὐδαμῶς ἐσαλεύθης, ταῖς προσβολαῖς τοῦ ἐχθροῦ, ἀλλ’ ἔστης στεῤῥὰ καὶ ἀκλόνητος, ἐν τῇ καταιγίδι, τῶν πειρασμῶν Παρθένα.
Ῥαπιζομένη ἀπηνῶς, ἀπεῤῥάπισας ἐχθροῦ τὴν πονηρίαν, καὶ γυμνὴ συρομένη, ἐπὶ χιόνος, σεμνή, τὴν φλόγα τῆς πίστεως ἔδειξας, φλέγουσα Παρθένα, Ἀγαρηνῶν τὴν πλάνην.
Ἀγαλλιᾶται καὶ σκιρτᾷ ἡ πατρίς σου τῇ ἁγίᾳ ἀθλήσει, καὶ δουλείας ῥυσθεῖσα, πολυχρονίου πικρᾶς, γεραίρει Παρθένα τὴν μνήμην σου, τῆς ἐλευθερίας, τὰ ἀγαθὰ τρυγῶσα.
Θεοτοκίον.
Σωματικῶς ὁ Ποιητής, προελθὼν ἐκ τῶν ἀχράντων σου αἱμάτων, Θεοτόκε Παρθένε, δίχα τροπῆς καὶ φυρμοῦ, βροτῶν τὴν οὐσίαν ἐθέωσε, τὴν ἀχρειωθεῖσαν, τῇ πάλαι παραβάσει.
Καταβασία. Μυστήριον παράδοξον.









ᾨδὴ θ'. Τὸν ἐκ Θεοῦ Λόγον.
Ἰσχυροτάτη παρθένε, πρὸς Χριστὸν πεποιθήσει, καθεῖλες τοῦ Βελίαρ τὴν ἰσχύν, καὶ τὴν ὀφρὺν ἐταπείνωσας, τῶν υἱῶν τῶν τῆς Ἄγαρ, ἀθλητικῇ ἐνστάσει σταθηρᾷ· διὰ τοῦτο Παρθένα, μαρτυρικῶς δεδόξασαι.
Μαρτυρικαῖς ἀριστείαις, τῶν Μαρτύρων τῶν πάλαι, ἐδείχθης, ἐν ὑστέροις τοῖς καιροῖς, θεοειδὲς ἀφομοίωμα, καὶ τιμῇ τε καὶ δόξῃ, Παρθένα ἀληθῶς ἰσοκλεής· μεθ’ ὧν πρέσβευε Μάρτυς, ὑπὲρ τῶν εὐφημούντων σε.
Οἱ ἱεροί σου ἀγῶνες, τοὺς πιστοὺς Ἐδεσσαίους, συνήγαγον ὑμνῆσαί σε σεμνή, οὓς διαφύλαττε πάντοτε, ἀναγκῶν καὶ κινδύνων, καὶ πάσης ἐχθρικῆς ἐπιβουλῆς, ἀσινεῖς ὦ Παρθένα, τῇ θείᾳ ἀντιλήψει σου.
Θεοτοκίον.
Ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὸν Υἱὸν καὶ Θεόν σου, μητρῴᾳ παῤῥησίᾳ σου Ἁγνή, Θεοχαρίτωτε Δέσποινα πάσης βλάβης ῥυσθῆναι, καὶ ἄφεσιν λαβεῖν ἁμαρτιῶν, τοὺς ὑμνοῦντάς σε Κόρη, καὶ πίστει μεγαλύνοντας.
Καταβασία. Ἀπορεῖ πᾶσα γλῶσσα.

Ἐξαποστειλάριον. Ἐπεσκέψατο ἡμᾶς.
Ἐναθλήσασα καλῶς, ὑπὲρ τῆς πίστεως Χριστοῦ, ἐν ἀσθενείᾳ τῆς σαρκός, κατηγωνίσω τὸν ἐχθρόν, καὶ μαρτυρίου στέφανον, ἐδέξω ἐκ Κυρίου, Παρθένα φερώνυμε.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.















Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Ἐδεσσαίων ἡ πόλις χορεύει σήμερον, τῇ εὐκλεεῖ σου μνήμῃ, ἀθληφόρε Παρθένα, καὶ μέλπει τοὺς ἀγῶνας τοὺς ἱερούς, τῆς στεῤῥᾶς σου ἀθλήσεως, δι' ὧν καθεῖλες τὸ θράσος Ἀγαρηνῶν, καὶ Χριστὸν λαμπρῶς, ἐδόξασας.

Τῆς πατρικῆς δυσσεβείας καταφρονήσασα, Πατρὸς τοῦ οὐρανίου, ἀνεδείχθης θυγάτηρ, καὶ νύμφη τοῦ Σωτῆρος περικαλλής, τῇ γενναίᾳ ἀθλήσει σου, παρθενομάρτυς Παρθένα τῶν εὐσεβῶν, ἀκατάσειστον ἑδραίωμα.

Τὰς τοῦ πατρὸς μαστιγώσεις καθυπομείνασα, καὶ τῶν υἱῶν τῆς Ἄγαρ, τὰς πικρὰς τιμωρίας, ὑπέδειξας τοῖς πᾶσι περιφανῶς, εὐσεβείας τὴν δύναμιν, παρθενομάρτυς Παρθένα Ἐδεσσηνῶν, ἱερώτατον ἀγλάϊσμα.

Τοῦ μαρτυρίου τοῖς ἄθλοις ἀνδραγαθήσασα, λαμπαδηφόρος ἔβης, ὡς παρθένος φρονίμη, καὶ μάρτυς στεφηφόρος μετὰ χαρᾶς, εἰς νυμφῶνα τὸν ἄφθαρτον, παρθενομάρτυς Παρθένα ἔνθα ἡμῶν, τῶν τιμώντων σε μνημόνευε.

Δόξα. Ἦχος πλ. α'.
Νομίμως ἀγωνισαμένη, τῆς ἀνομίας καθεῖλες τὸ φρύαγμα, ἐν τῇ ἄνωθεν δυνάμει, παρθενομάρτυς πολύαθλε· ἀπτόητον γὰρ φρόνημα, ἐν τῷ καιρῷ τῶν αἰώνων ἐπεδείξω, καὶ τὸν θάνατον προθύμως προέκρινας, ὑπὲρ τῆς Χριστοῦ ὁμολογίας· ὅθεν μαρτυρικῷ ἐκοσμήθης στέφει, Παρθένα καλλιπάρθενε, καὶ τῆς αἰωνίου δόξης ἠξίωσαι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσα.

Καὶ νῦν. Ἦχος β'. Τῆς Ἑορτῆς.
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν. Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.

Μεγαλυνάριον.
Χαίροις Ἐδεσσαίων ἡ καλλονή, Παρθένα θεόφρον, νύμφη ἄφθορε τοῦ Χριστοῦ. Χαίροις Ὀρθοδόξων, Ἑλλήνων θυμηδία, σεμνὴ παρθενομάρτυς ἀξιοθαύμαστε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου