Τετάρτη 11 Σεπτεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 17. ΟΣΙΟΙ ΑΝΤΩΝΙΟΣ & ΦΙΛΟΘΕΟΣ ΜΕΤΕΩΡΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΙΖ΄!!
ΑΝΤΩΝΙΟΣ & ΦΙΛΟΘΕΟΣ ΟΣΙΟΙ
ΚΤΗΤΟΡΕΣ ΜΟΝΗΣ ΑΓ. ΣΤΕΦΑΝΟΥ ΜΕΤΕΩΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(ἱερομονάχου Ἀθανασίου Σιμωνοπετρίτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τοῦ Πρωτομάρτυρος Μάνδρα φαιδρῶς ἑόρταζε, τὴν μνήμην τῶν φωσφόρων, Ἱδρυτῶν καὶ Κτητόρων, τούτους γὰρ ὡς βάσιν πανασφαλῆ, καὶ βεβαίαν ἐγκέκτησαι, εὐχαὶ Πατέρων στηρίζουσι νοητῶν, οἶκων ὄντως τὰ θεμέλια.

Ἐπιβαλών σου τὴν χεῖρα ἐπὶ τὸ ἄροτρον, Ἀντώνιε οὐδόλως, τοῖς φθαρτοῖς συνυπήχθης, ἀλλ’ ἄνω τὴν πορείαν πεποιηκώς, τῷ Μεγάλῳ συνήρμοσαι, καθηγητῇ τῆς ἐρήμου ὁμωνυμῶν, Ἀντωνίῳ Ὁσιώτατε.

Καθάπερ ὄρνις συνάγει νοσσία τὰ ἑαυτῆς, οὕτως ἡμᾶς ἐνταῦθα, σὺ Φιλόθεε Πάτερ, συνήγαγες εὐχῇ σου τῇ πατρικῇ, καὶ πρεσβεύων ἀείποτε, ὑπὲρ τῆς ποίμνης σου ταύτης τῷ Ἰησοῦ, μὴ ἐλλίπῃς ἱκετεύομεν.

Ναοὶ ὀφθέντες Κυρίου τοῦ Παντοκράτορος, ναὸν Πατέρες θεῖοι, ἀνεγείρατε πόθῳ, Στεφάνου τοῦ Πρωτάθλου, οὗ τὴν ὁδόν, ὡς διδάσκει ὁ Κλίμακος, μαρτυρικῇ συνειδήσει βίῳ παντί, διωδεύσατε μακάριοι.

Δόξα. Ἦχος δ΄.
Ἀντώνιε τρισόλβιε, καὶ Φιλόθεε πανάριστε, τῆς Μονῆς τοῦ Πρωτομάρτυρος δομήτορες ὁσιώτατοι, μὴ ἐπιλάθησθε ὑμῶν τῆς κληρονομίας· ἐξ ἰδίων κρίνοντες τὰ ἡμέτερα, γινώσκετε πάνυ ἀκριβῶς τῆς ἀσκήσεως τὸ δέον, οὐ μὴν ἀλλὰ καὶ τὸ ἔμπονον· ὅθεν ταῖς χαριτοβρύτοις ὑμῶν εὐχαῖς στηρίξατε τὰ τέκνα, καὶ πρεσβεύετε ἀδιαλείπτως, τοῦ συγκαθῆσθαι καὶ ἡμᾶς μετὰ τῆς μερίδος τῶν σωζομένων, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὕδατος τὴν πηγήν, εὑρὼν τοῦ ἁλλομένου, Ἀντώνιε θεόφρον, ἐν λίθῳ ὁσιάθλως, τὴν ἄσκησιν ἐτέλεσας.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Μάρτυς τῶν σῶν πολλῶν, ἱδρώτων Πάτερ θεῖε, Φιλόθεε ἐνταῦθα, ἡμῖν δείκνυται τοῦτο, ψυχῶν τὸ φροντιστήριον.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἴωμεν ἐν χαρᾷ, πρὸς μίμησιν τῶν θείων, Πατέρων καὶ Κτιτόρων, οἰκήτορες Στεφάνου, Χριστοῦ τοῦ Πρωτομάρτυρος.

Δόξα. Τριαδικόν.
Νίκην κατὰ ἐχθρῶν, Τριὰς Ἁγία δίδου, ἡμῖν τοῖς ὑμνηταῖς Σου, πρεσβείαις Σῶν Ὁσίων, ἐφόρους οὓς κατέχομεν.

Καὶ νῦν. Θεοτοκίον.
Ποίμνην τὴν λογικήν, Παντάνασσα καὶ Μῆτερ, ἐνταῦθα παροικοῦσαν, τῷ Σῷ Υἱῷ προσάγοις, ὡς παῤῥησίαν ἔχουσα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ματαιότητα, σοφῶς πατήσαντες, κόσμου του ῥέοντος, κατεσκηνώσατε, εἰς τοῦ Κυρίου τὰς αὐλάς, ὥσπερ στρουθοὶ φιλέρημοι, ἔνθα ἀνεγείρατε, τοῦ κλεινοῦ Πρωτομάρτυρος, σκήνωμα περίκλυτον, θεοφόρε Ἀντώνιε, Φιλόθεέ τε κλέος Πατέρων, πρεσβεύσατε ὑπὲρ ἡμῶν δεόμεθα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐφραίνεται χαίρουσα ἡ τοῦ Στεφάνου Μονή, πρὸς Κύριον ἔχουσα πρεσβείαν ἄμαχον, τετράριθμον φάλαγγα· ἅμα τῷ Διακόνῳ, Χαραλάμπῃ λευΐτην, σὺν δὲ καὶ τῶν Κτιτόρων, τὴν σεπτὴν ξυνωρίδα, Ἀντώνιον τὸν ἀσκητὴν καὶ θεῖον Φιλόθεον.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Πρωτομάρτυρος Μονή, σήμερον τελοῦσα τὴν μνήμην, Πατέρων χόρευε, ἆθλα δὲ καὶ σκάμματα τούτων ὁρῶσα ἀεί, πρὸς σωτήριον μίμησιν, χωροῦσα ἐκτύπως, ἀναστηλογράφησον, τὰ κατορθώματα, ὅτι ἀνεδείχθησαν ὅντως, φώτα ἐκ Φωτὸς τοῦ μεγάλου, καὶ τῆς Λιθουπόλεως καυχήματα.

Ὅτε, τὸ φιλόαγνόν σε πῦρ, ὅλον κατενέπρησε Πάτερ, ὡς μανικὸς ἐραστής, ἔδραμες Ἀντώνιε, ὕδωρ ζητῶν ψυκτικόν, ὃ πιῶν ῥεῖθρα ἔβλυσας, τοῖς σοὶ προσφοιτῶσι, καὶ ἐξ ὧνπερ ἔπαθες τούτους ἐδίδασκες, λέγων· δεῦτε τέκνα μου ὅτι, βούλομαι διδάξαι τὸν φόβον, τοῦ Κυρίου τὸν παντηλαυγέστατον.

Ἦρας, ἐπὶ ὄρη νοητά, ὀφθαλμούς σου Ὅσιε Πάτερ· ὅθεν βοήθεια, ἥκει ἠ αἰώνιος, τοῖς ἐκζητοῦσι Χριστόν, καὶ προθύμως ὑπόζευξαι, ζυγῷ τῷ τιμίῳ, ζωηρὰν παράκλησιν, τὰ δικαιώματα, ἔχων, Νόμου θείου παμμάκαρ, ἐν τῇ ποιμανσίᾳ ποιμνίου, λογικοῦ Φιλόθεε τρισόλβιε.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τοῖς προσκαίροις Ἀντώνιε, ἐξωνήσω τὰ μένοντα, ἀντιδοὺς τῇ Πνεύματος κτήσει ἄσκησιν, καὶ καθαρθεὶς τελεώτατα, πολλοῖς καθοδήγησας, πατρικαῖς σου συμβουλαῖς, πρὸς ζωὴν τὴν αἰώνθον, ἔνθα βλέπεις νῦν, Πρωτομάρτυρα ὅνπερ κατεφίλεις, καὶ ἀνήγειρας σεμνεῖον, τούτου εἰς δόξαν καὶ αἴνεσιν.

Τὸν Θεὸν πρῶτον Ὅσιε, ὡς δικαίως ἠγάπησας, εἶτα κατὰ μίμησιν τούτου ἄνθρωπον, καὶ δὴ ψυχήν σου τὴν πάναγνον, Χριστῷ δοὺς ὡς σφάγιον, ἠξιώθης παρ’ Αὐτοῦ, φιλοθέως Φιλόθεε, πλῆθος ἄπειρον, ὡς Πατὴρ χρηματίσας Μάνδρας ταύτης, ὁδηγῆσαι τῷ Κυρίῳ· διό σε πόθῳ δοξάζομεν.

Τὸν Χριστὸν σχόντες Ὅσιοι, καὶ καλοῦντα καὶ δύναμιν, νοητὴν παρέχοντα ἐν τοῖς σκάμμασι, κατὰ τὰ ἔργα δὲ στέφοντα, ὑμᾶς διαδήματι, ἀθανάτῳ τῆς ζωῆς, καὶ εἰσάγοντα σύνδυο, εἰς ἀπόλαυσιν, οὐρανίου παστάδος ἔνθα ὄντες, μνημονεύετε ἀπαύστως, τῶν γεραιρόντων μακάριοι.



Δόξα. Ἦχος πλ. β΄.
Τῆς φωνῆς τοῦ Κυρίου ἀκούσαντες Πατέρες τῆς λεγούσης· δεῦτε πρός με πάντες, κἀγὼ ἀναπαύσω ὑμᾶς, προθύμως ἐδράμετε ὡς ἀετοὶ ὑπόπτεροι, εἰς τὴν ἀσκητικὴν στρατείαν. Καὶ ταῖς τοῦ Πνεύματος παρακληθέντες ἀρδείαις, πέτραν κατελάβετε ταύττν τὴν ὑψίθωρον, ἥνπερ τῷ ὑετῷ τῶν νοητῶν ὑδάτων πολύκαρπον ἀνεδείξατε. Τῷ ἀκρογωνιαίῳ δὲ λίθῳ στηριχθέντες, Μονὴν ἐδείματε τοῦ Ἀρχιδιακόνου καὶ Πρωτομάρτυρος, εἰς σωτηρίαν τῶν κατὰ πνεῦμα τεκνίων. Νῦν δὲ εἰς τὰ ἀγαπητὰ σκηνώματα τοῦ Θεοῦ ἐλλιμενισθέντες, μὴ ἐπιλάθησθε ἡμῶν, σὺν Ἀντωνίῳ τῷ πάνυ Φιλόθεε τρισόλβιε, πρεσβεύοντες σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.







Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος α΄.
Εὐφραίνου καὶ ἀγάλλου ἡ Λιθούπολις τῶν Μετεώρων, ὅτι πολλά σοι τέκνα ἐπιθυμιῶν τοῦ Πνεύματος ἀνέστησέ σοι Κύριος. Ἐν οἷς καὶ οἱ θεόφρονες Πατέρες Ἀντώνιος καὶ Φιλόθεος, τοῦ Πρωτομάρτυρος οἱ διάκονοι καὶ Κτίτορες. Οὓς καὶ βλέπουσα κατασκηνοῦντας ἐν ταῖς αὐλαῖς τῶν πρωτοτόκων, ὡς ἡ πάλαι Ἄννα ἀναβόησον· ἐστερεώθη ἡ καρδία μου Κύριε, ὅτι υἱούς μοι ἑπταπλασίως τῆς ἐχούσης τὸν ἄνδρα ἐδωρήσω τούτους τοὺς παναρίστους. Ὧν ταῖς πρεσβείαις, κράτυνον τὴν κληρονομίαν σου, δωρούμενος αὐτῇ τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Οὐκ ἐμποδών σοι γέγονε Πάτερ Ἀντώνιε, ἡ τῆς ἐπικήρου βασιλείας οἰκείωσις, πρὸς κληρονομίαν τοῦ Παραδείσου, ὅτι ἠλόγησας ταύτης ὡς φθαρτῆς καὶ οὐδὲν ὠφελούσης· ὅθεν φιλερήμως ἀσκήσεις, καὶ τῷ τῆς συνειδήσεως μαρτυρίῳ ἑκουσίως ὑπαχθείς, τῇ εὐλογίᾳ τοῦ κεχαριτωμένου Πρωτομάρτυρος, καθορῶν ἐνώπιόν σου τὸν Κύριον διαπαντός, σκήνωμα θεῖον ἀνήγειρας, ἐν ᾧ Θεὸς λατρεύεται καὶ ψυχαὶ Αὐτὸν εὑρίσκουσι, δοξάζουσαι τὴν μνήμην σου πανόσιε.

Ἦχος γ΄.
Ἐν τῷ ἀγρῷ Κυρίου ἐργαζόμενος, οὐκ ἐστράφης εἰς τὰ ὀπίσω Πάτερ Φιλόθεε, ὥσπερ ἡ τοῦ Λὼτ ἐκείνου γυνή, ἀλλ’ εὐθυδρομῶν κατείληφας τὴν πνευματικῶς νοουμένην Σηγώρ, ἔνθα ἀσφαλῶς ἀπολαύων τῆς μυστικῆς τραπέζης μνημόνευε ἡμῶν, ἵνα ῥυσθῶμεν τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ τῆς τρυφῆς γενώμεθα μέτοχοι, ταῖς φιλοτέκνοις πρεσβείαις σου.

Ἦχος δ΄.
Ὅπου Θεὸς τὸ ποθούμενον, τὸ ἀσθενὲς νευροῦται, τὸ ἀδύνατον πραγματοῦται καὶ τὸ ὑπὲρ λόγον φανεροῦται. Οὕτω πιστεύοντες θεοφόροι Πατέρες, ἔργον ἐποιήσατε σωτήριον, οὐ μόνον ταῖς ὁσίαις ψυχαῖς ὑμῶν, ἀλλὰ καὶ πᾶσι τοῖς μεθ’ ὑμᾶς κληρονόμοις. Βλέποντες γὰρ τὰ θαυμάσια, τῆς ὑμετέρας διαγωγῆς στομούμεθα καὶ τὰς καρδίας ἄνω κατευθύνοντες, ἀπεκδεχόμεθα τὴν ἀπολύτρωσιν, εὐχαῖς ὑμῶν ἁγίαις ὁσιώτατοι.

Δόξα. Ἦχος πλ. α΄.
Ἀγγελομιμήτως βιοτεύσαντες Πατέρες μακάριοι, ἐπετάσθητε ταῖς πτέρυξι τῆς πράξεως καὶ θεωρίας εἰς ὕψη νοητά. Καὶ τὸν ἄνικμον στῦλον τοῦτον βαθέως κατανεώσαντες, σπέρμα θεῖον καὶ αἰώνιον ἐναπεκρύψατα, ὃ καρποὺς παλιντοκίας φιλοθέου τῇ Ἐκκλησίᾳ παρέχει φαιδρῶς· ὅθεν τὴν μνήμην ὑμῶν ἐτησίως πανηγυρίζοντες, προσπίπτομεν ἱκετεύοντες ἐκτενῶς πρεσβεύσατε τῷ Παντοκράτορι Θεῷ, ἅμα Στεφάνῳ τῷ κλεινῷ ἡμῶν προστάτῃ καὶ Χαραλάμπῃ τῷ γερασμίῳ γέροντι, ὅπως τυχόντες τῆς οὐρανῶν κληρονομίας, τὸν Κύριον σὺν ὑμῖν δοξάζομεν, Ἀντώνιε καὶ Φιλόθεε.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ ξυνωρὶς ἡ σεπτή, τοῦ Πρωτομάρτυρος οἱ θεῖοι κοσμήτορες, ἡ βάσις τῆς Μάνδρας ταύτης, οἱ ὁδηγοὶ πρὸς Θεόν, οἱ σεπτοὶ ἐπόπται καὶ διδάσκαλοι, ψυχῶν αἳ κατέφυγον, ὑμετέραις δεήσεσιν, ἐν τοῖς κινδύνοις, ἀπροσμάχητοι φύλακες, τοὺς ποικίλους τε, πειρασμοὺς διαλύοντες, χάριν δὲ ἐπομβρίζοντες, ἱδρῶσιν ἀσκήσεως, καρποφοροῦντες τοὺς πόνους, τῶν ἡμῶν τέκνων ἑκάστοτε, Φιλόθεε Πάτερ, καὶ Ἀντώνιε θεόφρον, χαίρετε πάντοτε.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, καθαρωτάτῃ ψυχῇ, ἐπωνυμῶν καθηγητῇ τῆς ἀσκήσεως, οὐ μόνον ἀλλὰ καὶ τούτου, ἐκμάξας πάνυ σοφῶς, ἀρετὴν καὶ θεῖον καταγώγιον, γενόμενος Ὅσιε, καὶ τῷ ζήλῳ πυρούμενος, τῆς Βασιλείας, ᾧδε ταύτην βιώσας, ὡς παράδεισον συστησάμενος πάγκαλλον, μάνδραν ἐν ᾗ συνήγαγες, Κυρίου τὰ πρόβατα, ταῖς πατρικαῖς σου πορείαις, πείθων καὶ ταῦτα πορεύεσθαι, ἀθλεῖν τε νομίμως, καὶ δοξάζειν σε προφρόνως, μάκαρ Ἀντώνιε.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, φιλοθεΐας κανών, μοναδικῆς τε ἀρετῆς ὑποτύπωσις, ἐκσφράγισμα τῶν ἀρχαίων, Πατέρων καὶ ἀσκητῶν, χαρμονὴ τῶν τέκνων καὶ παράκλησις, αὐξήσας τὸ τάλαντον, τὸ δοθέν σοι πανάριστε, εἰς ἑκατόν σου, καρποφόρως ἀπέδωκας, τῷ παντάνακτος, λάμψας σφόδρα τῷ βίῳ σου· ὅθεν καὶ ἐκαλλώπισας, ναὸν Πρωτομάρτυρος, ἔτι δὲ πλέον σπουδαίως, ψυχὰς πολλὰς τῶν συνόντων σοι· οἳ νῦν σε προφρόνως, σὺν ἡμῖν ἀνευφημοῦσι, Πάτερ Φιλόθεε.



Δόξα. Ἦχος β΄.
Τοὺς οὐρανοὺς ἀνεῳγμένους ὡς ἐθεάσω, Πρωτομάρτυς Στέφανε, χαίρων τὸ πνεῦμά σου τῷ Κυρίῳ παρέθηκας. Εἶχες γὰρ προφητικὴν τὴν διόρασιν, ὅτι τὴν ὁδόν σου μετὰ σὲ βαδιοῦνται πολλοί. Οἱ μέν, ῥοαῖς αἱμάτων μαρτυροῦντες, οἱ δέ, ἱδρῶσιν ἀσκήσεως εὐαρεστοῦντες κατὰ τὴν κλῆσιν ἑαυτοῦ ἕκαστος· ὅθεν σήμερον ὁρῶν, τὴν θαυμαστὴν δυάδα τῶν Κτιτόρων τοῦ σεμνείου σου τούτου τοῦ περιλάμπρου, λέγε πρὸς Θεόν· Δέσποτα, ὡς προσδέξω εἰς ἀπόλαυσιν τοὺς Ὁσίους Πατέρες, δίδου καὶ τοῖς λάτραις καὶ νεωκόροις μου τὴν σωτήριον, βαλλομένοις καθ’ ἡμέραν ὑπὲρ σοῦ, ἀντὶ λίθων βολαῖς ποικίλοις πειρασμοῖς, καὶ παράλαβε αὐτοὺς ἐκ δεξιῶν σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ματαιότητα, σοφῶς πατήσαντες, κόσμου του ῥέοντος, κατεσκηνώσατε, εἰς τοῦ Κυρίου τὰς αὐλάς, ὥσπερ στρουθοὶ φιλέρημοι, ἔνθα ἀνεγείρατε, τοῦ κλεινοῦ Πρωτομάρτυρος, σκήνωμα περίκλυτον, θεοφόρε Ἀντώνιε, Φιλόθεέ τε κλέος Πατέρων, πρεσβεύσατε ὑπὲρ ἡμῶν δεόμεθα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐφραίνεται χαίρουσα ἡ τοῦ Στεφάνου Μονή, πρὸς Κύριον ἔχουσα πρεσβείαν ἄμαχον, τετράριθμον φάλαγγα· ἅμα τῷ Διακόνῳ, Χαραλάμπῃ λευΐτην, σὺν δὲ καὶ τῶν Κτιτόρων, τὴν σεπτὴν ξυνωρίδα, Ἀντώνιον τὸν ἀσκητὴν καὶ θεῖον Φιλόθεον.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.



ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν. Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Πατέρα σε καλεῖν, προτιθέμενοι πόθῳ, αἰτούμεθα πολλήν, τὴν ἀντίληψιν ὅτι, ἡ μίμησις τοῦ βίου σου, δυσχερὴς ἡμῖν φαίνεται, σὺ γὰρ ἔφθασας, τὰς Ἀσωμάτους δυνάμεις, τῇ ἀγάπῃ σου, τῇ ἀκλινεῖ πρὸς τὸν Κτίστην, Ἀντώνιε Ὅσιε.
Δόξα.
Πραέων ταῖς ψυχαῖς, ἀναπαύεται Πνεῦμα, καὶ τούτοις δαψιλῶς, χορηγεῖ πᾶσαν χάριν, Φιλόθεε μακάριε, ἐκδιδάσκεις τοῖς τέκνοις σου· ὅθεν δὸς ἡμῖν, ταῖς σαῖς εὐχαῖς Πάτερ θεῖε, ἐνοικεῖν ἀεί, Πνεῦμα καθώσπερ πλουσίως, ψυχῇ σου κατεσκήνωσεν.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ Πέτρα τῆς ζωῆς, ὁ Χριστὸς πέλει Κόρη, ἐκ Σοῦ ἀποτμηθείς, Δανιὴλ ὡς προῖπεν, ἐν ᾧ τεθεμελίωται, τοῖς Πατράσιν ἀσάλευτον, τοῦτο σκήνωμα, τοῦ Διακόνου τοῦ θείου, ὃ εὐλόγησον, παρθενευόντων γλυκύτης, καὶ θεῖον ἐντρύφημα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Στηλογρράφημα θεῖον Πάτερ Ἀντώνιε, οὐρανίθεν ἐδόθης ἡμῖν τοῖς τέκνοις σου, εἰς σὲ γὰρ πάντες ἀκλινῶς ἀποβλέποντες, Θεῷ εὐθύνομεν φαιδρῶς, τὴν πορείαν σταθηράν, ἔλλειψιν ὄντως οὐκ ἔχεις, τῆς ἀρετῆς θεοφόρε, βασιλικὴν ὁδὸν πεπόρευσαι.
Δόξα.
Στεφανοῦμέν σε ὕμνοις Πάτερ Φιλόθεε, τοῦ Στεφάνου γὰρ ὤφθης σεπτὸς ὑπήκοος, καὶ μοναζόντων ὁδηγὸς ἐμπειρότατος, φιλοκαλῶν αὐτῶν ψυχάς, τῇ πατρικῇ σου ἀρωγῇ· ὅθεν τιμῶμεν προφρόνως, τὴν μνήμην σου τὴν ἁγίαν, καὶ Φιλοθέῳ ἀγάπῃ στομούμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς ἐβάστασας Μῆτερ ἐν ταῖς ἀγκάλαις Σου, τὸν Θεὸν γαλουχήσασα ὦ μυστήριον, οὕτω τιθήνησον ἡμᾶς Σοὶ καταφεύγοντας, καὶ ἀδολέσχημα συχνόν, ὥσπερ πνοὴν ζωοποιόν, τὴν κλῆσόν Σου κεκτημένους, ὅτι ὑπάρχεις τῶν μονοτρόπων, ἀκαταμάχητον ἀγαλλίαμα.









Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν πεντάδα αἰσθήσεων καθαράν, παραστήσαντες φρόνιμοι ἐν Χριστῷ, ἐφάνητε μακάριοι, οἰκονόμοι τῆς Χάριτος, ἃς καταβαλόντες, ταμείῳ τοῦ Πνεύματος, δεκαπλῆν ὠνήσασθε, ταλάντων ἀντίδοσιν· ὅθεν ἐνδυθέντες, τὸ πρωτόκτιστον κάλλος, ὡς δεύτερα λάμπετε, φῶτα καὶ ἀπαυγάσματα, ὥσπερ στύλοι φωτίζοντες, πορείαν τὴν τῶν τέκνων ὑμῶν, πρὸς τὴν ἄνω καὶ θείαν κατάπαυσιν, ὦ Ἀντώνιε Πάτερ καὶ μάκαρ Φιλόθεε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀσπαζόμενος πόθῳ τὴν Σὴν μορφήν, ἀγαλλόμενος Μῆτερ σκιρτοβατῶ, ἔχων προστασίαν Σου, ὡς στεῤῥόν μου προτείχισμα, καὶ τῆς παρθενίας, φαιδρόν μου ἐγκαύχημα, Κόρη ἀειπάρθενε, Ἀγγέλων τὸ ἥδυσμα. Μὴ οὖν καταλίπῃς, μόνον ὅτι ὡς δένδρον, ἰσχνὸν καταβάλλομαι, τῷ ἀνέμῳ τοῦ δράκοντος, ἀλλὰ δεῖξον τὴν σκέπην Σου. Οἶδα γὰρ Κυρία σαφῶς, τὴν πτωχείαν ἣν φέρω μου φύσεως, ἥτις Σῇ βοηθείᾳ, κρατύνεται Δέσποινα.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, Ὁσιακόν.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Εὐφραίνεται σήμερον προφρόνως, ἐπὶ τῇ μνήμῃ ὑμῶν, ἡ τῶν Μετεώρων θεοσκέπαστος λιθοσκηνία, ὅτι κέκτηται ἰσχυρὰν τὴν πρὸς τὴν Δεσπότην πρεσβείαν ὑμῶν· ὅθεν κράζει λέγουσα· εὐλόγησον Κύριε, τὴν κληρονομίαν σου, ταῖς εὐχαῖς τῶν Ὁσίων Σου.












Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ὁσίων οὗ ἡ ἀκροστιχίς: Ὕμνοις γεραίρω, Ἀντώνιον σὺν Φιλοθέῳ. Ἀ(θανάσιος).
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπίνικιον.
Ὑμνεῖν ἐφιέμενος τὴν πολιτείαν, τὰ ἆθλα τὰ σκάμματα, Ἀντωνίου Κύριε, καὶ Φιλοθέου σεπτοῦ, τοῦ Πνεύματος τὸν φωτισμόν, δίδου μοι δέομαι.
Μερίς μου εἶ Κύριε, εἰπὼν ὦ Πάτερ, Ἀντώνιε μέριμναν, πᾶσαν κατεπάτησας, καὶ τὸν σταυρὸν ὠμαδόν, ἐβάστασας ἀποταγῆς, ὡς πετεινὸν οὐρανοῦ.
Νοΐ οὐκ ἐπέτρεψας, ἄλλην ἑλέσθαι, ὁδὸν εἰ μὴ ἄσκησιν, ἐκζητῶν τὸν Κύριον, Φιλόθεε ἱερέ, καὶ ἐντρυφᾶν διαπαντός, ταῖς σκυλτικαῖς ἀγωγαῖς.
Θεοτοκίον.
Ὁ Τόκος Σου γέγονε, Θεοκυῆτορ, τομὴ ἡ σωτήριος, ἡ ζωὴν παρέχουσα, ἣν ξυνωρὶς ἡ σεπτή, τοῦ Πρωτομάρτυρος σοφῶς, πάνυ προείλοντο.

ᾨδὴ γ’. Στερεωθήτω ἡ καρδία μου.
Ἴων ὀσμὴν ἐκβλύζει Ὅσιε, ἡ θεοπρεπὴς πολιτεία σου, πνευματικὴν τῶν φοιτητῶν, κατοσφραίνουσα τὴν αἴσθησιν, ὁδηγοῦσα πρὸς τὸ κράτιστον, Μύρον Πάτερ Ἀντώνιε.
Στῦλον κατείληφας τὸν ἄνυδρον, ταῖς ποτιστικαῖς τῶν δακρύων σου, ἔδειξας δὲ ῥοαῖς ὡς γῆν, ὁσιώσασαν Φιλόθεε, σύν σοι πλήθη ἀπειράριθμα, τὸν Θεὸν ἀναπαύσαντα.
Γνόντες μυστήριον τὸ ὄγδοον, ἵστε ὅτι τοῦτο λογίζεται, βάπτισμα ἄλλο ὅ ἐστι, συνειδήσεως μαρτύριον, διὰ τοῦτο Πρωτομάρτυρι, ὑμῶν Μάνδραν ἀνέθετε.
Θεοτοκίον.
Εὐφραινομένη ἐπαγάλλεται, πᾶσα ἐκζητοῦντων τὸν Κύριον, ψυχὴ Παρθένε ἐπὶ Σοί, ἐφευρίσκουσα γλυκάντριαν, ἐκ τῶν πόνων τῆς ἀσκήσεως, καὶ ἀνάψυξιν χαρμόσυνον.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐπετάσθης Ὅσιε, ἐπὶ πτερύγων, θεωρίας πράξεως, εἰς οὐρανοὺς πνευματικούς· ὄθεν Φιλόθεε πάρεχε, τοῖς φοιτηταῖς σου, τὴν Χάριν τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀρετῆς εἰδότες Σε, πάσης ταμεῖον, Θεοτόκε ἔχομεν, ἐστηριγμένους ἐπὶ Σέ, τοὺς ὀφθαλμοὺς καὶ βοῶμέν Σοι· ἐλθὲ Παρθένε, ἡμῶν εἰς βοήθειαν.




ᾨδὴ δ’. Ἐν Πνεύματι προβλέπων.
Ῥεόντων τὸ ἄστατον οὐκ ἴσχυς σοφέ, ἑλκύσαι καρδίαν σου εἰς λήθην τοῦ Θεοῦ, ἀλλ’ ὡς ἐδέξω τὴν φλόγα τοῦ Πνεύματος ἐχώρησας, τοῦ προλαβέσθαι Αὐτοῦ τὸ θεῖον θέλημα.
Ἀπαύστως Φιλόθεε τῇ κλήσει Ἰησοῦ, ἐχρήσω ὡς ὅπλῳ σου καὶ θείῳ θυρεῷ, δαιμόνων ἄπαν γὰρ πλῆθος ταύτῃ πίπτει, καὶ ἀνορθοῦται κρυφίως ἐν καρδίᾳ, ὁ ἔσω ἄνθρωπος.
Ἰθύνατε Ὅσιοι τοὺς πόδας τῆς ψυχῆς, πρὸς Πόλιν οὐράνιον γενόμενοι ἡμῶν, κανόνες καὶ τύποι ἀκριβοῦς πολιτείας, δι’ ἧς πορευόμεθα ἀφόβως τοῦ Κυρίου, ὁδὸν ἡ σωτήριον.
Θεοτοκίον.
Ῥημάτων ἡ σύνταξις προφρόνως οὐκ ἀρκεῖ, εἰς ἔπαινον Δέσποινα τῆς θείας Σου ψυχῆς, καὶ γὰρ ὑπέρκεισαι πάντων Σὺ νοημάτων, ὡς τετοκυῖα ἀφράστως, Υἱὸν καὶ Λόγον Θεοῦ πανύμνητε.

ᾨδὴ ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ὡραιώσας τὴν ψυχήν σου ὡς παστάδα Ἀντώνιε Θεοῦ, τὴν τοῦ Πνεύματος ἐδέξω δαψιλέστατα ἔλλαμψιν, τῷ ποιμνίῳ σου γενόμενος στήλη φωτός, καθοδηγῶν πρὸς Χαναὰν αὐτὴν ἀπλανέστατα.
Ἀκλινῶς τῷ Κυρίῳ ἐκολλήθης Φιλόθεε ψυχῇ, τοῦτον μόνον ὡς πλοῦτον ἀσύλητον ἔχων σου, καὶ πτωχεύων διανοίᾳ ἑκουσίως κατείληφας, τῶν μακαριζομένων, τὴν θείαν εὐκληρίαν.
Νοεραὶ ὑμῖν τάξεις ἐξιστάμεναι ἔχουσι, τὴν γὰρ τούτων πολιτείαν ἐμιμήσασθε Ὅσιοι, ἐν παρθενίᾳ καὶ ἀπαύστῳ ὑμνῳδίᾳ, Θεῶ πληροῦντες καθ’ ἡμέραν τὸ ἅγιον θέλημα.
Θεοτοκίον.
Τετρωμένος ὑπάρχω τῇ καρδίᾳ πανάμωμε, τῇ πρὸς Σὲ ἀγαπήσει τῇ Μητρὶ καὶ Κυρίᾳ μου, καὶ γὰρ προσφύγιον ἀκαταγώνιστον ἄλλο οὐκ ἔχω, εἰ μὴ τὴν σκέπην τῆς σεπτῆς ἱκεσίας Σου ἄχραντε.

ᾨδὴ στ’. Τὸν Προφήτην Ἰωνᾶν.
ᾨκειώθης τῷ Θεῷ, τῇ τηρήσει ἐντολῶν, κατὰ μέθεξιν υἱός, Βασιλείας γεγονώς, Ἀντώνιε, καὶ χρηματίζεις, δεύτερον φῶς  ἐξ ἀπροσίτου Φωτός.
Νοῦν καρδίαν καὶ ψυχήν, ἀναθέμενος Χριστῷ, νῦν εὐφραίνῃ μυστικῶς, τοὺς μισθούς σου εἰληφώς, Φιλόθεε, καὶ ἱκετεύεις, ἐν παῤῥησίᾳ πολλῇ ὑπὲρ τῆς ποίμνης σου.
Ἱερεύσαντες σεπτῶς, Πρωτομάρτυρος ναῷ, νῦν αὐλίζεσθε ὁμοῦ, λειτουργοῦντες τῷ Ἀμνῷ, ἐκλάμποντες, σὺν πρεσβυτέροις, τοῦ αἰωνίου ναοῦ ὁσιώτατοι.
Θεοτοκίον.
Οὐρανὸς ὁ μυστικός, ὁ βαστάσας ἐν γαστρί, τὸν τῶν ὅλων Ποιητήν, Σὺ ὑπάρχουσα ἁγνή, οὐράνωσον, ἡμῶν καρδίας, τῇ κατοικίᾳ Υἱοῦ Σου πανάμωμε.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Σὺν Ἀντωνίῳ τὸν Φιλόθεον ἅμα, τοῦ Πρωτομάρτυρος τιμήσωμεν φίλους, τῶν Μετεώρων δὲ σεπτοὺς καθηγητάς, τούτοις ἀνακράζοντες ὑμῶν ποίμνην τηρεῖτε, πάσης ἀπαράτρωτον ἐπηρείας καὶ βλάβης, καὶ γὰρ ὑμᾶς προστάτας καὶ φρουρούς, πρὸς τὸν Σωτῆρα κεκτήμεθα Ὅσιοι.
Ὁ Οἶκος.
Τῆς τοῦ βίου ῥυσθέντες συγχύσεως, ἡσυχίας ζυγῷ καθυπήχθητε, καὶ καθάρσει τελείᾳ ὑψώθητε, καθορῶντες ἐντεῦθεν τὸν ἄϋλον, ὅστις στόματα ἑαυτοῦ ἀνέδειξε, ἐξ ἀναξίων πολλοὺς ἀξιώσαντας, τοῦτο γὰρ ἀρετῆς δεῖγμα Ὅσιοι, τὴν ψυχὴν ὑπὲρ φίλων προτίθεσθαι καὶ Χριστῷ δῶρα φέρειν ἀμώμητα, ἐξ ἐπιμώμων σπουδῇ καθαιρόμενα· ὅθεν ὡς συνεργοὺς Ἀσωμάτων ὑμᾶς ἔχοντες, πρὸς οὐράνιον τρίβον βαδίζομεν, καὶ τιμῶντες ἐκ καρδίας σὺν τῷ Ἀντωνίῳ Φιλόθεε ὁσιώτατε, ἱκετεύομεν· σκέπετε ποίμνην μικρὰν τὴν σκηνοῦσαν, ἔνθα ὑμεῖς τοὺς ἀγῶνας πρὶν ἐτελέσατε, καὶ κραυγάζουσαν ἐκτενῶς, ὦ φιότεκνοι· ὑμᾶς προστάτας καὶ φρουρούς, πρὸς τὸν Σωτῆρα κεκτήμεθα Ὅσιοι.

Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ὁσίων Ἀντωνίου καὶ Φιλοθέου, κτητόρων τῆς Ἱερᾶς Μονῆς Ἁγίου Στεφάνου τῶν Μετεώρων.
Εἰς πέτραν στήσας σοὺς πόδας Πατερ φθάνεις,
Χριστὸν τὴν πέτραν Ἀντώνιε ἀσκήσας.
Φιλῶν ἐφίλεις Ὃν νῦν Φιλόθεε ἔχεις,
Μᾶλλον Αὐτος σε νῦν κατέχεις ἐν κόλποις.
Στεφάνου λέγω ὑμᾶς τέκνα καὶ ὑπηρέτας,
οὗ τῷ στεφάνῳ νῦν ἐστε ἐστεμμένοι.
Νόες θεόθεν ὕψει ἀπῇραν φαιδρῶς Μετεωροπόρους.
Οὗτοι ἔλαμψαν ἐν τῇ κατὰ τὴν ἐπαρχίαν Σταγῶν νέαν Θηβαΐδα τῶν Μετεώρων, γενόμενοι ἀλληλοδιαδόχως Κτίτοτες τῆς Μονῆς τοῦ Ἁγίου Στεφάνου.
Τούτων, ὁ μὲν Ὅσιος Ἀντώνιος, ἀκμάσας κατὰ τὸ β’ ἥμισυ τοῦ 14ου αἰῶνος, ἐκ γένους βασιλικοῦ, τῶν Κατακουζηνῶν, φέρεται ἕλκων τὴν καταγωγή.
Ὁ δέ, κατὰ τὰς ἀρχὰς τοῦ 16ου αἰῶνος βιώσας, Ὅσιος Φιλίθεος, ἐκ τῆς χώρας Σθιαταίνης, ἴσως τοῦ, οὕτω καλουμένου παλαιότερον, χωρίου τῶν Τρικάλων Ῥίζωμα.
Δεξάμενοι οὖν ἀμφότεροι τὴν τοῦ Κυρίου κλῆσον καὶ ἄραντες τὸν ἐλαφρὸν καὶ χρηστὸν ζυγὸν Αὐτοῦ, διὰ πολλῶν ἀσκητικῶν θλίψεων, πνευματικῶν καμάτων καὶ ἱδρώτων, πειρασμῶν ποικίλων καὶ Χάριτι Θεοῦ, ἀνεδέιχθησαν πρώταθλοι τῶν μετ’ αὐτοὺς ἀσκησάντων ἀναριθμήτων ἔκτοτε μοναχῶν.










Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου
Ἔχει τι μεῖζον οὐρανὸς καὶ τῶν Νόων,
Ἔξαρχον Ἀντώνιον Ἀσκητῶν ἔχων.
Οὗτος τὸ μὲν γένος ἦν Αἰγύπτιος, ἐκ πατέρων καὶ προγόνων τὴν εἰς Χριστὸν πίστιν δεδιδαγμένος. Ἤκμασε δὲ ἐν τοῖς χρόνοις Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, καὶ παρέτεινε μέχρι καὶ τοῦ εὐσεβοῦς Βασιλέως Κωνσταντίνου, καὶ τῶν υἱῶν αὐτοῦ. Ἐπιδοὺς δὲ ἑαυτὸν τῇ ἀσκητικῇ ἀγωγῇ, τοσοῦτον ὑπερέβαλε πάντας, ὡς ὑποτύπωσις εἶναι τῶν ἐφεξῆς. Καὶ τὸ παράδοξον, ὅτι καὶ πρῶτος, ἢ κομιδῇ μετ᾿ ὀλίγων, τῆς ὑπὲρ ἄνθρωπον ταύτης πολιτείας γέγονεν ἀρχηγός, καὶ μόνος σχεδὸν εἰς τὸν ἀκρότατον ἤλασεν ὅρον, ὡς ἡ περὶ αὐτὸν ἱστορία δηλοῖ. Ἀλλὰ τὰ διαβεβοημένα περὶ αὐτοῦ πᾶσι περιττὸν ἐπεκδιηγεῖσθαι. Τοσοῦτον δὲ ἀναγκαῖον εἰπεῖν, ὅτι ἐν θνητῷ σώματι τοῦ σώματος ἀπανίστατο, καὶ τὰς τῶν ψυχῶν ἀνόδους ἑώρα, καὶ τοὺς ταύτας εὐθύνοντας δαίμονας, ὃ τῆς νοερᾶς καὶ ἀσωμάτου φύσεως ἴδιον. Ζήσας δὲ πρὸς τοῖς ἑκατὸν ἔτη πέντε, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ. Ὁ δὲ βίος αὐτοῦ συνεγράφη ὑπὸ τοῦ μεγάλου Ἀθανασίου, Ἐπισκόπου Ἀλεξανδρείας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν τῇ Σκήτει τῆς Βεῤῥοίας ἀσκήσαντος.
Ἀντώνιον δὲ τὸν Νέον ποῦ τακτέον,
Εἰ μὴ παρ᾿αὐτῷ τῷ πάλαι Ἀντωνίῳ;
Οὗτος, τὸ γένος μὲν ἦν ἐκ Βεῤῥοίας τῆς κατὰ Μακεδονίαν· γεννηθεὶς δὲ ἐκ γονέων φιλαρέτων καὶ εὐσεβῶν, καὶ βιούντων ἐν αὐταρκείᾳ, ἐλευθερίως ἀνήγετο καὶ αὐτός, καὶ πρὸς ἀρετὴν ἐτυποῦτο. Μήπω δὲ καθαρῶς τὴν παιδικὴν ἡλικίαν ὑπερβάς, ἔρωτι θείῳ τρωθεὶς καὶ πάσῃ τρυφῇ καὶ ματαιότητι τοῦ βίου χαίρειν εἰπών, τὸν κατὰ τὴν περαίαν τοῦ παραῤῥέοντος ποταμοῦ μοναστήριον καταλαμβάνει, πλήθει μοναχῶν, ἀρετῆς ἐργασίᾳ κατ’ ἐκεῖνο καιροῦ ἀκμάζον· καὶ ὑποταξάμενος πᾶσι καὶ σχῆμα τὸ τῶν μοναχῶνἐνδύς, ζέοντι πνεύματι καὶ προθυμίᾳ πολλῇ κατειργάζετο τὴν ἀρετήν, πᾶν τὸ προσταττόμενον σπουδαίως πράττων, καὶ ὥσπερ τύπος καὶ παράδειγμα καλοῦ γενόμενος τοῖς ἄλλοις, ἤδη δὲ καὶ κατ’ ἀρετῆ προκόπτων, ἐν ἐπιθυμίᾳ γέγονε καὶ τελειωτέρου βίου και ὑψηλοτέρας ἀγωγῆς καὶ πολλὰ τοῦ προεστῶτος τῆς Μονῆς δεηθέντι ἐπιτραπῆναι τὴν πρὸς τὸ παρακείμενον ὄρος ἀναχώρησιν εἰς ἡσυχίαν παντελῆ ἐπιτέτραπτο.
Τὸ ὄρος οὖν ἅπαν διερευνησάμενος καὶ πρὸς τὸ χεῖλος τοῦ ποταμοῦ Ἀλιάκμονος, σπήλαιον εὑρηκὼς δεινῶς ἄβατον, οὐ διὰ τὴν σκληρότητα τοῦ τόππυ μόνον ἀλλὰ καὶ διὰ τὴν προσπεφυκυῖαν λόχμην, βαθεῖαν καὶ δυσδιεξίτητον οὖσαν, κατώκησεν ἐν αὐτῷ καὶ πρότερον ὄντος καὶ γνωρίμου, ὃς κατά τινα περίοδον διά τινος ἀδήλου τὰ πολλὰ καὶ ἀσαφοῦς πρὸς αὐτὸν ἐρχόμενος στενωποῦ κοινωνίας ἠξίου σώματος δεσποτικοῦ.
Διήγαγε μὲν οὖν ἐν τούτῳ τῷ σπηλαίῳ 50 ἔτη, πάσης συνουσίας ἔρημος ἀνθρωπίνης, ἑαυτῷ δὲ μόνον  προσαδολεσχῶν καὶ Θεῷ, οὐδενὶ ἑτέρῳ χρησάμενος πρὸς τροφήν, ὅτι μὴ ταῖς τῷ σπηλαίῳ περιπεφυκυίας βοτάναις καὶ ὕδατι ποταμίῳ· πολλοὺς δὲ ὑπέμεινε κινδύνους καὶ πειρασμοὺς ἐκ δαιμόνων, ὡς ἐξεγένετο μαθεῖν παρὰ τοῦ προσφοιτῶντος ἱερέως, ἐκείνου διηγουμένου ἀκηκοότος· πληγαῖς τε γὰρ αὐτῷ ἐνέτεναν μέχρι θανάτου, πολλάκις δίκην ληστῶν ἐπελθόντες, ἀλλὰ καὶ μορφὰς θηρίων ἀλλοκότων τε καὶ φοβερῶς ἐπάγοντες καὶ τὸ τοῦ σπηλαίου ἐξογκοῦντες φανταστικῶς κατὰ τοῦ Ἁγίου ἐδόκουν αὐτῷ τῷ σπηλαίῳ πρὸς φάραγγας βαθείας κατασύρειν.
Ἐπεὶ δὲ πᾶσαν μηχανὴν διεξελθόντες τῇ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος κατηργήθησαν μὴ δυνηθέντες τοῦ τόπου μετακινῆσαι τὸν Ἅγιον, ἐκεῖνοι μὲν αἰσχύνης πλήρεις καὶ ὀδυρμῶν ἀφανεῖς ἐγένοντο, ὁ δὲ Ἅγιος ἡσύχως καὶ γαληνῶς διήγαγε τὸν βίον τῷ Ἁγίῳ Πνεύματι κυβερνώμενος. Βιώσας δὲ ὑπὲρ τὰ 90 ἔτη, ἐτελεύτησεν ἐν αὐτῷ τῷ σπηλαίῳ, ἐν ᾧ τὴν ἀθλητικὴν διήγαγε ζωήν· θαυματουργεῖτι καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τοιοῦτον. Κατάντικρυ γὰρ τοῦ σπηλαίου, θήρας ἕνεκα τινῶν τὰς λόχμας διευρυνομένων, οἱ κύνες τῷ σπηλαίῳ ἐπιστάντες, ἐθορύβουν ὑλακτοῦντες· οἱ θηρευταὶ δὲ τοὺς ὀφθαλμοὺς πρὸς τὴν ὑλακὴν ἀπερείσαντες, ὁρῶσι χεῖρα νεύματι πρὸς ἑαυτὴν μετακαλουμένην· νομίσαντες δὲ τῶν συνθηρευόντων θηρίῳ προστυχόντα τινὰ τὸν μετακαλούμενον εἶναι, σπουδῇ πολλῇ τὸν ποταμὸν διαβάντες, ἐφίστανται τῷ σπηλαιῳ τῇ τῶν κυνῶν ἑπόμενοι ὑλακῇ· καὶ ζῶντα μὲν εὑρίσκουσιν οὐδένα, τὸν Ἅγιον δὲ κείμενον ἐπὶ ἐδάφους, κατεσταλμένον κοσμίως, καὶ λυχνίαν ὑπεράνωθεν αὐτοῦ ἡμμένην. Συνιέντες δὲ ἐκ πολλῶν τεκμηρίων θεοφόρον εἶναι τὸν ἄνδρα προσεκύνουν σὺν αἰδοῖ πολλῇ καὶ τὰ ἴχνη προσπεσόντες κατεφίλουν. Ἔπειτα εἰς τὴν πόλιν ἀπελθόντες, σὺν ἐκπλήξει καὶ ἡδονῇ τῷ τηνικαῦτα ἀρχιερατεύοντι ἀπαγγέλουσιν.
Ὁ δὲ μηδὲν μελήσας τὸν τῶν ἱερωμένων πάντα χορόν, προσέτι δὲ καὶ πλῆθος ἄλλο τῆς πόλεως πρὸς θαῦμα συνδεδραμηκός, παραλαβὼν ἐν τῷ σπηλαίῳ γίνεται· πολλαῖς δὲ ὑμνῳδίαις καὶ ψαλμοῖς τὸν τοὺς Ἁγίους αὐτοῦ δοξάζοντα Θεὸν δοξάσαντες, ὑπὸ λαμπάσι πολλαῖς καὶ μύροις προέπεμπον τὸν Ἅγιον. Ἀλλὰ καὶ αὖθις ἐξαίσιόν τι τερατουργεῖ ὁ Θεὸς εἰς δόξαν τοῦ Ὁσίου Αὐτοῦ. Τῶν κατὰ τὴν περαίαν τοῦ ποταμοῦ οἰκούντων, πάντων πρὸς τὴν φήμην παρελθόντων, ἔρις ἐγείρεται μεταξὺ τῶν ἀγροίκων καὶ τῶν τοῦ ἄστεος ἐπαινετή τις καὶ θαυμασία. Οἱ μὲν ἠξίουν πρὸς τὴν πόλιν ἐπαγαγεῖν καὶ ταύτῃ τὰ πρεσβεῖα δοῦναι, μητρὶ τῶν κώμων οὔσῃ καὶ ὑπερεχούςῃ τὴν ἀξίαν· οἱ ἀγρόται δὲ οὐκ ἔφθασαν παραχωρήσειν αὐτοῖς τοῦ παρ’ αὐτοῖς τραφέντος ἀγαθοῦ ἀλλὰ καθέξειν ὅση δύναμις, σωτῆρα καὶ εὐεργέτην ἐσόμενον αὐτοῖς. Ἐπὶ πολὺ δὲ τῆς ἔριδος προελθούσης, τέλος ἔδοξεν ἐπιτρέψαντος τὴν ψῆφον τῷ ἁγίῳ, ὁποτέροις βούλοιτο συνοικεῖν αὐτοὺς ἀποστῆναι τῆς φιλονικείας.
Καὶ δὴ βοῦς ἀπειροζύγους ὑποζεύξαντες ἁμάξῃ τὴν λάρνακα ἐπιτιθέασι τοῦ ἁγίου ἀπολιπόντες φέρεσθαι οἷ ἂν αὐτὸς ἰθύνοι· οἱ δὲ δρόμῳ πολλῷ τὸν ποταμὸν διαβάντες, εὐθὺ Βεῤῥοίας ἐχώρουν, μηδαμοῦ παρατραπέντες τῆς ὁδοῦ, εἰσελθόντες δὲ τὴν πόλιν, εἰς τὴν πατρώαν οἰκίαν ἔρχονται τοῦ Ἁγίου, ὅπου καὶ τέμενος ἦν τῆς Πανάγνου καὶ Θεομήτορος· ἔνθα στήσαντες τὴν ὁρμὴν μονονουχὶ φωνὴν ἐδόκουν ἀφιέναι ὡς ἐνθάδι τὸν Ἅγιον βούλεται οἰκεῖν. Συνελθόντες τοίνυν τούτῳ κατατιθέασι πλεῖστα θαύματα ἐκτελοῦντα μέχρι τοῦ νῦν. Τὸ δὲ ὄρος, ἐν ᾧ τὸ σπήλαιόν ἐστι τοῦ Ἁγίου, ἅπαν μοναχῶν γέγονεν οἰκητήριον, καὶ πολλῶν ἀδελφῶν συνέστη ἀσκητήρια, ὡς καὶ Σκήτην ἐπονομασθῆναι τοῦ Ἁγίου Ἀντωνίου τοῦ Νέου

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου τοῦ Μεγάλου.
Ἡ Βασιλεία ἐμποδὼν οὐχ ὡράθη,
Σοί, ὦ Θεοδόσιε, πρὸς σωτηρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀχιλλᾶς ἐν εἰρήνῃ τελειοῦται.
Ὅπλοις Ἀχιλλεὺς τὰς κάτω πορθεῖ πόλεις,
Πόνοις Ἀχιλλᾶς τὴν ἄνω πλουτεῖ πόλιν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰουνίλλα καὶ Τούρβων, ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βλασίου, κτήτορος τῆς Ἱερᾶς Μονῆς Γωνιᾶς τῆς Κρήτης.
Βλύσας Βλάσιε πηγὰς πολλῶν ἱδρώτων,
ἐβλάστησας καρπούς, τερπνοὺς ἀφθαρσίας.







Γεώργιος γῆν ἀροτριάσας ξένως,
Ξένον στάχυν ἤμησεν ἄφθιτον κλέος
Οὗτος ὁ ἀείμνηστος νεομάρτυς τοῦ Χριστοῦ Γεώργιος υἱὸς ὕπηρξε γονέων εὐσεβῶν καὶ ἐναρέτων, Κωνσταντίνου καὶ Βασίλως, ἐκ τίνος χωρίου τῆς ἐπαρχίας τῶν Γρεβενῶν ὁρμωμένων, ὀνομαζόμενου Τσούρχλι, ἀνθρώπων ἐνδεῶν, καὶ ποριζομένων τὰ πρὸς τὸ ζῆν διὰ τῆς γεωργίας, οἱτινες γεννήσαντες τὸν Γεώργιον, καὶ εὐσεβῶς ἀναθρέψαντες, οὐκ ἠδυνήθησαν δι’ ἀπορίαν ἐκπαιδεύσαι αὐτὸν ἄπειρος δὲ γραμμάτων ὡς ἐκ τούτου διαμείνας, καὶ ἀπορφανισθεὶς τῶν γονέων τοῦ ἐν νεαρᾷ ἡλικίᾳ, διέμεινε μέχρι τινὸς ὑπὸ τοὺς ἀδελφούς του· μετὰ ταῦτα δὲ μεταβὰς εἰς Ἰωάννινα, ἐπορίζετο τὰ πρὸς τὸ ζῆν ὑπομίσθιος, ἁπλοῦς ὑπαρχῶν τὸν τρόπον, καὶ πρᾶος καὶ μὴ ἀπολειπόμενος τοῦ θαμίζειν εἰς τὴν ἐκκλησίαν ἐν ταῖς εὐκαιρίαις του. Κατὰ μῆνα Ὀκτώβριον τοῦ ἔτους 1836 διετέλει ὡς ἱπποκόμος παρά τινι ὀθωμανῷ, ἐν διαπρέποντι ἀξιώματι ὄντι παρὰ τῷ τότε διοικητῇ τῶν Ἰωαννίνων. Ὀθωμανοὶ δέ τινες ἐκ τῆς εὐτελεστέρας μοίρας, ἐμπαθῶς πρὸς αὐτὸν διακείμενοι, συκοφαντίαν αὐτῷ προσῆψαν, ὡς δῆθεν ἐξομόσας πρὸ τίνος καιροῦ, πάλιν ὡς χριστιανὸς διάγει, καὶ ἀπαχθεὶς ὑπ᾿αὐτῶν εἰς τὸν Μεχκεμέν, καὶ ἐρωτηθεὶς ὑπὸ τοῦ κριτοῦ ἂν οὕτως ἔχει τὰ κατ᾿ αὐτόν, εὐθαρσῶς ἀνωμολόγησεν, ὅτι οὐδέποτε ἀρνησίχριστος ἐγένετο, καὶ ἀδίκως συκοφαντεῖται παρ’ αὐτῶν, ὁ δὲ κριτῆς, συνέσει διαπρέπων, ἐγνώρισεν ὅτι ἐμπαθὼς κατηγορεῖται ὑπ᾿ αὐτῶν διὸ καὶ ἀνακρίνας αὐτόν, καὶ ἀπερίτμητον εὑρὼν ἀπέλυσεν.
Παρὰ τῷ εἰρημένῳ αὐθέντῃ διατελῶν ἐν Ἰωαννίνοις συνεζεύχθη νομίμῳ γυναικὶ Ἑλένη τοὔνομα, κατὰ Ἰανουάριον τοῦ ἔτους 1837. Ἐλθόντος δὲ εἰς Ἰωάννινα ἡγεμόνος τοῦ Μουσταφᾶ Πᾶσα ἐμισθώθη παρὰ τῷ διορισθέντι νέῳ Μουσελίμῃ τῶν Φιλιατών, καὶ ἀπῆλθε μετ αὐτοῦ ἐκεῖσε, καὶ μετ’ οὐ πολὺ ἐπανακάμψαντος εἰς Ἰωάννινα τοῦ Μουσελίμη ἕνεκεν ἰδίων ὑποθέσεων, ἦλθε μετ᾿ αὐτοῦ καὶ ὁ Γεώργιος ὡς ἱπποκόμος. Τῇ 10ῃ Ἰανουαρίου 1838 ὁ Μουσελίμης, διαπεράνας τὰς ὑποθέσεις τοῦ ἐξεκίνησεν εἰς Φιλιάτας, ὁ δὲ Γεώργιος, ἐπειδὴ ἡ σύζυγος τοῦ ἔτεκεν υἱόν, ἐξῃτήσατο παρ᾿ αὐτοῦ τὴν ἄδειαν, ἵνα , διαμείνῃ τινὰς ἡμέρας ἐν τῇ οἰκία τοῦ, καὶ ἔπειτα να ὑπάγῃ, ὁ δὲ σκοπὸς αὐτοῦ ἢν νὰ παρευρέθη εἰς τὸν βαπτισμὸν τοῦ νεοτεχθέντος υἱοῦ τοῦ, τῇ 12ῃ Ἰανουαρίου, ἡμέρᾳ τετάρτῃ πρωί, ὀθωμανός τις τῶν ἐκδεδιῃτημένων, ἀπαντήσας αὐτὸν εἴς τινα ὁδόν, ἐδράξατο αὐτοῦ λέγων· Σὺ ἐγινες Τοῦρκος, καὶ πῶς ἤδη χριστιανὸς διάγεις; ὁ δὲ ἀπεκρίνατο· Μήτε Τοῦρκος ἐγενόμην ποτέ, μήτε τὸν Χριστών μού ποτε ἠρνήθην χριστιανός, καὶ ἡμὴν ἀεὶ καί εἰμι. Ἐν δὲ τῷ μεταξὺ ἀθροισθέντων καὶ ἄλλων ὀθωμανῶν ἐκ τῶν παραπορευομένων, καὶ συμμαρτυρούντων τῷ ἀπ᾿ ἀρχῆς δραξαμένῳ τοῦ Γεωργίου, θορύβου γενομένου ὑπὸ τῆς ἀθροίσεως συμμιγῶν ἀνθρώπων, ἐπέστη ἐν τούτῳ καὶ τοῦ Διοικητοῦ ὁ Καβάζπασης, ὅστις ἀνερευνήσας τὴν αἰτίαν τοῦ θορύβου, ἤκουσε παρὰ τῶν ἐκεῖσε ὀθωμανῶν, ὅτι οὗτος, δεικνυόντων τὸν Γεώργιον, Τοῦρκος γενόμενος πρότινος καιροῦ ἤδη χριστιανὸς διάγει· ὁ δὲ συνεχῶς ἀνακράζων Χριστιανὸς καὶ ἤμην πάντοτε, καὶ εἰμί, καὶ οὐδέποτε Τοῦρκος ἐγενόμην, συλληφθεὶς ὑπὸ τοῦ Καβάζπαση, ἐφυλακίσθη, καὶ περὶ τὸ δειλινὸν ἀπήχθη εἰς τὸν Μεχκεμέν, ὁποῦ ἐξετασθείς, καὶ ποικιλοτρόπως βιασθεὶς εἰς τὴν ἐξόμοσιν, διέμεινεν ἀκράδαντος ἐπὶ τὴν ὁμολογίαν τῆς ἀμωμήτου ἡμῶν πίστεως, καὶ ἀπαχθείς, αὔθις ἐφυλακίσθη. Ὁ Ἀρχιερατεύων τότε ἐν Ἰωαννίνοις κύριος Ἰωακείμ, ὁ ἀπὸ Δρυϊνουπόλεως ( ὁ ἐν ὑστέροις ἀπὸ Κυζίκου εὐκλεῶς πατριαρχεύσας) ἀπῆλθεν εἰς τὸν Μεχκεμὲν κατ᾿ ἐκείνην τὴν ἑσπέραν, καὶ ὡμίλησε τὰ δέοντα, ἀποδείξας διὰ λόγων ἰσχυρῶν καὶ ἀναντιῤῥήτων τὴν ἀθῳότητα τοῦ Γεωργίου, ἐκεῖ θεν δὲ ἀπῆλθε καὶ εἰς τὴν διοίκησιν, καὶ εἶπεν ὅσα ἔδει, ἀλλ᾿ οἱ λόγοι τοῦ οὐδὲν ἴσχυσαν, καὶ τοι βάσιμοι ὄντες καὶ ἀληθεῖς.
Κατ’ ἐκείνην τὴν νύκτα πολυειδῶς βασανισθεὶς ὁ Γεώργιος ἐν τῇ εἱρκτῇ ἵνα ἐξομόσῃ, διέμεινε στεῤῥὸς καὶ ἀμετάτρεπτος καὶ τῇ πέμπτῃ πρωὶ ἀπήχθη πάλιν εἰς τὸν Μεχκεμέν, ὁποῦ ποικιλοτρόπως ἐν πρώτοις κολακευθείς, καὶ ἐν ὑστέροις ἀπειληθείς, οὐκ ἐνέδωκε, καὶ ἐμπτυόμενος, καὶ μαστιγούμενος ὑπὸ τῶν περιεστώτων ὀθωμανων, ἔλεγε τοῦτον μόνον τὸν λόγον : Χριστιανός εἰμι, καὶ πάλιν ἀπαχθεὶς ἐν τῇ εἱρκτῇ, δεινῶς ἐβασανίσθη δι᾿ ὅλης τῆς νυκτός, ἐπιφωσκούσης Παρασκευῆς, ἀκίδων ἐμπαγεισῶν ὑπὸ τοὺς ὄνυχάς του, καὶ πετρῶν μεγάλων ἐπιτεθεισῶν ἐπὶ τὰ στήθη αὐτοῦ, ἅτινα γενναίως ὑπέφερε, συνεχῶς λέγων· Χριστιανός εἰμι, τὸ δὲ Σάββατον πρωὶ ἀπήχθη εἰς τὸν Μεχκεμέν, ὁποῦ σύλλογος ἐγένετο πολλῶν ὀθωμανῶν, τότε προεβλήθη αὐτῷ, ἵνα ἐκλέξῃ ἐν τῶν δύο, ἡ νὰ λάβῃ πολλὰς καὶ μεγάλας ἀντιβραβεύσεις ἂν ἐξομόσῃ ἡ νὰ λάβῃ θάνατον σκληρὸν ἂν ἐπιμείνῃ εἰς τὸ πρότερον φρόνημα τοῦ. Ὁ δὲ γενναίως ἀνωμολόγησεν ἐνώπιον πάντων Χριστιανὸς καὶ ἡμὴν ἀπ᾿ ἄρχῃς, Χριστιανός εἰμι καὶ ἔσομαι μέχρι τελευταίας μου πνοῆς. Τρὶς εἰσήχθη ἐνώπιον τοῦ κριτοῦ, καὶ τρὶς ἐξήχθη, καὶ ἐπειδὴ ἔμεινεν ἀμετάτρεπτος, ἐξεδόθη ἐγγράφως ἡ ἀπόφασις νὰ φονευθῇ. Ἐκεῖθεν ἀπήγαγον αὐτὸν εἰς τὸν ἀνθύπατον (Κεχαγιάμπεην), ὁποῦ πολυειδῶς ἀπειληθείς, οὐκ ἐνέδωκεν ἐκεῖθεν δὲ ἀπήχθη καὶ εἰς τὸν Διοικητὴν Μουσταφᾶ πασᾶν ὁμολογήσας δὲ καὶ ἐνώπιον αὐτοῦ ἀδεὼς τὸν Ἰησοῦν Χριστόν, ἀπαχθεὶς ἐβλήθη ἐν τῇ εἱρκτῇ, καὶ τῇ δευτέρᾳ τῆς ἑβδομάδος, Ἰανουαρίου 17, περὶ ἕκτην ὥραν ἀπηγχονίσθη ἐν τῇ ἀγορᾷ, πλησίον τοῦ χάνδακος τοῦ μεγάλου φρουρίου, συνεχῶς ἀνακράζων· Χριστιανός εἰμι, ποιήσατέ μοι εἶ τι δεινὸν οἴδατε. Ἔμεινε τὸ σῶμα αὐτοῦ κρεμάμενον μέχρι τῆς τετράδης, Ἰανουαρίου 19· καὶ κατ’ αὐτὴν ἐδωρήθη τὸ νεκρὸν αὐτοῦ σῶμα, παρὰ τοῦ Διοικητοῦ Μουσταφᾶ Πασᾶ Βεζύρη, εἰς τὸν ῥηθέντα Μητροπολίτην Ἅγιον Ἰωαννίνων κύριον Ἰωακείμ, ὅπερ μετακομισθὲν εἰς τὴν Ἐκκλησίαν τοῦ Ἁγίου Ἀθανασίου τῆς Μητροπόλεως τῶν Ἰωαννίνων, ἐτάφη ἐκτὸς τοῦ Ἱεροῦ Βήματος ἐν τῷ ἀριστερῷ μέρει μετὰ μεγάλης συνδρομῆς τῶν χριστιανῶν, καὶ μετὰ τῆς ἀνηκούσης παρατάξεως παντὸς τοῦ Ἱερατικοῦ κλήρου. Τελεῖ δὲ ὁ τάφος αὐτοῦ ἀπειροπληθεὶς ἰάσεις τοῖς μετὰ πίστεως προσερχομένοις, καὶ χοῦς καὶ ἔλαιον ἐκ τοῦ μνήματος καὶ τῆς κανδήλας του, κομισθέντα καὶ ἀλλαχοῦ ὑπὸ εὐλαβῶν καὶ φιλοχρίστων, συνετέλεσαν εἰς θεραπείαν δεινῶν παθῶν καὶ ἀνιάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἀρχιεπισκόπου Νόβγκοροντ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Κρασνοχόλμκιζ τοῦ Ῥώσσου, ἰδρυτοῦ τῆς Ἱ. Μ. Ἁγ. Νικολάου τοῦ Τβὲρ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἐπισκόπου Βολογκντὰ τῆς Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ’. Ἡ κάμινος Σωτήρ.
Νευρώσας τῆς ψυχῆς σου τὸ φρόνημα, ἀθύρματα δαιμόνων κατήργησας, ψάλλων ἐκ καρδίας σου, τῷ Θεῷ τῶν Πατέρων Ἀντώνιε.
Σταυροῦ τὴν χριστοπόθητον νέκρωσιν, τυχὼν ὡς δῶρον θεῖον Φιλόθεε, ἤδες ὕμνον τὸν εὐγνώμονα, ὁ Θεὸς τῶν Πατέρων εὐλογητὸς εἶ.
Ὑψώσαντες τὸν νοῦν καὶ τὸ φρόνημα, γηΐνων ὑπερήρθητε πράξεων, ὡς ἀσώματοι βιώσαντες, τὸν Θεὸν τῶν Πατέρων δὲ εὐλογοῦντες.
Θεοτοκίον.
Νοσῶν τοῖς τῶν παθῶν ἐκβλαστήμασι, Σοῦ δέομαι Παρθένε ἀπότεμνε, ταῦτα τῷ πελέκει Σου, ἵνα ψάλλω Θεῷ τῷ τῶν Πατέρων.





ᾨδὴ η’. Ὃν φρίττουσιν Ἄγγελοι.
Φωτὸς ἀμαρύγματα ἐδέξω δαψιλῶς, ψυχῇ σου Ἀντώνιε, φωτόμορφος ὀφθείς, τῷ Στεφάνῳ σύμμορφος τῷ ἐλλαμφθέντι, ᾧ καὶ συνδοξάζεις, Θεὸν εἰς τοὺς αἰῶνας.
Ἰλαρύνας Ὅσιε ψυχῆς τὸ ὀπτικόν, μεθέξας ὁλόθυμον φωτὸς τοῦ ἱλαροῦ· ὅθεν νῦν εἰς πάμφωτον εἰσῆλθες Φιλόθεε, Βασιλείαν ἔνθα φωτίζῃ εἰς αἰῶνας.
Λαοῦ προεβλήθητε ποιμένες μοναστῶν, Πατέρες μακάριοι, ἐξ ὧν δέξασθε νῦν, εὐχαρίστως ᾄσματα εὐγνωμοσύνης, εἰς φθαρτὸν καὶ πάντας αἰῶνας τῶν αἰώνων.
Θεοτοκίον.
Οὐκ ἄλλην ἀνάπαυσιν ἡδεῖαν τοῦ νοός, εὑρίσκω ὦ Μῆτέρ μου ὡς μνήμην συνεχῆ, τοῦ κάλλους τοῦ θείου πανάγνου Μορφῆς Σου, καὶ τοῦ Ἰησοῦ μου, ᾧ ψάλλω εἰς αἰῶνας.

ᾨδὴ θ’. Τύπον τῆς ἁγνῆς.
Θύρα οὐρανῶν ηνέωκται, ὅτε Νυμφίος σε ἐκάλεσεν Ὅσιε, τὴν λαμπάδα γάρ, τῶν ἀρετῶν διετήρησας, τῷ ἐλαίων ἀρετῶν ἀειλάμπουσαν, σοφῆς οἰκονομίας, ἀπολαβών σου τὸ δηνάριον.
Ἔχει οὐρανὸς ἀστέρα σε, πνευματικὸν θεοφόρε Φιλόθεε, ἔχει καὶ Μονὴ ἣν σὺ Στεφάνῳ ἀνήγειρας, πρὸς Θεὸν εὐκτικὸν ἀντιλήπτορα, ᾗ δίδου ταῖς εὐχαῖς σου, τὴν εὐλογίαν δαψιλέστατα.
Ὥσπερ εὐτεκνοῦσαν ἄμπελος, ὑμῶν σεμνείου μεγαλύνεται Ὅσιοι, βότρυας γλυκεῖς, ψυχὰς πολλὰς γὰρ προσήνεγκε, εἰς ληνοὺς Βασιλείας καρπώματα, ἔνθα ἐμφυτευθέντες, τῶν Μετεώρων ἀεὶ μέμνησθε.
Θεοτοκίον.
ᾌδων ἀκορέστως Δέσποινα, τὰ μεγαλεῖά Σου οὐ παύσομαι πώποτε, τίνι τρόπῳ γάρ, τὴν ὀφειλὴν ἀποτίσω μου, ἀπορῶ· διὸ δέομαι δέξαι, καὶ τοῦτον νῦν τὸν ὕμνον, Ὃν σὺν Πατράσι προσενήνοχα.

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ταῖς νοεραῖς συνήφθητε, τῶν Ἀγγέλων Πατέρες, δυνάμεσι τῷ βίῳ γάρ, κατεπλήξατε ταύτας, καὶ τῶν δαιμόνων τὰ στίφη, κατεστήσατε φρούδα, πυρὶ τοῦ θείου Πνεύματος, πάντα σπίλον μὲν πρῶτον, ἐκ τῆς ψυχῆς ἐκβαλόντες εἶτα πλήρη δοχεῖα, τῶν ἀρετῶν ἐγένεσθε, καὶ ἡμῶν ποδηγέται.
Θεοτοκίον.
Τὸ Φῶς τοῦ κόσμου Δέσποινα, ἠ γεννήσασα ἔρχου, καὶ φώτισον τὰ σκότη μου, ὅπως τέκνον ἡμέρας, φανῶ Παρθένε καὶ ἔργα, ἀπεργάζομαι ἅπερ, φωτίζουσι διάνοιαν, καὶ φωτός με ποιοῦσιν ἀληθινοῦ, μύστην καὶ συμμέτοχον Βασιλείας, ἔνθα περ συγχορεύουσιν, οἱ τὸ φῶς ἐνδυθέντες.


Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Σήμερον μνήμην τελοῦντες Δομητόρων, Μονῆς ὑψιβάμονος τοῦ Πρωτομάρτυρος, ὀφλητικὸν ὕμνον λάβωμεν, καὶ ἀφορῶντες, ὡς πρὸς πρωτότυπον μιμησώμεθα, ἀσκήσεως σύντονον καὶ προσευχῆς καρτερόν, ἀγάπης ἄκρον νηστείας τε, ἐκτεταμένον, καὶ ἀγρυπνίας τὸ ἀδιάλειπτον, αὐτοῖς βοῶντες· ὁσιώτατοι, ταῖς πρεσβείαις ὑμῶν ἀεὶ πρόστητε, ἧς ἠγείρατε Μάνδρας, Μετεώρων τὰ καυχήματα.

Ἀντεχαρίσω Χριστῷ τῷ εὐεργέτῃ, Ἀντώνιε Ὅσιε, ἐξωνηθεῖσαν ζωήν, καὶ αἷμα δοὺς ἀντὶ Πνεύματος, κληρονομίαν, ἐφεῦρες ἄφθαρτον, ἣν χαρίζεται, τοῖς ὅσοι προείλοντο στενὴν ὁδεῦσαι ὁδόν, καὶ καθ’ ἡμέραν ἐπαίρουσιν, ἐν εὐφροσύνῃ, σταυρὸν ἑκούσιον τῆς ἀσκήσεως· ὅθεν εἰδότες σε ἐκσφράγισμα, τῆς Εἰκόνος Πατρὸς ᾧ λατρεύομεν, ἱκετεύομεν πόθῳ, ἡμῶν μέμνησο πρὸς Κύριον.

Φιλοθεΐας ὁρίζεται ἀκρότης, ἔρως μανικώτατος πρὸς τὸν Δεσπότην Χριστόν, καὶ ὑπὲρ πάντα φαντάζεσθαι, Αὐτὸν οὐ μήν δε, τοῦτον κατέχειν πλοῦτον ἀσύλητον, ἧς περ ὡς μετέσχηκας, Πάτερ Φιλόθεε, ὡς κέντρον νύττον τὴν ἔφεσιν, εἶχες τρισμάκαρ, τῶν ὁρωμένων σε ὑπεραίρουσαν, καὶ μεθιστῶσαν πρὸς ἀπόλαυσιν, ὢν εἰς γλῶσσαν ἀνθρώπων οὐδέποτε, ἀναβέβηκεν οὔτε, εἰς κατάληψιν ἐλήλυθεν.

Σοὶ Πρωτομάρτυς ἐκλίναμεν αὐχένα, σοὶ καὶ ἀνεθέμεθα ζωὴν τὴν ἅπασαν· ὅθεν σὴ ποίμνη τυγχάνοντες, καὶ κληρουχία, δεόμεθά σου ἀεὶ παράστηθι, ἅμα Χαραλάμπῃ τε Ἱερομάρτυρι, καὶ τοῖς δυσὶ διακόνοις σου, τῷ Ἀντωνίῳ, καὶ Φιλοθέῳ πρώτοις οἰκήτορσι, τῆς Πέτρας ταύτης ἥπερ γέγονε, σοῦ μὲν οἶκος παντί που περίκλυτος, λαγῳοῖς δὲ Κυρίου, καταφύγιον σωτήριον.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Ὁσίων Πατέρων ἡ δυάς, τῆς οὐρανοδρομούσης στρατείας στρατηγοί, στοργῇ ἀνεπετάσθητε τῆς ἄνω καὶ Θεόν, Ὃν πρώην μὲν νοερῶς, νῦν δὲ πρόσωπον πρὸς πρόσωπον ὁρᾶτε, σήμερον τὴν μνήμην ὑμῶν τελοῦντες πόθῳ, ἐπαινοῦμεν λέγοντες· ὦ θεῖοι ἀσκηταί, Πρωτομάρτυρος τέκνα, καὶ δομήτορες ὑπέρτιμοι, ποιμένες σοφώτατοι, τῆς Λιθουπόλεως στῦλοι, τῶν ἐραστῶν Χριστοῦ ὁδηγοί, οἱ ἐξ πείρας, ἡσυχίας εὐώδη κειμήλια, οἱ κήρυκες τῆς ἐρχομένης Βασιλείας, Μετεώρων γεννήματα, Ἐκκλησίας ὡραΐσματα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε Πρωτομάρτυρος φοιτηταί, τοὺς θείους Πατέρας, εὐφημήσωμεν ἐκ ψυχῆς, Ἀντώνιε θεῖε, Φιλόθεε τρισμάκαρ, εὐχαῖς ὑμῶν ἁγίαις ἡμᾶς φυλάττετε.
Εἰ καὶ Βασιλείας νῦν οἰκισταί, μνήσθητε Πατέρες, κληρουχίας πνευματικῆς, ἣν πολλοῖς ἱδρῶσιν, ἐσπείρατε Κυρίῳ, ἵνα πλουσίως ἔχῃ, Πνεῦμα τὸ Ἅγιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου